Complete Works of Theocritus

Home > Other > Complete Works of Theocritus > Page 34
Complete Works of Theocritus Page 34

by Theocritus


  τῆνος ὁ ποιμενικὸς καὶ ταὶ δρύες. αἰ δέ κ᾽ ἀείσῃς

  ὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν ᾆσας ἐρίσδων,

  αἶγα δέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι, 25

  ἃ δύ᾽ ἔχοισ᾽ ἐρίφως ποταμέλγεται ἐς δύο πέλλας,

  καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέι κηρῷ,

  ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον.

  τῶ περὶ μὲν χείλη μαρύεται ὑψόθι κισσός,

  κισσὸς ἑλιχρύσῳ κεκονιμένος: ἁ δὲ κατ᾽ αὐτὸν 30

  καρπῷ ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι.

  ἔντοσθεν δὲ γυνά, τί θεῶν δαίδαλμα τέτυκται,

  ἀσκητὰ πέπλῳ τε καὶ ἄμπυκι. πὰρ δέ οἱ ἄνδρες

  καλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλος

  νεικείουσ᾽ ἐπέεσσι. τὰ δ᾽ οὐ φρενὸς ἅπτεται αὐτᾶς:

  ἀλλ᾽ ὁκὰ μὲν τῆνον ποτιδέρκεται ἄνδρα γελᾶσα,

  ἄλλοκα δ᾽ αὖ ποτὶ τὸν ῥιπτεῖ νόον. οἱ δ᾽ ὑπ᾽ ἔρωτος

  δηθὰ κυλοιδιόωντες ἐτώσια μοχθίζοντι.

  τοῖς δὲ μετὰ γριπεύς τε γέρων πέτρα τε τέτυκται

  λεπράς, ἐφ᾽ ᾇ σπεύδων μέγα δίκτυον ἐς βόλον ἕλκει

  ὁ πρέσβυς, κάμνοντι τὸ καρτερὸν ἀνδρὶ ἐοικώς.

  φαίης κεν γυίων νιν ὅσον σθένος ἐλλοπιεύειν:

  ὧδέ οἱ ᾠδήκαντι κατ᾽ αὐχένα πάντοθεν ἶνες

  καὶ πολιῷ περ ἐόντι, τὸ δὲ σθένος ἄξιον ἅβας.

  τυτθὸν δ᾽ ὅσσον ἄπωθεν ἁλιτρύτοιο γέροντος 45

  πυρναίαις σταφυλαῖσι καλὸν βέβριθεν ἀλωά,

  τὰν ὀλίγος τις κῶρος ἐφ᾽ αἱμασιαῖσι φυλάσσει

  ἥμενος: ἀμφὶ δέ νιν δύ᾽ ἀλώπεκες ἁ μὲν ἀν᾽ ὄρχως

  φοιτῇ σινομένα τὰν τρώξιμον, ἁ δ᾽ ἐπὶ πήρᾳ

  πάντα δόλον κεύθοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖν 50

  φατὶ πρὶν ἢ ἀκράτιστον ἐπὶ ξηροῖσι καθίξῃ.

  αὐτὰρ ὅγ᾽ ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήραν

  σχοίνῳ ἐφαρμόσδων: μέλεται δέ οἱ οὔτέ τι πήρας

  οὔτε φυτῶν τοσσῆνον, ὅσον περὶ πλέγματι γαθεῖ.

  παντᾷ δ᾽ ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος:

  αἰολικόν τι θέαμα, τέρας κέ τυ θυμὸν ἀτύξαι.

  τῶ μὲν ἐγὼ πορθμεῖ Καλυδωνίῳ αἶγά τ᾽ ἔδωκα

  ὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος:

  οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλ᾽ ἔτι κεῖται

  ἄχραντον. τῷ καί τυ μάλα πρόφρων ἀρεσαίμαν, 60

  αἴκά μοι τὺ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσῃς.

  κοὔτί τυ κερτομέω. πόταγ᾽ ὦγαθέ: τὰν γὰρ ἀοιδὰν

  οὔτί πᾳ εἰς ᾿Αίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς.

  Θύρσις

  ῎Αρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.

  Θύρσις ὅδ᾽ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά. 65

  πᾷ ποκ᾽ ἄρ᾽ ἦσθ᾽, ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα Νύμφαι;

  ἢ κατὰ Πηνειῶ καλὰ τέμπεα; ἢ κατὰ Πίνδω;

  οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετ᾽ ᾿Ανάπω,

  οὐδ᾽ Αἴτνας σκοπιάν, οὐδ᾽ ῎Ακιδος ἱερὸν ὕδωρ.

  ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.

  τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο,

  τῆνον χὡκ δρυμοῖο λέων ἔκλαυσε θανόντα.

  ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.

  πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι,

  πολλαὶ δ᾽ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο. 75

  ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.

  ἦνθ᾽ ῾Ερμῆς πράτιστος ἀπ᾽ ὤρεος, εἶπε δέ: ‘Δάφνι,

  τίς τυ κατατρύχει; τίνος ὦγαθὲ τόσσον ἐρᾶσαι;’

  ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.

  ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον: 80

  πάντες ἀνηρώτευν, τί πάθοι κακόν. ἦνθ᾽ ὁ Πρίηπος

  κἤφα: ‘Δάφνι τάλαν, τί τὺ τάκεαι, ἁ δέ τε κώρα

  πάσας ἀνὰ κράνας, πάντ᾽ ἄλσεα ποσσὶ φορεῖται —

  ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶσ —

  ζάτεισ᾽; ἆ δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί. 85

  βούτας μὰν ἐλέγευ, νῦν δ᾽ αἰπόλῳ ἀνδρὶ ἔοικας.

  ᾡπόλος ὅκκ᾽ ἐσορῇ τὰς μηκάδας οἷα βατεῦνται,

  τάκεται ὀφθαλμώς, ὅτι οὐ τράγος αὐτὸς ἔγεντο.

  ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.

  καὶ τὺ δ᾽ ἐπεί κ᾽ ἐσορῇς τὰς παρθένος οἶα γελᾶντι,

  τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις.’

  τὼς δ᾽ οὐδὲν ποτελέξαθ᾽ ὁ βουκόλος, ἀλλὰ τὸν αὐτῶ

  ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας:

  ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.

  ἦνθέ γε μὰν ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα, 95

  λάθρια μὲν γελάοισα, βαρὺν δ᾽ ἀνὰ θυμὸν ἔχοισα,

  κεἶπε: ‘τύ θην τὸν ῎Ερωτα κατεύχεο Δάφνι λυγιξεῖν:

  ἦ ῥ᾽ οὐκ αὐτὸς ῎Ερωτος ὑπ᾽ ἀργαλέω ἐλυγίχθης;’

  ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.

  τὰν δ᾽ ἄρα χὡ Δάφνις ποταμείβετο: ‘Κύπρι βαρεῖα,

  Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής:

  ἤδη γὰρ φράσδῃ πάνθ᾽ ἅλιον ἄμμι δεδύκειν:

  Δάφνις κἠν ᾿Αίδα κακὸν ἔσσεται ἄλγος ῎Ερωτι.

  ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.

  ὧ λέγεται τὰν Κύπριν
ὁ βουκόλοσ — ἕρπε ποτ᾽ ῎Ιδαν,

  ἕρπε ποτ᾽ ᾿Αγχίσην. τηνεῖ δρύες, ἔνθα κύπειρος:

  ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.

  ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μᾶλα νομεύει.

  καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει. 110

  ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.

  αὖθις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα,

  καὶ λέγε: τὸν βούταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι.’

  ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.

  ὦ λύκοι, ὦ θῶες, ὦ ἀν᾽ ὤρεα φωλάδες ἄρκτοι, 115

  χαίρεθ᾽. ὁ βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτ᾽ ἀν᾽ ὕλαν,

  οὐκέτ᾽ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρ᾽ ᾿Αρέθοισα,

  καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θύμβριδος ὕδωρ.

  ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.

  Δάφνις ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὧδε νομεύων, 120

  Δάφνις ὁ τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων.

  ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.

  ὦ Πὰν Πάν, εἴτ᾽ ἐσσὶ κατ᾽ ὤρεα μακρὰ Λυκαίω,

  εἴτε τύ γ᾽ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθ᾽ ἐπὶ νᾶσον

  τὰν Σικελάν, ῾Ελίκας δὲ λίπ᾽ ἠρίον αἰπύ τε σᾶμα 125

  τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν.

  λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ᾽ ἀοιδᾶς.

  ἔνθ᾽ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν

  ἐκ κηρῶ σύριγγα καλάν, περὶ χεῖλος ἑλικτάν.

  ἦ γὰρ ἐγὼν ὑπ᾽ ἔρωτος ἐς ῞Αιδαν ἕλκομαι ἤδη. 130

  λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ᾽ ἀοιδᾶς.

  νῦν δ᾽ ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δ᾽ ἄκανθαι,

  ἁ δὲ καλὰ νάρκισσος ἐπ᾽ ἀρκεύθοισι κομάσαι:

  πάντα δ᾽ ἔναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι.

  Δάφνις ἐπεὶ θνάσκει: καὶ τὼς κύνας ὥλαφος ἕλκοι,

  κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο.

  λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ᾽ ἀοιδᾶς.

  χὡ μὲν τόσσ᾽ εἰπὼν ἀπεπαύσατο: τὸν δ᾽ ᾿Αφροδίτα

  ἤθελ᾽ ἀνορθῶσαι: τά γε μὰν λίνα πάντα λελοίπει

  ἐκ Μοιρᾶν, χὡ Δάφνις ἔβα ῥόον. ἔκλυσε δίνα 140

  τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ.

  λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ᾽ ἀοιδᾶς.

  καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας

  σπείσω ταῖς Μοίσαις. ὦ χαίρετε πολλάκι Μοῖσαι,

  χαίρετ᾽: ἐγὼ δ᾽ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ. 145

  Αἴπολος

  πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο,

  πλῆρές τοι σχαδόνων, καὶ ἀπ᾽ Αἰγίλω ἰσχάδα τρώγοις

  ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾁδεις.

  ἠνίδε τοι τὸ δέπας: θᾶσαι φίλος, ὡς καλὸν ὄσδει:

  ῾Ωρᾶν πεπλύσθαί νιν ἐπὶ κράναισι δοκησεῖς. 150

  ὧδ᾽ ἴθι Κισσαίθα, τὺ δ᾽ ἄμελγέ νιν. αἱ δὲ χίμαιραι,

  οὐ μὴ σκιρτασεῖτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῇ.

  IDYLL II. Φαρμακεύτριαι

  πᾷ μοι ταὶ δάφναι; φέρε Θεστυλί: πᾷ δὲ τὰ φίλτρα;

  στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ,

  ὡς τὸν ἐμὸν βαρὺν εὖντα φίλον καταθύσομαι ἄνδρα,

  ὅς μοι δωδεκαταῖος ἀφ᾽ ὧ τάλας οὐδέποθ᾽ ἵκει,

  οὐδ᾽ ἔγνω πότερον τεθνάκαμες ἢ ζοοὶ εἰμές. 5

  οὐδὲ θύρας ἄραξεν ἀνάρσιος. ἦ ῥά οἱ ἀλλᾷ

  ᾤχετ᾽ ἔχων ὅ τ᾽ ῎Ερως ταχινὰς φρένας ἅ τ᾽ ᾿Αφροδίτα;

  βασεῦμαι ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν

  αὔριον, ὥς νιν ἴδω, καὶ μέμψομαι οἷά με ποιεῖ.

  νῦν δέ νιν ἐκ θυέων καταθύσομαι. ἀλλὰ Σελάνα, 10

  φαῖνε καλόν: τὶν γὰρ ποταείσομαι ἅσυχα, δαῖμον,

  τᾷ χθονίᾳ θ᾽ ῾Εκάτα, τὰν καὶ σκύλακες τρομέοντι

  ἐρχομέναν νεκύων ἀνά τ᾽ ἠρία καὶ μέλαν αἷμα.

  χαῖρ᾽ ῾Εκάτα δασπλῆτι, καὶ ἐς τέλος ἄμμιν ὀπάδει.

  φάρμακα ταῦτ᾽ ἔρδοισα χερείονα μήτέ τι Κίρκης 15

  μήτέ τι Μηδείας μήτε ξανθᾶς Περιμήδας.

  ῏Ιυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

  ἄλφιτά τοι πρᾶτον πυρὶ τάκεται: ἀλλ᾽ ἐπίπασσε

  Θεστυλί. δειλαία, πᾷ τὰς φρένας ἐκπεπότασαι;

  ἦ ῥά γε τρισμυσαρὰ καὶ τὶν ἐπίχαρμα τέτυγμαι; 20

  πάσσ᾽ ἅμα καὶ λέγε ταῦτα: ‘τὰ Δέλφιδος ὀστία πάσσω.’

  ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

  Δέλφις ἔμ᾽ ἀνίασεν: ἐγὼ δ᾽ ἐπὶ Δέλφιδι δάφναν

  αἴθω: χὡς αὕτα λακεῖ μέγα καππυρίσασα

  κἠξαπίνας ἅφθη, κοὐδὲ σποδὸν εἴδομες αὐτᾶς, 25

  οὕτω τοι καὶ Δέλφις ἐνὶ φλογὶ σάρκ᾽ ἀμαθύνοι.

  ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

  ὡς τοῦτον τὸν κηρὸν ἐγὼ σὺν δαίμονι τάκω,

  ὣς τάκοιθ᾽ ὑπ᾽ ἔρωτος ὁ Μύνδιος αὐτίκα Δέλφις.

  χὡς δινεῖθ᾽ ὅδε ῥόμβος ὁ χάλκεος ἐξ ᾿Αφροδίτας, 30

  ὣς τῆνος δινοῖτο ποθ᾽ ἁμετέραισι θύραισιν.

  ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

  νῦν θυσῶ τὰ πίτυρα. τὺ δ᾽ ῎Αρτεμι καὶ τὸν ἐν ῞Αιδα

  κινήσαις ἀδάμαντα καὶ εἴ τί περ ἀσφαλὲς ἄλλο.

  Θεστυλί, ταὶ κύνες ἄμμιν ἀνὰ πτόλιν ὠρύονται. 35<
br />
  ἁ θεὸς ἐν τριόδοισι: τὸ χαλκίον ὡς τάχος ἄχει.

  ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

  ἠνίδε σιγῇ μὲν πόντος, σιγῶντι δ᾽ ἀῆται:

  ἁ δ᾽ ἐμὰ οὐ σιγῇ στέρνων ἔντοσθεν ἀνία,

  ἀλλ᾽ ἐπὶ τήνῳ πᾶσα καταίθομαι, ὅς με τάλαιναν 40

  ἀντὶ γυναικὸς ἔθηκε κακὰν καὶ ἀπάρθενον ἦμεν.

  ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

  ἐς τρὶς ἀποσπένδω καὶ τρὶς τάδε πότνια φωνέω:

  εἴτε γυνὰ τήνῳ παρακέκλιται εἴτε καὶ ἀνήρ,

  τόσσον ἔχοι λάθας, ὅσσόν ποκα Θησέα φαντὶ 45

  ἐν Δίᾳ λασθῆμεν ἐυπλοκάμω ᾿Αριάδνας.

  ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

  ἱππομανὲς φυτόν ἐστι παρ᾽ ᾿Αρκάσι: τῷ δ᾽ ἐπὶ πᾶσαι

  καὶ πῶλοι μαίνονται ἀν᾽ ὤρεα καὶ θοαὶ ἵπποι.

  ὣς καὶ Δέλφιν ἴδοιμι, καὶ ἐς τόδε δῶμα περάσαι 50

  μαινομένῳ ἴκελος λιπαρᾶς ἔκτοσθε παλαίστρας.

  ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

  τοῦτ᾽ ἀπὸ τᾶς χλαίνας τὸ κράσπεδον ὤλεσε Δέλφις,

  ὡγὼ νῦν τίλλοισα κατ᾽ ἀγρίῳ ἐν πυρὶ βάλλω.

  αἰαῖ ῎Ερως ἀνιηρέ, τί μευ μέλαν ἐκ χροὸς αἷμα 55

  ἐμφὺς ὡς λιμνᾶτις ἅπαν ἐκ βδέλλα πέπωκας;

  ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

  σαύραν τοι τρίψασα ποτὸν κακὸν αὔριον οἰσῶ.

  Θεστυλί, νῦν δὲ λαβοῖσα τὺ τὰ θρόνα ταῦθ᾽ ὑπόμαξον

  τᾶς τήνω φλιᾶς καθ᾽ ὑπέρτερον, ἇς ἔτι καὶ νύξ, 60

  καὶ λέγ᾽ ἐπιφθύζοισα: ‘τὰ Δέλφιδος ὀστία μάσσω.’

 

‹ Prev