Complete Works of Theocritus

Home > Other > Complete Works of Theocritus > Page 38
Complete Works of Theocritus Page 38

by Theocritus


  ὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν εἶμεν.

  χὡ μὲν ἀποκλίνας ἐπ᾽ ἀριστερὰ τὰν ἐπὶ Πύξας 130

  εἷρφ᾽ ὁδόν, αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάυω

  στραφθέντες χὡ καλὸς ᾿Αμύντιχος ἔν τε βαθείαις

  ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες

  ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι.

  πολλαὶ δ᾽ ἁμὶν ὕπερθε κατὰ κρατὸς δονέοντο 135

  αἴγειροι πτελέαι τε: τὸ δ᾽ ἐγγύθεν ἱερὸν ὕδωρ

  Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε.

  τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες

  τέττιγες λαλαγεῦντες ἔχον πόνον: ἁ δ᾽ ὀλολυγὼν

  τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις. 140

  ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών,

  πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι.

  πάντ᾽ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δ᾽ ὀπώρας.

  ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα

  δαψιλέως ἁμῖν ἐκυλίνδετο: τοὶ δ᾽ ἐκέχυντο 145

  ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε:

  τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ.

  νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι,

  ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάινον ἄντρον

  κρατῆρ᾽ ῾Ηρακλῆι γέρων ἐστήσατο Χείρων; 150

  ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν ποτ᾽ ᾿Ανάπῳ,

  τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε,

  τοῖον νέκταρ ἔπεισε κατ᾽ αὐλία ποσσὶ χορεῦσαι,

  οἷον δὴ τόκα πῶμα διεκρανάσατε Νύμφαι

  βωμῷ πὰρ Δάματρος ἀλῳάδος; ἇς ἐπὶ σωρῷ 155

  αὖθις ἐγὼ πάξαιμι μέγα πτύον, ἁ δὲ γελάσσαι

  δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα.

  IDYLL VIII. Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας

  Δάφνιδι τῷ χαρίεντι συνήντετο βουκολέοντι

  μᾶλα νέμων, ὡς φαντί, κατ᾽ ὤρεα μακρὰ Μενάλκας.

  ἄμφω τώγ᾽ ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω,

  ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν.

  πρᾶτος δ᾽ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας: 5

  ‘μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι;

  φαμί τυ νικασεῖν, ὅσσον θέλω αὐτὸς ἀείδων.’

  τὸν δ᾽ ἄρα χὡ Δάφνις τοιῷδ᾽ ἀπαμείβετο μύθῳ:

  ‘ποιμὴν εἰροπόκων ὀίων συριγκτὰ Μενάλκα,

  οὔποτε νικασεῖς μ᾽, οὐδ᾽ εἴ τι πάθοις τύγ᾽ ἀείδων.’ 10

  Μενάλκας

  χρῄσδεις ὧν ἐσιδεῖν; χρῄσδεις καταθεῖναι ἄεθλον;

  Δάφνις

  χρῄσδω τοῦτ᾽ ἐσιδεῖν, χρῄσδω καταθεῖναι ἄεθλον.

  Μενάλκας

  καὶ τίνα θησεύμεσθ᾽, ὅτις ἁμῖν ἄρκιος εἴη;

  Δάφνις

  μόσχον ἐγὼ θησῶ: τὺ δὲ θὲς ἰσομάτορα ἀμνόν.

  Μενάλκας

  οὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς ὁ πατήρ μευ 15

  χἁ μάτηρ, τὰ δὲ μᾶλα ποθέσπερα πάντ᾽ ἀριθμεῦντι.

  Δάφνις

  ἀλλὰ τί μὰν θησεῖς; τί δὲ τὸ πλέον ἑξεῖ ὁ νικῶν;

  Μενάλκας

  σύριγγ᾽ ἃν ἐπόησα καλὰν ἐγὼ ἐννεάφωνον,

  λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν,

  ταύταν κατθείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ. 20

  Δάφνις

  ἦ μάν τοι κἠγὼ σύριγγ᾽ ἔχω ἐννεάφωνον.

  λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν.

  πρώαν νιν συνέπαξ᾽: ἔτι καὶ τὸν δάκτυλον ἀλγέω

  τοῦτον, ἐπεὶ κάλαμός με διασχισθεὶς διέτμαξεν.

  Μενάλκας

  ἀλλὰ τίς ἄμμε κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων; 25

  Δάφνις

  τῆνον πῶς ἐνταῦθα τὸν αἰπόλον ἢν καλέσωμες;

  ᾧ ποτὶ ταῖς ἐρίφοις ὁ κύων ὁ φάλαρος ὑλακτεῖ.

  χοἱ μὲν παῖδες ἄυσαν, ὁ δ᾽ αἰπόλος ἦνθ᾽ ἐπακοῦσαι.

  χοἱ μὲν παῖδες ἄειδον, ὁ δ᾽ αἰπόλος ἤθελε κρίνειν.

  πρᾶτος δ᾽ ὦν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας, 30

  εἶτα δ᾽ ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν.

  βουκολικάν: οὕτω δὲ Μενάλκας ἄρξατο πρᾶτος.

  Μενάλκας

  ῎Αγκεα καὶ ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκας

  πήποχ᾽ ὁ συριγκτὰς προσφιλὲς ᾆσε μέλος,

  βόσκοιτ᾽ ἐκ ψυχᾶς τὰς ἀμνάδας: ἢν δέ ποκ᾽ ἔνθῃ 35

  Δάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι.

  Δάφνις

  κρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖον

  μουσίσδει Δάφνις ταῖσιν ἀηδονίσι,

  τοῦτο τὸ βουκόλιον πιαίνετε: κἤν τι Μενάλκας

  τεῖδ᾽ ἀγάγῃ, χαίρων ἄφθονα πάντα νέμοι. 40

  Μενάλκας

  ἔνθ᾽ ὄις, ἔνθ᾽ αἶγες διδυματόκοι, ἔνθα μέλισσαι

  σμήνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι,

  ἔνθ᾽ ὁ καλὸς Μίλων βαίνει ποσίν: αἰ δ᾽ ἂν ἀφέρπῃ,

  χὡ ποιμὴν ξηρὸς τηνόθι χαἱ βοτάναι.

  Δάφνις

  παντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτος 45

  οὔθατα πλήθουσιν, καὶ τὰ νέα τρέφεται,

  ἐνθ᾽ ἁ καλὰ παῖς ἐπινίσσεται: αἰ δ᾽ ἂν ἀφέρπῃ,

  χὡ τὰς βῶς βόσκὡν χαἱ βόες αὐότεραι.

  Μενάλκας

  ὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ὧ βάθος ὕλας

  μυρίον, (ὦ σιμαὶ δεῦτ᾽ ἐφ᾽ ὕδωρ ἔριφοι:) 50

  ἐν τήνῳ γὰρ τῆνος: ἴθ᾽
ὦ κόλε καὶ λέγε: Μίλων,

  ὁ Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε.

  Δάφνις

  μή μοι γᾶν Πέλοπος, μή μοι χρύσεια τάλαντα

  εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων:

  ἀλλ᾽ ὑπὸ τᾷ πέτρᾳ τᾷδ᾽ ᾁσομαι, ἀγκὰς ἔχων τυ, 55

  σύννομα μᾶλ᾽ ἐσορῶν, τὰν Σικελὰν ἐς ἅλα.

  Δάφνις

  δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δ᾽ αὐχμός,

  ὄρνισιν δ᾽ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα,

  ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ ὦ Ζεῦ,

  οὐ μόνος ἠράσθην: καὶ τὺ γυναικοφίλας. 60

  ταῦτα μὲν ὦν δι᾽ ἀμοιβαίων οἱ παῖδες ἄεισαν:

  τὰν πυμάταν δ᾽ ᾠδὰν οὑτῶς ἐξᾶρχε Μενάλκας.

  Φεἰδευ τᾶν ἐρίφων, φείδευ λύκε τᾶν τοκάδων μευ,

  μηδ᾽ ἀδίκει μ᾽, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω.

  ὦ Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ; 65

  οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα.

  ταὶ δ᾽ ὄιες, μηδ᾽ ὔμμες ὀκνεῖθ᾽ ἁπαλᾶς κορέσασθαι

  ποίας: οὔτι καμεῖσθ᾽, ὅκκ᾽ αὖ πάλιν ἅδε φύηται.

  σίττα νέμεσθε νέμεσθε, τὰ δ᾽ οὔθατα πλήσατε πᾶσαι,

  ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δ᾽ ἐς ταλάρως ἀποθῶμαι.

  δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετ᾽ ἀείδειν:

  κἠμὲ γὰρ ἐκ τὤντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσα

  τὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν:

  οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο, τὤμπικρον αὐτᾷ,

  ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἷρπον. 75

  ἁδεῖ᾽ ἁ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα:

  ἁδὺ δὲ χὡ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βῶς:

  ἁδὺ δὲ τῶ θέρεος παρ᾽ ὕδωρ ῥέον αἰθριοκοιτεῖν.

  τᾷ δρυῒ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα,

  τᾷ βοῒ δ᾽ ἁ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί. 80

  ῝Ως οἱ παῖδες ἄεισαν, ὁ δ᾽ αἰπόλος ὧδ᾽ ἀγόρευεν:

  ἁδύ τι τὸ στόμα τευ καὶ ἐφίμερος ὦ Δάφνι φωνά.

  κρέσσον μελπομένω τευ ἀκουέμεν ἢ μέλι λείχειν.

  λάζεο τὰς σύριγγας: ἐνίκασας γὰρ ἀείδων.

  αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμ᾽ αἰπολέοντα διδάξαι, 85

  τήναν τὰν μιτύλαν δωσῶ τὰ δίδακτρά τοι αἶγα,

  ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ.

  ῾Ως μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε

  νικάσας, οὑτῶς ἐπὶ ματέρι νεβρὸς ἅλοιτο.

  ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ 90

  ὥτερος, οὕτω καὶ νύμφα γαμεθεῖσ᾽ ἀκάχοιτο.

  κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο,

  καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν.

  IDYLL IX. Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας

  Βουκολιάζεο Δάφνι, τὺ δ᾽ ᾠδᾶς ἄρχεο πρᾶτος,

  ᾠδᾶς ἄρχεο Δάφνι, συναψάσθω δὲ Μενάλκας,

  μόσχως βουσὶν ὑφέντες, ὑπὸ στείραισι δὲ ταύρως.

  χοἱ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλλοισι πλανῷντο

  μηδὲν ἀτιμαγελεῦντες: ἐμὶν δὲ τὺ βουκολιάζευ 5

  ἐκτόθεν, ἄλλωθεν δὲ ποτικρίνοιτο Μενάλκας.

  Δάφνις

  ῾Αδὺ μὲν ἁ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βοῦς,

  ἁδὺ δὲ χἁ σῦριγξ χὡ βουκόλος, ἁδὺ δὲ κἠγών.

  ἔστι δέ μοι παρ᾽ ὕδωρ ψυχρὸν στιβάς, ἐν δὲ νένασται

  λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας 10

  λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε.

  τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω,

  ὅσσον ἐρῶντε πατρὸς μύθων καὶ ματρὸς ἀκούειν.

  οὑτῶς Δάφνις ἄεισεν ἐμίν, οὑτῶς δὲ Μενάλκας.

  Μενάλκας

  Αἴτνα μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέω 15

  κοίλαις ἐν πέτραισιν: ἔχω δέ τοι ὅσσ᾽ ἐν ὀνείρῳ

  φαίνονται, πολλὰς μὲν ὄις, πολλὰς δὲ χιμαίρας,

  ὧν μοι πρὸς κεφαλᾷ καὶ πρὸς ποσὶ κώεα κεῖται.

  ἐν πυρὶ δὲ δρυίνῳ χόρια ζεῖ, ἐν πυρὶ δ᾽ αὖαι

  φαγοὶ χειμαίνοντος: ἔχω δέ τοι οὐδ᾽ ὅσον ὤραν 20

  χείματος ἢ νωδὸς καρύων ἀμύλοιο παρόντος.

  τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα,

  Δάφνιδι μὲν κορύναν, τάν μοι πατρὸς ἔτρεφεν ἀγρός,

  αὐτοφυῆ, τὰν οὐδ᾽ ἂν ἴσως μωμάσατο τέκτων,

  τήνῳ δὲ στρόμβω καλὸν ὄστρακον, ὧ κρέας αὐτὸς 25

  σιτήθην πέτραισιν ἐν ᾿Ικαρίαισι δοκεύσας,

  πέντε ταμὼν πέντ᾽ οὖσιν: ὁ δ᾽ ἐγκαναχήσατο κόχλῳ.

  Βουκολικαὶ Μοῖσαι μάλα χαίρετε, φαίνετε δ᾽ ᾠδάς,

  τάς ποκ᾽ ἐγὼ τήνοισι παρὼν ἄεισα νομεῦσι,

  μηκέτ᾽ ἐπὶ γλώσσας ἄκρας ὀλοφυγγόνα φύσω. 30

  τέττιξ μὲν τέττιγι φίλος, μύρμακι δὲ μύρμαξ,

  ἴρηκες δ᾽ ἴρηξιν, ἐμὶν δέ τε μοῖσα καὶ ᾠδά.

  τᾶς μοι πᾶς εἴη πλεῖος δόμος. οὔτε γὰρ ὕπνος

  οὔτ᾽ ἔαρ ἐξαπίνας γλυκερώτερον, οὔτε μελίσσαις

  ἄνθεα: τόσσον ἐμὶν Μοῖσαι φίλαι. οὓς μὲν ὁρεῦντι 35

  γαθεῦσαι, τοὺς δ᾽ οὔτι ποτῷ δαλήσατο Κίρκη.

  IDYLL X. ἐργατίναι ἢ Θερισταί

  Μίλων

  ᾿Εργατίνα βουκαῖε, τί νῦν ᾦζυρὲ πεπόνθεις;

  οὔθ᾽ ἑὸν ὄγμον ἄγειν ὀρθὸν δύνᾳ, ὡς τὸ πρὶν ἆγες,

  οὔθ᾽ ἅμα λᾳοτομεῖ
ς τῷ πλατίον, ἀλλ᾽ ἀπολείπῃ

  ὥσπερ ὄις ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψε.

  ποῖός τις δείλαν τυ καὶ ἐκ μέσω ἄματος ἐσσῇ, 5

  ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις;

  Βάττος

  Μίλων ὀψαμάτα, πέτρας ἀπόκομμ᾽ ἀτεράμνω,

  οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων;

  Μίλων

  οὐδαμά. τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάτᾳ ἀνδρί;

  Βάττος

  οὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι δι᾽ ἔρωτα; 10

  Μίλων

  μηδέ γε συμβαίη: χαλεπὸν χορίω κύνα γεῦσαι.

  Βάττος

  ἀλλ᾽ ἐγὼ ὦ Μίλων ἔραμαι σχεδὸν ἑνδεκαταῖος.

  Μίλων

  ἐκ πίθω ἀντλεῖς δῆλον: ἐγὼ δ᾽ ἔχω οὐδ᾽ ἅλις ὄξος.

  Βάττος

  τοιγάρτοι πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα.

  Μίλων

  τίς δέ τυ τᾶν παίδων λυμαίνεται; 15

  Βάττος

  ἁ Πολυβώτα,

  ἃ πρᾶν ἀμάντεσσι παρ᾽ ῾Ιπποκίωνι ποταύλει.

  Μίλων

  εὗρε θεὸς τὸν ἀλιτρόν: ἔχεις πάλαι ὧν ἐπεθύμεις.

  μάντίς τοι τὰν νύκτα χροϊξεῖθ᾽ ἁ καλαμαία.

  Βάττος

  μωμᾶσθαί μ᾽ ἄρχῃ τύ: τυφλὸς δ᾽ οὐκ αὐτὸς ὁ Πλοῦτος,

  ἀλλὰ καὶ ὡφρόντιστος ῎Ερως. μὴ δὴ μέγα μυθεῦ. 20

  Μίλων

  οὐ μέγα μυθεῦμαι: τὺ μόνον κατάβαλλε τὸ λᾷον,

  καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ. ἅδιον οὑτῶς

  ἐργαξῇ: καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα.

  Βάττος

  Μοῖσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοι

 

‹ Prev