by Theocritus
ἀνδρῶν δ᾽ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθω
καὶ πύματος καὶ μέσσος: ὁ γὰρ προφερέστατος ἄλλων.
ἥρωες, τοὶ πρόσθεν ἀφ᾽ ἡμιθέων ἐγένοντο, 5
ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν:
αὐτὰρ ἐγὼ Πτολεμαῖον ἐπιστάμενος καλὰ εἰπεῖν
ὑμνήσαιμ᾽: ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν.
῎Ιδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐλθὼν
παπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου. 10
τί πρῶτον καταλέξω; ἐπεὶ πάρα μυρία εἰπεῖν,
οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων.
᾿Εκ πατέρων οἷος μὲν ἔην τελέσαι μέγα ἔργον
Λαγείδας Πτολεμαῖος, ὅτε φρεσὶν ἐγκατάθοιτο
βουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι. 15
τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν
ἀθανάτοις, καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκῳ
δέδμηται: παρὰ δ᾽ αὐτὸν ᾿Αλέξανδρος φίλα εἰδὼς
ἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτρας.
ἀντία δ᾽ ῾Ηρακλῆος ἕδρα κενταυροφόνοιο 20
ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος:
ἔνθα σὐν ἄλλοισιν θαλίας ἔχει οὐρανίδαισι,
χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν,
ὅττί σφεων Κρονίδης μελέων ἐξείλετο γῆρας,
ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες. 25
ἄμφω γὰρ πρόγονός σφιν ὁ καρτερὸς ῾Ηρακλείδας,
ἀμφότεροι δ᾽ ἀριθμεῦνται ἐς ἔσχατον ῾Ηρακλῆα.
τῷ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδη
νέκταρος εὐόδμοιο φίλας ἐς δῶμ᾽ ἀλόχοιο,
τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτραν, 30
τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις.
οἱ δ᾽ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου ῞Ηβης
ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν.
οἵα δ᾽ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα
ἔπρεπε θηλυτέραις, ὄφελος μέγα γειναμένοισι. 35
τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα
κόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας.
τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν,
ὅσσόν περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν.
ἦ μὰν ἀντεφιλεῖτο πολὺ πλέον: ὧδέ κε παισὶ 40
θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα,
ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεούσης.
ἀστόργου δὲ γυναικὸς ἐπ᾽ ἀλλοτρίῳ νόος αἰεί,
ῥηίδιοι δὲ γοναί, τέκνα δ᾽ οὐ ποτεοικότα πατρί.
κάλλει ἀριστεύουσα θεάων πότν᾽ ᾿Αφροδίτα, 45
σοὶ τήνα μεμέλητο: σέθεν δ᾽ ἕνεκεν Βερενίκα
εὐειδὴς ᾿Αχέροντα πολύστονον οὐκ ἐπέρασεν,
ἀλλά μιν ἁρπάξασα, πάροιθ᾽ ἐπὶ νῆα κατελθεῖν
κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων,
ἐς ναὸν κατέθηκας, ἑᾶς δ᾽ ἀπεδάσσαο τιμᾶς. 50
πᾶσιν δ᾽ ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας
προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας. —
᾿Αργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα
μισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα,
ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν ᾿Αχιλῆα 55
Αἰακίδᾳ Πηλῆι, σὲ δ᾽ αἰχμητὰ Πτολεμαῖε
αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα.
καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα,
δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ.
ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον 60
᾿Αντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν:
ἡ δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δ᾽ ἄρα πάντων
νωδυνίαν κατέχευε μελῶν: ὁ δὲ πατρὶ ἐοικὼς
παῖς ἀγαπητὸς ἔγεντο. Κόως δ᾽ ὀλόλυξεν ἰδοῖσα,
φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν: 65
‘῎Ολβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περ
Δᾶλον ἐτίμησεν κυανάμπυκα Φοῖβος ᾿Απόλλων:
ἐν δὲ μιᾷ τιμᾷ Τρίοπον καταθεῖο κολώναν,
ἶσον Δωριέεεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν.’
ἶσον καὶ ῾Ρήναιαν ἄναξ ἐφίλησεν ᾿Απόλλων. 70
῝Ως ἄρα νᾶσος ἔειπεν: ὁ δ᾽ ὑψόθεν ἔκλαγε φωνᾷ
ἐς τρὶς ἀπὸ νεφέων μέγας αἰετὸς αἴσιος ὄρνις.
Ζηνός που τόδε σᾶμα. Διὶ Κρονίωνι μέλοντι
αἰδοῖοι βασιλῆες: ὁ δ᾽ ἔξοχος, ὅν κε φιλήσῃ
γεινόμενον τὰ πρῶτα: πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ, 75
πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας.
μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶν
λήιον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρῳ:
ἀλλ᾽ οὔτις τόσα φύει, ὅσα χθαμαλὰ Αἴγυπτος,
Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει. 80
οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων.
τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται,
τρεῖς δ᾽ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι,
δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς:
τῶν πάντων Πτολεμαῖος ἀλήνωρ ἐμβασιλεύει. 85
καὶ μὴν Φοινίκας ἀποτέμνεται ᾿Αρραβίας τε
καὶ Συρίας Λιβύας τε κελαινῶν τ᾽ Αἰθιοπήων.
Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι
σ
αμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί,
καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται 90
πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶα
καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ.
πολλοὶ δ᾽ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται.
χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται.
ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας: 95
τόσσον ἐπ᾽ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον
πάντοθε. λαοὶ δ᾽ ἔργα περιστέλλουσιν ἕκηλοι.
οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰς
πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις,
οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸς 100
θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι:
τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι
ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν,
ᾧ ἐπὶ πάγχυ μέλει πατρώια πάντα φυλάσσειν
οἷ᾽ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός. 105
οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσὸς
μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων:
ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι,
αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι,
πολλὸν δ᾽ ἰφθίμοισι δεδώρηται βασιλεῦσι, 110
πολλὸν δὲ πτολίεσσι, πολὺν δ᾽ ἀγαθοῖσιν ἑταίροις.
οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατ᾽ ἀγῶνας
ἵκετ᾽ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν,
ᾧ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας.
Μουσάων δ᾽ ὑποφῆται ἀείδοντι Πτολεμαῖον 115
ἀντ᾽ εὐεργεσίας. τί δὲ κάλλιον ἀνδρί κεν εἴη
ὀλβίῳ ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι;
τοῦτο καὶ ᾿Ατρείδαισι μένει: τὰ δὲ μυρία τῆνα,
ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες,
ἀέρι πᾳ κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος: 120
μοῦνος δὲ προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονία
στειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη,
ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναούς:
ἐν δ᾽ αὐτοὺς χρυσῷ περικαλλέας ἠδ᾽ ἐλέφαντι
ἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς. 125
πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίει
μησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν,
αὐτός τ᾽ ἰφθίμα τ᾽ ἄλοχος, τᾶς οὔτις ἀρείων
νυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετ᾽ ἀγοστῷ,
ἐκ θυμοῦ στέργοισα κασίγνητόν τε πόσιν τε. 130
ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη,
οὓς τέκετο κρείουσα ῾Ρέα βασιλῆας ᾿Ολύμπου:
ἓν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ ῞Ηρῃ
χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος ̂̓Ιρις.
χαῖρε ἄναξ Πτολεμαῖε: σέθεν δ᾽ ἐγὼ ἶσα καὶ ἄλλων
μνάσομαι ἡμιθέων, δοκέω δ᾽ ἔπος οὐκ ἀπόβλητον
φθέγξομαι ἐσσομένοις: ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ.
IDYLL XVIII. Ἑλένης Ἐπιθάλαμιος
῎Εν ποκ᾽ ἄρα Σπάρτᾳ ξανθότριχι πὰρ Μενελάῳ
παρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαι
πρόσθε νεογράπτω θαλάμω χορὸν ἐστάσαντο,
δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν,
ἁνίκα Τυνδαριδᾶν κατεδέξατο τὰν ἀγαπητὰν 5
μναστεύσας ῾Ελέναν ὁ νεώτερος ᾿Ατρέος υἱός.
ἄειδον δ᾽ ἄρα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαι
ποσσὶ περιπλέκτοις, ὑπὸ δ᾽ ἴαχε δῶμ᾽ ὑμεναίῳ.
οὕτω δὴ πρωιζὲ κατέδραθες ὦ φίλε γαμβρέ;
ἦ ῥά τις ἐσσὶ λίαν βαρυγούνατος; ἦ ῥα φίλυπνος; 10
ἦ ῥα πολύν τιν᾽ ἔπινες, ὅτ᾽ εἰς εὐνὰν κατεβάλλευ;
εὕδειν μὰν σπεύδοντα καθ᾽ ὥραν αὐτὸν ἐχρῆν τυ,
παῖδα δ᾽ ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρὶ
παίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶ
κεἰς ἔτος ἐξ ἔτεος Μενέλαε τεὰ νυὸς ἅδε. 15
ὄλβιε γάμβρ᾽, ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοι
ἐς Σπάρταν, ἅπερ ὥλλοι ἀριστέες, ὡς ἀνύσαιο.
μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεῖς.
Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν,
οἵα ᾿Αχαιιάδων γαῖαν πατεῖ οὐδὲ μί᾽ ἄλλα. 20
ἦ μέγα κέν τι τέκοιτ᾽, εἰ ματέρι τίκτοι ὁμοῖον.
ἄμμες δ᾽ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτός
χρισαμέναις ἀνδριστὶ παρ᾽ Εὐρώταο λοετροῖς,
τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία,
τᾶν οὐδέν τις ἄμωμος, ἐπεί χ᾽ ῾Ελένᾳ παρισωθῇ. 25
᾿Αὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον,
πότνια νὺξ τό τε λευκὸν ἔαρ χειμῶνος ἀνέντος:
ὧδε καὶ ἁ χρυσέα ῾Ελένα διαφαίνετ᾽ ἐν ἁμῖν.
πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳ
ἢ κάπῳ κυπάρισσος ἢ ἅρματι Θεσσαλὸς ἵππος: 30
ὧδε καὶ ἁ ῥοδόχρως ῾Ελένα Λακεδαίμονι κόσμος.
οὔτέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα,
οὔτ᾽ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ
κερκίδι συμπλέξασα μακρῶν ἔταμ᾽ ἐκ κελεόντων.
οὐ μὰν οὐδὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαι 35
῎Αρτεμιν ἀείδοισα καὶ εὐρ�
�στερνον ᾿Αθάναν,
ὡς ῾Ελένα, τᾶς πάντες ἐπ᾽ ὄμμασιν ἵμεροι ἐντί.
ὦ καλὰ ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη,
ἄμμες δ᾽ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα
ἑρψοῦμες στεφάνως δρεψούμεναι ἁδὺ πνέοντας, 40
πολλὰ τεοῦς ῾Ελένα μεμναμέναι ὡς γαλαθηναὶ
ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι.
πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο
πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον,
πρᾶται δ᾽ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ 45
λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον:
γράμματα δ᾽ ἐν φλοιῷ γεγράψεται, (ὡς παριών τις
ἀννείμῃ,) δωριστί: σέβου μ᾽: ῾Ελένας φυτὸν εἰμί.
χαίροις ὦ νύμφα, χαίροις εὐπένθερε γαμβρέ.
Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμιν 50
εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαι
ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον,
ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ.
εὕδετ᾽ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες
καὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε. 55
νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδὸς
ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν.
῾Υμὴν ὦ ῾Υμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης.
IDYLL XIX. Κηριοκλέπτης
τὸν κλέπταν πότ᾽ ῎Ερωτα κακὰ κέντασε μέλισσα
κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν