Complete Works of Theocritus

Home > Other > Complete Works of Theocritus > Page 44
Complete Works of Theocritus Page 44

by Theocritus

Πολυδεύκης

  πυγμάχος, ἢ καὶ ποσσὶ θενὼν σκέλος;

  Ἄμυκος

  ………ὄμματά γ᾽ ὀρθὸς

  πὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης.

  Πολυδεύκης

  τίς γάρ, ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας;

  Ἄμυκος

  ἐγγὺς ὁρᾷς: οὐ γύννις ἐὼν κεκλήσεθ᾽ ὁ πύκτης.

  π. ἦ καὶ ἄεθλον ἑτοῖμον, ἐφ᾽ ᾧ δηρισόμεθ᾽ ἄμφω 70

  Ἄμυκος

  σὸς μὲν ἐγώ, σὺ δ᾽ ἐμὸς κεκλήσεαι, αἴκε κρατήσω.

  Πολυδεύκης

  ὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί.

  Ἄμυκος

  εἴτ᾽ οὖν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσι

  γινόμεθ᾽, οὐκ ἄλλῳ γε μαχεσσαίμεσθ᾽ ἐπ᾽ ἀέθλῳ.

  ̂̓Η ῥ᾽ ῎Αμυκος, καὶ κόχλον ἑλὼν μυκήσατοκοίλην. 75

  οἱ δὲ θοῶς συνάγερθεν ὑπὸ σκιερὰς πλατανίστους

  κόχλου φυσηθέντος ἀεὶ Βέβρυκες κομόωντες.

  ὣς δ᾽ αὔτως ἥρωας ἰὼν ἐκαλέσσατο πάντας

  Μαγνήσσης ἀπὸ νηὸς ὑπείροχος ἐν δαῒ Κάστωρ.

  οἱ δ᾽ ἐπεὶ οὖν σπείρῃσιν ἐκαρτύναντο βοείαις 80

  χεῖρας καὶ περὶ γυῖα μακροὺς εἵλιξαν ἱμάντας,

  ἐς μέσσον σύναγον φόνον ἀλλήλοισι πνέοντες.

  ἔνθα πολύς σφισι μόχθος ἐπειγομένοισιν ἐτύχθη,

  ὁππότερος κατὰ νῶτα λάβοι φάος ἠελίοιο:

  ἰδρείῃ μέγαν ἄνδρα παρήλυθες ὦ Πολύδευκες, 85

  βάλλετο δ᾽ ἀκτίνεσσιν ἅπαν ᾿Αμύκοιο πρόσωπον.

  αὐτὰρ ὅγ᾽ ἐν θυμῷ κεχολωμένος ἵετο πρόσσω,

  χερσὶ τιτυσκόμενος. τοῦ δ᾽ ἄκρον τύψε γένειον

  Τυνδαρίδης ἐπιόντος: ὀρίνθη δὲ πλέον ἢ πρίν,

  σὺν δὲ μάχην ἐτάραξε, πολὺς δ᾽ ἐπέκειτο νενευκὼς 90

  ἐς γαῖαν. Βέβρυκες δ᾽ ἐπαΰτεον, οἱ δ᾽ ἑτέρωθεν

  ἥρωες κρατερὸν Πολυδεύκεα θαρσύνεσκον,

  δειδιότες μή πώς μιν ἐπιβρίσας δαμάσειε

  χώρῳ ἐνὶ στεινῷ Τιτυῷ ἐναλίγκιος ἀνήρ.

  ἤτοι ὅγ᾽ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱὸς 95

  ἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς, ἔσχεθε δ᾽ ὁρμῆς

  παῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα.

  ἔστη δὲ πληγαῖς μεθύων, ἐκ δ᾽ ἔπτυσεν αἷμα

  φοίνιον: οἱ δ᾽ ἅμα πάντες ἀριστῆες κελάδησαν,

  ὡς ἴδον ἕλκεα λυγρὰ περὶ στόμα τε γναθμούς τε: 100

  ὄμματα δ᾽ οἰδήσαντος ἀπεστείνωτο προσώπου.

  τὸν μὲν ἄναξ ἐτάρασσεν ἐτώσια χερσὶ προδεικνὺς

  πάντοθεν: ἀλλ᾽ ὅτε δή μιν ἀμηχανέοντ᾽ ἐνόησε,

  μέσσης ῥινὸς ὕπερθε κατ᾽ ὀφρύος ἤλασε πυγμῇ,

  πᾶν δ᾽ ἀπέσυρε μέτωπον ἐς ὀστέον. αὐτὰρ ὁ πληγεὶς

  ὕπτιος ἐν φύλλοισι τεθηλόσιν ἐξετανύσθη.

  ἔνθα μάχη δριμεῖα πάλιν γένετ᾽ ὀρθωθέντος:

  ἀλλήλους δ᾽ ὄλεκον στερεοῖς θείνοντες ἱμᾶσιν.

  ἀλλ᾽ ὁ μὲν ἐς στῆθός τε καὶ ἔξω χεῖρας ἐνώμα

  αὐχένος ἀρχηγὸς Βεβρύκων: ὁ δ᾽ ἀεικέσι πληγαῖς 110

  πᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης.

  σάρκες δ᾽ αἱ μὲν ἱδρῶτι συνίζανον, ἐκ μεγάλου δὲ

  αἶψ᾽ ὀλίγος γένετ᾽ ἀνδρός: ὁ δ᾽ αἰεὶ πάσσονα γυῖα

  ἁπτομένου φορέεσκε πόνου καὶ χροιῇ ἀμείνων.

  πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν; 115

  εἰπὲ θεά, σὺ γὰρ οἶσθα: ἐγὼ δ᾽ ἑτέρων ὑποφήτης

  φθέγξομαι, ὡς ἐθέλεις σύ, καὶ ὅππως τοι φίλον αὐτῇ.

  ῎Ητοι ὅγε ῥέξαί τι λιλαιόμενος μέγα ἔργον

  σκαιῇ μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα,

  δοχμὸς ἀπὸ προβολῆς κλινθείς, ἑτέρῃ δ᾽ ἐπιβαίνων

  δεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον.

  καί κε τυχὼν ἔβλαψεν ᾿Αμυκλαίων βασιλῆα.

  ἀλλ᾽ ὅγ᾽ ὑπεξανέδυ κεφαλῇ, στιβαρῇ δ᾽ ἅμα χειρὶ

  πλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμῳ:

  ἐκ δ᾽ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος: 125

  λαιῇ δὲ στόμα κόψε, πυκνοὶ δ᾽ ἀράβησαν ὀδόντες:

  αἰεὶ δ᾽ ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον,

  μέχρι συνηλοίησε παρήια. πᾶς δ᾽ ἐπὶ γαίῃ

  κεῖτ᾽ ἀλλοφρονέων, καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶν

  ἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν. 130

  τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας,

  ὦ πύκτη Πολύδευκες: ὄμοσσε δέ τοι μέγαν ὅρκον,

  ὃν πατέρ᾽ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων,

  μήποτ᾽ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι.

  καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ. σὲ δὲ Κάστορ ἀείσω,

  Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ.

  τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼ

  δοιὰς Λευκίπποιο κόρας: δοιὼ δ᾽ ἄρα τώγε

  ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷ᾽ ᾿Αφαρῆος,

  γαμβρὼ μελλογάμω, Λυγκεὺς καὶ ὁ καρτερὸς ῎Ιδας.

  ἀλλ᾽ ὅτε τύμβον ἵκανον ἀποφθιμένου ᾿Αφαρῆος,

  ἐκ δίφρων ἅμα πάντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν,

  ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι.

  Λυγκεὺς δ᾽ αὖ μετέειπεν ὑπὲκ κόρυθος μέγ᾽ ἀύσας:

  δαιμόνιοι, τί μάχης ἱμείρετε; πῶς δ᾽ ἐπὶ νύμφαις

  ἀλλοτρίαις χαλεποί, γυμναὶ δ᾽ ἐν χερσὶ μάχαιραι;

  ἡμῖν τοι Λε�
�κιππος ἑὰς ἕδνωσε θύγατρας

  τάσδε πολὺ προτέροις, ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ:

  ὑμεῖς δ᾽ οὐ κατὰ κόσμον ἐπ᾽ ἀλλοτρίοις λεχέεσσιν

  βουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσιν 150

  ἄνδρα παρετρέψασθε, γάμον δ᾽ ἐκλέπτετε δώροις.

  ἦ μὰν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιν

  αὐτὸς ἐγὼ τάδ᾽ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ:

  ‘οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικε

  μνηστεύειν ἀλόχους, αἷς νυμφίοι ἤδη ἑτοῖμοι. 155

  πολλή τοι Σπάρτη, πολλὴ δ᾽ ἱππήλατος ̂̓Ηλις,

  ᾿Αρκαδίη τ᾽ εὔμηλος ᾿Αχαιῶν τε πτολίεθρα,

  Μεσσήνη τε καὶ ῎Αργος ἅπασά τε Σισυφὶς ἀκτή:

  ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται

  μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο. 160

  τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κ᾽ ἐθέλητε:

  ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι:

  ὑμεῖς δ᾽ ἐν πάντεσσι διάκριτοι ἡρώεσσι,

  καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα.

  ἀλλὰ φίλοι τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖν 165

  ἄμμι γάμον: σφῷν δ᾽ ἄλλον ἐπιφραζώμεθα πάντες.’

  ἴσκον τοιάδε πολλά, τὰ δ᾽ εἰς ὑγρὸν ᾤχετο κῦμα

  πνοιὴ ἔχουσ᾽ ἀνέμοιο, χάρις δ᾽ οὐχ ἕσπετο μύθοις.

  σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες. ἀλλ᾽ ἔτι καὶ νῦν

  πείθεσθ᾽: ἄμφω δ᾽ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν. 170

  εἰ δ᾽ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρὴ

  νεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι,

  ῎Ιδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης,

  χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης,

  νῶι δ᾽, ἐγὼ Κάστωρ τε, διακρινώμεθ᾽ ἄρηι 175

  ὁπλοτέρω γεγαῶτε. γονεῦσι δὲ μὴ πολὺ πένθος

  ἡμετέροισι λίπωμεν. ἅλις νέκυς ἐξ ἑνὸς οἴκου

  εἶς: ἀτὰρ ὥλλοι πάντες ἐυφρανέουσιν ἑταίρους

  νυμφίοι ἀντὶ νεκρῶν, ὑμεναιώσουσι δὲ κούρας

  τάσδ᾽: ὀλίγῳ τοι ἔοικε κακῷ μέγα νεῖκος ἀναιρεῖν. 180

  εἶπε, τὰ δ᾽ οὐκ ἄρ᾽ ἔμελλε θεὸς μεταμώνια θήσειν.

  τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπ᾽ ὤμων τεύχε᾽ ἔθεντο,

  ὣ γενεῇ προφέρεσκον: ὁ δ᾽ ἐς μέσον ἤλυθε Λυγκεύς,

  σείων καρτερὸν ἔγχος ὑπ᾽ ἀσπίδος ἄντυγα πρώτην:

  ὣς δ᾽ αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμὰς 185

  Κάστωρ: ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι.

  ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχον

  ἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν.

  ἀλλ᾽ ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαι

  δοῦρ᾽ ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα. 190

  τὼ δ᾽ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτις

  τεῦχον ἐπ᾽ ἀλλήλοισι: μάχης δ᾽ οὐ γίνετ᾽ ἐρωή.

  πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειαν

  Κάστωρ, πολλὰ δ᾽ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεὺς

  τοῖο σάκος, φοίνικα δ᾽ ὅσον λόφον ἵκετ᾽ ἀκωκή. 195

  τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖρα

  φάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρ

  σκαιῷ: ὁ δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγειν

  ὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς ῎Ιδας

  κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν. 200

  ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρὸ

  Τυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ: ἔγκατα δ᾽ εἴσω

  χαλκὸς ἄφαρ διέχευεν: ὁ δ᾽ ἐς στόμα κεῖτο νενευκὼς

  Λυγκεύς, κὰδ δ᾽ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος.

  οὐ μὰν οὐδὲ τὸν ἄλλον ἐφ᾽ ἑστίῃ εἶδε πατρῴῃ 205

  παίδων Λαοκόωσσα φίλον γάμον ἐκτελέσαντα.

  ἦ γὰρ ὅγε στήλην ᾿Αφαρηίου ἐξανέχουσαν

  τύμβου ἀναρρήξας ταχέως Μεσσήνιος ῎Ιδας

  μέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα:

  ἀλλὰ Ζεὺς ἐπάμυνε, χερῶν δέ οἱ ἔκβαλε τυκτὴν 210

  μάρμαρον, αὐτὸν δὲ φλογέῳ συνέφλεξε κεραυνῷ.

  οὕτως Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῷ.

  αὐτοί τε κρατέοντε καὶ ἐκ κρατέοντος ἔφυσαν.

  χαίρετε Λήδας τέκνα, καὶ ἡμετέροις κλέος ὕμνοις

  ἐσθλὸν ἀεὶ πέμποιτε: φίλοι δέ τε πάντες ἀοιδοὶ 215

  Τυνδαρίδαις ῾Ελένῃ τε καὶ ἄλλοις ἡρώεσσιν,

  ῎Ιλιον οἳ διέπερσαν ἀρήγοντες Μενελάῳ.

  ὑμῖν κῦδος ἄνακτες ἐμήσατο Χῖος ἀοιδός,

  ὑμνήσας Πριάμοιο πόλιν καὶ νῆας ᾿Αχαιῶν

  ᾿Ιλιάδας τε μάχας ᾿Αχιλῆά τε πύργον ἀυτῆς: 220

  ὑμῖν αὖ καὶ ἐγὼ λιγεῶν μειλίγματα Μουσέων,

  οἷ᾽ αὐταὶ παρέχουσι καὶ ὡς ἐμὸς οἶκος ὑπάρχει,

  τοῖα φέρω. γεράων δὲ θεοῖς κάλλιστον ἀοιδαί.

  IDYLL XXIII. ἐραστής

  ᾿Ανήρ τις πολύφιλτρος ἀπηνέος ἤρατ᾽ ἐφάβω,

  τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθ᾽ ὁμοίω.

  μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε,

  κοὐκ ᾔδει τὸν ῎Ερωτα, τίς ἦν θεός, ἡλίκα τόξα

  χερσὶ κρατεῖ, πῶς πικρὰ βέλη ποτικάρδια βάλλει: 5

  πάντα δὲ κἠν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής.

  οὐδέ τι τῶν πυρσῶν παραμύθ
ιον, οὐκ ἀμάρυγμα

  χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥοδόμαλον,

  οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα.

  οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς, 10

  οὕτως πάντ᾽ ἐποίει ποτὶ τὸν φίλον: ἄγρια δ᾽ αὐτῷ

  χείλεα καὶ κῶραι δεινὸν βλέπος: εἶχε γὰρ ὄγκον:

  τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δ᾽ ἀπὸ χρὼς

  ὕβριν τᾶς ὀργᾶς περικείμενος. ἀλλὰ καὶ οὕτως

  ἦν καλός: ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς. 15

  λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας,

  ἀλλ᾽ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις,

  καὶ κύσε τὰν φλιάν, οὕτω δ᾽ ἀνενείκατο φωνάν:

  ‘῎Αγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας,

  λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον 20

  λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον: οὐκέτι πὰρ σὲ

  κῶρ᾽ ἐθέλω λύπης κεχολωμένος, ἀλλὰ βαδίζω,

  ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀταρπὸν

  ξυνάν, τοῖσιν ἐρῶσι τὸ φάρμακον ἔνθα τὸ λᾶθος.

  ἀλλὰ καὶ ἢν ὅλον αὐτὸ λαβὼν ποτὶ χεῖλος ἀμέλξω, 25

  οὐδ᾽ οὕτως σβέσσω τὸν ἐμὸν χόλον. ἄρτι δὲ χαίρειν

  τοῖσι τεοῖς προθύροις ἐπιτέλλομαι. οἶδα τὸ μέλλον.

  καὶ τὸ ῥόδον καλόν ἐστι, καὶ ὁ χρόνος αὐτὸ μαραίνει:

  καὶ τὸ ἴον καλόν ἐστιν ἐν εἴαρι, καὶ ταχὺ γηρᾷ:

  λευκὸν τὸ κρίνον ἐστί, μαραίνεται ἁνίκα πίπτῃ: 30

  ἁ δὲ χιὼν λευκά, καὶ τάκεται ἁνίκα πασθῇ.

  καὶ κάλλος καλόν ἐστι τὸ παιδικόν, ἀλλ᾽ ὀλίγον ζῇ.

 

‹ Prev