Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 125
Delphi Complete Works of Lucian Page 125

by Lucian Samosata


  6 ἐξελθόντας δὲ ὑποδέχεται ἠρέμα χλιαινόμενος οἶκος οὐκ ἀπηνεῖ τῇ θέρμῃ προαπαντῶν, ἐπιμήκης, ἀμφιστρόγγυλος, μεθ᾽ ὃν ἐν δεξιᾷ οἶκος εὖ μάλα φαιδρός, ἀλείψασθαι προσηνῶς παρεχόμενος, ἑκατέρωθεν εἰσόδους ἔχων Φρυγίῳ λίθῳ κεκαλλωπισμένας, τοὺς ἀπὸ παλαίστρας εἰσιόντας δεχόμενος. εἶτ᾽ ἐπὶ τούτῳ ἄλλος οἶκος οἴκων ἁπάντων κάλλιστος, στῆναί τε καὶ ἐγκαθίζεσθαι προσηνέστατος καὶ ἐμβραδῦναι ἀβλαβέστατος καὶ ἐγκυλίσασθαι ὠφελιμώτατος, Φρυγίου καὶ αὐτὸς εἰς ὀροφὴν ἄκραν ἀποστίλβων. ἑξῆς δὲ ὁ θερμὸς ὑποδέχεται διάδρομος Νομάδι λίθῳ διακεκολλημένος. ὁ δὲ ἔνδον οἶκος κάλλιστος, φωτὸς τε πολλοῦ ἀνάμεστος καὶ ὡς πορφύρᾳ διηνθισμένος. τρεῖς καὶ οὗτος θερμὰς πυέλους παρέχεται.

  7 λουσαμένῳ δὲ ἔνεστί σοι μὴ τὴν διὰ τῶν αὐτῶν οἴκων αὖθις ἐπανιέναι, ἀλλὰ ταχεῖαν τὴν ἐπὶ τὸ ψυχρὸν δι᾽ ἠρέμα θερμοῦ οἰκήματος, καὶ ταῦτα πάντα ὑπὸ φωτὶ μεγάλῳ καὶ πολλῇ τῇ ἔνδον ἡμέρᾳ. ὕψη πρὸς τούτοις ἀνάλογα καὶ πλάτη τοῖς μήκεσι σύμμετρα καὶ πανταχοῦ πολλὴ χάρις καὶ Ἀφροδίτη ἐπανθεῖ: κατὰ γὰρ τὸν καλὸν Πίνδαρον, ἀρχομένου ἔργου πρόσωπον χρὴ θέμεν τηλαυγές. τοῦτο δ᾽ ἂν εἴη ἐκ τῆς αὐγῆς μάλιστα καὶ τοῦ φέγγους καὶ τῶν φωταγωγῶν μεμηχανημένον. ὁ γὰρ σοφὸς ὡς ἀληθῶς Ἱππίας τὸν μὲν ψυχροδόχον οἶκον εἰς βορρᾶν προσκεχωρηκότα ἐποίησεν, οὐκ ἄμοιρον οὐδὲ τοῦ μεσημβρινοῦ ἀέρος: τοὺς δὲ πολλοῦ τοῦ θάλπους δεομένους νότῳ καὶ εὔρῳ καὶ ζεφύρῳ ὑπέθηκε

  8 Τί δ᾽ ἄν σοι τὸ ἐπὶ τούτῳ λέγοιμι παλαίστρας καὶ τὰς κοινὰς τῶν ἱματιοφυλακούντων κατασκευὰς ταχεῖαν ἐπὶ τὸ λουτρὸν καὶ μὴ διὰ μακροῦ τὴν ὁδὸν ἐχούσας τοῦ χρησίμου τε καὶ ἀβλαβοῦς ἕνεκα; καὶ μή με ὑπολάβῃ τις μικρὸν ἔργον προθέμενον κοσμεῖν τῷ λόγῳ προαιρεῖσθαι: τὸ γὰρ ἐν τοῖς κοινοῖς καινὰ ἐπινοῆσαι κάλλους δείγματα, οὐ μικρᾶς σοφίας ἔγωγε τίθεμαι, οἷον καὶ τόδε τὸ ἔργον ὁ θαυμάσιος ἡμῖν Ἱππίας ἐπεδείξατο πάσας ἔχον τὰς βαλανείου ἀρετάς, τὸ χρήσιμον, τὸ εὔκαιρον, τὸ εὐφεγγές, τὸ σύμμετρον, τὸ τῷ τόπῳ ἡρμοσμένον, τὸ τὴν χρείαν ἀσφαλῆ παρεχόμενον, καὶ :προσέτι τῇ ἄλλῃ περινοίᾳ κεκοσμημένον, ἀφόδων μὲν ἀναγκαίων δυσὶν ἀναχωρήσεσιν, ἐξόδοις δὲ πολλαῖς τεθυρωμένον, ὡρῶν δὲ διττὰς δηλώσεις, τὴν μὲν δι᾽ ὕδατος καὶ μυκήματος, τὴν δὲ δι᾽ ἡλίου ἐπιδεικνύμενον. ταῦτα ἰδόντα μὴ ἀποδοῦναι τὸν πρέποντα ἔπαινον τῷ ἔργῳ οὐκ ἀνοήτου μόνον, ἀλλὰ καὶ ἀχαρίστου, μᾶλλον δὲ βασκάνου μοι εἶναι ἔδοξεν. ἐγὼ μὲν οὖν εἰς δύναμιν καὶ τὸ ἔργον καὶ τὸν τεχνίτην καὶ δημιουργὸν ἠμειψάμην τῷ λόγῳ. εἰ δὲ θεὸς παράσχοι καὶ λούσασθαί ποτε, πολλοὺς οἶδα ἕξων τοὺς κοινωνήσοντάς μοι τῶν ἐπαίνων.

  DIONYSUS — Διόνυσος

  [1] ὅτε ὁ Διόνυσος ἐπ᾽ Ἰνδοὺς στρατιὰν ἤλασε - — κωλύει γὰρ οὐδέν, οἶμαι, καὶ μῦθον ὑμῖν διηγήσασθαι Βακχικὸν — φασὶν οὕτω καταφρονῆσαι αὐτοῦ τὰ πρῶτα τοὺς ἀνθρώπους τοὺς ἐκεῖ, ὥστε καταγελᾶν ἐπιόντος, μᾶλλον δὲ ἐλεεῖν τὴν τόλμαν αὐτίκα μάλα συμπατηθησομένου ὑπὸ τῶν ἐλεφάντων, εἰ ἀντιτάξαιτο: ἤκουον γάρ, οἶμαι, τῶν σκοπῶν ἀλλόκοτα ὑπὲρ τῆς στρατιᾶς αὐτοῦ ἀγγελλόντων, ὡς ἡ μὲν φάλαγξ αὐτῷ καὶ οἱ λόχοι γυναῖκες εἶεν ἔκφρονες καὶ μεμηνυῖαι, κιττῷ ἐστεμμέναι, νεβρίδας ἐνημμέναι, δοράτια μικρὰ ἔχουσαι ἀσίδηρα, κιττοποίητα καὶ ταῦτα, καί τινα πελτάρια, κοῦφα, βομβοῦντα, εἴ τις μόνον προσάψαιτο — ἀσπίσι γὰρ εἴκαζον, οἶμαι,τὰ τύμπανα — - ὀλίγους δέ τινας ἀγροίκους νεανίσκους ἐνεῖναι, γυμνούς, κόρδακα ὀρχουμένους, οὐρὰς ἔχοντας, κεράστας, οἷα τοῖς ἄρτι γεννηθεῖσιν ἐρίφοις ὑποφύεται.

  [2] καὶ τὸν μὲν στρατηλάτην αὐτὸν ἐφ᾽ ἅρματος ὀχεῖσθαι παρδάλεων ὑπεζευγμένων, ἀγένειον ἀκριβῶς, οὐδ᾽ ἐπ᾽ ὀλίγον τὴν παρειὰν χνοῶντα, κερασφόρον, βοτρύοις ἐστεφανωμένον, μίτρᾳ τὴν κόμην ἀναδεδεμένον, ἐν πορφυρίδι καὶ χρυσῇ ἐμβάδι: ὑποστρατηγεῖν δὲ δύο., ἕνα μὲν τιναβραχύν, πρεσβύτην, ὑπόπαχυν, προγάστορα, ῥινόσιμον, ὦτα μεγάλα ὄρθια ἔχοντα, ὑπότρομον, νάρθηκι ἐπερειδόμενον, ἐπ᾽ ὄνου τὰ πολλὰ ἱππεύοντα, ἐν κροκωτῷ καὶ τοῦτον, πάνυ πιθανόν τινα συνταγματάρχην αὐτοῦ: ἕτερον δὲ τεράστιον ἄνθρωπον, τράγῳ τὰ νέρθεν ἐοικότα,’ κομήτην τὰ σκέλη, κέρατα ἔχοντα, βαθυπώγωνα, ὀργίλον καὶ θυμικόν, θατέρᾳ μὲν σύριγγα φέροντα, τῇ δεξιᾷ δὲ ῥάβδον καμπύλην ἐπηρμένον καὶ περισκιρτῶντα ὅλον τὸ στρατόπεδον, καὶ τὰ γύναια δὲ φοβεῖσθαι αὐτὸν καὶ σείειν ἠνεμωμένας τὰς κόμας, ὁπότε προσίοι, καὶ βοᾶν εὐοῖ: τοῦτο δ᾽ εἰκάζειν καλεῖσθαι αὐτῶν τὸν δεσπότην. τὰς δ᾽ οὖν ποίμνας διηρπάσθαι ἤδη ὑπὸ τῶν γυναικῶν καὶ διεσπάσθαι ἔτι ζῶντα τὰ θρέμματα: ὠμοφάγους γάρ τινας αὐτὰς εἶναι.

  [3] ταῦτα οἱ Ἰνδοὶ καὶ ὁ βασιλεῦς αὐτῶν ἀκούοντες ἐγέλων, ὡς τὸ εἰκός, καὶ οὐδ᾽ ἀντεπεξάγειν ἢ παρατάττεσθαι ἠξίουν, ἀλλ᾽ εἴπερ ἄρα, τὰς γυναῖκας ἐπαφήσειν αὐτοῖς, εἰ πλησίον γένοιντο, σφίσι δὲ καὶ νικᾶν αἰσχρὸν ἐδόκει καὶ φονεύειν γύναια μεμηνότα καὶ θηλυμίτρην ἄρχοντα καὶ μεθύον σμικρὸν γερόντιον καὶ ἡμίτραγον στρατιώτην ἄλλον καὶ γυμνήτας ὀρχηστάς, πάντας γελοίους. ἐπεὶ δὲ ἤγγελτ
ο πυρπολῶν ὁ θεὸς ἤδη τὴν χώραν καὶ πόλεις αὐτάνδρους καταφλέγων καὶ ἀνάπτων τὰς ὕλας καὶ ἐν βραχεῖ πᾶσαν τὴν Ἰνδικὴν φλογὸς ἐμπεπληκώς — ὅπλον γάρ τι Διονυσιακὸν τὸ πῦρ, πατρῷον αὐτῷ κἀκ τοῦ κεραυνοῦ — ἐνταῦθα ἤδη σπουδῇ ἀνελάμβανον τὰ ὅπλα καὶ τοὺς ἐλέφαντας ἐπισάξαντες καὶ ἐγχαλινώσαντες καὶ τοὺς πύργους ἀναθέμενοι ἐπ᾽ αὐτοὺς ἀντεπεξῄεσαν, καταφρονοῦντες μὲν καὶ τότε, ὀργιζόμενοι δὲ ὅμως καὶ συντρῖψαι σπεύδοντες αὐτῷ στρατοπέδῳ τὸν ἀγένειον ἐκεῖνον στρατηλάτην.

  [4] ἐπεὶ δὲ πλησίον ἐγένοντο καὶ εἶδον ἀλλήλους, οἱ μὲν Ἰνδοὶ προτάξαντες τοὺς ἐλέφαντας ἐπῆγον τὴν φάλαγγα, ὁ Διόνυσος δὲ τὸ μέσον μὲν αὐτὸς εἶχε, τοῦ κέρως δὲ αὐτῷ τοῦ δεξιοῦ μὲν ὁ Σιληνός, τοῦ εὐωνύμου δὲ ὁ Πὰν ἡγοῦντο: λοχαγοὶ δὲ καὶ ταξίαρχοι οἱ Σάτυροι ἐγκαθειστήκεσαν καὶ τὸ μὲν σύνθημα ἦν ἅπασι τὸ εὐοῖ. εὐθὺς δὲ τὰ τύμπανα ἐπαταγεῖτο καὶ τὰ κύμβαλα τὸ πολεμικὸν ἐσήμαινε καὶ τῶν Σατύρων τις λαβὼν τὸ κέρας ἐπηύλει τὸ ὄρθιον καὶ ὁ τοῦ Σιληνοῦ ὄνος ἐνυάλιόν τι ὠγκήσατο καὶ αἱ Μαινάδες σὺν ὀλολυγῇ ἐνεπήδησαν αὐτοῖς δράκοντας ὑπεζωσμέναι κἀκ τῶν θύρσων ἄκρων ἀπογυμνοῦσαι τὸν σίδηρον. οἱ Ἰνδοὶ δὲ καὶ οἱ ἐλέφαντες αὐτῶν αὐτίκα ἐγκλίναντες σὺν οὐδενὶ κόσμῳ ἔφευγον οὐδ᾽ ἐντὸς βέλους γενέσθαι ὑπομείναντες, καὶ τέλος κατὰ κράτος ἑαλώκεσαν καὶ αἰχμάλωτοι ἀπήγοντο ὑπὸ τῶν τέως καταγελωμένων, ἔργῳ μαθόντες ὡς οὐκ ἐχρῆν ἀπὸ τῆς πρώτης ἀκοῆς καταφρονεῖν ξένων στρατοπέδων,

  [5] ἀλλά τί πρὸς τὸν Διόνυσον ὁ Διόνυσος οὗτος; εἴποι τις ἄν. ὅτι μοι δοκοῦσι — καὶ πρὸς Χαρίτων μή με κορυβαντιᾶν ἢ τελέως μεθύειν ὑπολάβητε, εἰ τἀμὰ εἰκάζω τοῖς θεοῖς — ὅμοιόν τι πάσχειν οἱ πολλοὶ πρὸς τοὺς καινοὺς τῶν λόγων τοῖς Ἰνδοῖς ἐκείνοις, οἷον καὶ πρὸς τοὺς ἐμούς: οἰόμενοι γὰρ σατυρικὰ καὶ γελοῖά τινα καὶ κομιδῇ κωμικὰ παρ᾽ ἡμῶν ἀκούσεσθαι — τοιαῦτα γὰρ ^ πεπιστεύκασιν, οὐκ οἶδ᾽ ὅ τι δόξαν αὐτοῖς ὑπὲρ ἐμοῦ οἱ μὲν οὐδὲ τὴν ἀρχὴν ἀφικνοῦνται, ὡς οὐδὲν δέον παρέχειν τὰ ὦτα κώμοις γυναικείοις καὶ σκιρτήμασι σατυρικοῖς καταβάντας ἀπὸ τῶν ἐλεφάντων, οἱ δὲ ὡς ἐπὶ τοιοῦτό τι ἥκοντες ἀντὶ τοῦ κιττοῦ σίδηρον εὑρόντες οὐδ᾽ οὕτως ἐπαινεῖν τολμῶσι τῷ παραδόξῳ τοῦ πράγματος τεθορυβημένοι. ἀλλὰ θαρρῶν ἐπαγγέλλομαι αὐτοῖς, ὅτι ἢν καὶ νῦν ὡς πρότερόν ποτε τὴν τελετὴν ἐθελήσωσιν ἐπιδεῖν πολλάκις καὶ ἀναμνησθῶσιν οἱ παλαιοὶ συμπόται κώμων κοινῶν τῶν τότε καιρῶν καὶ μὴ καταφρονήσωσιν τῶν Σατύρων καὶ Σιληνῶν, πίωσι δὲ ἐς κόρον τοῦ κρατῆρος τούτου, ἔτι βακχεύσειν καὶ αὐτοὺς καὶ πολλάκις μεθ᾽ ἡμῶν ἐρεῖν τὸ εὐοῖ. οὗτοι μὲν οὖν —

  [6] ἐλεύθερον γὰρ ἀκοὴ — ποιούντων ὅ τι καὶ φίλον. ἐγὼ δέ, ἐπειδήπερ ἔτι ἐν Ἰνδοῖς ἐσμέν, ἐθέλω καὶ ἄλλο ὑμῖν διηγήσασθαί τι τῶν ἐκεῖθεν, οὐκ ἀπροσδιόνυσον οὐδ᾽ αὐτό, οὐδ᾽ ὧν ποιοῦμεν ἀλλότριον. ἐν Ἰνδοῖς τοῖς Μαχλαίοις, οἳ τὰ λαιὰ τοῦ Ἰνδοῦ ποταμοῦ, εἰ κατὰ ῥοῦν αὐτοῦ βλέποις, ἐπινεμόμενοι μέχρι πρὸς τὸν Ὠκεανὸν καθήκουσι, παρὰ τούτοις ἄλσος ἐστὶν ἐν περιφράκτῳ, οὐ πάνυ μεγάλῳ χωρίῳ, συνηρεφεῖ δέ: κιττὸς γὰρ πολὺς καὶ ἄμπελοι σύσκιον αὐτὸ ἀκριβῶς ποιοῦσιν . . ἐνταῦθα πηγαί εἰσι τρεῖς καλλίστου καὶ διειδεστάτου ὕδατος, ἡ μὲν Σατύρων,^ ἡ δὲ Πανός, ἡ δὲ Σιληνοῦ. καὶ εἰσέρχονται εἰς αὐτὸ οἱ Ἰνδοὶ ἅπαξ τοῦ ἔτους ἑορτάζοντες τῷ θεῷ, καὶ πίνουσι τῶν πηγῶν, οὐχ ἁπασῶν ἅπαντες, ἀλλὰ καθ᾽ ἡλικίαν, τὰ μὲν μειράκια τῆς τῶν Σατύρων, οἱ ἄνδρες δὲ τῆς Πανικῆς, τῆς δὲ τοῦ Σιληνοῦ οἱ κατ᾽ ἐμέ.

  [7] ἃ μὲν οὖν πάσχουσιν οἱ παῖδες ἐπειδὰν πίωσιν, ἢ οἷα οἱ ἄνδρες τολμῶσι κατεχόμενοι τῷ Πανί, μακρὸν ἂν εἴη λέγειν: ἃ δ᾽ οἱ γέροντες ποιοῦσιν , ὅταν μεθυσθῶσιν τοῦ ὕδατος, οὐκ ἀλλότριον εἰπεῖν ἐπειδὰν πίῃ ὁ γέρων καὶ κατάσχῃ αὐτὸν ὁ Σιληνός, αὐτίκα ἐπὶ πολὺ ἄφωνός ἐστι καὶ καρηβαροῦντι καὶ βεβαπτισμένῳ ἔοικεν, εἶτα ἄφνω φωνή τε λαμπρὰ καὶ φθέγμα τορὸν καὶ πνεῦμα λιγυρὸν ἐγγίγνεται αὐτῷ καὶ λαλίστατος ἐξ ἀφωνοτάτου ἐστίν, οὐδ᾽ ἂν ‘ἐπιστομίσας παύσειας αὐτὸν μὴ οὐχὶ συνεχῆ λαλεῖν καὶ ῥήσεις μακρὰς συνείρειν. συνετὰ μέντοι πάντα καὶ κόσμια καὶ κατὰ τὸν Ὁμήρου ἐκεῖνον ῥήτορα: νιφάδεσσι γὰρ ἐοικότα χειμερίῃσι διεξέρχονται, οὐδ᾽ ἀποχρήσει σοι κύκνοις κατὰ τὴν ἡλικίαν εἰκάσαι αὐτούς, ἀλλὰ τεττιγῶδές τι πυκνὸν καὶ ἐπίτροχον συνάπτουσιν ἄχρι βαθείας ἑσπέρας. τοὐντεῦθεν δὲ ἤδη ἀφεθείσης αὐτοῖς τῆς μέθης σιωπῶσι καὶ πρὸς τὸ ἀρχαῖον ἀνατρέχουσι τὸ μέντοι παραδοξότατον οὐδέπω εἶπον ἢν γὰρ ἀτελῆ ὁ γέρων μεταξὺ καταλίπῃ ὃν διεξῄει τὸν λόγον, δύντος ἡλίου κωλυθεὶς ἐπὶ πέρας αὐτὸν ἐπεξελθεῖν, ἐς νέωτα πιὼν αὖθις ἐκεῖνα συνάπτει ἃ πέρυσι λέγοντα ἡ μέθη αὐτὸν κατέλιπεν.

  [8] ταῦτά μοι κατὰ τὸν Μῶμον εἰς ἐμαυτὸν ἀπεσκώφθω, καὶ μὰ τὸν Δί᾽ οὐκ ἂν ἔτι ἐπαγάγοιμι τὸ ἐπιμύθιον ὁρᾶτε γὰρ ἤδη καθ᾽ ὅ τι τῷ μύθῳ ἔοικα. ὥστε ἢν μέν τι παραπαίωμεν, ἡ μέθη αἰτία: εἰ δὲ πινυτὰ δόξειε τὰ λεγόμενα, ὁ Σιληνὸς ἄρα ἦν ἵλεως.

  HERACLES — Ἡρακλῆς

  [1] τὸν Ἡρακλέα οἱ Κελ�
�οὶ Ὄγμιον ὀνομάζουσι φωνῇ τῇ ἐπιχωρίῳ, τὸ δὲ εἶδος τοῦ θεοῦ πάνυ ἀλλόκοτον γράφουσι, γέρων ἐστὶν αὐτοῖς ἐς τὸ ἔσχατον, ἀναφαλαντίας, πολιὸς ἀκριβῶς ὅσαι λοιπαὶ τῶν τριχῶν, ῥυσὸς τὸ δέρμα καὶ διακεκαυμένος ἐς τὸ μελάντατον οἷοὶ εἰσιν οἱ θαλαττουργοὶ γέροντες: μᾶλλον δὲ Χάρωνα ἢ Ἰαπετὸν τινα τῶν ὑποταρταρίων καὶ πάντα μᾶλλον ἢ Ἡρακλέα εἶναι ἂν εἰκάσειας. ἀλλὰ καὶ τοιοῦτος ὢν ἔχει ὅμως τὴν σκευὴν τὴν Ἡρακλέους: καὶ γὰρ τὴν διφθέραν ἐνῆπται τὴν τοῦ λέοντος καὶ τὸ ῥόπαλον ἔχει ἐν τῇ δεξιᾷ καὶ τὸν γωρυτὸν παρήρτηται, καὶ τὸ τόξον ἐντεταμένον ἡ ἀριστερὰ προδείκνυσιν, καὶ ὅλος Ἡρακλῆς ἐστι ταῦτά γε. [2] ᾤμην οὖν ἐφ᾽ ὕβρει τῶν Ἑλληνίων θεῶν τοιαῦτα παρανομεῖν τοὺς Κελτοὺς ἐς τὴν μορφὴν τὴν Ἡρακλέους ἀμυνομένους αὐτὸν τῇ γραφῇ, ὅτι τὴν χώραν ποτὲ αὐτῶν ἐπῆλθεν λείαν ἐλαύνων, ὁπότε τὰς Γηρυόνου ἀγέλας ζητῶν κατέδραμε τὰ πολλὰ τῶν ἑσπερίων γενῶν. [3] καίτοι τὸ παραδοξότατον οὐδέπω ἔφην [] τῆς εἰκόνος: ὁ γὰρ δὴ γέρων Ἡρακλῆς ἐκεῖνος ἀνθρώπων πάμπολύ τι πλῆθος ἕλκει ἐκ τῶν ὤτων ἅπαντας δεδεμένους. δεσμὰ δὲ εἰσιν οἱ σειραὶ λεπταὶ χρυσοῦ καὶ ἠλέκτρου εἰργασμέναι ὅρμοις ἐοικυῖαι τοῖς καλλίστοις. καὶ ὅμως ὑφ᾽ οὕτως ἀσθενῶν ἀγόμενοι οὔτε δρασμὸν βουλεύουσι, δυνάμενοι ἂν εὐμαρῶς, οὔτε ὅλως ἀντιτείνουσιν ἢ τοῖς ποσὶν ἀντερείδουσι πρὸς τὸ ἐναντίον τῆς ἀγωγῆς ἐξυπτιάζοντες, ἀλλὰ φαιδροὶ ἕπονται καὶ γεγηθότες καὶ τὸν ἄγοντα ἐπαινοῦντες, ἐπειγόμενοι ἅπαντες καὶ τῷ φθάνειν ἐθέλειν τὸν δεσμὸν ἐπιχαλῶντες, ἐοικότες ἀχθεσθησομένοις εἰ λυθήσονται. ὃ δὲ πάντων ἀτοπώτατον εἶναί μοι ἔδοξεν, οὐκ ὀκνήσω καὶ τοῦτο εἰπεῖν οὐ γὰρ ἔχων ὁ ζωγράφος ὅθεν ἐξάψειε ταῖς σειραῖς τὰς ἀρχάς,^ ἅτε τῆς δεξιᾶς μὲν ἤδη τὸ ῥόπαλον, τῆς λαιᾶς δὲ τὸ τόξον ἐχούσης, τρυπήσας τοῦ θεοῦ τὴν γλῶτταν ἄκραν ἐξ ἐκείνης ἑλκομένους αὐτοὺς ἐποίησεν, καὶ ἐπέστραπταί γε εἰς τοὺς ἀγομένους μειδιῶν. [4] ταῦτ᾽ ἐγὼ μὲν ἐπὶ πολὺ εἱστήκειν ὁρῶν καὶ θαυμάζων καὶ ἀπορῶν καὶ ἀγανακτῶν Κελτὸς δὲ τις παρεστὼς οὐκ ἀπαίδευτος τὰ ἡμέτερα, ὡς ἔδειξεν ἀκριβῶς Ἑλλάδα φωνὴν ἀφιείς, φιλόσοφος, οἶμαι, τὰ ἐπιχώρια, Ἐγὼ σοι, ἔφη, ὦ ξένε, λύσω τῆς γραφῆς τὸ αἴνιγμα: πάνυ γὰρ ταραττομένῳ ἔοικας πρὸς αὐτήν. τὸν λόγον ἡμεῖς οἱ Κελτοὶ οὐχ ὥσπερ ὑμεῖς οἱ Ἕλληνες Ἑρμῆν οἰόμεθα εἶναι, ἀλλ᾽ Ἡρακλεῖ αὐτὸν εἰκάζομεν, ὅτι παρὰ πολὺ τοῦ Ἑρμοῦ ἰσχυρότερος οὗτος. εἰ δὲ γέρων πεποίηται, μὴ θαυμάσῃς: μόνος γὰρ ὁ λόγος ἐν γήρᾳ, φιλεῖ ἐντελῆ ἐπιδείκνυσθαι τὴν ἀκμήν, εἲ [] γε ἀληθῆ ὑμῶν οἱ ποιηταὶ λέγουσιν, ὅτι αἱ μὲν τῶν ὁπλοτέρων φρένες ἠερέθονται, τὸ δὲ γῆρας ἔχει; τι λέξαι: τῶν νέων σοφώτερον. οὕτω γὲ τοι καὶ τοῦ Νέστορος ὑμῖν ἀπορρεῖ ἐκ τῆς γλώττης τὸ μέλι, καὶ οἱ ἀγορηταὶ τῶν Τρώων τὴν ὄπα ἀφιᾶσιν εὐανθῆ τινα λείρια γὰρ καλεῖται, εἴ γε μέμνημαι, τὰ ἄνθη. [5] ὥστε εἰ τῶν ὤτων ἐκδεδεμένους τοὺς ἀνθρώπους πρὸς τὴν γλῶτταν ὁ γέρων οὗτος Ἡρακλῆς ἕλκει,^ μηδὲ τοῦτο θαυμάσῃς εἰδὼς τὴν ὤτων καὶ γλώττης συγγένειαν: οὐδ᾽ ὕβρις εἰς αὐτόν, εἰ ταύτῃ τετρύπηται: μέμνημαι γοῦν, ἔφη, καὶ κωμικῶν τινων ἰαμβείων παρ᾽ ὑμῶν μαθών, τοῖς γὰρ λάλοις ἐξ ἄκρου ἡ γλῶττα πᾶσὶν ἐστι τετρυπημένη. [6] τὸ δ᾽ ὅλον καὶ αὐτὸν ἡμεῖς τὸν Ἡρακλέα λόγῳ τὰ πάντα ἡγούμεθα ἐξεργάσασθαι σοφὸν γενόμενον, καὶ πειθοῖ τὰ πλεῖστα βιάσασθαι. καὶ τά γε βέλη αὐτοῦ οἱ λόγοι εἰσίν, οἶμαι, ὀξεῖς καὶ εὔστοχοι καὶ ταχεῖς καὶ τὰς ψυχὰς τιτρώσκοντες: πτερόεντα γοῦν τὰ ἔπη καὶ ὑμεῖς φατε εἶναι. [7] τοσαῦτα. μὲν ὁ Κελτός. ἐμοὶ δὲ ἡνίκα περὶ τῆς δεῦρο παρόδου ταύτης ἐσκοπούμην πρὸς ἐμαυτόν, εἲ μοι καλῶς ἔχει τηλικῷδε ὄντι καὶ πάλαι τῶν ἐπιδείξεων πεπαυμένῳ αὖθις ὑπὲρ ἐμαυτοῦ ψῆφον διδόναι τοσούτοις δικασταῖς, κατὰ καιρὸν ἐπῆλθεν ἀναμνησθῆναι τῆς εἰκόνος: τέως [] μὲν γὰρ ἐδεδίειν, μὴ τινι ὑμῶν δόξαιμι κομιδῇ μειρακιώδη ταῦτα ποιεῖν καὶ παρ᾽ ἡλικίαν νεανιεύεσθαι, κᾆτά τις Ὁμηρικὸς νεανίσκος ἐπιπλήξειὲν μοι εἰπὼν τὸ σὴ δὲ βίη λέλυται, καὶ χαλεπὸν γῆρας κατείληφέ σε, ἠπεδανὸς δὲ νὺ τοι θεράπων, βραδέες δὲ τοι ἵπποι, ἐς τοὺς πόδας τοῦτο ἀποσκώπτων. ἀλλ᾽ ὅταν ἀναμνησθῶ τοῦ γέροντος ἐκείνου Ἡρακλέους, πάντα ποιεῖν προάγομαι καὶ οὐκ αἰδοῦμαι τοιαῦτα τολμῶν ἡλικιώτης ὢν τῆς εἰκόνος. [8] ὥστε ἰσχὺς μὲν καὶ τάχος καὶ κάλλος καὶ ὅσα σώματος ἀγαθὰ χαιρέτω, καὶ ὁ Ἔρως ὁ σός, ὦ Τήϊε ποιητά, ἐσιδών με ὑποπόλιον τὸ ^ γένειον χρυσοφαέννων εἰ βούλεται πτερύγων ταρσοῖς ^ παραπετέσθω, καὶ ὁ Ἱπποκλείδης οὐ φροντιεῖ. τῷ λόγῳ δὲ νῦν ἂν μάλιστα ἀνηβᾶν καὶ ἀνθεῖν καὶ ἀκμάζειν καθ᾽ ὥραν εἴη καὶ ἕλκειν τῶν ὤτων ὅσους ἂν πλείστους δύνηται, καὶ τοξεύειν πολλάκις, ὡς οὐδέν γε δέος μὴ κενωθεὶς λάθοι ὁ γωρυτὸς αὐτῷ. ὁρᾷς ὅπως παραμυθοῦμαι τὴν ἡλικίαν καὶ τὸ γῆρας τὸ ἐμαυτοῦ. καὶ διὰ τοῦτο ἐτόλμησα πάλαι νενεωλκημένον τὸ ἀκάτιον κατασπάσας καὶ ἐκ τῶν ἐνόντων ἐπισκευάσας αὖθις ἀφεῖναι ἐς μέσον τὸ πέλαγος. εἴη δ᾽, ὦ θεοί, καὶ [] τὰ παρ᾽ ὑμῶν ἐμπνεῦσαι δεξιά, ὡς νῦν γε μάλιστα πλησιστίου τε καὶ ἐσθλοῦ ἑταίρου ἀνέ
μου δεόμεθα, ἵνα, εἰ ἄξιοι φαινοίμεθα, καὶ ἡμῖν τὸ Ὁμηρικὸν ἐκεῖνο ἐπιφθέγξηταί τίς, οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.

 

‹ Prev