Delphi Complete Works of Lucian
Page 132
66 ὀλίγον δὲ πρὸ τῆς τελευτῆς ἐρομένου τινός, Περὶ ταφῆς τί κελεύεις; μὴ πολυπραγμονεῖτε, ἔφη: ἡ γὰρ ὀδμή με θάψει. φαμένου δὲ ἐκείνου, Τί οὖν; οὐκ αἰσχρὸν ὀρνέοις καὶ κυσὶ βορὰν προτεθῆναι τηλικούτου ἀνδρὸς σῶμα; καὶ μὴν οὐδὲν ἄτοπον, ἔφη, τοῦτο, εἰ μέλλω καὶ ἀποθανὼν ζῴοις τισὶ χρήσιμος ἔσεσθαι67 οἱ μέντοι Ἀθηναῖοι καὶ ἔθαψαν αὐτὸν δημοσίᾳ μεγαλοπρεπῶς καὶ ἐπὶ πολὺ ἐπένθησαν, καὶ τὸν θᾶκον τὸν λίθινον, ἐφ᾽ οὗ.εἰώθει ὁπότε κάμνοι ἀναπαύεσθαι, προσεκύνουν καὶ ἐστεφάνουν ἐς τιμὴν τοῦ ἀνδρός, ἡγούμενοι ἱερὸν εἶναι καὶ τὸν λίθον, ἐφ᾽ οὗ ἐκαθέζετο. ἐπὶ μὲν γὰρ τὴν ἐκφορὰν οὐκ ἔστιν ὅστις οὐκ ἀπήντησεν, καὶ μάλιστα τῶν φιλοσόφων οὗτοι μέντοι ὑποδύντες ἐκόμιζον αὐτὸν ἄχρι πρὸς τὸν τάφον. ταῦτα ὀλίγα πάνυ ἐκ πολλῶν ἀπεμνημόνευσα, καὶ ἔστιν ἀπὸ τούτων τοῖς ἀναγινώσκουσι λογίζεσθαι ὁποῖος ἐκεῖνος ἀνὴρ ἐγένετο.
CONCERNING A HALL — Περὶ τοῦ Οἴκου
1 Εἶτα Ἀλέξανδρος μὲν ἐπεθύμησεν ἐν τῷ Κύδνῳ λούσασθαι καλόν τε καὶ διαυγῆ τὸν ποταμὸν ἰδὼν καὶ ἀσφαλῶς βαθὺν καὶ προσηνῶς ὀξὺν καὶ νήξασθαι ἡδὺν καὶ θέρους ὥρᾳ ψυχρόν, ὥστε καὶ ἐπὶ προδήλῳ τῇ νόσῳ ἣν ἐνόσησεν ἀπ᾽ αὐτοῦ, δοκεῖ μοι οὐκ ἂν τοῦ λουτροῦ ἀποσχέσθαι: οἶκον δέ τις ἰδὼν μεγέθει μέγιστον καὶ κάλλει κάλλιστον καὶ φωτὶ φαιδρότατον καὶ χρυσῷ στιλπνότατον καὶ γραφαῖς ἀνθηρότατον οὐκ ἂν ἐπιθυμήσειε λόγους ἐν αὐτῷ διαθέσθαι, εἰ τύχοι περὶ τούτους διατρίβων, καὶ ἐνευδοκιμῆσαι καὶ ἐλλαμπρύνασθαι καὶ βοῆς ἐμπλῆσαι καὶ ὡς ἔνι μάλιστα καὶ αὐτὸς μέρος τοῦ κάλλους αὐτοῦ γενέσθαι, ἀλλὰ περισκοπήσας ἀκριβῶς καὶ θαυμάσας μόνον ἄπεισι κωφὸν αὐτὸν καὶ ἄλογον καταλιπών, μήτε προσειπὼν μήτε προσομιλήσας, ὥσπερ τις ἄναυδος ἢ φθόνῳ σιωπᾶν ἐγνωκώς;
2 Ἡράκλεις, οὐ φιλοκάλου τινὸς οὐδὲ περὶ τὰ εὐμορφότατα ἐρωτικοῦ τὸ ἔργον, ἀγροικία δὲ πολλὴ καὶ ἀπειροκαλία καὶ προσέτι γε ἀμουσία, τῶν ἡδίστων αὑτὸν ἀπαξιοῦν καὶ τῶν καλλίστων ἀποξενοῦν καὶ μὴ συνιέναι ὡς οὐχ ὁ αὐτὸς περὶ τὰ θεάματα νόμος ἰδιώταις τε καὶ πεπαιδευμένοις ἀνδράσιν, ἀλλὰ τοῖς μὲν ἀπόχρη τὸ κοινὸν τοῦτο, ἰδεῖν μόνον καὶ περιβλέψαι καὶ τὼ ὀφθαλμὼ περιενεγκεῖν καὶ πρὸς τὴν ὀροφὴν ἀνακῦψαι καὶ τὴν χεῖρα ἐπισεῖσαι καὶ καθ᾽ ἡσυχίαν ἡσθῆναι δέει τοῦ μὴ ἂν δυνηθῆναι ἄξιόν τι τῶν βλεπομένων εἰπεῖν, ὅστις δὲ μετὰ παιδείας ὁρᾷ τὰ καλά, οὐκ ἄν, οἶμαι, ἀγαπήσειεν ὄψει μόνῃ καρπωσάμενος τὸ τερπνὸν οὐδ᾽ ἂν ὑπομείναι ἄφωνος θεατὴς τοῦ κάλλους γενέσθαι, πειράσεται δὲ ὡς οἷόν τε καὶ ἐνδιατρῖψαι; καὶ λόγῳ ἀμείψασθαι τὴν θέαν.
3 ἡ δ᾽ ἀμοιβὴ οὐκ ἔπαινος τοῦ οἴκου μόνον — τοῦτο μὲν γὰρ ἴσως ἐκείνῳ τῷ νησιώτῃ μειρακίῳ ἔπρεπε, τὴν Μενελάου οἰκίαν ὑπερεκπεπλῆχθαι καὶ πρὸς τὰ ἐν οὐρανῷ καλὰ τὸν ἐλέφαντα καὶ τὸν χρυσὸν αὐτῆς ἀπεικάζειν, ἅτε μηδὲν ἐν γῇ καλόν τι ἄλλο ἑωρακότι — - ἀλλὰ καὶ τὸ εἰπεῖν ἐν αὐτῷ καὶ τοὺς βελτίστους συγκαλέσαντα λόγων ἐπίδειξιν ποιήσασθαι μέρος τοῦ ἐπαίνου καὶ τοῦτο γένοιτο ἄν. καὶ τὸ πρᾶγμα ὑπερήδιστον, οἶμαι, οἴκων ὁ κάλλιστος ἐς ὑποδοχὴν λόγων ἀναπεπταμένος καὶ ἐπαίνου καὶ εὐφημίας μεστὸς ὤν, ἠρέμα καὶ αὐτὸς ὥσπερ τὰ ἄντρα συνεπηχῶν καὶ τοῖς λεγομένοις παρακολουθῶν καὶ παρατείνων τὰ τελευταῖα τῆς φωνῆς καὶ τοῖς ὑστάτοις τῶν λόγων ἐμβραδύνων, μᾶλλον δὲ ὡς ἄν τις εὐμαθὴς ἀκροατὴς διαμνημονεύων τὰ εἰρημένα καὶ τὸν λέγοντα ἐπαινῶν καὶ ἀντίδοσιν οὐκ ἄμουσον ποιούμενος πρὸς αὐτά: οἷόν τι πάσχουσι πρὸς τὰ αὐλήματα τῶν ποιμένων αἱ σκοπιαὶ ἐπαυλοῦσαι, τῆς φωνῆς ἐπανιούσης κατὰ τὸ ἀντίτυπον καὶ πρὸς αὑτὴν ἀναστρεφούσης: οἱ δὲ ἰδιῶται νομίζουσι παρθένον τινὰ εἶναι τὴν ἀμειβομένην τοὺς ᾁδοντας ἢ [] βοῶντας, ἐν μέσοις που τοῖς κρημνοῖς κατοικοῦσαν καὶ λαλοῦσαν ἐκ τῶν πετρῶν ἔνδοθεν.
4 ἐμοὶ . γοῦν δοκεῖ καὶ συνεξαίρεσθαι οἴκου πολυτελείᾳ ἡ τοῦ λέγοντος γνώμη καὶ πρὸς τοὺς λόγους ἐπεγείρεσθαι, καθάπερ τι καὶ ὑποβαλλούσης τῆς θέας: σχεδὸν γὰρ εἰσρεῖ .τι διὰ τῶν ὀφθαλμῶν ἐπὶ τὴν ψυχὴν καλόν, εἶτα πρὸς αὑτὸ κοσμῆσαν ἐκπέμπει τοὺς λόγους. ἢ τῷ μὲν Ἀχιλλεῖ πιστεύομεν τὴν ὄψιν τῶν ὅπλων ἐπιτεῖναι κατὰ τῶν Φρυγῶν τὴν ὀργήν, καὶ ἐπεὶ ἐνέδυ αὐτὰ πειρώμενος, ἐπαρθῆναι καὶ πτερωθῆναι, πρὸς τὴν τοῦ πολέμου ἐπιθυμίαν, λόγου δὲ σπουδὴν μὴ ἐπιτείνεσθαι πρὸς κάλλη χωρίων; καίτοι Σωκράτει μὲν ἀπέχρησε πλάτανος εὐφυὴς καὶ πόα εὐθαλὴς καὶ πηγὴ διαυγὴς μικρὸν ἀπὸ τοῦ Ἰλισσοῦ, κἀνταῦθα καθεζόμενος Φαίδρου τε τοῦ Μυρρινουσίου κατειρωνεύετο καὶ τὸν Λυσίου τοῦ Κεφάλου λόγον διήλεγχε καὶ τὰς Μούσας ἐκάλει, καὶ ἐπίστευεν ἥξειν αὐτὰς ἐπὶ τὴν ἐρημίαν συλληψομένας τῶν περὶ τοῦ ἔρωτος λόγων, καὶ οὐκ ᾐσχύνετο γέρων ἄνθρωπος παρακαλῶν παρθένους συνᾳσομένας τὰ παιδεραστικά. ἐς δὲ οὕτω καλὸν χωρίον οὐκ ἂν οἰόμεθα καὶ ἀκλήτους αὐτὰς ἐλθεῖν;
5 καὶ μὴν οὐ κατά γε σκιὰν μόνην οὐδὲ κατὰ πλατάνου κάλλος ἡ ὑποδοχή, οὐδ᾽ ἂν τὴν ἐπὶ τῷ Ἰλισσῷ καταλιπὼν τὴν ‘ βασιλέως λέγῃς τὴν χρυσῆν ἐκείνης μὲν γὰρ ἐν τῇ πολυτ
ελείᾳ μόνῃ τὸ θαῦμα, τέχνη δὲ ἢ κάλλος ἢ τέρψις ἢ τὸ σύμμετρον ἢ τὸ εὔρυθμον οὐ συνείργαστο οὐδὲ κατεμέμικτο τῷ χρυσῷ, ἀλλ᾽ ἦν βαρβαρικὸν τὸ θέαμα, πλοῦτος μόνον καὶ φθόνος τῶν ἰδόντων καὶ εὐδαιμονισμὸς τῶν ἐχόντων ἔπαινος δὲ οὐδαμοῦ προσῆν. οὐδὲ γὰρ ἔμελε τοῖς Ἀρσακίδαις τῶν καλῶν οὐδὲ πρὸς τὸ τερπνὸν ἐποιοῦντο τὰς ἐπιδείξεις οὐδ᾽ ἐφρόντιζον εἰ ἐπαινέσονται οἱ θεαταί, ἀλλ᾽ ὅπως ἐκπλαγήσονται. οὐ φιλόκαλοι γάρ, ἀλλὰ φιλόπλουτοὶ εἰσιν οἱ βάρβαροι.
6 τούτου δὲ τοῦ οἴκου τὸ κάλλος οὐ κατὰ βαρβαρικούς τινας ὀφθαλμοὺς οὐδὲ κατὰ Περσικὴν ἀλαζονείαν ἢ βασιλικὴν μεγαλαυχίαν οὐδὲ πένητος μόνον, ἀλλὰ εὐφυοῦς θεατοῦ δεόμενον καὶ ὅτῳ μὴ ἐν τῇ ὄψει ἡ κρίσις, ἀλλά τις καὶ λογισμὸς ἐπακολουθεῖ τοῖς βλεπομένοις Τὸ γὰρ τῆς τε ἡμέρας πρὸς τὸ κάλλιστον ἀποβλέπειν — κάλλιστον δὴ αὐτῆς καὶ ποθεινότατον ἡ ἀρχὴ — καὶ τὸν ἥλιον ὑπερκύψαντα εὐθὺς ὑποδέχεσθαι καὶ τοῦ φωτὸς ἐμπίπλασθαι ἐς κόρον ἀναπεπταμένων τῶν θυρῶν [καθ᾽ ὃ καὶ τὰ ἱερὰ βλέποντα ἐποίουν οἱ παλαιοί],2 καὶ τὸ τοῦ μήκους πρὸς τὸ πλάτος καὶ ἀμφοῖν πρὸς τὸ ὕψος εὔρυθμον καὶ τῶν φωταγωγῶν τὸ ἐλεύθερον καὶ πρὸς ὥραν ἑκάστην εὖ ἔχον, πῶς οὐχ ἡδέα ταῦτα πάντα καὶ ἐπαίνων ἄξια;
7 ἔτι δὲ θαυμάσειεν ἄν τις καὶ τῆς ὀροφῆς ἐν τῷ εὐμόρφῳ τὸ ἀπέριττον κἀν τῷ εὐκόσμῳ τὸ ἀνεπίληπτον καὶ τὸ τοῦ χρυσοῦ ἐς τὸ εὐπρεπὲς σύμμετρον, ἀλλὰ μὴ παρὰ τὰς χρείας ἐπίφθονον, ἀλλ᾽ ὁπόσον ἂν καὶ γυναικὶ σώφρονι καὶ καλῇ ἀρκέσῃ ἐπισημότερον ἐργάσασθαι τὸ κάλλος, ἢ περὶ τῇ δειρῇ λεπτός τις ὅρμος ἢ περὶ τῷ δακτύλῳ σφενδόνη εὔφορος ἢ ἐν τοῖν ὤτοιν ἐλλόβια ἢ πόρπη τις ἢ ταινία τὸ ἄφετον τῆς κόμης συνδέουσα, τοσοῦτον τῇ εὐμορφίᾳ προστιθεῖσα ὅσον τῇ ἐσθῆτι ἡ πορφύρα: αἱ δέ γε ἑταῖραι, καὶ μάλιστα αἱ ἀμορφότεραι αὐτῶν, καὶ τὴν ἐσθῆτα ὅλην πορφυρᾶν καὶ τὴν δειρὴν χρυσῆν πεποίηνται, τῷ πολυτελεῖ θηρώμεναι τὸ ἐπαγωγὸν καὶ τὸ ἐνδέον τῷ καλῷ προσθέσει τοῦ ἔξωθεν τερπνοῦ παραμυθούμεναι: ἡγοῦνται γὰρ καὶ τὴν ὠλένην αὐταῖς στιλπνοτέραν φανεῖσθαι συναπολάμπουσαν τῷ χρυσῷ καὶ τοῦ ποδὸς τὸ μὴ εὐπερίγραφον λήσειν ὑπὸ χρυσῷ σανδάλῳ καὶ τὸ πρόσωπον αὐτὸ ἐρασμιώτερον γενήσεσθαι τῷ φαεινοτάτῳ συνορώμενον. ἀλλ᾽ ἐκεῖναι μὲν οὕτως: ἡ δέ γε σώφρων χρυσῷ ^ μὲν τὰ ἀρκοῦντα καὶ μόνον τὰ ἀναγκαῖα προσχρῆται, τὸ δ᾽ αὑτῆς κάλλος οὐκ ἂν αἰσχύνοιτο, οἶμαι, καὶ γυμνὴ δεικνύουσα.
8 καὶ τοίνυν ἡ τοῦδε τοῦ οἴκου ὀροφή, μᾶλλον δὲ κεφαλή, εὐπρόσωπος μὲν καὶ καθ᾽ ἑαυτήν, τῷ χρυσῷ δ᾽ ἐς τοσοῦτον κεκόσμηται, ἐς ὅσον καὶ οὐρανὸς ἐν νυκτὶ ὑπὸ τῶν ἀστέρων ἐκ διαστήματος περιλαμπόμενος καὶ ἐκ διαλείμματος ἀνθῶν τῷ πυρί. εἰ δέ γε πῦρ ἦν τὸ πᾶν, οὐ καλὸς ἄν, ἀλλὰ φοβερὸς ἡμῖν ἔδοξεν. ἴδοι δ᾽ ἄν τις οὐδ᾽ ἀργὸν ἐνταῦθα τὸν χρυσὸν οὐδὲ μόνου τοῦ τέρποντος εἵνεκα τῷ λοιπῷ κόσμῳ συνεσπαρμένον, ἀλλὰ καὶ αὐγήν τινα ἡδεῖαν ἀπολάμπει καὶ τὸν οἶκον ὅλον ἐπιχρώννυσι τῷ ἐρυθήματι: ὁπόταν γὰρ τὸ φῶς προσπεσὸν ἐφάψηται καὶ ἀναμιχθῇ τῷ χρυσῷ, κοινόν τι ἀπαστράπτουσι καὶ διπλασίαν τοῦ ἐρυθήματος ἐκφαίνουσι τὴν αἰθρίαν.
9 τὰ μὲν δὴ ὑψηλὰ καὶ κορυφαῖα τοῦ οἴκου τοιάδε, Ὁμήρου τινὸς δεόμενα ἐπαινέτου, ἵνα αὐτὸν ἢ ὑψώροφον ὡς τὸν Ἑλένης θάλαμον ἢ αἰγλήεντα ὡς τὸν Ὄλυμπον εἴποι: τὸν δὲ ἄλλον κόσμον καὶ τὰ τῶν τοίχων γράμματα καὶ τῶν χρωμάτων τὰ κάλλη καὶ τὸ ἐναργὲς ἑκάστου καὶ τὸ ἀκριβὲς καὶ τὸ ἀληθὲς ἔαρος ὄψει καὶ λειμῶνι δὲ εὐανθεῖ καλῶς ἂν ἔχοι παραβαλεῖν: πλὴν παρ᾽ ὅσον ἐκεῖνα μὲν ἀπανθεῖ καὶ μαραίνεται καὶ ἀλλάττεται καὶ ἀποβάλλει τὸ κάλλος, τουτὶ δὲ. τὸ ἔαρ ἀΐδιον καὶ λειμὼν ἀμάραντος καὶ ἄνθος ἀθάνατον, ἅτε μόνης τῆς ὄψεως ἐφαπτομένης καὶ δρεπομένης τὸ ἡδὺ τῶν βλεπομένων. 10 τὰ δὴ τοσαῦτα καὶ τοιαῦτα τις οὐκ ἂν ἡσθείη βλέπων ἤ τις οὐκ ἂν προθυμηθείη καὶ παρὰ τὴν δύναμιν ἐν αὐτοῖς λέγειν, εἰδὼς αἴσχιστον ὂν ἀπολειφθῆναι τῶν ὁρωμένων; ἐπαγωγότατον γάρ τι ἡ ὄψις τῶν καλῶν, οὐκ ἐπ᾽ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἵππος ἥδιον ἂν οἶμαι δράμοι κατὰ πρανοῦς πεδίου καὶ μαλακοῦ, προσηνῶς δεχομένου τὴν βάσιν καὶ ἡρέμα ὑπείκοντος τῷ ποδὶ καὶ μὴ ἀντιτυποῦντος τῇ ὁπλῇ: ἅπαντι γοῦν τότε χρῆται τῷ δρόμῳ καὶ ὅλον ἐπιδοὺς ἑαυτὸν τῷ τάχει ἁμιλλᾶται καὶ πρὸς τοῦ πεδίου τὸ κάλλος.
11 ὁ δὲ ταὼς ἦρος ἀρχομένου πρὸς λειμῶνὰ τινα ἐλθών, ὁπότε καὶ τὰ ἄνθη πρόεισιν οὐ ποθεινότερα μόνον, ἀλλὰ καὶ ὡς ἂν εἴποι τις ἀνθηρότερα καὶ τὰς βαφὰς καθαρώτερα, τότε καὶ οὗτος ἐκπετάσας τὰ πτερὰ καὶ ἀναδείξας τῷ ἡλίῳ καὶ τὴν οὐρὰν ἐπάρας καὶ πάντοθεν αὑτῷ περιστήσας ἐπιδείκνυται τὰ ἄνθη τὰ αὑτοῦ καὶ τὸ ἔαρ τῶν πτερῶν ὥσπερ αὐτὸν προκαλοῦντος τοῦ λειμῶνος ἐς τὴν ἅμιλλαν: ἐπιστρέφει γοῦν ἑαυτὸν καὶ περιάγει καὶ ἐμπομπεύει τῷ κάλλει: ὅτε δὴ καὶ θαυμασιώτερος φαίνεται πρὸς τὴν αὐγὴν ἀλλαττομένων αὐτῷ τῶν χρωμάτων καὶ μεταβαινόντων ἠρέμα καὶ πρὸς ἕτερον εὐμορφίας εἶδος τρεπομένων. πάσχει δὲ αὐτὸ μάλιστα ἐπὶ τῶν κύκλων, οὓς ἐπ᾽ ἄκροις ἔχει το
ῖς πτεροῖς, ἴριδός τινος ἕκαστον περιθεούσης: ὃ γὰρ τέως χαλκὸς ἦν, τοῦτο ἐγκλίναντος ὀλίγον χρυσὸς ὤφθη, καὶ τὸ ὑπὸ τῷ ἡλίῳ κυαναυγές, εἰ σκιασθείη ‘χλοαυγές ἐστιν οὕτω μετακοσμεῖται πρὸς τὸ φῶς ἡ πτέρωσις.
12 ὅτι μὲν γὰρ καὶ ἡ θάλαττα ἱκανὴ προκαλέσασθαι καὶ εἰς ἐπιθυμίαν ἐπισπάσασθαι ἐν γαλήνῃ φανεῖσα, ἴστε, κἂν μὴ εἴπω: ὅτε, εἰ καὶ παντάπασιν ἠπειρώτης καὶ ἀπειρόπλους τις εἴη, πάντως ἂν ἐθελήσειε καὶ αὐτὸς ἐμβῆναι καὶ περιπλεῦσαι καὶ πολὺ ἀπὸ τῆς γῆς ἀποσπάσαι, καὶ μάλιστα εἰ βλέποι τὴν μὲν αὔραν κούφως ἐπουριάζουσαν τὴν ὀθόνην, τὴν δὲ ναῦν προσηνῶς τε καὶ λείως ἐπ᾽ ἄκρων ἠρέμα διολισθάνουσαν τῶν κυμάτων.