Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 150
Delphi Complete Works of Lucian Page 150

by Lucian Samosata


  Λυκῖνος

  Ὅτι σολοικίζειν ἀνάγκη τὸν μνηστευόμενον αὑτῷ.

  σολοικιστής

  Τί οὖν πρὸς τοὐμὸν πρᾶγμα, εἰ σολοικίζει τις μνηστευόμενος;

  Λυκῖνος

  Ὅτι ἀγνοεῖ ὁ φάσκων εἰδέναι. καὶ τὸ μὲν οὕτως

  ἔχει. εἰ δέ τις λέγοι σοι παρελθὼν ὡς ἀπολίποι τὴν

  γυναῖκα, ἆῤ ἂν ἐπιτρέποις αὐτῷ;

  σολοικιστής

  Τί γὰρ οὐκ ἂν ἐπιτρέποιμι, εἰ φαίνοιτο ἀδικούμενος;

  Λυκῖνος

  Εἰ δὲ σολοικίζων φαίνοιτο, ἐπιτρέποις ἂν αὐτῷ τοῦτο;

  σολοικιστής

  Οὐκ ἔγωγε.

  Λυκῖνος

  Ὀρθῶς γὰρ λέγεις: οὐ γὰρ ἐπιτρεπτέον σολοικίζοντι

  τῷ φίλῳ, ἀλλὰ διδακτέον ὅπως τοῦτο μὴ τείσεται.

  καὶ εἴ τίς γε νῦν ψοφοίη τὴν θύραν ἐσιὼν ἢ ἐξιὼν

  κόπτοι, τί φήσομέν σε πεπονθέναι;

  σολοικιστής

  Ἐμὲ μὲν οὐδέν, ἐκεῖνον δὲ ἐπεσελθεῖν βούλεσθαι ἢ ἐξιέναι.

  Λυκῖνος

  Σὲ δὲ ἀγνοοῦντα τὸν κόπτοντα ἤ ψοφοῦντα

  οὐδὲν ὅλως πεπονθέναι δόξομεν ἀπαίδευτον ὄντα;

  σολοικιστής

  Ὑβριστὴς εἶ.

  Λυκῖνος

  Τί λέγεις; ὑβριστὴς ἐγώ; νῦν δὴ γενήσομαί

  σοι διαλεγόμενος. ἔοικε δὲ σολοικίσαι τὸ νῦν δὴ γενήσομαι,

  σὺ δ̓ οὐκ ἔγνως.

  σολοικιστής [10] Παῦσαι πρὸς τῆς Ἀθηνᾶς: ἀλλ̓ εἰπέ τι

  τοιοῦτον, ὥστε κἀμὲ μαθεῖν.

  Λυκῖνος

  Καὶ πῶς ἄν μάθοις;

  σολοικιστής

  Εἴ μοι πάντα ἐπέλθοις, ὅσα φὴς σολοικίσας

  ἐμὲ λαθεῖν καὶ παῤ ὅ τι ἕκαστον σεσολοίκισται.

  Λυκῖνος

  Μηδαμῶς, ὦ ἄριστε: μακρὸν γὰρ ἢν ποιήσαιμεν

  τὸν διάλογον. ἀλλὰ περὶ μὲν τούτων ἔξεστί σοι

  καθ̓ ἕκαστον αὐτῶν πυνθάνεσθαι: νῦν δὲ ἕτεῤ ἄττα

  ἐπέλθωμεν, εἰ δοκεῖ, καὶ πρῶτόν γε αὐτὸ τοῦτο τὸ ἄττα

  μὴ δασέως, ἀλλὰ ψιλῶς ἐξενεγκεῖν: ὀρθῶς φαίνεται ῥηθὲν

  μετὰ τοῦ ἕτερα συντιθέμενον: μὴ γὰρ οὕτως ἄλογον

  ἦν ἄν. ἔπειτα τὸ τῆς ὕβρεως, ἥν με φὴς ὑβρίσαι σε, εἰ

  μὴ οὕτω λέγοιμι, ἀλλ̓ εἰς σέ, φαίην ἴδιον.

  σολοικιστής

  Ἐγὼ μὲν οὐκ ἔχω εἰπεῖν.

  Λυκῖνος

  Ὅτι τὸ μὲν σὲ ὑβρίζειν τὸ σῶμά ἐστι τὸ σὸν

  ἤτοι πληγαῖς ἢ δεσμοῖς ἢ καὶ ἄλλῳ τρόπῳ, τὸ δὲ ἐς σέ,

  ὅταν εἴς τι τῶν σῶν γίγνηται ἡ ὕβρις: καὶ γὰρ ὅστις γυναῖκα

  φίλον καὶ ὅστις γε οἰκέτην. πλὴν γὰρ περὶ πραγμάτων

  οὕτως ἔχει σοι: ἐπεὶ τὸ ἐς πρᾶγμα ὑβρίζειν λέλεκται,

  οἷον ἐς τὴν παροιμίαν, ὡς ὁ Πλάτων φησὶν ἐν τῷ Συμποσίῳ.

  σολοικιστής

  Κατανοῶ τὸ διάφορον.

  Λυκῖνος

  Ἆῤ οὖν καὶ τοῦτο κατανοεῖς, ὅτι τὸ ταῦτά

  ὑπαλλάττειν σολοικίζειν καλοῦσιν;

  σολοικιστής

  Ἀλλὰ δὲ τὸ ὑπαλλάττειν εἴ τις ἐναλλάττειν

  λέγει, τί σοι δόξει λέγειν;

  σολοικιστής

  Ἐμοὶ μὲν ταὐτὸν λέγειν δόξει.

  Λυκῖνος

  Καὶ πῶς ἂν εἴη ταὐτὸν τῷ ὑπαλλάττειν τὸ

  ἐναλλάττειν, εἴπερ τὸ μὲν ἑτέρου πρὸς ἕτερον γίγνεται,

  τοῦ μὴ ὀρθοῦ πρὸς τὸ ὀρθόν, τὸ δὲ τοῦ μὴ ὄντος πρὸς τὸ ὄν;

  σολοικιστής

  Κατέμαθον ὅτι τὸ μὲν ὑπαλλάττειν τὸ μὴ κύριον

  ἀντὶ τοῦ κυρίου λέγειν ἐστί, τὸ δ̓ ἐναλλάττειν ποτὲ

  μὲν τῷ κυρίῳ, ποτὲ δὲ τῷ μὴ κυρίῳ χρῆσθαι.

  Λυκῖνος

  Ἔχει τινὰ καὶ ταῦτα κατανόησιν οὐκ ἄχαριν,

  τὸ δὲ σπουδάζειν πρός τινα τὴν οἰκείαν ὠφέλειαν τοῦ

  σπουδάζοντος ἐμφαίνει, τὸ δὲ περί τινα τὴν ἐκείνου περὶ

  ὅν σπουδάζει. καὶ ταῦτα ἴσως μὲν ὑποσυγκέχυται, ἴσως

  δὲ καὶ ἀκριβοῦται παρά τισί: βέλτιον δὲ τὸ ἀκριβοῦν ἑκάστῳ.

  σολοικιστής

  Ὀρθῶς γὰρ λέγεις.

  Λυκῖνος [11] Τό γε μὴν καθέζεσθαι καὶ

  τὸ κάθισον τοῦ κάθησο ἆῤ οἶσθ̓ ὅτι διενήνοχεν;

  σολοικιστής

  Οὐκ οἶδα. τὸ καθέσθητι ἤκουόν σου λεγοντος ὡς ἔστιν ἔκφυλον.

  Λυκῖνος

  Καὶ ὀρθῶς γε ἤκουσας. ἀλλὰ τὸ κάθισον τοῦ

  κάθησο διαφέρειν φημί.

  σολοικιστής

  Καὶ τῷ ποτ̓ ἂν εἴη διαφέρον;

  Λυκῖνος

  Τῷ τὸ μὲν πρὸς τὸν ἑστῶτα λέγεσθαι τὸ κάθισον,

  τὸ δὲ πρὸς τὸν καθεζόμενον:

  ἧς᾿, ὦ ξεῖν̓, ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην,

  ἀντὶ τοῦ μένε καθεζόμενος. πάλιν οὖν εἰρήσθω ὅτι τὸ

  ταῦτα παραλλάττειν ἁμαρτάνειν ἐστί. τὸ δὲ καθίζω τοῦ

  ᾿καθέζομαι ἆρά σοι δοκεῖ μικρῷ τινι διαφέρειν; εἴπερ τὸ

  μὲν καὶ ἕτερον δρῶμεν, τὸ καθίζειν λέγω, τὸ δὲ μόνους

  ἡμᾶς αὐτοὺς τὸ καθέζεσθαι.

  σολοικιστής [12] Καὶ ταῦτα ἱκανῶς διελήλυθας, καὶ δὴ

  λέγε: οὕτω γάρ σε δεῖ προδιδάσκειν.

  Λυκῖνος

  Ἑτέρως γὰρ λέγοντος οὐ κατανοεῖς; οὐκ οἶσθα

  οἷόν ἐστι ξυγγραφεὺς ἀνήρ;

  σολοικιστής

  Πάνυ οἶδα νῦν γέ σου ἀκούσα
ς ταῦτα λέγοντος.

  Λυκῖνος

  Ἐπεὶ καὶ τὸ καταδουλοῦν σὺ μὲν ἴσως ταὐτὸν

  τῷ καταδουλοῦσθαι νενόμικας, ἐγὼ δὲ οἶδα διαφορὰν οὐκ ὀλίγην ἔχον.

  σολοικιστής

  Τίνα ταύτην;

  Λυκῖνος

  Ὅτι τὸ μὲν ἑτέρῳ τὸ καταδουλοῦν, τὸ δ̓ ἑαυτῷ γίγνεται.

  σολοικιστής

  Καλῶς λέγεις.

  Λυκῖνος

  Καὶ ἄλλα δέ σοι πολλὰ ὑπάρχει μανθάνειν,

  εἴπερ μὴ αὐτὸς εἰδέναι οὐκ εἰδὼς δόξεις

  σολοικιστής

  Ἀλλ̓ οὐκ ἂν δόξαιμι.

  Λυκῖνος

  Οὐκοῦν τὰ λοιπὰ ἐσαῦθις ἀναβαλώμεθα, νῦν

  δὲ διαλύσωμεν τὸν διάλογον.

  THE DOWNWARD JOURNEY OR THE TYRANT — Κατάπλους ἢ Τύραννος

  εἷεν, ὠ Κλωθοῖ, τὸ μὲν σκάφος τοῦτο ἡμῖν πάλαι εὑτρεπὲς καὶ πρὸς ἀναγωγὴν εὖ μάλα παρεσκευασμένον: ὅ τε γὰρ ἄντλος ἐκκέχυται καὶ ὁ ἱστὸς ὤρθωται καὶ ἡ ὀθόνη παρακέκρουσται καὶ τῶν κωπῶν ἑκάστη τετρόπωται, κωλύει τε οὐδέν, ὅσον ἐπ᾽ ἐμοί, τὸ ἀγκύριον ἀνασπάσαντας ἀποπλεῖν. ὁ δὲ Ἑρμῆς βραδύνει, πάλαι παρεῖναι δέον κενὸν γοῦν ἐπιβατῶν, ὡς ὁρᾷς, ἔστι τὸ πορθμεῖον τρὶς ἤδη τήμερον ἀναπεπλευκέναι δυνάμενον καὶ σχεδὸν ἀμφὶ βουλυτόν ἐστιν, ἡμεῖς δὲ οὐδέπω οὐδὲ ὀβολὸν ἐμπεπολήκαμεν. εἶτα ὁ Πλούτων εὖ οἶδα ὅτι ἐμὲ ῥᾳθυμεῖν ἐν τούτοις ὑπολήψεται, καὶ ταῦτα παρ᾽ ἄλλῳ οὔσης τῆς αἰτίας. ὁ δὲ καλὸς ἡμῖν κἀγαθὸς νεκροπομπὸς ὥσπερ τις ἄλλος καὶ αὐτὸς ἄνω τὸ τῆς Λήθης ὕδωρ πεπωκὼς ἀναστρέψαι πρὸς ἡμᾶς ἐπιλέλησται, καὶ ἤτοι παλαίει μετὰ τῶν ἐφήβων ἢ κιθαρίζει ἢ λόγους τινὰς διεξέρχεται ἐπιδεικνύμενος τὸν λῆρον τὸν αὑτοῦ, ἢ τάχα που καὶ κλωπεύει ὁ γεννάδας παρελθών μία γὰρ αὐτοῦ καὶ αὕτη τῶν τεχνῶν. ὁ δ᾽ οὖν ἐλευθεριάζει πρὸς ἡμᾶς, καὶ ταῦτα ἐξ ἡμισείας ἡμέτερος ὤν.

  Κλωθώ[2] τί δὲ οἶδας, ὦ Χάρων, εἴ τις ἀσχολία προσέπεσεν αὐτῷ, τοῦ Διὸς ἐπὶ πλέον δεηθέντος ἀποχρήσασθαι πρὸς τὰ ἄνω πράγματα; δεσπότης δὲ κἀκεῖνός ἐστιν.

  Χάρων

  ἀλλ᾽ οὐχ ὥστε, ὦ Κλωθοῖ, πέρα τοῦ μέτρου δεσπόζειν κοινοῦ κτήματος, ἐπεὶ οὐδὲ ἡμεῖς ποτε αὐτόν, ἀπιέναι δέον, κατεσχήκαμεν. ἀλλ᾽ ἐγὼ οἶδα τὴν αἰτίαν παρ᾽ ἡμῖν μὲν γὰρ ἀσφόδελος μόνον καὶ χοαὶ καὶ πόπανα καὶ ἐναγίσματα, τὰ δ᾽ ἄλλα ζόφος καὶ ὁμίχλη καὶ σκότος, ἐν δὲ τῷ οὐρανῷ φαιδρὰ πάντα καὶ ἥ τε ἀμβροσία πολλὴ καὶ τὸ νέκταρ ἄφθονον ὥστε ἥδιον παρ᾽ ἐκείνοις βραδύνειν ἔοικε. καὶ παρ᾽ ἡμῶν μὲν ἀνίπταται καθάπερ ἐκ δεσμωτηρίου τινὸς ἀποδιδράσκων ἐπειδὰν δὲ καιρὸς κατιέναι, σχολῇ καὶ βάδην μόγις ποτὲ κατέρχεται.

  Κλωθώ[3] μηκέτι χαλέπαινε, ὦ Χάρων πλησίον γὰρ αὐτὸς οὗτος, ὡς ὁρᾷς, πολλούς τινας ἡμῖν ἄγων, μᾶλλον δὲ ὥσπερ τι αἰπόλιον ἀθρόους αὐτοὺς τῇ ῥάβδῳ σοβῶν. ἀλλά τί τοῦτο; δεδεμένον τινὰ ἐν αὐτοῖς καὶ ἄλλον γελῶντα ὁρῶ, ἕνα δέ τινα καὶ πήραν ἐξημμένον καὶ ξύλον ἐν τῇ χειρὶ ἔχοντα, δριμὺ ἐνορῶντα καὶ τοὺς ἄλλους ἐπισπεύδοντα. οὐχ ὁρᾷς δὲ καὶ τὸν Ἑρμῆν αὐτὸν ἱδρῶτι ῥεόμενον καὶ τὼ πόδε κεκονιμένον καὶ πνευστιῶντα; μεστὸν γοῦν ἄσθματος αὐτῷ τὸ στόμα. τί ταῦτα, ὦ Ἑρμῆ; τίς ἡ σπουδή; τεταραγμένῳ γὰρ ἡμῖν ἔοικας.

  Ἑρμῆς

  τί δ᾽ ἄλλο, ὦ Κλωθοῖ, ἢ τουτονὶ τὸν ἀλιτήριον ἀποδράντα μεταδιώκων ὀλίγου δεῖν λιπόνεως ὑμῖν τήμερον ἐγενόμην;

  Κλωθώ

  τίς δ᾽ ἐστίν; ἢ τί βουλόμενος ἀπεδίδρασκε;

  Ἑρμῆς

  τουτὶ μὲν πρόδηλον, ὅτι ζῆν μᾶλλον ἐβούλετο. ἔστι δὲ βασιλεύς τις ἢ τύραννος, ἀπὸ γοῦν τῶν ὀδυρμῶν καὶ ὧν ἀνακωκύει, πολλῆς τινος εὐδαιμονίας ἐστερῆσθαι λέγων.

  Κλωθώ

  εἶθ᾽ ὁ μάταιος ἀπεδίδρασκεν, ὡς ἐπιβιῶναι δυνάμενος, ἐπιλελοιπότος ἤδη τοῦ ἐπικεκλωσμένου αὐτῷ νήματος;

  Ἑρμῆς[4] ἀπεδίδρασκε, λέγεις; εἰ γὰρ μὴ ὁ γενναιότατος οὗτος, ὁ τὸ ξύλον, συνήργησέ μοι καὶ συλλαβόντες αὐτὸν ἐδήσαμεν, κἂν ᾤχετο ἡμᾶς ἀποφυγών ἀφ᾽ οὗ γάρ μοι παρέδωκεν αὐτὸν ἡ Ἄτροπος, παρ᾽ ὅλην τὴν ὁδὸν ἀντέτεινε καὶ ἀντέσπα, καὶ τὼ πόδε ἀντερείδων πρὸς τὸ ἔδαφος οὐ παντελῶς εὐάγωγος ἦν: ἐνίοτε δὲ καὶ ἱκέτευε καὶ κατελιπάρει, ἀφεθῆναι πρὸς ὀλίγον ἀξιῶν καὶ πολλὰ δώσειν ὑπισχνούμενος. ἐγὼ δέ, ὥσπερ εἰκός, οὐκ ἀνίειν ὁρῶν ἀδυνάτων ἐφιέμενον. ἐπεὶ δὲ κατ᾽ αὐτὸ ἤδη τὸ στόμιον ἦμεν, ἐμοῦ τοὺς νεκρούς, ὡς ἔθος, ἀπαριθμοῦντος τῷ Αἰακῷ κἀκείνου λογιζομένου αὐτοὺς πρὸς τὸ παρὰ τῆς σῆς ἀδελφῆς πεμφθὲν αὐτῷ σύμβολον, λαθὼν οὐκ οἶδ᾽ ὅπως ὁ τρισκατάρατος ἀπιὼν ᾤχετο. ἐνέδει οὖν νεκρὸς εἷς τῷ λογισμῷ, καὶ ὁ Αἰακὸς ἀνατείνας τὰς ὀφρῦς, ‘ μὴ ἐπὶ πάντων, ὦ Ἑρμῆ,’ φησί, ‘χρῶ τῇ κλεπτικῇ, ἅλις σοι αἱ ἐν οὐρανῷ παιδιαί: τὰ νεκρῶν δὲ ἀκριβῆ καὶ οὐδαμῶς λαθεῖν δυνάμενα. τέτταρας, ὡς ὁρᾷς, πρὸς τοῖς χιλίοις ἔχει τὸ σύμβολον ἐγκεχαραγμένους, σὺ δέ μοι παρ᾽ ἕνα ἥκεις ἄγων, εἰ μὴ τοῦτο φής, ὡς παραλελόγισταὶ σε ἡ Ἄτροπος.’ ἐγὼ δὲ ἐρυθριάσας πρὸς τὸν λόγον ταχέως ὑπεμνήσθην τῶν κατὰ τὴν ὁδόν, κἀπειδὴ περιβλέπων οὐδαμοῦ τοῦτον εἶδον, συνεὶς τὴν ἀπόδρασιν ἐδίωκον ὡς εἶχον τάχους κατὰ τὴν ἄγουσαν πρὸς τὸ φῶς: εἵπ
ετο δὲ αὐθαίρετός μοι ὁ βέλτιστος οὗτος, καὶ ὥσπερ ἀπὸ ὕσπληγγος θέοντες καταλαμβάνομεν αὐτὸν ἤδη ἐν Ταινάρῳ: παρὰ τοσοῦτον ἦλθε διαφυγεῖν.

  Κλωθώ[5] ἡμεῖς δέ, ὦ Χάρων, ὀλιγωρίαν ἤδη τοῦ Ἑρμοῦ κατεγινώσκομεν.

  Χάρων

  τί οὖν ἔτι διαμέλλομεν ὡς οὐχ ἱκανῆς ἡμῖν γεγενημένης διατριβῆς;

  Κλωθώ

  εὖ λέγεις: ἐμβαινέτωσαν. ἐγὼ δὲ προχειρισαμένη τὸ βιβλίον καὶ παρὰ τὴν ἀποβάθραν καθεζομένη, ὡς ἔθος, ἐπιβαίνοντα ἕκαστον αὐτῶν διαγνώσομαι, τίς καὶ πόθεν καὶ ὅντινα τεθνεὼς τὸν τρόπον: σὺ δὲ παραλαμβάνων στοίβαζε καὶ συντίθει: σὺ δέ, ὦ Ἑρμῆ,^- τὰ νεογνὰ ταυτὶ πρῶτα ἐμβαλοῦ: τί γὰρ ἂν καὶ ἀποκρίναιντό μοι;

 

‹ Prev