Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 152
Delphi Complete Works of Lucian Page 152

by Lucian Samosata


  ἄκουσον, ὦ βελτίστη Μοιρῶν: οὐ πάνυ με ἡ τοῦ Κύκλωπος ἐκείνη εὐφραίνει δωρεά, ὑπισχνεῖσθαι ὅτι ‘ ‘ πύματον ἐγὼ τὸν Οὖτιν κατέδομαι’ ‘ ἄν τε γοῦν πρῶτον, ἄν τε πύματον, οἱ αὐτοὶ ὀδόντες περιμένουσιν. ἄλλως τε οὐδ᾽ ὅμοια τἀμὰ τοῖς τῶν πλουσίων ἐκ διαμέτρου γὰρ ἡμῶν οἱ βίοι, φασίν ὁ μὲν γε τύραννος εὐδαίμων εἶναι δοκῶν παρὰ τὸν βίον, φοβερὸς ἅπασι καὶ περίβλεπτος, ἀπολιπὼν χρυσὸν τοσοῦτον καὶ ἀργύριον καὶ ἐσθῆτα καὶ ἵππους καὶ δεῖπνα καὶ παῖδας ὡραίους καὶ γυναῖκας εὐμόρφους εἰκότως ἠνιᾶτο καὶ ἀποσπώμενος αὐτῶν ἤχθετο: οὐ γὰρ οἶδ᾽ ὅπως καθάπερ ἰξῷ τινι προσέχεται τοῖς τοιούτοις ἡ ψυχὴ καὶ οὐκ ἐθέλει ἀπαλλάττεσθαι ῥᾳδίως ἅτε αὐτοῖς πάλαι προστετηκυῖα: μᾶλλον δὲ ὥσπερ ἄρρηκτός τις οὗτος ὁ δεσμός ἐστιν, ᾧ δεδέσθαι συμβέβηκεν αὐτούς. ἀμέλει κἂν ἀπάγῃ τις αὐτοὺς μετὰ βίας, ἀνακωκύουσι καὶ ἱκετεύουσι, καὶ τὰ ἄλλα ὄντες θρασεῖς, δειλοὶ πρὸς ταύτην εὑρίσκονται τὴν ἐπὶ τὸν Ἃιδην φέρουσαν ὁδὸν ἐπιστρέφονται γοῦν εἰς τοὐπίσω καὶ ὥσπερ οἱ δυσέρωτες κἂν πόρρωθεν ἀποβλέπειν τὰ ἐν τῷ φωτὶ βούλονται, οἷα ὁ μάταιος ἐκεῖνος ἐποίει καὶ παρὰ τὴν ὁδὸν ἀποδιδράσκων κἀνταῦθὰ[15] σε καταλιπαρῶν. ἐγὼ δὲ ἅτε μηδὲν ἔχων ἐνέχυρον ἐν τῷ βίῳ, οὐκ ἀγρόν, οὐ συνοικίαν, οὐ χρυσόν, οὐ σκεῦος, οὐ δόξαν, οὐκ εἰκόνας, εἰκότως εὔζωνος ἦν, κἀπειδὴ μόνον ἡ Ἄτροπος ἔνευσέ μοι, ἄσμενος ἀπορρίψας τὴν σμίλην καὶ τὸ κάττυμα — κρηπῖδα γάρ τινα ἐν ταῖν χεροῖν εἶχον — ἀναπηδήσας εὐθὺς ἀνυπόδητος οὐδὲ τὴν μελαντηρίαν ἀπονιψάμενος εἱπόμην, μᾶλλον δὲ ἡγούμην, ἐς τὸ πρόσω ὁρῶν οὐδὲν γάρ με τῶν κατόπιν ἐπέστρεφε καὶ μετεκάλει. καὶ νὴ Δί᾽ ἤδη καλὰ τὰ παρ᾽ ὑμῖν πάντα ὁρῶ: τό τε γὰρ ἰσοτιμίαν ἅπασιν εἶναι καὶ μηδένα τοῦ πλησίον διαφέρειν, ὑπερήδιστον ἐμοὶ γοῦν δοκεῖ. τεκμαίρομαι δὲ μηδ᾽ ἀπαιτεῖσθαι τὰ χρέα τοὺς ὀφείλοντας ἐνταῦθα μηδὲ φόρους ὑποτελεῖν, τὸ δέ μέγιστον, μηδὲ ῥιγοῦν τοῦ χειμῶνος μηδὲ νοσεῖν μηδ᾽ ὑπὸ τῶν δυνατωτέρων ῥαπίζεσθαι. εἰρήνη δὲ πᾶσι καὶ πράγματα ἐς τὸ ἔμπαλιν ἀνεστραμμένα: ἡμεῖς μὲν οἱ πένητες γελῶμεν, ἀνιῶνται δὲ καὶ οἰμώζουσιν οἱ πλούσιοι.

  Κλωθώ[16] πάλαι οὖν σε, ὦ Μίκυλλε, γελῶντα ἑώρων. τί δ᾽ ἦν ὅ σε μάλιστα ἐκίνει γελᾶν;

  Μίκυλλος

  ἄκουσον, ὦ τιμιωτάτη μοι θεῶν παροικῶν ἄνω τῷ τυράννῳ ^ πάνυ ἀκριβῶς ἑώρων τὰ γιγνόμενα παρ᾽ αὐτῷ καί μοι ἐδόκει τότε ἰσόθεός τις εἶναι: τῆς τε γὰρ πορφύρας τὸ ἄνθος ὁρῶν ἐμακάριζον, καὶ τῶν ἀκολουθούντων τὸ πλῆθος καὶ τὸν χρυσὸν καὶ τὰ λιθοκόλλητα ἐκπώματα καὶ τὰς κλίνας τὰς ἀργυρόποδας: ἔτι δὲ καὶ ἡ κνῖσα ἡ τῶν σκευαζομένων εἰς τὸ δεῖπνον ἀπέκναιέ με, ὥστε ὑπεράνθρωπός τις ἀνὴρ καὶ τρισόλβιός μοι κατεφαίνετο καὶ μονονουχὶ πάντων ^ καλλίων καὶ ὑψηλότερος ὅλῳ πήχει βασιλικῷ, ἐπαιρόμενος τῇ τύχῃ καὶ σεμνῶς προβαίνων καὶ ἑαυτὸν ἐξυπτιάζων καὶ τοὺς ἐντυγχάνοντας ἐκπλήττων. ἐπεὶ δὲ ἀπέθανεν, αὐτός τε παγγέλοιος ὤφθη μοι ἀποδυσάμενος τὴν τρυφήν, κἀμαυτοῦ ἔτι μᾶλλον κατεγέλων οἷον κάθαρμα ἐτεθήπειν, ἀπὸ τῆς κνίσης τεκμαιρόμενος αὐτοῦ τὴν εὐδαιμονίαν καὶ μακαρίζων ἐπὶ τῷ αἵματι τῶν ἐν τῇ Λακωνικῇ[17] θαλάττῃ κοχλίδων. οὐ μόνον δὲ τοῦτον, ἀλλὰ καὶ τὸν δανειστὴν Γνίφωνα ἰδὼν στένοντα καὶ μεταγινώσκοντα ὅτι μὴ ἀπέλαυσε τῶν χρημάτων, ἀλλ᾽ ἄγευστος αὐτῶν ἀπέθανε τῷ ἀσώτῳ Ῥοδοχάρει τὴν οὐσίαν ἀπολιπών, — οὗτος γὰρ ἄγχιστα ἦν αὐτῷ γένους καὶ πρῶτος ἐπὶ τὸν κλῆρον ἐκαλεῖτο κατὰ τὸν νόμον — οὐκ εἶχον ὅπως καταπαύσω τὸν γέλωτα, καὶ μάλιστα μεμνημένος ὡς ὠχρὸς ἀεὶ καὶ αὐχμηρὸς ἦν, φροντίδος τὸ μέτωπον ἀνάπλεως καὶ μόνοις τοῖς δακτύλοις πλουτῶν, οἷς τάλαντα καὶ μυριάδας ἐλογίζετο, κατὰ μικρὸν συλλέγων τὰ μετ᾽ ὀλίγον ἐκχυθησόμενα πρὸς τοῦ μακαρίου Ῥοδοχάρους. ἀλλὰ τί οὐκ ἁπερχόμεθα ἤδη; καὶ μεταξὺ γὰρ πλέοντες τὰ λοιπὰ γελασόμεθα οἰμώζοντας αὐτοὺς ὁρῶντες.

  Κλωθώ

  ἔμβαινε, ἵνα καὶ ἀνιμήσηται ὁ πορθμεὺς τὸ ἀγκύριον.

  Χάρων[18] οὗτος, ποῖ φέρῃ; πλῆρες ἤδη τὸ σκάφος: αὐτοῦ περίμενε εἰς αὔριον: ἕωθέν σε διαπορθμεύσομεν.

  Μίκυλλος

  ἀδικεῖς, ὦ Χάρων, ἕωλον ἤδη νεκρὸν ἀπολιμπάνων ἀμέλει γράψομαί σε παρανόμων ἐπὶ τοῦ Ῥαδαμάνθυος. οἴμοι τῶν κακῶν ἤδη πλέουσιν ἐγὼ δὲ μόνος ἐνταῦθα περιλελείψομαι. καίτοι τί οὐ διανήχομαι κατ᾽ αὐτούς; οὐ γὰρ δέδια μὴ ἀπαγορεύσας ἀποπνιγῶ ἤδη τεθνεώς: ἄλλως τε οὐδὲ τὸν ὀβολὸν ἔχω τὰ πορθμεῖα καταβαλεῖν.

  Κλωθώ

  . τί τοῦτο; περίμεινον, ὦ Μίκυλλε: οὐ θέμις οὕτω σε διελθεῖν

  Μίκυλλος

  καὶ μὴν ἴσως ὑμῶν καὶ προκαταχθήσομαι.

  Κλωθώ

  μηδαμῶς, ἀλλὰ προσελάσαντες ἀναλάβωμεν αὐτὸν καὶ σύ, ὦ Ἑρμῆ, συνανάσπασον. ΧΑΡΩΝ[19] ποῦ νῦν καθεδεῖται; μεστὰ γὰρ πάντα, ὡς ὁρᾷς.

  Ἑρμῆς

  ἐπὶ τοὺς ὤμους, εἰ δοκεῖ, τοῦ τυράννου,

  Κλωθώ

  καλῶς ὁ Ἑρμῆς ἐνενόησεν.

  Χάρων

  ἀνάβαινε οὖν καὶ τὸν τένοντα τοῦ ἀλιτηρίου καταπάτει: ἡμεῖς δὲ εὐπλοῶμεν.

  Κυνίσκος

 
ὦ Χάρων, καλῶς ἔχει σοι τὰς ἀληθείας ἐντεῦθεν εἰπεῖν. ἐγὼ τὸν ὀβολὸν μὲν οὐκ ἂν ἔχοιμι δοῦναί σοι καταπλεύσας: πλέον γὰρ οὐδέν ἐστι τῆς πήρας ἣν ὁρᾷς καὶ τουτουὶ τοῦ ξύλου: τἆλλα δὲ ἢ ἀντλεῖν, εἰ θέλεις, ἕτοιμος ἢ ^ πρόσκωπος εἶναι: μέμψῃ δὲ οὐδέν, ἢν εὐῆρες καὶ καρτερόν μοι ἐρετμὸν δῷς μόνον.

  Χάρων

  Ἔρεττε: καὶ τουτὶ γὰρ ἱκανὸν παρὰ σοῦ λαβεῖν.

  Κυνίσκος

  ἦ καὶ ὑποκελεῦσαι δεήσει;

  Χάρων

  νὴ Δία, ἤνπερ εἰδῇς κέλευσμά τι τῶν ναυτικῶν.

  Κυνίσκος

  οἶδα καὶ πολλά, ὦ Χάρων. ἀλλ᾽, ὁρᾷς, ἀντεπηχοῦσιν οὗτοι δακρύοντες: ὥστε ἡμῖν τὸ ᾆσμα ἐπιταραχθήσεται.

  Νεκροί[20] οἴμοι τῶν κτημάτων. — οἴμοι τῶν ἀγρῶν. — ὀττοτοῖ, τὴν οἰκίαν οἵαν ἀπέλιπον. — ὅσα τάλαντα ὁ κληρονόμος σπαθήσει παραλαβών. — αἰαῖ τῶν νεογνῶν μοι παιδίων. — τίς ἄρα τὰς ἀμπέλους τρυγήσει, ἃς πέρυσιν ἐφυτευσάμην;

  Ἑρμῆς

  Μίκυλλε, σὺ δ᾽ οὐδὲν οἰμώζεις; καὶ μὴν οὐ θέμις ἀδακρυτὶ διαπλεῦσαί τινα.

  Μίκυλλος

  ἄπαγε: οὐδέν ἐστιν ἐφ᾽ ὅτῳ ἂν οἰμώξαιμι εὐπλοῶν.

  Ἑρμῆς

  ὅμως κἂν μικρόν τι ἐς τὸ ἔθος ἐπιστέναξον.

  Μίκυλλος

  οἰμώξομαι τοίνυν, ἐπειδή, ὦ Ἑρμῆ, σοὶ δοκεῖ. οἴμοι τῶν καττυμάτων οἴμοι τῶν κρηπίδων τῶν παλαιῶν ὀττοτοῖ τῶν σαθρῶν ὑποδημάτων. οὐκέτι ὁ κακοδαίμων ἕωθεν εἰς ἑσπέραν ἄσιτος διαμενῶ, οὐδὲ τοῦ χειμῶνος ἀνυπόδητός τε καὶ ἡμίγυμνος περινοστήσω τοὺς ὀδόντας ὑπὸ τοῦ κρύους συγκροτῶν. τίς ἄρα μου τὴν σμίλην ἕξει καὶ τὸ κεντητήριον;

  Ἑρμῆς

  ἱκανῶς τεθρήνηται: σχεδὸν δὲ ἤδη καταπεπλεύκαμεν.

  Χάρων[21] ἄγε δὴ τὰ πορθμεῖα πρῶτον ἡμῖν ἀπόδοτε: καὶ σὺ δός: παρὰ πάντων ἤδη ἔχω. δὸς καὶ σὺ τὸν ὀβολόν, ὦ Μίκυλλε.

  Μίκυλλος

  παίζεις, ὦ Χάρων, ἢ καθ᾽ ὕδατος, φασίν, γράφεις παρὰ Μικύλλου δὴ ^ τινα ὀβολὸν προσδοκῶν. ἀρχὴν δὲ οὐδὲ οἶδα εἰ τετράγωνόν ἐστιν ὁ ὀβολὸς ἢ στρογγύλον.

  Χάρων

  Ὢ καλῆς ναυτιλίας καὶ ἐπικερδοῦς τήμερον. ἀποβαίνετε δ᾽ ὅμως: ἐγὼ δὲ ἵππους καὶ βοῦς καὶ. κύνας καὶ τὰ λοιπὰ ζῷα μέτειμι: διαπλεῦσαι γὰρ ἤδη κἀκεῖνα δεῖ.

  Κλωθώ

  ἄπαγε αὐτούς, ὦ Ἑρμῆ, παραλαβών ἐγὼ δὲ αὐτὴ ἐς τὸ ἀντιπέρας ἀναπλευσοῦμαι Ἰνδοπάτην καὶ Ἡραμίθρην τοὺς Σῆρας διάξουσα: τεθνᾶσι γὰρ δὴ πρὸς ἀλλήλων περὶ γῆς ὅρων μαχόμενοι.

  Ἑρμῆς

  Προΐωμεν, ὦ οὗτοι: μᾶλλον δὲ πάντες ἑξῆς ἕπεσθέ μοι.

  Μίκυλλος

  [22] ὦ Ἡράκλεις, τοῦ ζόφου. ποῦ νῦν ὁ καλὸς Μέγιλλος; ἢ τῷ διαγνῷ τις ἐνταῦθα εἰ καλλίων Φρύνης Σιμίχη; πάντα γὰρ ἴσα καὶ ὁμόχροα καὶ οὐδὲν οὔτε καλὸν οὔτε κάλλιον, ἀλλ᾽ ἤδη καὶ τὸ τριβώνιον τέως ἄμορφον εἶναί μοι δοκοῦν ἰσότιμον γίγνεται τῇ πορφυρίδι τοῦ βασιλέως: ἀφανῆ γὰρ ἄμφω καὶ ὑπὸ τῷ αὐτῷ σκότῳ καταδεδυκότα. Κυνίσκε, σὺ δὲ ποῦ ποτε ἄρα ὢν τυγχάνεις;

  Κυνίσκος

  ἐνταῦθα λέγω σοι, Μίκυλλε: ἀλλ᾽ ἅμα, εἰ δοκεῖ, βαδίζωμεν.

  Μίκυλλος

  εὖ λέγεις: ἔμβαλέ μοι τὴν δεξιάν. εἰπέ μοι, — ἐτελέσθης γάρ, ὦ Κυνίσκε, δῆλον ὅτι τὰ Ἐλευσίνια — οὐχ ὅμοια τοῖς ἐκεῖ τὰ ἐνθάδε σοι δοκεῖ;

  Κυνίσκος

  εὖ λέγεις: ἰδοὺ γοῦν ^ προσέρχεται δᾳδουχοῦσά τις φοβερόν τι καὶ ἀπειλητικὸν προσβλέπουσα. ἦ ἄρα που Ἐρινύς ἐστιν;

  Μίκυλλος

  ἔοικεν ἀπό γε τοῦ σχήματος.

  Ἑρμῆς[23] παράλαβε τούτους, ὦ Τισιφόνη, τέτταρας ἐπὶ τοῖς χιλίοις.

  Τισιφόνη

  καὶ μὴν πάλαι γε ὁ Ῥαδάμανθυς οὗτος ὑμᾶς περιμένει.

  Ῥαδάμανθυς

  πρόσαγε αὐτούς, ὦ Ἐρινύ. σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ προσκάλει.

  Κυνίσκος

  ὦ Ῥαδάμανθυ, πρὸς τοῦ πατρὸς ἐμὲ πρῶτον ἐπίσκεψαι παραγαγών.

  Ῥαδάμανθυς

  τίνος ἕνεκα;

  Κυνίσκος

  πάντως βούλομαι κατηγορῆσαι τυράννου τινὸς ἃ συνεπίσταμαι πονηρὰ δράσαντι αὐτῷ παρὰ τὸν βίον. οὐκ ἂν οὖν ἀξιόπιστος εἴην λέγων, μὴ οὐχὶ πρότερον αὐτὸς φανεὶς οἷός εἰμι καὶ οἷόν τινα ἐβίωσα τὸν τρόπον.

  Ῥαδάμανθυς

  τίς δὲ σύ;

  Κυνίσκος

  Κυνίσκος, ὦ ἄριστε, τὴν γνώμην φιλόσοφος.

  Ῥαδάμανθυς

  δεῦρ᾽ ἐλθὲ καὶ πρῶτος εἰς τὴν δίκην κατάστηθι. σὺ δὲ προσκάλει τοὺς κατηγόρους.

  Ἑρμῆς[24] εἴ τις Κυνίσκου τουτουὶ κατηγορεῖ, δεῦρο προσίτω.

  Κυνίσκος

  οὐδεὶς προσέρχεται.

  Ῥαδάμανθυς

  ἀλλ᾽ οὐχ ἱκανὸν τοῦτο, ὦ Κυνίσκε: ἀπόδυθι δέ, ὅπως ἐπισκοπήσω σε ἀπὸ τῶν στιγμάτων.

  Κυνίσκος

  ποῦ γὰρ ἐγὼ στιγματίας ἐγενόμην;

  Ῥαδάμανθυς

  ὁπόσα ἄν τις ὑμῶν πονηρὰ ἐργάσηται παρὰ τὸν βίον, καθ᾽ ἕκαστον αὐτῶν ἀφανῆ στίγματα ἐπὶ τῆς ψυχῆς περιφέρει.

  Κυνίσκος

  ἰδού σοι γυμνὸς παρέστηκα: ὥστε ἀναζήτει ταῦτα ἅπερ σὺ φὴς τὰ στίγματα.

  Ῥαδάμανθυς

  καθαρὸς ὡς ἐπίπαν οὑτοσὶ πλὴν τούτων τριῶν ἢ τεττάρων ἀμαυρῶν πάνυ καὶ ἀσαφῶν στιγμάτων. καίτοι τί τοῦτο; ἴ�
�νη μὲν καὶ σημεῖα πολλὰ τῶν ἐγκαυμάτων, οὐκ οἶδα δὲ ὅπως ἐξαλήλιπται, μᾶλλον δὲ ἐκκέκοπται. πῶς ταῦτα, ὦ Κυνίσκε, ἢ πῶς καθαρὸς ἐξ ὑπαρχῆς ἀναπέφηνας;

  Κυνίσκος

  ἐγώ σοι φράσω: πάλαι πονηρὸς δι᾽ ἀπαιδευσίαν γενόμενος καὶ πολλὰ διὰ τοῦτο ἐμπολήσας στίγματα, ἐπειδὴ τάχιστα φιλοσοφεῖν ἠρξάμην κατ᾽ ὀλίγον ἁπάσας τὰς κηλῖδας ἐκ τῆς ψυχῆς ἀπελουσάμην.

  Ῥαδάμανθυς

  ἀγαθῷ γε οὗτος καὶ ἀνυσιμωτάτῳ χρησάμενος τῷ φαρμάκῳ. ἀλλ᾽ ἄπιθι ἐς τὰς Μακάρων νήσους τοῖς ἀρίστοις συνεσόμενος, κατηγορήσας γε πρότερον οὗ φὴς τυράννου. ἄλλους προσκάλει.

  Μίκυλλος[25] καὶ τοὐμόν, ὦ Ῥαδάμανθυ, μικρόν ἐστι καὶ βραχείας τινὸς ἐξετάσεως δεόμενον: πάλαι γοῦν σοι καὶ γυμνός εἰμι, ὥστε ἐπισκόπει.

  Ῥαδάμανθυς

  τίς δὲ ὢν τυγχάνεις;

  Μίκυλλος

 

‹ Prev