Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 153
Delphi Complete Works of Lucian Page 153

by Lucian Samosata

ὁ σκυτοτόμος Μίκυλλος.

  Ῥαδάμανθυς

  εὖ γε, ὦ Μίκυλλε, καθαρὸς ἀκριβῶς καὶ ἀνεπίγραφος: ἄπιθι καὶ σὺ παρὰ Κυνίσκον τουτονί. τὸν τύραννον ἤδη προσκάλει.

  Ἑρμῆς

  Μεγαπένθης Λακύδου ἡκέτω. ποῖ στρέφῃ; πρόσιθι. σὲ τὸν τύραννον προσκαλῶ. πρόβαλ᾽ αὐτόν, ὦ Τισιφόνη, ἐς τὸ μέσον ἐπὶ τράχηλον ὠθοῦσα.

  Ῥαδάμανθυς

  σὺ δέ, ὦ Κυνίσκε, κατηγόρει καὶ διέλεγχε ἤδη: πλησίον γὰρ ἁνὴρ ^ οὑτοσί.

  Κυνίσκος[26] τὸ μὲν ὅλον οὐδὲ λόγων ἔδει: γνώσῃ γὰρ αὐτὸν αὐτίκα μάλα οἷός ἐστιν ἀπὸ τῶν στιγμάτων. ὅμως δὲ καὐτὸς ἀποκαλύψω σοι τὸν ἄνδρα κἀκ τοῦ λόγου δείξω φανερώτερον. οὑτοσὶ γὰρ ὁ τρισκατάρατος ὁπόσα μὲν ἰδιώτης ὢν ἔπραξε, παραλείψειν μοι δοκῶ: ἐπεὶ δὲ τοὺς θρασυτάτους προσεταιρισάμενος ^ καὶ δορυφόρους συναγαγὼν ἐπαναστὰς τῇ πόλει τύραννος κατέστη, ἀκρίτους μὲν ἀπέκτεινε πλείονας ἢ μυρίους, τὰς δὲ οὐσίας ἑκάστων ἀφαιρούμενος καὶ πλούτου πρὸς τὸ ἀκρότατον ἀφικόμενος οὐδεμίαν μὲν ἀκολασίας ἰδέαν παραλέλοιπεν, ἁπάσῃ δὲ ὠμότητι καὶ ὕβρει κατὰ τῶν ἀθλίων πολιτῶν ἐχρήσατο, παρθένους διαφθείρων καὶ ἐφήβους καταισχύνων καὶ πάντα τρόπον τοῖς ὑπηκόοις ἐμπαροινῶν. καὶ ὑπεροψίας μέν γε καὶ τύφου καὶ τοῦ πρὸς τοὺς ἐντυγχάνοντας φρυάγματος οὐδὲ κατ᾽ ἀξίαν δύναιο ἂν παρ᾽ αὐτοῦ λαβεῖν τὴν δίκην ῥᾷον γοῦν τὸν ἥλιον ἄν τις ἢ τοῦτον ἀσκαρδαμυκτὶ προσέβλεψεν. οὐ μὴν ἀλλὰ καὶ τῶν κολάσεων τὸ πρὸς ὠμότητα καινουργὸν αὐτοῦ τίς ἂν διηγήσασθαι δύναιτο, ὃς γε μηδὲ τῶν οἰκειοτάτων ἀπέσχετο; καὶ ταῦτα ὅτι μὴ ἄλλως κενὴ τίς ἐστι κατ᾽ αὐτοῦ διαβολή, αὐτίκα εἴσῃ προσκαλέσας τοὺς ὑπ᾽ αὐτοῦ πεφονευμένους: μᾶλλον δὲ ἄκλητοι, ὡς ὁρᾷς, πάρεισι καὶ περιστάντες ἄγχουσιν αὐτόν. οὗτοι πάντες, ὦ Ῥαδάμανθυ, πρὸς τοῦ ἀλιτηρίου τεθνᾶσιν, οἱ μὲν γυναικῶν ἕνεκα εὐμόρφων ἐπιβουλευθέντες, οἱ δὲ υἱέων ἀπαγομένων πρὸς ὕβριν ἀγανακτήσαντες, οἱ δὲ ὅτι ἐπλούτουν, οἱ δὲ ὅτι ἦσαν δεξιοὶ καὶ σώφρονες καὶ οὐδαμοῦ ἠρέσκοντο τοῖς δρωμένοις.

  Ῥαδάμανθυς[27] τί πρὸς ταῦτα φής, ὦ μιαρὲ σύ;

  Μεγαπένθης

  τοὺς μὲν φόνους εἴργασμαι οὓς λέγει, τὰ δ᾽ ἄλλα πάντα, τὰς μοιχείας καὶ τὰς τῶν ἐφήβων ὕβρεις καὶ τὰς διαφθορὰς τῶν παρθένων, ταῦτα πάντα Κυνίσκος μου κατεψεύσατο.

  Κυνίσκος

  οὐκοῦν καὶ τούτων, ὦ Ῥαδάμανθυ, παρέξω σοι μάρτυρας.

  Ῥαδάμανθυς

  τίνας τούτους λέγεις;

  Κυνίσκος

  Προσκάλει μοι, ὦ Ἑρμῆ, τὸν λύχνον αὐτοῦ καὶ τὴν κλίνην μαρτυρήσουσι γὰρ αὐτοὶ παρελθόντες, οἷα πράττοντι συνηπίσταντο αὐτῷ.

  Ἑρμῆς

  ἡ Κλίνη καὶ ὁ Λύχνος ὁ Μεγαπένθους παρέστων.^ εὖ γε ἐποίησαν ὑπακούσαντες.

  Ῥαδάμανθυς

  εἴπατε οὖν ὑμεῖς ἃ σύνιστε Μεγαπένθει τούτῳ: πρότερα δὲ σὺ ἡ Κλίνη λέγε.

  Κλίνη

  πάντα ἀληθῆ κατηγόρησε Κυνίσκος. ἐγὼ μέντοι ταῦτα εἰπεῖν, ὦ δέσποτα Ῥαδάμανθυ, αἰσχύνομαι: τοιαῦτα ἦν ἃ ἐπ᾽ ἐμοῦ διεπράττετο.

  Ῥαδάμανθυς

  σαφέστατα μὲν οὖν καταμαρτυρεῖς μηδὲ εἰπεῖν αὐτὰ ὑπομένουσα. καὶ σὺ δὲ ὁ Λύχνος ἤδη μαρτύρει.

  Λύχνος

  ἐγὼ τὰ μεθ᾽ ἡμέραν μὲν οὐκ εἶδον: οὐ γὰρ παρῆν: ἃ δὲ τῶν νυκτῶν ἐποίει καὶ ἔπασχεν, ὀκνῶ λέγειν πλὴν ἀλλὰ ἐθεασάμην γε πολλὰ καὶ ἄρρητα καὶ πᾶσαν ὕβριν ὑπερπεπαικότα. καίτοι πολλάκις ἑκὼν τοὔλαιον οὐκ ἔπινον ἀποσβῆναι θέλων ὁ δὲ καὶ προσῆγέ με τοῖς δρωμένοις καὶ τὸ φῶς μου πάντα τρόπον κατεμίαινεν.

  Ῥαδάμανθυς[28] ἃλις ἤδη τῶν μαρτύρων. ἀλλὰ καὶ ἀπόδυθι τὴν πορφυρίδα, ἵνα τὸν ἀριθμὸν ἴδωμεν τῶν στιγμάτων. παπαί, ὅλος οὗτος πελιδνὸς καὶ κατάγραφος, μᾶλλον δὲ κυάνεός ἐστιν ἀπὸ τῶν στιγμάτων. τίνα ἂν οὖν κολασθείη τρόπον; ἆρ᾽ ἐς τὸν Πυριφλεγέθοντά ἐστιν ἐμβλητέος ἢ παραδοτέος τῷ Κερβέρῳ;

  Κυνίσκος

  μηδαμῶς: ἀλλ᾽ εἰ θέλεις, ἐγώ σοι καινήν τινα καὶ πρέπουσαν αὐτῷ τιμωρίαν ὑποθήσομαι.

  Ῥαδάμανθυς

  λέγε, ὡς ἐγώ σοι μεγίστην ἐπὶ τούτω χάριν εἴσομαι.

  Κυνίσκος

  ἔθος ἐστίν, οἶμαι, τοῖς ἀποθνήσκουσι πᾶσι πίνειν τὸ Λήθης ὕδωρ.

  Ῥαδάμανθυς

  πάνυ μὲν οὖν.

  Κυνίσκος

  οὐκοῦν μόνος οὗτος ἐξ ἁπάντων ἄποτος ἔστω.

  Ῥαδάμανθυς

  διὰ τί δή;

  Κυνίσκος

  χαλεπὴν οὕτως ὑφέξει τὴν δίκην μεμνημένος οἷος ἦν καὶ ὅσον ἠδύνατο ἐν τοῖς ἄνω, καὶ ἀναπεμπαζόμενος τὴν τρυφήν.

  Ῥαδάμανθυς

  εὖ λέγεις: καὶ καταδεδικάσθω καὶ παρὰ τὸν Τάνταλον ἀπαχθεὶς οὑτοσὶ δεδέσθω, μεμνημένος ὧν ἔπραξε παρὰ τὸν βίον.

  ZEUS CATECHIZED — Ζεὺς ἐλεγχόμενος

  ἐγὼ δέ, ω Ζεῦ, τὰ μὲν τοιαῦτα οὑκ ἐνοχλήσω σε πλοῦτον ἢ χρυσὸν ἢ βασιλείαν αἰτῶν, ἅπερ εὐκταιότατα τοῖς πολλοῖς, σοὶ δ᾽ οὐ πάνυ ῥᾴδια παρασχεῖν ὁρῶ γοῦν σε τὰ πολλὰ παρακούοντα εὐχομένων αὐτῶν. ἓν δέ, καὶ τοῦτο ῥᾷστον, ἐβουλόμην παρὰ σοῦ μοι γενέσθαι.

  Ζεύς

  τί τοῦτό ἐστιν, ὦ Κυνίσκε; οὐ γὰρ ἀτυχήσεις, καὶ μάλιστα μετρίων, ὡς φής, δεόμενος.

&nbs
p; Κυνίσκος

  ἀπόκριναί μοι πρός τινα οὐ χαλεπὴν ἐρώτησιν.

  Ζεύς

  μικρά γε ὡς ἀληθῶς ἡ εὐχὴ καὶ πρόχειρος: ὥστε ἐρώτα ὁπόσα ἂν ἐθέλῃς.

  Κυνίσκος

  ἰδοὺ ταῦτα, ὦ Ζεῦ: ἀνέγνως γὰρ δῆλον ὅτι καὶ σὺ τὰ Ὁμήρου καὶ Ἡσιόδου ποιήματα: εἰπὲ οὖν μοι εἰ ἀληθῆ ἐστιν ἃ περὶ τῆς Εἱμαρμένης καὶ τῶν Μοιρῶν ἐκεῖνοι ἐρραψῳδήκασιν, ἄφυκτα εἶναι ὁπόσα ἂν αὗται ἐπινήσωσιν γεινομένῳ ἑκάστῳ;

  Ζεύς

  καὶ πάνυ ἀληθῆ ταῦτα: οὐδὲν γάρ ἐστιν ὅ τι μὴ αἱ Μοῖραι διατάττουσιν, ἀλλὰ πάντα ὁπόσα γίνεται, ὑπὸ τῷ τούτων ἀτράκτῳ στρεφόμενα εὐθὺς ἐξ ἀρχῆς ἕκαστον ἐπικεκλωσμένην ἔχει τὴν ἀπόβασιν, καὶ οὐ θέμις ἄλλως γενέσθαι.

  Κυνίσκος [2] οὐκοῦν ὁπόταν ὁ αὐτὸς Ὅμηρος ἐν ἑτέρῳ μέρει τῆς ποιήσεως λέγῃ, μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος καὶ τὰ τοιαῦτα, ληρεῖν, δηλαδὴ φήσομεν τότε αὐτόν;

  Ζεύς

  καὶ μάλα: οὐδὲν γὰρ οὕτω γένοιτ᾽ ἂν ἔξω τοῦ νόμου τῶν Μοιρῶν, οὐδὲ ὑπὲρ τὸ λίνον. οἱ ποιηταὶ δὲ ὁπόσα μὲν ἂν ἐκ τῶν Μουσῶν κατεχόμενοι ᾁδωσιν, ἀληθῆ ταῦτά ἐστιν ὁπόταν δὲ ἀφῶσιν αὐτοὺς αἱ θεαὶ καὶ καθ᾽ αὑτοὺς ποιῶσι, τότε δὴ καὶ σφάλλονται καὶ ὑπεναντία τοῖς πρότερον διεξίασι: καὶ συγγνώμη, εἰ ἄνθρωποι ὄντες ἀγνοοῦσι τἀληθές, ἀπελθόντος ἐκείνου ὃ τέως παρὸν ἐρραψῴδει δι᾽ αὐτῶν.

  Κυνίσκος

  ἀλλὰ τοῦτο μὲν οὕτω φήσομεν. ἔτι δὲ κἀκεῖνό μοι ἀπόκριναι: οὐ τρεῖς αἱ Μοῖραί εἰσι, Κλωθὼ καὶ Λάχεσις, οἶμαι, καὶ Ἄτροπος;

  Ζεύς

  πάνυ μὲν οὖν.

  Κυνίσκος

  : [3] ἡ Εἱμαρμένη τοίνυν καὶ ἡ Τύχη — πολυθρύλητοι γὰρ πάνυ καὶ αὗται — τίνες πότ᾽ εἰσὶν ἤ τί δύναται αὐτῶν ἑκατέρα; πότερον τὰ ἴσα ταῖς Μοίραις ἤ τι καὶ ὑπὲρ ἐκείνας; ἀκούω γοῦν ἁπάντων λεγόντων, μηδὲν εἶναι Τύχης καὶ Εἱμαρμένης δυνατώτερον.

  Ζεύς

  οὐ θέμις ἅπαντά σε εἰδέναι, ὦ Κυνίσκε: τίνος δ᾽ οὖν ἕνεκα ἠρώτησας τὸ περὶ τῶν Μοιρῶν;

  Κυνίσκος [4] ἢν πρότερόν μοι, ὦ Ζεῦ, κἀκεῖνο εἴπῃς, εἰ καὶ ὑμῶν αὗται ἄρχουσι καὶ ἀνάγκη ὑμῖν ἠρτῆσθαι ἀπὸ τοῦ λίνου αὐτῶν.

  Ζεύς

  ἀνάγκη, ὦ Κυνίσκε. τί δ᾽ οὖν ἐμειδίασας;

  Κυνίσκος

  ἀνεμνήσθην ἐκείνων τῶν Ὁμήρου ἐπῶν, ἐν οἷς πεποίησαι αὐτῷ ἐν τῇ ἐκκλησίᾳ τῶν θεῶν δημηγορῶν, ὁπότε ἠπείλεις αὐτοῖς ὡς ἀπὸ σειρᾶς τινος χρυσῆς ἀναρτησόμενος τὰ πάντα: ἔφησθα γὰρ αὐτὸς μὲν τὴν σειρὰν καθήσειν ἐξ οὐρανοῦ, τοὺς θεοὺς δὲ ἅμα πάντας, εἰ βούλοιντο, ἐκκρεμαμένους κατασπᾶν βιάσεσθαι οὐ μὴν κατασπάσειν γε, σὺ ^ δέ, ὁπόταν ἐθελήσῃς, ῥᾳδίως ἅπαντας αὐτῇ κεν γαίῃ ἐρύσαι αὐτῇ τε θαλάσσῃ. τότε μὲν οὖν θαυμάσιος ἐδόκεις μοι τὴν βίαν καὶ ὑπέφριττον μεταξὺ ἀκούων τῶν ἐπῶν νῦν δὲ αὐτόν σε ἤδη ὁρῶ μετὰ τῆς σειρᾶς καὶ τῶν ἀπειλῶν ἀπὸ λεπτοῦ νήματος, ὡς φής, κρεμάμενον. δοκεῖ γοῦν μοι δικαιότερον ἂν ἡ Κλωθὼ μεγαλαυχήσασθαι, ὡς καὶ σὲ αὐτὸν ἀνάσπαστον αἰωροῦσα ἐκ τοῦ ἀτράκτου καθάπερ οἱ ἁλιεῖς ἐκ τοῦ καλάμου τὰ ἰχθύδια.

  Ζεύς [5] οὐκ οἶδ᾽ ὅ τι σοι ταυτὶ βούλεται τὰ ἐρωτήματα.

  Κυνίσκος

  ἐκεῖνο, ὦ Ζεῦ: καὶ πρὸς τῶν Μοιρῶν καὶ τῆς Εἱμαρμένης μὴ τραχέως μηδὲ πρὸς ὀργὴν ἀκούσῃς μου τἀληθῆ μετὰ παρρησίας λέγοντος. εἰ γὰρ οὕτως ἔχει ταῦτα καὶ πάντων αἱ Μοῖραι κρατοῦσι καὶ οὐδὲν ἂν ὑπ᾽ οὐδενὸς ἔτι ἀλλαγείη τῶν ἅπαξ δοξάντων αὐταῖς, τίνος ἕνεκα ὑμῖν οἱ ἄνθρωποι θύομεν καὶ ἑκατόμβας προσάγομεν εὐχόμενοι γενέσθαι ἡμῖν παρ᾽ ὑμῶν τἀγαθά; οὐχ ὁρῶ γὰρ ὅ τι ἂν ἀπολαύσαιμεν τῆς ἐπιμελείας ταύτης, εἰ μήτε τῶν φαύλων ἀποτροπὰς εὑρέσθαι δυνατὸν ἡμῖν ἐκ τῶν εὐχῶν μήτε ἀγαθοῦ τινος θεοσδότου ἐπιτυχεῖν.

  Ζεύς [6] οἶδα ὅθεν σοι τὰ κομψὰ ταῦτα ἐρωτήματά ἐστιν, παρὰ τῶν καταράτων σοφιστῶν, οἳ μηδὲ προνοεῖν ἡμᾶς τῶν ἀνθρώπων φασὶν ἐκεῖνοι γοῦν τὰ τοιαῦτα ἐρωτῶσιν ὑπ᾽ ἀσεβείας, ἀποτρέποντες καὶ τοὺς ἄλλους θύειν καὶ εὔχεσθαι ὡς εἰκαῖον ὄν: ἡμᾶς γὰρ οὔτ᾽ ἐπιμελεῖσθαι τῶν πραττομένων παρ᾽ ὑμῖν οὔθ᾽ ὅλως τι δύνασθαι πρὸς τὰ ἐν τῇ γῇ πράγματα. πλὴν οὐ χαιρήσουσί γε τὰ τοιαῦτα διεξιόντες.

  Κυνίσκος

  οὐ μὰ τὸν τῆς Κλωθοῦς ἄτρακτον, ὦ Ζεῦ, οὐχ ὑπ᾽ ἐκείνων ἀναπεισθεὶς ταῦτά σε ἠρώτησα, ὁ δὲ λόγος αὐτὸς οὐκ οἶδ᾽ ὅπως ἡμῖν προϊὼν εἰς τοῦτο ἀπέβη, περιττὰς εἶναι τὰς θυσίας. αὖθις δ᾽, εἰ δοκεῖ, διὰ βραχέων ἐρήσομαί σε, σὺ δὲ μὴ ὀκνήσῃς ἀποκρίνασθαι, καὶ ὅπως ἀσφαλέστερον ἀποκρινῇ.

  Ζεύς

  ἐρώτα, εἴ σοι σχολὴ τὰ τοιαῦτα ληρεῖν.

  Κυνίσκος [7] πάντα φὴς ἐκ τῶν Μοιρῶν γίγνεσθαι;

  Ζεύς

  φημὶ γάρ.

  Κυνίσκος

  ὑμῖν δὲ δυνατὸν ἀλλάττειν ταῦτα καὶ ἀνακλώθειν;

  Ζεύς

  οὐδαμῶς.

  Κυνίσκος

  βούλει οὖν ἐπαγάγω καὶ τὸ μετὰ τοῦτο, ἢ δῆλον, κἂν μὴ εἴπω αὐτό;

  Ζεύς

  δῆλον μέν. οἱ δέ γε θύοντες οὐ τῆς χρείας ἕνεκα θύουσιν, ἀντίδοσιν δὴ ^ τινα ποιούμενοι καὶ ὥσπερ ὠνούμενοι τὰ ἀγαθὰ παρ᾽ ἡμῶν, ἀλλὰ τιμῶντες ἄλλως τὸ βέλτιον.

  Κ
υνίσκος

  ἱκανὸν καὶ τοῦτο, εἰ καὶ σὺ φὴς ἐπὶ μηδενὶ χρησίμῳ γίγνεσθαι τὰς θυσίας, εὐγνωμοσύνῃ δέ τινι τῶν ἀνθρώπων τιμώντων τὸ βέλτιον. καίτοι εἴ τις τῶν σοφιστῶν ἐκείνων παρῆν, ἤρετο ἄν σε καθ᾽ ὅ τι βελτίους φὴς τοὺς θεούς, καὶ ταῦτα ὁμοδούλους τῶν ἀνθρώπων ὄντας καὶ ὑπὸ ταῖς αὐταῖς δεσποίναις ταῖς Μοίραις ταττομένους. οὐ γὰρ ἀποχρήσει αὐτοῖς τὸ ἀθανάτους εἶναι, ὡς δι᾽ αὐτὸ ἀμείνους δοκεῖν: ἐπεὶ τοῦτό γε μακρῷ χεῖρόν ἐστιν, εἴγε τοὺς μὲν κἂν ὁ θάνατος εἰς ἐλευθερίαν ἀφείλετο, ὑμῖν δὲ εἰς ἄπειρον ἐκπίπτει τὸ πρᾶγμα καὶ ἀΐδιος ἡ δουλεία γίνεται ὑπὸ μακρῷ τῷ λίνῳ στρεφομένη.

  Ζεύς [8] ἀλλ᾽, ὦ Κυνίσκε, τὸ ἀΐδιον τοῦτο καὶ ἄπειρον εὔδαιμον ἡμῖν ἐστι καὶ ἐν ἅπασιν ἀγαθοῖς ἡμεῖς βιοῦμεν.

  Κυνίσκος

  οὐχ ἅπαντες, ὦ Ζεῦ, ἀλλὰ διώρισται καὶ παρ᾽ ὑμῖν τὸ πρᾶγμα καὶ πολλὴ ταραχὴ ἔνεστι: σὺ μὲν γὰρ εὐδαίμων, βασιλεὺς γάρ, καὶ δύνασαι ἀνασπᾶν τὴν γῆν καὶ τὴν θάλασσαν ὥσπερ ἱμονιὰν καθείς: ὁ δὲ Ἥφαιστος χωλός ἐστι, βαναυσός τις καὶ πυρίτης τὴν τέχνην ὁ Προμηθεὺς δὲ καὶ ἀνεσκολοπίσθη ποτέ. τὸν γὰρ πατέρα σου τί ἂν λέγοιμι, πεδήτην ἔτι ἐν τῷ Ταρτάρῳ ὄντα; καὶ ἐρᾶν δὲ ὑμᾶς φασι καὶ τιτρώσκεσθαι καὶ δουλεύειν ἐνίοτε παρὰ τοῖς ἀνθρώποις, ὥσπερ ἀμέλει καὶ τὸν σὸν ἀδελφὸν παρὰ Λαομέδοντι καὶ παρ᾽ Ἀδμήτῳ τὸν Ἀπόλλω. ταῦτα δέ μοι οὐ πάνυ εὐδαίμονα δοκεῖ, ἀλλ᾽ ἐοίκασιν ὑμῶν οἱ μέν τινες εὐτυχεῖς τε καὶ εὔμοιροι εἶναι, οἱ δὲ ἔμπαλιν ἐῶ γὰρ λέγειν, ὅτι καὶ λῃστεύεσθε ὥσπερ ἡμεῖς καὶ περισυλᾶσθε ὑπὸ τῶν ἱεροσύλων καὶ ἐκ πλουσιωτάτων πενέστατοι ἐν ἀκαρεῖ γίγνεσθε: πολλοὶ δὲ καὶ κατεχωνεύθησαν ἤδη χρυσοῖ ἢ ἀργυροῖ ὄντες, οἷς τοῦτο εἵμαρτο δηλαδή.

 

‹ Prev