Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 157
Delphi Complete Works of Lucian Page 157

by Lucian Samosata


  Ποσειδῶν

  καὶ μὴν ἐπίτομόν τινα ταύτην ᾤμην ἐπινενοηκέναι ἔγωγε πρὸς τὴν νίκην.

  Ζεύς

  ἄπαγε, θυννῶδες τὸ ἐνθύμημα, ὦ Πόσειδον, καὶ κομιδῇ παχύ, προαναιρήσειν τὸν ἀνταγωνιστὴν ὡς ἀποθάνοι ἀήττητος, ἀμφήριστον ἔτι καὶ ἀδιάκριτον καταλιπὼν τὸν λόγον.

  Ποσειδῶν

  οὐκοῦν ἄμεινόν τι ὑμεῖς ἄλλο ἐπινοεῖτε, εἰ τἀμὰ οὕτως ὑμῖν ἀποτεθύννισται.

  Ἀπόλλων [26] εἰ καὶ τοῖς νέοις ἔτι καὶ ἀγενείοις ἡμῖν ἐφεῖτο ἐκ τοῦ νόμου δημηγορεῖν, ἴσως ἂν εἶπόν τι συμφέρον εἰς τὴν διάσκεψιν.

  Μῶμος

  ἡ μὲν σκέψις, ὦ Ἄπολλον, οὕτω περὶ μεγάλων, ὥστε μὴ καθ᾽ ἡλικίαν, ἀλλὰ κοινὸν ἅπασι προκεῖσθαι τὸν λόγον χάριεν γάρ, εἰ περὶ τῶν ἐσχάτων κινδυνεύοντες περὶ τῆς ἐν τοῖς νόμοις ἐξουσίας μικρολογούμεθα. σὺ δὲ καὶ πάνυ ἤδη ἔννομος εἶ δημηγόρος, πρόπαλαι μὲν ἐξ ἐφήβων γεγονώς, ἐγγεγραμμένος δὲ ἐς τὸ τῶν δώδεκα ληξιαρχικόν, καὶ ὀλίγου δεῖν τῆς ἐπὶ Κρόνου βουλῆς ὤν: ὥστε μὴ μειρακιεῦου πρὸς ἡμᾶς, ἀλλὰ λέγε θαρρῶν ἤδη τὰ δοκοῦντα, μηδὲν αἰδεσθεὶς εἰ ἀγένειος ὢν δημηγορήσεις, καὶ ταῦτα βαθυπώγωνα καὶ εὐγένειον οὕτως υἱὸν ἔχων τὸν Ἀσκληπιόν. ἄλλως τε καὶ πρέπον ἂν εἴη σοι νῦν μάλιστα ἐκφαίνειν τὴν σοφίαν, εἰ μὴ μάτην ἐν τῷ Ἑλικῶνι κάθησαι ταῖς Μούσαις συμφιλοσοφῶν.

  Ἀπόλλων

  ἀλλ᾽ οὐ σέ, ὦ Μῶμε, χρὴ τὰ τοιαῦτα ἐφιέναι, τὸν Δία δέ: καὶ ἢν οὗτος κελεύσῃ, τάχ᾽ ἄν τι οὐκ ἄμουσον εἴποιμι ἀλλὰ τῆς ἐν τῷ Ἑλικῶνι μελέτης ἄξιον.

  Ζεύς

  λέγε, ὦ τέκνον ἐφίημι γάρ.

  Ἀπόλλων [27] ὁ Τιμοκλῆς οὗτος ἔστι μὲν χρηστὸς ἀνὴρ καὶ φιλόθεος καὶ τοὺς λόγους πάνυ ἠκρίβωκε τοὺς Στωϊκούς: ὥστε καὶ σύνεστιν ἐπὶ σοφίᾳ πολλοῖς τῶν νέων καὶ μισθοὺς οὐκ ὀλίγους ἐπὶ τούτῶ ἐκλέγει, σφόδρα πιθανὸς ὢν ὁπότε ἰδίᾳ τοῖς μαθηταῖς διαλέγοιτο: ἐν πλήθει δὲ εἰπεῖν ἀτολμότατός ἐστι καὶ τὴν φωνὴν ἰδιώτης καὶ μιξοβάρβαρος, ὥστε γέλωτα ὀφλισκάνειν διὰ τοῦτο ἐν ταῖς συνουσίαις, οὐ συνείρων ἀλλὰ βατταρίζων καὶ ταραττόμενος, καὶ μάλιστα ὁπόταν οὕτως ἔχων καὶ καλλιρρημοσύνην ἐπιδείκνυσθαι βούληται. συνεῖναι μὲν γὰρ εἰς ὑπερβολὴν ὀξύς ἐστι καὶ λεπτογνώμων, ὥς φασιν οἱ ἄμεινον τὰ τῶν Στωϊκῶν εἰδότες, λέγων δὲ καὶ ἑρμηνεύων ὑπ᾽ ἀσθενείας διαφθείρει αὐτὰ καὶ συγχεῖ, οὐκ ἀποσαφῶν ὅ τι βούλεται ἀλλὰ αἰνίγμασιν ἐοικότα προτείνων καὶ πάλιν αὖ πολὺ ἀσαφέστερα πρὸς τὰς ἐρωτήσεις ἀποκρινόμενος: οἱ δὲ οὐ συνιέντες καταγελῶσιν αὐτοῦ. δεῖ δὲ οἶμαι σαφῶς λέγειν καὶ τούτου μάλιστα πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν, ὡς συνήσουσιν οἱ ἀκούοντες.

  Μῶμος [28] τοῦτο μὲν ὀρθῶς ἔλεξας, ὦ Ἄπολλον, ἐπαινέσας τοὺς σαφῶς λέγοντας, εἰ καὶ μὴ πάνυ ποιεῖς αὐτὸ σὺ ἐν τοῖς χρησμοῖς λοξὸς ὢν καὶ γριφώδης καὶ ἐς τὸ μεταίχμιον ἀσφαλῶς ἀπορρίπτων τὰ πολλά, ὡς τοὺς ἀκούοντας ἄλλου δεῖσθαι Πυθίου πρὸς τὴν ἐξήγησιν αὐτῶν. ἀτὰρ τί τὸ ἐπὶ τούτῳ συμβουλεύεις; τίνα ἴασιν ποιήσασθαι τῆς Τιμοκλέους ἀδυναμίας ἐν τοῖς λόγοις;

  Ἀπόλλων [29] συνήγορον, ὦ Μῶμε, εἴ πως δυνηθείημεν, αὐτῷ παρασχεῖν ἄλλον τῶν δεινῶν τούτων, ἐροῦντα κατ᾽ ἀξίαν ἅπερ ἂν ἐκεῖνος ἐνθυμηθεὶς ὑποβάλῃ.

  Μῶμος

  . ἀγένειον τοῦτο ὡς ἀληθῶς εἴρηκας, ἔτι παιδαγωγοῦ τινος δεόμενον, συνήγορον ἐν συνουσίᾳ φιλοσόφων παραστήσασθαι ἑρμηνεύσοντα πρὸς τοὺς παρόντας ἅπερ ἂν δοκῇ Τιμοκλεῖ, καὶ τὸν μὲν Δᾶμιν αὐτοπρόσωπον καὶ δι᾽ αὑτοῦ λέγειν, τὸν δὲ ὑποκριτῇ προσχρώμενον ἰδίᾳ πρὸς τὸ οὖς ἐκείνῳ ὑποβάλλειν τὰ δοκοῦντα, τὸν ὑποκριτὴν δὲ ῥητορεύειν, οὐδ᾽ αὐτὸν ἴσως συνιέντα ὅ τι ἀκούσειε. ταῦτα πῶς οὐ γέλως ἂν εἴη τῷ πλήθει; ἀλλὰ [30] τοῦτο μὲν ἄλλως ἐπινοήσωμεν. σὺ δέ, ὦ θαυμάσιε — φὴς γὰρ καὶ μάντις εἶναι καὶ μισθοὺς οὐκ ὀλίγους ἐπὶ τῷ τοιούτῳ ἐξέλεξας ἄχρι τοῦ καὶ πλίνθους χρυσᾶς ποτε εἰληφέναι — τί οὐκ ἐπεδείξω ἡμῖν κατὰ καιρὸν τὴν τέχνην προειπὼν ὁπότερος τῶν σοφιστῶν κρατήσει λέγων; οἶσθα γάρ που τὸ ἀποβησόμενον μάντις ὤν.

  Ἀπόλλων

  πῶς, ὦ Μῶμε, δυνατὸν ποιεῖν ταῦτα μήτε τρίποδος ἡμῖνπαρόντος μήτε θυμιαμάτων ἢ πηγῆς μαντικῆς οἵα ἡ Κασταλία ἐστίν;

  Μῶμος

  ὁρᾷς; ἀποδιδράσκεις τὸν ἔλεγχον ἐν στενῷ ἐχόμενος.

  Ζεύς

  ὅμως, ὦ τέκνον, εἰπὲ καὶ μὴ παράσχῃς τῷ συκοφάντῃ τούτῳ ἀφορμὰς διαβάλλειν καὶ χλευάζειν τὰ σὰ ὡς ἐπὶ τρίποδι καὶ ὕδατι καὶ λιβανωτῷ κείμενα, ὡς, εἰ μὴ ἔχοις ταῦτα, στερησόμενόν σε τῆς τέχνης.

  Ἀπόλλων

  ἄμεινον μὲν ἦν, ὦ πάτερ, ἐν Δελφοῖς ἢ Κολοφῶνι τὰ τοιαῦτα ποιεῖν, ἁπάντων μοι τῶν χρησίμων παρόντων, ὡς ἔθος. ὅμως δὲ καὶ οὕτω γυμνὸς ἐκείνων καὶ ἄσκευος πειράσομαι προειπεῖν ὁποτέρου τὸ κράτος ἔσται: ἀνέξεσθε δέ, εἰ μὴ ἔμμετρα λέγοιμι.

  Μῶμος

  λέγε μόνον, σαφῆ δέ, ὦ Ἄπολλον, καὶ οὐ συνηγόρου καὶ αὐτὰ ἢ ἑρμηνέως δεόμενα; καὶ γὰρ οὐκ ἄρνεια κρέα καὶ χελώνη νῦν ἐν Λυδίᾳ συνέψεται: ἀλλὰ οἶσθα περὶ ὅτου ἡ σκέψις.

  Ζεύς

  τι ποτε ἐρεῖς, ὦ τέκνον; ὡς τά γε πρὸ τοῦ χρ
ησμοῦ ταῦτα ἤδη φοβερά: ἡ χρόα τετραμμένη, οἱ ὀφθαλμοὶ περιφερεῖς, κόμη ἀνασοβουμένη, κίνημα κορυβαντῶδες, καὶ ὅλως κατόχιμα πάντα καὶ φρικώδη καὶ μυστικά.

  Ἀπόλλων [31] κέκλυτε μαντιπόλου τόδε θέσφατον Ἀπόλλωνος ἀμφ᾽ ἔριδος κρυερῆς, τὴν ἀνέρες ἐστήσαντο ὀξυβόαι, μύθοισι κορυσσόμενοι πυκινοῖσι. πολλὰ γὰρ ἔνθα καὶ ἔνθα μόθου ἑτεραλκέϊ κλωγμῷ ταρφέος ἄκρα κόρυμβα καταπλήσσουσιν ἐχέτλης. ἀλλ᾽ ὅταν αἰγυπιὸς γαμψώνυχος ἀκρίδα μάρψῃ, δὴ τότε λοίσθιον ὀμβροφόροι κλάγξουσι κορῶναι. νίκη δ᾽ ἡμιόνων, ὁ δ᾽ ὄνος θοὰ τέκνα κορύψει.

  Ζεύς

  τί τοῦτο ἀνεκάγχασας, ὦ Μῶμε; καὶ μὴν οὐ γελοῖα τὰ ἐν ποσί: παῦσαι κακόδαιμον, ἀποπνιγήσῃ ὑπὸ τοῦ γέλωτος.

  Μῶμος

  καὶ πῶς δυνατόν, ὦ Ζεῦ, ἐφ᾽ οὕτω σαφεῖ καὶ προδήλῳ τῷ χρησμῷ;

  Ζεύς

  οὐκοῦν καὶ ἡμῖν ἤδη ἑρμηνεύοις ἂν αὐτὸν ὅ τι καὶ λέγει.

  Μῶμος

  πάνυ πρόδηλα, ὥστε οὐδὲν ἡμῖν Θεμιστοκλέους δεήσει: φησὶ γὰρ τὸ λόγιον οὑτωσὶ διαρρήδην γόητα μὲν εἶναι τοῦτον, ὑμᾶς δὲ ὄνους κανθηλίους νὴ Δία καὶ ἡμιόνους, τοὺς πιστεύοντας αὐτῷ, οὐδ᾽ ὅσον αἱ ἀκρίδες τὸν νοῦν ἔχοντας.

  Ἡρακλῆς [32] ἐγὼ δέ, ὦ πάτερ, εἰ καὶ μέτοικός εἰμι, οὐκ ὀκνήσω ὅμως τὰ δοκοῦντά μοι εἰπεῖν ὁπόταν γὰρ ἤδη συνελθόντες διαλέγωνται, τηνικαῦτα, ἢν μὲν ὁ Τιμοκλῆς ὑπέρσχῃ, ἐάσωμεν προχωρεῖν τὴν συνουσίαν ὑπὲρ ἡμῶν, ἢν δέ τι ἑτεροῖον ἀποβαίνῃ, τότε ἤδη τὴν στοὰν αὐτὴν ἔγωγε, εἰ δοκεῖ, διασείσας ἐμβαλῶ τῷ Δάμιδι, ὡς μὴ κατάρατος ὢν ὑβρίζῃ ἐς ἡμᾶς.

  Ζεύς

  Ἡράκλεις, ὦ Ἡράκλεις, ἄγροικον τοῦτο εἴρηκας καὶ δεινῶς Βοιώτιον, συναπολέσαι ἑνὶ πονηρῷ τοσούτους χρηστούς,^ καὶ προσέτι τὴν στοὰν αὐτῷ Μαραθῶνι καὶ Μιλτιάδῃ καὶ Κυνεγείρῳ. καὶ πῶς ἂν τούτων συνεμπεσόντων οἱ ῥήτορες ἔτι ῥητορεύοιεν, τὴν μεγίστην εἰς τοὺς λόγους ὑπόθεσιν ἀφῃρημένοι; ἄλλως τε ζῶντι μέν σοι δυνατὸν ἴσως ἦν τι πρᾶξαι τοιοῦτον, ἀφ᾽ οὗ δὲ θεὸς γεγένησαι, μεμάθηκας, οἶμαι, ὡς αἱ Μοῖραι μόναι τὰ τοιαῦτα δύνανται, ἡμεῖς δὲ αὐτῶν ἄμοιροί ἐσμεν.

  Ἡρακλῆς

  οὐκοῦν καὶ ὁπότε τὸν λέοντα ἢ τὴν ὕδραν ἐφόνευον, αἱ Μοῖραι δι᾽ ἐμοῦ ἐκεῖνα ἔπραττον;

  Ζεύς

  καὶ μάλα.

  Ἡρακλῆς

  καὶ νῦν ἤν τις ὑβρίζῃ εἰς ἐμὲ ἢ περισυλῶν μου τὸν νεὼν ἢ ἀνατρέπων τὸ ἄγαλμα, ἢν μὴ ταῖς Μοίραις πάλαι δεδογμένον ᾖ, οὐκ ἐπιτρίψω αὐτόν;

  Ζεύς

  οὐδαμῶς.

  Ἡρακλῆς

  οὐκοῦν ἄκουσον, ὦ Ζεῦ, μετὰ παρρησίας: ἐγὼ γάρ, ὡς ὁ κωμικὸς ἔφη, ἄγροικός εἰμι τὴν σκάφην σκάφην λέγων εἰ τοιαῦτά ἐστι τὰ ὑμέτερα, μακρὰ χαίρειν φράσας ταῖς ἐνταῦθα τιμαῖς καὶ κνίσῃ καὶ ἱερείων αἵματι κάτειμι εἰς τὸν Ἅιδην, ὅπου με γυμνὸν τὸ τόξον ἔχοντα κἂν τὰ εἴδωλα φοβήσεται τῶν ὑπ᾽ ἐμοῦ πεφονευμένων θηρίων.

  Ζεύς

  εὖ γε, οἴκοθεν ὁ μάρτυς, φασὶν ἀπέσωσὰς γ᾽ [33] ἂν οὖν τῷ Δάμιδι ταῦτα εἰπεῖν ὑποβαλών.^ ἀλλὰ τίς ὁ σπουδῇ προσιὼν οὗτός ἐστιν, ὁ χαλκοῦς, ὁ εὔγραμμος καὶ εὐπερίγραφος, ὁ ἀρχαῖος τὴν ἀνάδεσιν τῆς κόμης; μᾶλλον δὲ ὁ σός, ὦ Ἑρμῆ, ἀδελφός ἐστιν, ὁ ἀγοραῖος, ὁ παρὰ τὴν Ποικίλην πίττης γοῦν ἀναπέπλησται ὁσημέραι ἐκματτόμενος ὑπὸ τῶν ἀνδριαντοποιῶν. τί, ὦ παῖ, δρομαῖος ἡμῖν ἀφῖξαι; ἦ πού τι ἐκ γῆς νεώτερον ἀπαγγέλλεις;

  Ἑρμαγόρας

  ὑπέρμεγα, ὦ Ζεῦ, καὶ μυρίας τῆς σπουδῆς δεόμενον.

  Ζεύς

  λέγε ἤδη, εἴ τι καὶ ἄλλο ἡμᾶς ἐπανιστάμενον λέληθεν.

  Ἑρμαγόρας

  ἐτύγχανον μὲν ἄρτι χαλκουργῶν ὕπο πιττούμενος στέρνον τε καὶ μετάφρενον θώραξ δέ μοι γελοῖος ἀμφὶ σώματι πλασθεὶς παρῃώρητο μιμηλῇ τέχνῃ σφραγῖδα χαλκοῦ πᾶσαν ἐκτυπούμενος: ὁρῶ δ᾽ ὄχλον στείχοντα καί τινας δύο ὠχροὺς κεκράκτας, πυγμάχους σοφισμάτων, Δᾶμίν τε καὶ —

  Ζεύς

  παῦε, ὦ Ἑρμαγόρα βέλτιστε, τραγῳδῶν οἶδα γὰρ οὕστινας λέγεις. ἀλλ᾽ ἐκεῖνό μοι φράσον, εἰ πάλαι συγκροτεῖται αὐτοῖς ἡ ἔρις.

  Ἑρμαγόρας

  οὐ πάνυ, ἀλλ᾽ ἐν ἀκροβολισμοῖς ἔτι ἦσαν ἀποσφενδονῶντες ἀλλήλοις πόρρωθέν ποθεν λοιδορούμενοι.

  Ζεύς

  τί οὖν ἔτι ποιεῖν λοιπόν,^ ὦ θεοί, ἢ ἀκροάσασθαι ἐπικύψαντας αὐτῶν; ὥστε ἀφαιρείτωσαν αἱ Ὧραι τὸν μοχλὸν ἤδη καὶ ἀπάγουσαι τὰ νέφη [34] ἀναπεταννύτωσαν τὰς πύλας τοῦ οὐρανοῦ. Ἡράκλεις, ὅσον τὸ πλῆθος ἐπὶ τὴν ἀκρόασιν ἀπηντήκασιν. ὁ δὲ Τιμοκλῆς αὐτὸς οὐ πάνυ μοι ἀρέσκει ὑποτρέμων καὶ ταραττόμενος: ἀπολεῖ ἅπαντα οὗτος τήμερον: δῆλος γοῦν ἐστιν οὐδὲ ἀντάρασθαι τῷ Δάμιδι δυνησόμενος. ἀλλ᾽ ὅπερ ἡμῖν δυνατώτατον, εὐχώμεθα ὑπὲρ αὐτοῦ σιγῇ ἐφ᾽ ἡμείων, ἵνα μὴ Δᾶμίς γε πύθηται.

  Τιμοκλῆς [35] τί φής, ὦ ἱερόσυλε Δᾶμι, θεοὺς μὴ εἶναι μηδὲ προνοεῖν τῶν ἀνθρώπων;

  Δάμις

  οὔκ: ἀλλὰ σὺ πρότερος ἀπόκριναί μοι ᾧτινι λόγῳ ἐπείσθης εἶναι αὐτούς.

  Τιμοκλῆς

  οὐ μὲν οὖν, ἀλλὰ σύ, ὦ μιαρέ, ἀπόκριναι:

  Δάμις

  οὐ μὲν οὖν, ἀλλὰ σύ.

  Ζεύς

  ταυτὶ μὲν παρὰ πολὺ ὁ ἡμέτερος ἄμειν
ον καὶ εὐφωνότερον τραχύνεται. εὖ γε, ὦ Τιμόκλεις, ἐπίχει τῶν βλασφημιῶν ἐν γὰρ τούτῳ σοι τὸ κράτος, ὡς τά γε ἄλλα ἰχθύν σε ἀποφανεῖ ἐπιστομίζων.

  Τιμοκλῆς

  ἀλλά, μὰ τὴν Ἀθηνᾶν, οὐκ ἂν ἀποκριναίμην σοι πρότερος.

  Δάμις

  οὐκοῦν, ὦ Τιμόκλεις, ἐρώτα: ἐκράτησας γὰρ τοῦτό γε ὀμωμοκώς: ἀλλ᾽ ἄνευ τῶν βλασφημιῶν, εἰ δοκεῖ.

  Τιμοκλῆς [36] εὖ λέγεις: εἰπὲ οὖν μοι, οὐ δοκοῦσί σοι, ὦ κατάρατε, προνοεῖν οἱ θεοὶ

  Δάμις

  οὐδαμῶς.

  Τιμοκλῆς

  τί φής; ἀπρονόητα οὖν ταῦτα ἅπαντα;

  Δάμις

  ναί.

  Τιμοκλῆς

  %2οὐδ᾽ ὑπό τινι οὖν θεῷ τάττεται ἡ τῶν ὅλων ἐπιμέλεια;

  Δάμις

  οὔ.

  Τιμοκλῆς

 

‹ Prev