Ἡράκλειτος
ἡγέομαι γάρ, ὦ ξεῖνε, τὰ ἀνθρωπήϊα πρήγματα ὀϊζυρὰ καὶ δακρυώδεα καὶ οὐδὲν αὐτέων ὅ τι μὴ ἐπικήριον τὸ δὴ οἰκτείρω τε σφέας καὶ ὀδύρομαι, ^:καὶ τὰ μὲν παρεόντα οὐ δοκέω μεγάλα, τὰ δὲ ὑστέρῳ χρόνῳ ἐσόμενα πάμπαν ἀνιηρά, λέγω δὲ τὰς ἐκπυρώσιας καὶ τὴν τοῦ ὅλου συμφορὴν ταῦτα ὀδύρομαι καὶ ὅτι ἔμπεδον οὐδέν, ἀλλ᾽ ὅκως ἐς κυκεῶνα τὰ πάντα συνειλέονται καί ἐστι τὠυτὸ τέρψις ἀτερψίη, γνῶσις ἀγνωσίη, μέγα μικρόν, ἄνω κάτω περιχωρέοντα καὶ ἀμειβόμενα ἐν τῇ τοῦ αἰῶνος παιδιῇ.
Ἀγοράστης
τί γὰρ ὁ αἰών ἐστι;
Ἡράκλειτος
παῖς παίζων, πεσσεύων, διαφερόμενος, συμφερόμενος.
Ἀγοράστης
τί δὲ ἄνθρωποι;
Ἡράκλειτος
θεοὶ θνητοί.
Ἀγοράστης
τί δὲ θεοί;
Ἡράκλειτος
ἄνθρωποι ἀθάνατοι.
Ἀγοράστης
αἰνίγματα λέγεις, ὦ οὗτος, ἢ γρίφους συντίθης; ἀτεχνῶς γὰρ ὥσπερ ὁ Λοξίας οὐδὲν ἀποσαφεῖς.
Ἡράκλειτος
οὐδὲν γάρ μοι μέλει ὑμέων.
Ἀγοράστης
τοιγαροῦν οὐδὲ ὠνήσεταὶ σέ τις εὖ φρονῶν.
Ἡράκλειτος
ἐγὼ δὲ κέλομαι πᾶσιν ἡβηδὸν οἰμώζειν, τοῖσιν ὠνεομένοισι καὶ τοῖσιν οὐκ ὠνεομένοισι.
Ἀγοράστης
τουτὶ τὸ κακὸν οὐ πόρρω μελαγχολίας ἐστὶν οὐδέτερον δὲ ὅμως αὐτῶν ἔγωγε ὠνήσομαι.
Ἑρμῆς
ἄπρατοι καὶ οὗτοι μένουσιν.
Ζεύς
ἄλλον ἀποκήρυττε.
Ἑρμῆς [15] βούλει τὸν Ἀθηναῖον ἐκεῖνον, τὸν στωμύλον;
Ζεύς
πάνυ μὲν οὖν.
Ἑρμῆς
δεῦρο ἐλθὲ συ. βίον ἀγαθὸν καὶ συνετὸν ἀποκηρύττομεν. τίς ὠνεῖται τὸν ἱερώτατον;
Ἀγοράστης
εἰπέ μοι, τί μάλιστα εἰδὼς τυγχάνεις;
Σωκράτης
παιδεραστής εἰμι καὶ σοφὸς τὰ ἐρωτικά.
Ἀγοράστης
πῶς οὖν ἐγὼ πρίωμαί σε; παιδαγωγοῦ γὰρ ἐδεόμην τῷ παιδὶ καλῷ ὄντι μοι.
Σωκράτης
τίς δ᾽ ἂν ἐπιτηδειότερος ἐμοῦ γένοιτο συνεῖναι καλῷ; καὶ γὰρ οὐ τῶν σωμάτων ἐραστής εἰμι, τὴν ψυχὴν δὲ ἡγοῦμαι καλήν. ἀμέλει κἂν ὑπὸ ταὐτὸν ἱμάτιόν μοι κατακέωνται, ἀκούσει αὐτῶν λεγόντων μηδὲν ὑπ᾽ ἐμοῦ δεινὸν παθεῖν.
Ἀγοράστης
ἄπιστα λέγεις, τὸ παιδεραστὴν ὄντα μὴ πέρα τῆς ψυχῆς πολυπραγμονεῖν, καὶ ταῦτα ἐπ᾽ ἐξουσίας, ὑπὸ τῷ αὐτῷ ἱματίῳ κατακείμενον.
Σωκράτης [16] καὶ μὴν ὀμνύω γέ σοι τὸν κύνα καὶ τὴν πλάτανον οὕτω ταῦτα ἔχειν.
Ἀγοράστης
Ἡράκλεις τῆς ἀτοπίας τῶν θεῶν.
Σωκράτης
τί σὺ λέγεις; οὐ δοκεῖ σοι ὁ κύων εἶναι θεός; οὐχ ὁρᾷς τὸν Ἄνουβιν ἐν Αἰγύπτῳ ὅσος; καὶ τὸν ἐν οὐρανῷ Σείριον καὶ τὸν παρὰ τοῖς κάτω Κέρβερον;
Ἀγοράστης [17] ‘ Εὖ λέγεις, ἐγὼ δὲ διημάρτανον. ἀλλὰ τίνα βιοῖς τὸν τρόπον;
Σωκράτης
οἰκῶ μὲν ἐμαυτῷ τινα πόλιν ἀναπλάσας, χρῶμαι δὲ πολιτείᾳ ξένῃ καὶ νόμους νομίζω τοὺς ἐμούς.
Ἀγοράστης
ἓν ἐβουλόμην ἀκοῦσαι τῶν δογμάτων.
Σωκράτης
ἄκουε δὴ τὸ μέγιστον, ὃ περὶ τῶν γυναικῶν μοι δοκεῖ: μηδεμίαν αὐτῶν μηδενὸς εἶναι μόνου, παντὶ δὲ μετεῖναι τῷ βουλομένῳ τοῦ γάμου.
Ἀγοράστης
τοῦτο φής, ἀνῃρῆσθαι τοὺς περὶ μοιχείας νόμους;
Σωκράτης
νὴ Δία, καὶ ἁπλῶς γε πᾶσαν τὴν περὶ τὰ τοιαῦτα μικρολογίαν.
Ἀγοράστης
τί δὲ περὶ τῶν ἐν ὥρᾳ παίδων σοι δοκεῖ;
Σωκράτης
καὶ οὗτοι ἔσονται τοῖς ἀρίστοις ἆθλον φιλῆσαι λαμπρόν τι καὶ νεανικὸν ἐργασαμένοις.
Ἀγοράστης
βαβαὶ τῆς φιλοδωρίας. τῆς δὲ σοφίας τί σοι τὸ κεφάλαιον
Σωκράτης
; αἱ ἰδέαι καὶ τὰ τῶν ὄντων παραδείγματα: ὁπόσα γὰρ δὴ ὁρᾷς, τὴν γῆν, τὰ ἐπὶ γῆς, τὸν οὐρανόν, τὴν θάλατταν, ἁπάντων τούτων εἰκόνες ἀφανεῖς ἑστᾶσιν ἔξω τῶν ὅλων.
Ἀγοράστης
ποῦ δ᾽ ἑστᾶσιν;
Σωκράτης
οὐδαμοῦ: εἰ γάρ που εἶεν, οὐκ ἂν εἶεν.
Ἀγοράστης
οὐχ ὁρῶ ταῦθ᾽ ἅπερ λέγεις τὰ παραδείγματα.
Σωκράτης
εἰκότως: τυφλὸς γὰρ εἶ τῆς ψυχῆς τὸν ὀφθαλμόν. ἐγὼ δὲ πάντων ὁρῶ εἰκόνας καὶ σὲ ἀφανῆ κἀμὲ ἄλλον, καὶ ὅλως διπλᾶ πάντα.
Ἀγοράστης
τοιγαροῦν ὠνητέος εἶ σοφὸς καὶ ὀξυδερκής τις ὤν. φέρε ἴδω τί καὶ πράξεις με ὑπὲρ αὐτοῦ σύ;
Ἑρμῆς
δὸς δύο τάλαντα.
Ἀγοράστης
Ὠνησάμην >ὅσου φής. τἀργύριον μέντοι εἰς αὖθις καταβαλῶ.
Ἑρμῆς [19] τί σοι τοὔνομα;
Ἀγοράστης
Δίων Συρακούσιος,
Ἑρμῆς
ἄγε λαβὼν ἀγαθῇ τύχῃ. τὸν Ἐπικούρειον σὲ ἤδη καλῶ. τίς ὠνήσεται τοῦτον; ἔστι μὲν τοῦ γελῶντος ἐκείνου μαθητὴς καὶ τοῦ μεθύοντος, οὓς μικρῷ πρόσθεν ἀπεκηρύττομεν. ἓν δὲ πλέον οἶδεν αὐτῶν, παρ᾽ ὅσον δυσσεβέστερος τυγχάνει: τὰ δὲ ἄλλα ἡδὺς καὶ λιχνείᾳ φίλος.
Ἀγοράστης
τίς ἡ τιμή;
Ἑρμῆς
δύο μ�
�αῖ.
Ἀγοράστης
λάμβανε: τὸ δεῖνα δέ, ὅπως εἰδῶ, τίσι χαίρει τῶν ἐδεσμάτων;
Ἑρμῆς
τὰ γλυκέα σιτεῖται καὶ τὰ μελιτώδη καὶ μάλιστά γε τὰς ἰσχάδας.
Ἀγοράστης
χαλεπὸν οὐδέν ὠνησόμεθα γὰρ αὐτῷ παλάθας τῶν Καρικῶν.
Ζεύς [20] ἄλλον κάλει, τὸν ἐν χρῷ κουρίαν ἐκεῖνον, τὸν σκυθρωπόν, τὸν ἀπὸ τῆς στοᾶς.
Ἑρμῆς
εὖ λέγεις: ἐοίκασι γὰρ πολύ τι πλῆθος αὐτὸν περιμένειν τῶν ἐπὶ τὴν ἀγορὰν ἀπηντηκότων. αὐτὴν τὴν ἀρετὴν πωλῶ, τῶν βίων τὸν τελειότατον. τίς ἅπαντα μόνος εἰδέναι θέλει;
Ἀγοράστης
πῶς τοῦτο φής;
Ἑρμῆς
ὅτι μόνος οὗτος σοφός, μόνος καλός, μόνος δίκαιος ἀνδρεῖος βασιλεὺς ῥήτωρ πλούσιος νομοθέτης καὶ τὰ ἄλλα ὁπόσα ἐστίν.
Ἀγοράστης
οὐκοῦν καὶ μάγειρος μόνος, καὶ νὴ Δία γε σκυτοδέψης ἢ τέκτων καὶ τὰ τοιαῦτα
Ἑρμῆς
ἔοικεν.
Ἀγοράστης
[21] ἐλθέ, ὦγαθέ, καὶ λέγε πρὸς τὸν ὠνητὴν ἐμὲ ποῖός τις εἶ, καὶ πρῶτον εἰ οὐκ ἄχθῃ πιπρασκόμενος καὶ δοῦλος ὤν.
Χρύσιππος
οὐδαμῶς: οὐ γὰρ ἐφ᾽ ἡμῖν ταῦτά ἐστιν. ἃ δὲ οὐκ ἐφ᾽ ἡμῖν, ἀδιάφορα εἶναι συμβέβηκεν.
Ἀγοράστης
οὐ μανθάνω ᾗ καὶ λέγεις.
Χρύσιππος
τί φής; οὐ μανθάνεις ὅτι τῶν τοιούτων τὰ μέν ἐστι προηγμένα, τὰ δ᾽ ἀνάπαλιν ἀποπροηγμένα;
Ἀγοράστης
οὐδὲ νῦν μανθάνω.
Χρύσιππος
εἰκότως: οὐ γὰρ εἶ συνήθης τοῖς ἡμετέροις ὀνόμασιν οὐδὲ τὴν καταληπτικὴν φαντασίαν ἔχεις, ὁ δὲ σπουδαῖος ὁ τὴν λογικὴν θεωρίαν ἐκμαθὼν οὐ μόνον ταῦτα οἶδεν, ἀλλὰ καὶ σύμβαμα καὶ παρασύμβαμα ὁποῖα καὶ ὁπόσον ἀλλήλων διαφέρει.
Ἀγοράστης
πρὸς τῆς σοφίας, μὴ φθονήσῃς κἂν τοῦτο εἰπεῖν, τί τὸ σύμβαμα καὶ τὸ παρασύμβαμα: καὶ γὰρ οὐκ οἶδ᾽ ὅπως ἐπλήγην ὑπὸ τοῦ ῥυθμοῦ τῶν ὀνομάτων.
Χρύσιππος
ἀλλ᾽ οὐδεὶς φθόνος: ἢν γάρ τις χωλὸς ὢν αὐτῷ ἐκείνῳ τῷ χωλῷ ποδὶ προσπταίσας λίθῳ τραῦμα, ἐξ ἀφανοῦς λάβῃ, ὁ τοιοῦτος εἶχε μὲν δήπου σύμβαμα τὴν χωλείαν, τὸ τραῦμα δὲ παρασύμβαμα προσέλαβεν.
Ἀγοράστης [22] ὢ τῆς ἀγχινοίας. τί δὲ ἄλλο μάλιστα φὴς εἰδέναι;
Χρύσιππος
τὰς τῶν λόγων πλεκτάνας αἷς συμποδίζω τοὺς προσομιλοῦντας καὶ ἀποφράττω καὶ σιωπᾶν ποιῶ, φιμὸν ἀτεχνῶς;αὐτοῖς περιτιθείς: ὄνομα δὲ τῇ δυνάμει ταύτῃ ὁ ἀοίδιμος συλλογισμός.
Ἀγοράστης
Ἡράκλεις, ἄμαχόν τινα καὶ βίαιον λέγεις.
Χρύσιππος
σκόπει γοῦν ἔστι σοι παιδίον;
Ἀγοράστης
τί μήν;
Χρύσιππος
τοῦτο ἤν πως κροκόδειλος ἁρπάσῃ πλησίον τοῦ ποταμοῦ πλαζόμενον εὑρών, κᾆτά σοι ἀποδώσειν ὑπισχνῆται αὐτό, ἢν εἴπῃς τἀληθὲς ὅ τι δέδοκται αὐτῷ περὶ τῆς ἀποδόσεως τοῦ βρέφους, τί φήσεις αὐτὸν ἐγνωκέναι;
Ἀγοράστης
δυσαπόκριτον ἐρωτᾷς. ἀπορῶ γὰρ ὁπότερον εἰπὼν ἀπολάβοιμι. ἀλλὰ σὺ πρὸς Διὸς ἀποκρινάμενος ἀνάσωσαί μοι τὸ παιδίον, μὴ καὶ φθάσῃ αὐτὸ καταπιών.
Χρύσιππος
θάρρει: καὶ ἄλλα γάρ σε διδάξομαι θαυμασιώτερα.
Ἀγοράστης
τὰ ποῖα;
Χρύσιππος
τὸν θερίζοντα καὶ τὸν κυριεύοντα καὶ ἐπὶ πᾶσι τὴν Ἠλέκτραν καὶ τὸν ἐγκεκαλυμμένον.
Ἀγοράστης
τίνα τοῦτον τὸν ἐγκεκαλυμμένον ἢ τίνα τὴν Ἠλέκτραν λέγεις;
Χρύσιππος
Ἠλέκτραν μὲν ἐκείνην τὴν πάνυ, τὴν Ἀγαμέμνονος, ἣ τὰ αὐτὰ οἶδέ τε ἅμα καὶ οὐκ οἶδε: παρεστῶτος γὰρ αὐτῇ τοῦ Ὀρέστου ἔτι ἀγνῶτος οἶδε μὲν Ὀρέστην, ὅτι ἀδελφὸς αὐτῆς, ὅτι δὲ οὗτος Ὀρέστης ἀγνοεῖ. τὸν δ᾽ αὖ ἐγκεκαλυμμένον καὶ πάνυ θαυμαστὸν ἀκούσῃ λόγον ἀπόκριναι γάρ μοι, τὸν πατέρα οἶσθα τὸν σεαυτοῦ;
Ἀγοράστης
ναί.
Χρύσιππος
τί οὖν; ἤν σοι παραστήσας τινὰ ἐγκεκαλυμμένον ἔρωμαι, τοῦτον οἶσθα; τί φήσεις;
Ἀγοράστης
δηλαδὴ ἀγνοεῖν.
Χρύσιππος [23] ἀλλὰ μὴν αὐτὸς οὗτος ἦν ὁ πατήρ ὁ σός: ὥστε εἰ τοῦτον ἀγνοεῖς, δῆλος εἶ τὸν πατέρα τὸν σὸν ἀγνοῶν.
Ἀγοράστης
οὐ μὲν οὖν ἀλλ᾽ ἀποκαλύψας αὐτὸν εἴσομαι τὴν ἀλήθειαν. ὅμως δ᾽ οὖν τί σοι τῆς σοφίας τὸ τέλος, ἢ τί πράξεις πρὸς τὸ ἀκρότατον τῆς ἀρετῆς ἀφικόμενος;
Χρύσιππος
περὶ τὰ πρῶτα κατὰ φύσιν τότε γενήσομαι, λέγω δὲ πλοῦτον, ὑγίειαν καὶ τὰ τοιαῦτα. πρότερον δὲ ἀνάγκη πολλὰ προπονῆσαι λεπτογράφοις βιβλίοις παραθήγοντα τὴν ὄψιν καὶ σχόλια συναγείροντα καὶ σολοικισμῶν ἐμπιπλάμενον καὶ ἀτόπων ῥημάτων καὶ τὸ κεφάλαιον, οὐ θέμις γενέσθαι σοφόν, ἢν μὴ τρὶς ἐφεξῆς τοῦ ἐλλεβόρου πίῃς.
Ἀγοράστης
γενναῖά σου ταῦτα καὶ δεινῶς ἀνδρικά. τὸ δὲ Γνίφωνα εἶναι καὶ τοκογλύφον — καὶ γὰρ τάδε ὁρῶ σοι προσόντα — τί φῶμεν, ἀνδρὸς ἤδη πεπωκότος τὸν ἐλλέβορον καὶ τελείου πρὸς ἀρετήν;
Χρύσιππος
ναί: μόνῳ γοῦν τὸ δανείζειν πρέποι ἂν τῷ σοφῷ: ἐπεὶ γὰρ ἴδιον α�
��τοῦ συλλογίζεσθαι, τὸ δανείζειν δὲ καὶ λογίζεσθαι τοὺς τόκους πλησίον εἶναι δοκεῖ τῷ συλλογίζεσθαι, μόνου ἂν εἴη τοῦ σπουδαίου καθάπερ ἐκεῖνο καὶ τοῦτο, καὶ οὐ μόνον γε ἁπλοῦς, ὥσπερ οἱ ἄλλοι, τοὺς τόκους, ἀλλὰ καὶ τούτων ἑτέρους τόκους λαμβάνειν ἢ γὰρ ἀγνοεῖς ὅτι τῶν τόκων οἱ μέν εἰσι πρῶτοί τινες, οἱ δὲ δεύτεροι, καθάπερ αὐτῶν ἐκείνων ἀπόγονοι; ὁρᾷς δὲ δὴ καὶ τὸν συλλογισμὸν ὁποῖά φησιν εἰ τὸν πρῶτον τόκον λήψεται, λήψεται ^ καὶ τὸν δεύτερον ἀλλὰ μὴν τὸν πρῶτον λήψεται, λήψεται ^ ἄρα καὶ τὸν δεύτερον.
Ἀγοράστης [24] οὐκοῦν καὶ μισθῶν πέρι τὰ αὐτὰ φῶμεν, οὓς σὺ λαμβάνεις ἐπὶ τῇ σοφίᾳ παρὰ τῶν νέων, καὶ δῆλον ὅτι μόνος ὁ σπουδαῖος μισθὸν ἐπὶ τῇ ἀρετῇ λήψεται;
Delphi Complete Works of Lucian Page 176