Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 185
Delphi Complete Works of Lucian Page 185

by Lucian Samosata


  Ἑρμῆς

  τοῦτο μὲν ἀπίθανον: οὐ γὰρ οἷόν τε, ὦ Ῥητορική, μόνον αὐτὸν ἀπολογεῖσθαι κατὰ σχῆμα τοῦ Διαλόγου, ἀλλὰ ῥῆσιν καὶ αὐτὸς εἰπάτω.

  Σῦρος[30] ἐπεὶ καὶ τοῦτο, ὦ ἄνδρες δικασταί, ἡ ἀντίδικος ἠγανάκτησεν, εἰ μακρῷ χρήσομαι τῷ λόγῳ, καὶ ταῦτα τὸ δύνασθαι λέγειν παρ᾽ ἐκείνης λαβών, πολλὰ μὲν οὐκ ἐρῶ πρὸς ὑμᾶς, τὰ κεφάλαια δὲ αὐτὰ ἀπολυσάμενος ^ τῶν κατηγορηθέντων ὑμῖν ἀπολείψω σκοπεῖν περὶ ἁπάντων. πάντα γὰρ ὁπόσα διηγήσατο περὶ ἐμοῦ ἀληθῆ ὄντα διηγήσατο: καὶ γὰρ ἐπαίδευσεν καὶ συναπεδήμησεν καὶ εἰς τοὺς Ἕλληνας ἐνέγραψεν, καὶ κατά γε τοῦτο χάριν ἂν εἰδείην τῷ γάμῳ. δι᾽ ἃς δὲ αἰτίας ἀπολιπὼν αὐτὴν ἐπὶ τουτονὶ τὸν Διάλογον ἐτραπόμην, ἀκούσατε, ὦ ἄνδρες δικασταί, καί με μηδὲν τοῦ χρησίμου ἕνεκα ψεύδεσθαι ὑπολάβητε. [31] ἐγὼ γὰρ ὁρῶν ταύτην οὐκέτι σωφρονοῦσαν οὐδὲ μένουσαν ἐπὶ τοῦ κοσμίου σχήματος οἷόν ποτε ἐσχηματισμένην αὐτὴν ὁ Παιανιεὺς ἐκεῖνος ἠγάγετο, κοσμουμένην δὲ καὶ τὰς τρίχας εὐθετίζουσαν εἰς τὸ ἑταιρικὸν καὶ φυκίον ἐντριβομένην καὶ τὠφθαλμὼ ὑπογραφομένην, ὑπώπτευον εὐθὺς καὶ παρεφύλαττον ὅποι τὸν ὀφθαλμὸν φέρει. καὶ τὰ μὲν ἄλλα ἐῶ: καθ᾽ ἑκάστην δὲ τὴν νύκτα ὁ μὲν στενωπὸς ἡμῶν ἐνεπίμπλατο μεθυόντων ἐραστῶν κωμαζόντων ἐπ᾽ αὐτὴν καὶ κοπτόντων τὴν θύραν, ἐνίων δὲ καὶ εἰσβιάζεσθαι σὺν οὐδενὶ κόσμῳ τολμώντων. αὐτὴ δὲ ἐγέλα καὶ ἥδετο τοῖς δρωμένοις καὶ τὰ πολλὰ ἢ παρέκυπτεν ἀπὸ τοῦ . τέγους ᾀδόντων ἀκούουσα τραχείᾳ τῇ φωνῇ ᾠδάς τινας ἐρωτικὰς ἢ καὶ παρανοίγουσα τὰς θυρίδας ἐμὲ οἰομένη λανθάνειν ἠσέλγαινε καὶ ἐμοιχεύετο πρὸς αὐτῶν. ὅπερ ἐγὼ μὴ φέρων γράψασθαι μὲν αὐτὴν μοιχείας οὐκ ἐδοκίμαζον, ἐν γειτόνων δὲ οἰκοῦντι τῷ Διαλόγῳ προσελθὼν ἠξίουν καταδεχθῆναι ὑπ᾽ αὐτοῦ. [32] ταῦτά ἐστιν ἃ τὴν Ῥητορικὴν ἐγὼ μεγάλα ἠδίκηκα. καίτοι εἰ καὶ μηδὲν αὐτῇ τοιοῦτο ἐπέπρακτο, καλῶς εἶχέ μοι ἀνδρὶ ἤδη τετταράκοντα ἔτη σχεδὸν γεγονότι θορύβων μὲν ἐκείνων καὶ δικῶν ἀπηλλάχθαι καὶ τοὺς ἄνδρας τοὺς δικαστὰς ἀτρεμεῖν ἐᾶν, τυράννων κατηγορίας καὶ ἀριστέων ἐπαίνους ἐκφυγόντα, εἰς δὲ τὴν Ἀκαδήμειαν ἢ εἰς τὸ Λύκειον ἐλθόντα τῷ βελτίστῳ τούτῳ Διαλόγῳ συμπεριπατεῖν ἠρέμα διαλεγομένους, τῶν ἐπαίνων καὶ κρότων οὐ δεομένους. πολλὰ ἔχων εἰπεῖν ἤδη παύσομαι. ὑμεῖς δὲ εὔορκον τὴν ψῆφον ἐνέγκατε.

  Δίκη

  τίς κρατεῖ;

  Ἑρμῆς

  πάσαις ὁ Σύρος πλὴν μιᾶς.

  Δίκη

  ῥήτωρ τις ἔοικεν εἶναι ὁ τὴν ἐναντίαν θέμενος. [33] ὁ Διάλογος ἐπὶ τῶν αὐτῶν λέγε. ὑμεῖς δὲ περιμείνατε, διπλάσιον ἀποισόμενοι τὸν μισθὸν ἐπ᾽ ἀμφοτέραις ταῖς δίκαις.

  Διάλογος

  ἐγὼ δέ, ὦ ἄνδρες δικασταί, μακροὺς μὲν ἀποτείνειν τοὺς λόγους οὐκ ἂν ἐβουλόμην πρὸς;ὑμᾶς, ἀλλὰ κατὰ μικρὸν ὥσπερ εἴωθα. ὅμως δὲ ὡς νόμος ἐν τοῖς δικαστηρίοις, οὕτω ποιήσομαι τὴν κατηγορίαν ἰδιώτης παντάπασιν καὶ ἄτεχνος τῶν τοιούτων ὤν: καί μοι τοῦτο ἔστω πρὸς ὑμᾶς τὸ προοίμιον. . ἃ δὲ ἠδίκημαι καὶ περιύβρισμαι πρὸς τούτου, ταῦτά ἐστιν, ὅτι με σεμνόν τέως ὄντα καὶ θεῶν τε πέρι καὶ φύσεως καὶ τῆς τῶν ὅλων περιόδου σκοπούμενον, ὑψηλὸν ἄνω που τῶν νεφῶν ἀεροβατοῦντα, ἔνθα ὁ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων φέρεται, κατασπάσας αὐτὸς ἤδη κατὰ τὴν ἁψῖδα πετόμενον καὶ ἀναβαίνοντα ὑπὲρ τὰ νῶτα τοῦ οὐρανοῦ καὶ τὰ πτερὰ συντρίψας ἰσοδίαιτον τοῖς πολλοῖς ἐποίησεν, καὶ τὸ μὲν τραγικὸν ἐκεῖνο καὶ σωφρονικὸν προσωπεῖον ἀφεῖλέ μου, κωμικὸν δὲ καὶ σατυρικὸν ἄλλο ἐπέθηκέ μοι καὶ μικροῦ δεῖν γελοῖον. εἶτά μοι εἰς τὸ αὐτὸ φέρων συγκαθεῖρξεν τὸ σκῶμμα καὶ τὸν ἴαμβον καὶ κυνισμὸν καὶ τὸν Εὔπολιν καὶ τὸν Ἀριστοφάνη, δεινοὺς ἄνδρας ἐπικερτομῆσαι τὰ σεμνὰ καὶ χλευάσαι τὰ ὀρθῶς ἔχοντα. τελευταῖον δὲ καὶ Μένιππόν τινα τῶν παλαιῶν κυνῶν μάλα ὑλακτικὸν ὡς δοκεῖ καὶ κάρχαρον ἀνορύξας, καὶ τοῦτον ἐπεισήγαγεν μοι φοβερόν τινα ὡς ἀληθῶς κύνα καὶ τὸ δῆγμα λαθραῖον, ὅσῳ καὶ γελῶν ἅμα ἔδακνεν. πῶς οὖν οὐ δεινὰ ὕβρισμαι μηκέτ᾽ ἐπὶ τοῦ οἰκείου διακείμενος,^ ἀλλὰ κωμῳδῶν καὶ γελωτοποιῶν καὶ ὑποθέσεις ἀλλοκότους ὑποκρινόμενος αὐτῷ; τὸ γὰρ πάντων ἀτοπώτατον, κρᾶσίν τινα παράδοξον κέκραμαι καὶ οὔτε πεζός εἰμι οὔτε ἐπὶ τῶν μέτρων βέβηκα, ἀλλὰ ἱπποκενταύρου δίκην σύνθετόν τι καὶ ξένον φάσμα τοῖς ἀκούουσι δοκῶ.

  Ἑρμῆς[34] τί οὖν πρὸς ταῦτα ἐρεῖς, ὦ Σύρε;

  Σῦρος

  ἀπροσδόκητον, ὦ ἄνδρες δικασταί, τὸν ἀγῶνα τοῦτον ἀγωνίζομαι παρ᾽ ὑμῖν πάντα γοῦν μᾶλλον ἂν ἤλπισα ἢ τὸν Διάλογον τοιαῦτα ἐρεῖν περὶ ἐμοῦ, ὃν παραλαβὼν ἐγὼ σκυθρωπὸν ἔτι τοῖς πολλοῖς δοκοῦντα καὶ ὑπὸ τῶν συνεχῶν ἐρωτήσεων κατεσκληκότα, καὶ ταύτῃ αἰδέσιμον μὲν εἶναι δοκοῦντα, οὐ πάντῃ δὲ ἡδὺν οὐδὲ τοῖς πλήθεσι κεχαρισμένον, πρῶτον μὲν αὐτὸν ἐπὶ γῆς βαίνειν εἴθισα εἰς τὸν ἀνθρώπινον τοῦτον τρόπον, μετὰ δὲ τὸν αὐχμὸν τὸν πολὺν ἀποπλύνας καὶ μειδιᾶν καταναγκάσας ἡδίω τοῖς ὁρῶσι παρεσκεύασα, ἐπὶ πᾶσι δὲ τὴν κωμῳδίαν αὐτῷ παρέζευξα, καὶ κατὰ τοῦτο πολλὴν οἱ μηχανώμε
νος τὴν εὔνοιαν παρὰ τῶν ἀκουόντων, οἳ τέως τὰς ἀκάνθας τὰς ἐν αὐτῷ δεδιότες ὥσπερ τὸν ἐχῖνον εἰς τὰς χεῖρας λαβεῖν αὐτὸν ἐφυλάττοντο. ἀλλ᾽ ἐγὼ οἶδ᾽ ὅπερ μάλιστα λυπεῖ αὐτόν, ὅτι μὴ τὰ γλίσχρα ἐκεῖνα καὶ λεπτὰ κάθημαι πρὸς αὐτὸν σμικρολογούμενος, εἰ ἀθάνατος ἡ ψυχή, καὶ πόσας κοτύλας ὁ θεὸς ὁπότε τὸν κόσμον εἰργάσατο τῆς ἀμιγοῦς καὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας ἐνέχεεν εἰς τὸν κρατῆρα ἐν ᾧ τὰ πάντα ἐκεράννυτο, καὶ εἰ ἡ Ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον, κολακείας τὸ τέταρτον. χαίρει γὰρ οὐκ οἶδ᾽ ὅπως τὰ τοιαῦτα λεπτολογῶν καθάπερ οἱ τὴν ψώραν ἡδέως κνώμενοι, καὶ τὸ φρόντισμα ἡδὺ αὐτῷ δοκεῖ καὶ μέγα φρονεῖ ἢν λέγηται ὡς οὐ παντὸς ἀνδρός ἐστι συνιδεῖν ἃ περὶ τῶν ἰδεῶν ὀξυδορκεῖ. ταῦτα δηλαδὴ καὶ παρ᾽ ἐμοῦ ἀπαιτεῖ καὶ τὰ πτερὰ: ἐκεῖνα ζητεῖ καὶ ἄνω βλέπει τὰ πρὸ τοῖν ποδοῖν οὐχ ὁρῶν. ἐπεὶ τῶν γε ἄλλων ἕνεκα οὐκ ἂν οἶμαι μέμψαιτό μοι, ὡς θοἰμάτιον τοῦτο τὸ Ἑλληνικὸν περισπάσας αὐτοῦ βαρβαρικόν τι μετενέδυσα, καὶ ταῦτα βάρβαρος αὐτὸς εἶναι δοκῶν ἠδίκουν γὰρ ἂν τὰ τοιαῦτα εἰς αὐτὸν παρανομῶν καὶ τὴν πάτριον ἐσθῆτα λωποδυτῶν. ἀπολελόγημαι ὡς δυνατὸν ἐμοί: ὑμεῖς δὲ ὁμοίαν τῇ πάλαι τὴν ψῆφον ἐνέγκατε.

  Ἑρμῆς[35] βαβαί, δέκα ὅλαις κρατεῖς: ὁ γὰρ αὐτὸς ἐκεῖνος ὁ πάλαι οὐδὲ νῦν ὁμόψηφός ἐστιν. ἀμέλει τοῦτο ἔθος ἐστίν, καὶ πᾶσι τὴν τετρυπημένην οὗτος φέρει: καὶ μὴ παύσαιτο φθονῶν τοῖς ἀρίστοις. ἀλλ᾽ ὑμεῖς μὲν ἄπιτε ἀγαθῇ τύχῃ, αὔριον δὲ τὰς λοιπὰς δικάσομεν.

  ON SACRIFICES — Περὶ Θυσιῶν

  ἃ μὲν γὰρ ἐν ταῖς θυσίαις οἱ μάταιοι πράττουσι καὶ ταῖς ἑορταῖς καὶ προσόδοις τῶν θεῶν καὶ ἃ αἰτοῦσι καὶ ἃ εὔχονται καὶ ἃ γιγνώσκουσι περὶ αὐτῶν, οὐκ οἶδα εἴ τις οὕτως κατηφής ἐστι καὶ λελυπημένος ὅστις οὐ γελάσεται τὴν ἀβελτερίαν: ἐπιβλέψας τῶν δρωμένων. καὶ πολύ γε, οἶμαι, πρότερον τοῦ γελᾶν πρὸς ἑαυτὸν ἐξετάσει πότερον εὐσεβεῖς αὐτοὺς χρὴ καλεῖν ἢ τοὐναντίον θεοῖς ἐχθροὺς καὶ κακοδαίμονας, οἵ γε οὕτω ταπεινὸν καὶ ἀγεννὲς τὸ θεῖον ὑπειλήφασιν ὥστε εἶναι ἀνθρώπων ἐνδεὲς καὶ κολακευόμενον ἥδεσθαι καὶ ἀγανακτεῖν ἀμελούμενον. τὰ γοὺν Αἰτωλικὰ πάθη καὶ τὰς τῶν Καλυδωνίων συμφορὰς καὶ τοὺς τοσούτους φόνους καὶ τὴν Μελεάγρου διάλυσιν, πάντα ταῦτα ἔργα φασὶν εἶναι τῆς Ἀρτέμιδος μεμψιμοιρούσης ὅτι μὴ παρελήφθη πρὸς τὴν θυσίαν ὑπὸ τοῦ Οἰνέως: οὕτως ἄρα βαθέως καθίκετο αὐτῆς ἡ τῶν ἱερείων διαφορά καί μοι δοκῶ ὁρᾶν αὐτὴν ἐν τῷ οὐρανῷ τότε μόνην τῶν ἄλλων θεῶν εἰς Οἰνέως πεπορευμένων, δεινὰ ποιοῦσαν καὶ σχετλιάζουσαν οἵας ἑορτῆς ἀπολειφθήσεται.

  [2] τοὺς δ᾽ αὖ Αἰθίοπας καὶ μακαρίους καὶ τρισευδαίμονας εἴποι τις ἄν, εἴ γε ἀπομνημονεύει τὴν χάριν αὐτοῖς ὁ Ζεὺς ἣν πρὸς αὐτὸν ἐπεδείξαντο δώδεκα ἑξῆς ἡμέρας ἑστιάσαντες, καὶ ταῦτα ἐπαγόμενον καὶ τοὺς ἄλλους θεούς. οὕτως οὐδέν, ὡς ἔοικεν, ἀμισθὶ ποιοῦσιν ὧν ποιοῦσιν, ἀλλὰ πωλοῦσιν τοῖς ἀνθρώποις τἀγαθά, καὶ ἔνεστι πρίασθαι παρ᾽ αὐτῶν τὸ μὲν ὑγιαίνειν, εἰ τύχοι, βοϊδίου, τὸ δὲ πλουτεῖν βοῶν τεττάρων, τὸ δὲ βασιλεύειν ἑκατόμβης, τὸ δὲ σῶον ἐπανελθεῖν ἐξ Ἰλίου εἰς Πύλον ταύρων ἐννέα, καὶ τὸ ἐκ τῆς Αὐλίδος εἰς Ἴλιον διαπλεῦσαι παρθένου βασιλικῆς. ἡ μὲν γὰρ Ἑκάβη τὸ μὴ ἁλῶναι τὴν πόλιν τότε ἐπρίατο παρὰ τῆς Ἀθηνᾶς βοῶν δώδεκα καὶ πέπλου. εἰκάζειν δὲ χρὴ πολλὰ εἶναι ἀλεκτρυόνος καὶ στεφάνου καὶ λιβανωτοῦ μόνου παρ᾽ αὐτοῖς ὤνια.

  [3] ταῦτά γε, οἶμαι, καὶ ὁ Χρύσης ἐπιστάμενος ἅτε ἱερεὺς ὢν καὶ γέρων καὶ τὰ θεῖα σοφός, ἐπειδὴ ἄπρακτος ἀπῄει παρὰ τοῦ Ἀγαμέμνονος, ὡς ἂν καὶ προδανείσας τῷ Ἀπόλλωνι τὴν χάριν δικαιολογεῖται καὶ ἀπαιτεῖ τὴν ἀμοιβὴν καὶ μόνον οὐκ ὀνειδίζει λέγων, ‘ὦ βέλτιστε Ἄπολλον, ἐγὼ μέν σου τὸν νεὼν τέως ἀστεφάνωτον ὄντα πολλάκις ἐστεφάνωσα, καὶ τοσαῦτά σοι μηρία ταύρων τε καὶ αἰγῶν ἔκαυσα ἐπὶ τῶν βωμῶν, σὺ δὲ ἀμελεῖς μου τοιαῦτα πεπονθότος καὶ παρ᾽ οὐδὲν τίθεσαι ‘τὸν εὐεργέτην.’ τοιγαροῦν οὕτω κατεδυσώπησεν αὐτὸν ἐκ τῶν λόγων, ὥστε ἁρπασάμενος τὰ τόξα καὶ ἐπὶ τοῦ ναυστάθμου καθίσας ἑαυτὸν κατετόξευσε τῷ λοιμῷ τοὺς Ἀχαιοὺς αὐταῖς ἡμιόνοις καὶ κυσίν.

 

‹ Prev