[6] ἄπιστον δοκεῖ τοῖς πολλοῖς. ἀλλὰ μὴ σύ γε πάθῃς τὸ αὐτό: εἴσῃ γὰρ πειρώμενος ὡς οὐδέν σε κωλύσει ῥήτορα δοκεῖν μιᾶς οὐδὲ ὅλης ἡμέρας ὑπερπετασθέντα τὸ ὄρος ἐκ Περσῶν εἰς Αἴγυπτον. ἐθέλω δέ σοι πρῶτον ὥσπερ ὁ Κέβης ἐκεῖνος εἰκόνα γραψάμενος τῷ λόγῳ ἑκατέραν ἐπιδεῖξαι τὴν ὁδὸν δύο γάρ ἐστον, αἳ πρὸς τὴν Ῥητορικὴν ἄγετον, ἧς ἐρᾶν οὐ μετρίως μοι δοκεῖς. καὶ δῆτα ἡ μὲν ἐφ᾽ ὑψηλοῦ καθήσθω πάνυ καλὴ καὶ εὐπρόσωπος, τὸ τῆς Ἀμαλθείας κέρας ἔχουσα ἐν τῇ δεξιᾷ παντοίοις καρποῖς ὑπερβρύον: ἐπὶ θατέρᾳ δέ μοι τὸν πλοῦτον δόκει παρεστῶτα ὁρᾶν, χρυσοῦν ὅλον καὶ ἐπέραστον. καὶ ἡ δόξα δὲ καὶ ἡ ἰσχὺς παρέστωσαν, καὶ οἱ ἔπαινοι περὶ πᾶσαν αὐτὴν Ἔρωσι μικροῖς ἐοικότες πολλοὶ ἁπανταχόθεν περιπλεκέσθωσαν ἐκπετόμενοι. εἰ που τὸν Νεῖλον εἶδες γραφῇ μεμιμημένον, αὐτὸν μὲν κείμενον ἐπὶ κροκοδείλου τινὸς ἢ ἵππου τοῦ ποταμίου, οἷοι πολλοὶ ἐν αὐτῷ, μικρὰ δέ τινα παιδία παρ᾽ αὐτὸν παίζοντα — πήχεις δὲ αὐτοὺς οἱ Αἰγύπτιοι καλοῦσι, — τοιοῦτοι καὶ περὶ τὴν ‘ Ῥητορικὴν οἱ ἔπαινοι. πρόσει δὴ σὺ ὁ ἐραστὴς ἐπιθυμῶν δηλαδὴ ὅτι τάχιστα γενέσθαι ἐπὶ τῆς ἄκρας, ὡς γαμήσειὰς τε αὐτὴν ἀνελθὼν καὶ πάντα ἐκεῖνα ἔχοις, τὸν πλοῦτον τὴν δόξαν τοὺς ἐπαίνους: νόμῳ γὰρ:
[7] ἅπαντα γίγνεται τοῦ γεγαμηκότος. εἶτ᾽ ἐπειδὰν πλησιάσῃς τῷ ὄρει, τὸ μὲν πρῶτον ἀπογιγνώσκεις τὴν ἄνοδον, καὶ τὸ πράημα ὅμοιον εἶναί σοι δοκεῖ οἵα ἡ Ἄορνος ἐφάνη τοῖς Μακεδόσιν ἀπόξυρον αὐτὴν ἁπανταχόθεν ἰδοῦσιν, ἀτεχνῶς οὐδὲ ὀρνβοις ὑπερπτῆναι ῥᾳδίαν, Διονύσου τινὸς ἢ Ἡρακλέους, εἰ μέλλοι καθαιρεθήσεσθαι, δεομένην. ταῦτά σοι δοκεῖ τὸ πρῶτον εἶτα μετ᾽ ὀλίγον ὁρᾷς δύο τινὰς ὁδούς. μᾶλλον δὲ ἡ μὲν ἀτραπός ἐστι στενὴ καὶ ἀκανθώδης καὶ τραχεῖα, πολὺ τὸ δίψος ἐμφαίνουσα καὶ ἱδρῶτα: καὶ ἔφθη γὰρ ἤδη Ἡσίοδος εὖ μάλα ὑποδείξας αὐτήν, ὥστε οὐδὲν ἐμοῦ δεήσει. ἡ ἑτέρα δὲ πλατεῖα καὶ ἀνθηρὰ καὶ εὔυδρος, τοιαύτη οἵαν μικρῷ πρόσθεν εἶπον, ἵνα μὴ πολλάκις τὰ αὐτὰ λέγων ἐπέχω σε ἤδη ῥήτορα
[8] εἶναι δυνάμενον. πλὴν τό γε τοσοῦτον προσθήσειν μοι δοκῶ, διότι ἡ μὲν τραχεῖα ἐκείνη καὶ ἀνάντης οὐ πολλὰ ἴχνη τῶν ὁδοιπόρων εἶχεν, εἰ δέ τινα, πάνυ παλαιά. καὶ ἔγωγε κατ᾽ ἐκείνην ἄθλιος ἀνῆλθον τοσαῦτα καμὼν οὐδὲν δέον ἡ ἑτέρα δ᾽ ἅτε ὁμαλὴ οὖσα καὶ ἀγκύλον οὐδὲν ἔχουσα πόρρωθέν μοι ἐφάνη οἵα ἐστὶν οὐχ ὁδεύσαντι αὐτῷ. οὐ γὰρ ἑώρων νέος ὢν ἔτι τὸ βέλτιον, ἀλλὰ τὸν ποιητὴν ἐκεῖνον ἀληθεύειν ᾤμην λέγοντα ἐκ τῶν πόνων φύεσθαι τὰ ἀγαθά. τὸ δ᾽ οὐκ εἶχεν οὕτως: ἀπονητὶ γοῦν ὁρῶ τοὺς πολλοὺς μειζόνων ἀξιουμένους εὐμοιρίᾳ τῆς αἱρέσεως τῶν λόγων καὶ ὁδῶν. ἐπὶ δ᾽ οὖν τὴν ἀρχὴν ἀφικόμενος εὖ οἶδ᾽ ὅτι ἀπορήσεις, καὶ ἤδη ἀπορεῖς, ποτέραν τρεπτέον. ὡς οὖν ποιήσας ἤδη ῥᾷστα ἐπὶ τὸ ἀκρότατον ἀναβήσῃ καὶ εὐδαιμονήσεις καὶ γαμήσεις καὶ θαυμαστὸς πᾶσι δόξεις, ἐγώ σοι φράσω: ἱκανὸν γὰρ τὸ αὐτὸν ἐξαπατηθῆναι καὶ πονῆσαι. σοὶ δὲ ἄσπορα καὶ ἀνήροτα πάντα φυέσθω καθάπερ ἐπὶ τοῦ Κρόνου.
[9] εὐθὺς οὖν σοι πρόσεισι καρτερός τις ἀνήρ, ὑπόσκληρος, ἀνδρώδης τὸ βάδισμα, πολὺν τὸν ἥλιον ἐπὶ τῷ σώματι δεικνύων, ἀρρενωπὸς τὸ βλέμμα, ἐγρηγορώς, τῆς τραχείας ὁδοῦ ἐκείνης ἡγεμών, λήρους τινὰς ὁ μάταιος διεξιὼν πρὸς σέ. ἕπεσθαι γάρ οἱ παρακελευόμενος, ὑποδεικνὺς τὰ Δημοσθένους ἴχνη καὶ Πλάτωνος καὶ ἄλλων τινῶν, μεγάλα μὲν καὶ ὑπὲρ τοὺς νῦν, ἀμαυρὰ δὲ ἤδη καὶ ἀσαφῆ τὰ πολλὰ ὑπὸ τοῦ χρόνου, φήσει ^ εὐδαίμονά σε ἔσεσθαι καὶ νόμῳ γαμήσειν τὴν Ῥητορικήν, εἰ κατὰ τούτων ὁδεύσειας ὥσπερ οἱ ἐπὶ τῶν κάλων βαίνοντες: εἰ δὲ κἂν μικρόν τι παραβαίης ἢ ἔξω πατήσειας ἢ ἐπὶ θάτερα μᾶλλον κλιθείης τῇ ῥοπῇ, ἐκπεσεῖσθαί σε τῆς ὀρθῆς ὁδοῦ καὶ ἀγούσης ἐπὶ τὸν γάμον. εἶτά σε κελεύσει ζηλοῦν ἐκείνους τοὺς ἀρχαίους ἄνδρας ἕωλα παραδείγματα παρατιθεὶς τῶν λόγων οὐ ῥᾴδια μιμεῖσθαι, οἷα τὰ τῆς παλαιᾶς ἐργασίας ἐστίν, Ἡγησίου καὶ τῶν ἀμφὶ Κριτίον καὶ Νησιώτην, ἀπεσφιγμένα καὶ νευρώδη καὶ σκληρὰ καὶ ἀκριβῶς ἀποτεταμένα ταῖς γραμμαῖς. πόνον δὲ καὶ ἀγρυπνίαν καὶ ὑδατοποσίαν καὶ τὸ ἀλιπαρὲς ^ ἀναγκαῖα ταῦτα καὶ ἀπαραίτητα φήσει ἀδύνατον γὰρ εἶναι ἄνευ τούτων διανύσαι τὴν ὁδόν. ὃ δὲ πάντων ἀνιαρότατον, ὅτι σοι καὶ τὸν χρόνον πάμπολυν ὑπογράψει τῆς ὁδοιπορίας, ἔτη πολλά, οὐ κατὰ ἡμέρας καὶ τριακάδας, ἀλλὰ κατὰ ὀλυμπιάδας ὅλας ἀριθμῶν, ὡς καὶ προαποκαμεῖν ἀκούοντα καὶ ἀπαγορεῦσαι, πολλὰ χαίρειν φράσαντα τῇ ἐλπιζομένῃ ἐκείνῃ εὐδαιμονίᾳ. πρὸς δὲ τούτοις οὐδὲ μισθοὺς ὀλίγους ἀπαιτεῖ τῶν τοσούτων κακῶν, ἀλλὰ οὐκ ἂν ἡγήσαιτό σοι, εἰ μὴ μεγάλα πρότερον λάβοι.
[10] ὁ μὲν ταῦτα φήσει, ἀλαζὼν καὶ ἀρχαῖος ὡς ἀληθῶς καὶ Κρονικὸς ἄνθρωπος, νεκροὺς εἰς μίμησιν παλαιοὺς προτιθεὶς καὶ ἀνορύττειν ἀξιῶν λόγους πάλαι κατορωρυγμένους ὥς τι μέγιστον ἀγαθόν, μαχαιροποιοῦ υἱὸν καὶ ἄλλον Ἀτρομήτου τινὸς γραμματιστοῦ ζηλοῦν ἀξιῶν, καὶ ταῦτα ἐν εἰρήνῃ μήτε Φιλίππου ἐπιόντος μήτε Ἀλεξάνδρου ἐπιτάττοντος, ὅπου τὰ ἐκείνων ἴσως ἐδόκει χρήσιμα, οὐκ εἰδὼς ὁποία
νῦν κεκαινοτόμηται ταχεῖα καὶ ἀπράγμων καὶ εἰς τὸ εὐθὺ τῆς ῥητορικῆς ὁδός. σὺ δὲ μήτε πείθεσθαι μήτε προσέχειν αὐτῷ, μή σε ἐκτραχηλίσῃ που παραλαβὼν ἢ τὸ τελευταῖον προγηρᾶσαι τοῖς πόνοις παρασκευάσῃ. ἀλλὰ εἰ πάντως ἐρᾷς καὶ τάχιστα ἐθέλεις τῇ ῥητορικῇ συνεῖναι ἀκμάζων ἔτι, ὡς καὶ σπουδάζοιο πρὸς αὐτῆς, ἴθι, τῷ μὲν δασεῖ τούτῳ καὶ πέρα τοῦ μετρίου ἀνδρικῷ μακρὰ χαίρειν λέγε, ἀναβαίνειν αὐτὸν καὶ ἄλλους ὁπόσους ἂν ἐξαπατᾶν δύνηται ἀνάγειν καταλιπὼν ἀσθμαίνοντα καὶ ἱδρῶτι πολλῷ συνόντα.
[11] πρὸς δὲ τὴν ἑτέραν ἐλθὼν εὑρήσεις πολλοὺς καὶ ἄλλους, ἐν τούτοις δὲ καὶ πάνσοφόν τινα καὶ πάγκαλον ἄνδρα, διασεσαλευμένον τὸ βάδισμα, ἐπικεκλασμένον τὸν αὐχένα, γυναικεῖον τὸ βλέμμα, μελιχρὸν τὸ φώνημα, μύρων ἀποπνέοντα, τῷ δακτύλῳ ἄκρῳ τὴν κεφαλὴν κνώμενον, ὀλίγας μὲν ἔτι, οὔλας δὲ καὶ ὑακινθίνας τὰς τρίχας εὐθετίζοντα, πάναβρόν τινα Σαρδανάπαλλον ἢ Κινύραν ἢ αὐτὸν Ἀγάθωνα, τὸν τῆς τραγῳδίας ἐπέραστον ἐκεῖνον ποιητήν. λέγω δὲ ὡς ἀπὸ τούτων γνωρίζοις αὐτόν, μηδέ σε οὕτω θεσπέσιον χρῆμα καὶ φίλον Ἀφροδίτῃ καὶ Χάρισι διαλάθοι, καίτοι τί φημὶ; κἂν εἰ μύοντι γάρ σοι προσελθὼν εἴποι τι, τὸ Ὑμήττιον ἐκεῖνο ἀνοίξας στόμα, καὶ τὴν συνήθη φωνὴν ἀφείη μάθοις ἂν ὡς οὐχὶ τῶν καθ᾽ ἡμᾶς ἐστιν, οἳ ἀρούρης καρπὸν ἔδομεν, ἀλλὰ τι ξένον φάσμα δρόσῳ ἢ ἀμβροσίᾳ τρεφόμενον. τούτῳ τοίνυν προσελθὼν καὶ παραδοὺς σεαυτὸν αὐτίκα μάλα ῥήτωρ καὶ περίβλεπτος καί, ὡς ὀνομάζει αὐτός, βασιλεὺς ἐν τοῖς λόγοις ἀπονητὶ καταστήσῃ τὰ τέθριππα ἐλαύνων τοῦ λόγου. διδάξεται γάρ σε παραλαβὼν τὰ πρῶτα μὲν
[12] ἐκεῖνα — μᾶλλον δὲ αὐτὸς εἰπάτω πρὸς σέ: γελοῖον γὰρ ὑπὲρ τοιούτου ῥήτορος ἐμὲ ποιεῖσθαι τοὺς λόγους, φαῦλον ὑποκριτὴν ἴσως τῶν τοιούτων καὶ τηλικούτων, μὴ καὶ συντρίψω που πεσὼν τὸν ἥρωα ὃν ὑποκρίνομαι. φαίη τοιγαροῦν ἂν πρὸς σὲ ὧδέ πως ἐπισπασάμενος ὁπόσον ἔτι λοιπὸν τῆς κόμης καὶ ὑπομειδιάσας τὸ γλαφυρὸν ἐκεῖνο καὶ ἁπαλὸν οἷον εἴωθεν, Αὐτοθαΐδα τὴν κωμικὴν ἢ Μαλθάκην ἢ Γλυκέραν τινὰ μιμησάμενος τῷ προσηνεῖ τοῦ φθέγματος: ἄγροικον γὰρ τὸ ἀρρενωπὸν καὶ οὐ
[13] πρὸς ἁβροῦ καὶ ἐρασμίου ῥήτορος. φήσει δ᾽ οὖν πάνυ μετριάζων ὑπὲρ αὑτοῦ: ‘ μῶν σε, ὦγαθέ, ὁ Πύθιος ἔπεμψε πρός με ῥητόρων τὸν ἄριστον προσειπών, ὥσπερ ὅτε Χαιρεφῶν ἤρετο αὑτοῦ:, ἔδειξεν ὅστις ἦν ὁ σοφώτατος ἐν τοῖς τότε; εἰ δὲ μὴ τοῦτο, ἀλλὰ κατὰ κλέος αὐτὸς ἥκεις ἀκούων ἁπάντων ὑπερεκπεπληγμένων τὰ ἡμέτερα καὶ ὑμνούντων καὶ τεθηπότων καὶ ὑπεπτηχότων, αὐτίκα μάλα εἴσῃ πρὸς οἷόν τινα δαιμόνιον ἄνδρα ἥκεις. προσδοκήσῃς δὲ μηδὲν τοιοῦτον ὄψεσθαι οἷον τῷδε ἢ τῷδε παραβαλεῖν, ἀλλ᾽ εἴ τις ἢ Τιτυὸς ἢ Ὦτος ἢ Ἐφιάλτης, ὑπὲρ ἐκείνους πολὺ φανεῖταί σοι τὸ πρᾶγμα ὑπερφυὲς καὶ τεράστιον ἐπεὶ τούς γε ἄλλους τοσοῦτον ὑπερφωνοῦντα εὑρήσεις ὁπόσον ἡ σάλπιγξ τοὺς αὐλοὺς καὶ οἱ τέττιγες τὰς μελίττας καὶ οἱ χοροὶ τοὺς ἐνδιδόντας. ‘‘
[14] ἐπεὶ δὲ καὶ ῥήτωρ αὐτὸς ἐθέλεις γενέσθαι καὶ τοῦτο οὐκ ἂν παρ᾽ ἄλλου ῥᾷον μάθοις, ἕπου μόνον, ὦ μέλημα, οἷς ἂν εἴπω καὶ ζήλου πάντα, καὶ τοὺς νόμους οἷς ἂν ἐπιτάξω χρῆσθαι ἀκριβῶς μοι παραφύλαττε. μᾶλλον δ᾽ ἤδη προχώρει μηδὲν ὀκνήσας μηδὲ πτοηθείς, εἰ μὴ προετελέσθης ἐκεῖνα τὰ πρὸ τῆς ῥητορικῆς, ὁπόσα ἡ ἄλλη προπαιδεία τοῖς ἀνοήτοις καὶ ματαίοις μετὰ πολλοῦ καμάτου ὁδοποιεῖ: οὐδὲν γὰρ αὐτῶν δεήσει. ἀλλ᾽ ἀνίπτοις ποσὶν — ἡ παροιμία φησὶν — ἔμβαινε, οὐ μεῖον ἕξων διὰ τοῦτο, οὐδ᾽ ἄν, τὸ κοινότατον, μηδὲ γράφειν τὰ γράμματα εἰδῇς: ἄλλο γάρ τι παρὰ ταῦτα ὁ ῥήτωρ. ‘‘
[15] λέξω δὲ πρῶτον μὲν ὁπόσα χρὴ αὐτόν σε οἴκοθεν ἔχοντα ἥκειν ἐφόδια πρὸς τὴν πορείαν καὶ ὅπως ἐπισιτίσασθαι, ὡς ἂν τάχιστα διανύσαι δυνηθείης. ἔπειτα καὐτὸς ἃ μὲν προϊόντι ἐπιδεικνὺς κατὰ τὴν ὁδόν, ἃ δὲ καὶ παραινῶν, πρὶν ἥλιον δῦναι ῥήτορά σε ὑπὲρ τοὺς πάντας ἀποφανῶ, οἷος αὐτός εἰμι, ἀναμφιλέκτως τὰ πρῶτα καὶ μέσα καὶ τελευταῖα τῶν λέγειν ἐπιχειρούντων. κόμιζε τοίνυν τὸ μέγιστον μὲν τὴν ἀμαθίαν, εἶτα θράσος, ἐπὶ τούτοις δὲ τόλμαν καὶ ἀναισχυντίαν. αἰδῶ δὲ ἢ ἐπιείκειαν ἢ μετριότητα ἢ ἐρύθημα οἴκοι ἀπόλιπε: ἀχρεῖα γὰρ καὶ ὑπεναντία τῷ πράγματι. ἀλλὰ καὶ βοὴν ὅτι μεγίστην καὶ μέλος ἀναίσχυντον καὶ βάδισμα οἷον τὸ ἐμόν. ταῦτα δὲ ἀναγκαῖα πάνυ καὶ μόνα ἔστιν ὅτε ἱκανά. καὶ ἡ ἐσθὴς δὲ ἔστω εὐανθὴς ἢ ^ λευκή, ἔργον ^ τῆς Ταραντίνης ἐργασίας:, ὡς διαφαίνεσθαι τὸ σῶμα, καὶ ἢ κρηπὶς Ἀττικὴ γυναικεία, τὸ πολυσχιδές, ἢ ἐμβὰς Σικυωνία πίλοις τοῖς λευκοῖς ἐπιπρέπουσα, καὶ ἀκόλουθοι πολλοὶ καὶ βιβλίον ἀεί, ταῦτα μὲν αὐτὸν χρὴ συντελεῖν τὰ δ᾽ ἄλλα ‘‘
[16] καθ᾽ ὁδὸν ἤδη προϊὼν ὅρα καὶ ἄκουε. καὶ δή σοι τοὺς νόμους δίειμι, οἷς χρώμενόν σε ἡ Ῥητορικὴ γνωριεῖ καὶ προσήσεται, οὐδὲ ἀποστραφήσεται καὶ σκορακιεῖ καθάπερ ἀτέλεστόν τινα καὶ κατάσκοπον τῶν ἀπορρήτων. σχήματος μὲν τὸ πρῶτον ἐπιμεληθῆναι χρὴ μάλιστα καὶ εὐμόρφου τῆς ἀναβολῆς, ἔπειτα πεντεκαίδεκα ἢ οὐ πλείω γε τῶν εἴκοσιν Ἀττικὰ ὀνόματα ἐκλέξας ποθ
ὲν ἀκριβῶς ἐκμελετήσας, πρόχειρα ἐπ᾽ ἄκρας τῆς γλώττης ἔχε — τὸ ἄττα καὶ κᾆτα καὶ μῶν καὶ ἀμηγέπη καὶ λῷστε καὶ τὰ τοιαῦτα, — καὶ ἐν ἅπαντι λόγῳ καθάπερ τι ἥδυσμα ἐπίπαττε αὐτῶν. μελέτω δὲ μηδὲν τῶν ἄλλων, εἰ ἀνόμοια τούτοις καὶ ἀσύμφυλα καὶ ἀπῳδά. ἡ πορφύρα μόνον ἔστω καλὴ καὶ εὐανθής, κἂν σισύρα τῶν παχειῶν ‘‘
[17] τὸ ἱμάτιον ᾖ. μέτει δὲ ἀπόρρητα καὶ ξένα ῥήματα, σπανιάκις ὑπὸ τῶν πάλαι εἰρημένα, καὶ ταῦτα συμφορήσας ἀποτόξευε προχειριζόμενος εἰς τοὺς προσομιλοῦντας. οὕτω γάρ σε ὁ λεὼς ὁ πολὺς ἀποβλέψονται καὶ θαυμαστὸν ὑπολήψονται καὶ τὴν παιδείαν ὑπὲρ αὐτούς, εἰ ‘ ἀποστλεγγίσασθαι τὸ’ ἀποξύσασθαι λέγοις, τὸ δ᾽ ἡλίῳ θέρεσθαι ‘ εἱληθερεῖσθαι,’ τὸν ἀρραβῶνα δὲ ‘ προνόμιον,’ τὸν ὄρθρον δὲ ‘ ἀκροκνεφές.’ ἐνίοτε δὲ καὶ αὐτὸς ποίει καινὰ καὶ ἀλλόκοτα ὀνόματα καὶ νομοθέτει τὸν μὲν ἑρμηνεῦσαι δεινὸν ‘ εὔλεξιν ‘ καλεῖν, τὸν συνετὸν ‘ σοφόνουν,’ τὸν ὀρχηστὴν δὲ ‘ χειρίσοφον.’ ἂν σολοικίσῃς δὲ ἢ βαρβαρίσῃς, ἓν ἔστω φάρμακον ἡ ἀναισχυντία, καὶ πρόχειρον εὐθὺς ὄνομα οὔτε ὄντος τινὸς οὔτε γενομένου ποτέ, ἢ ποιητοῦ ἢ συγγραφέως, ὃς οὕτω λέγειν ἐδοκίμαζε σοφὸς ἀνήρ καὶ τὴν φωνὴν εἰς τὸ ἀκρότατον ἀπηκριβωμένος. ἀλλὰ καὶ ἀναγίγνωσκε τὰ παλαιὰ μὲν μὴ σύ γε, μηδὲ εἴ τι ὁ λῆρος Ἰσοκράτης ἢ ὁ χαρίτων ἄμοιρος Δημοσθένης ἢ ὁ ψυχρὸς Πλάτων, ἀλλὰ τοὺς τῶν ὀλίγον πρὸ ἡμῶν λόγους καὶ ἅς φασι ταύτας μελέτας, ὡς ἔχῃς ἀπ᾽ ἐκείνων ἐπισιτισάμενος ἐν καιρῷ καταχρῆσθαι καθάπερ ἐκ ταμιείου προαιρῶν. ‘‘
Delphi Complete Works of Lucian Page 218