Book Read Free

Delphi Complete Works of Lucian

Page 231

by Lucian Samosata


  [30] δὲ νηὸς ὁρέει μὲν ἐς ἠέλιον ἀνιόντα, εἶδος δὲ καὶ ἐργασίην ἐστὶν ὁκοίους νηοὺς ἐν Ἰωνίῃ ποιέουσιν. ἕδρη μεγάλη ἀνέχει ἐκ γῆς μέγαθος ὀργυιέων δυοῖν, ἐπὶ τῆς ὁ νηὸς ἐπικέαται. ἄνοδος ἐς αὐτὸν λίθου πεποίηται, οὐ κάρτα μακρή. ἀνελθόντι δὲ θωῦμα μὲν καὶ .ὁ πρόνηος μέγα παρέχεται θύρῃσί τε ἤσκηται χρυσέῃσιν ἔνδοθεν δὲ ὁ νηὸς χρυσοῦ τε πολλοῦ ἀπολάμπεται καὶ ἡ ὀροφὴ πᾶσα χρυσέη. ἀπόζει δὲ αὐτοῦ ὀδμὴ ἀμβροσίη ὁκοίη λέγεται τῆς χώρης τῆς Ἀραβίης, καί σοι τηλόθεν ἀνιόντι προσβάλλει πνοιὴν κάρτα ἀγαθὴν καὶ ἢν αὖτις ἀπίῃς, οὐδαμὰ λείπεται, ἀλλά σευ τά τε εἵματα ἐς πολλὸν ἔχει τὴν πνοιὴν καὶ σὺ ἐς πάμπαν αὐτῆς μνήσεαι.

  [31] ἔνδοθεν δὲ ὁ νηὸς οὐκ ἁπλόος ἐστίν, ἀλλὰ ἐν αὐτῷ θάλαμος ἄλλος πεποίηται. ἄνοδος καὶ ἐς τοῦτον ὀλίγη: θύρῃσι δὲ οὐκ ἤσκηται, ἀλλὰ ἐς ἀντίον ἅπας ἀναπέπταται. ἐς μὲν ὦν τὸν μέγαν νηὸν πάντες ἐσέρχονται, ἐς δὲ τὸν θάλαμον οἱ ἱρέες μοῦνον, οὐ μέντοι πάντες οἱ ἱρέες, ἀλλὰ οἳ μάλιστα ἀγχίθεοί τὲ εἰσιν καὶ οἷσι πᾶσα ἐς τὸ ἱρὸν μέλεται θεραπηίη. ἐν δὲ τῷδε εἵαται τὰ ἕδεα, ἥ τε Ἥρη καὶ τὸν αὐτοὶ Δία ἐόντα ἑτέρῳ οὐνόματι κληίζουσιν. ἄμφω δὲ χρύσεοί τέ εἰσιν καὶ ἄμφω ἕζονται: ἀλλὰ τὴν μὲν Ἥρην λέοντες φέρουσιν, ὁ δὲ ταύροισιν ἐφέζεται. Καὶ δῆτα τὸ μὲν τοῦ Διὸς ἄγαλμα ἐς Δία πάντα ὁρῇ καὶ κεφαλὴν καὶ εἵματα καὶ ἕδρην,

  [32] καί μιν οὐδὲ ἐθέλων ἄλλως εἰκάσεις. ἡ δὲ Ἡρη σκοπέοντί τοι πολυειδέα μορφὴν ἐκφανέει: καὶ τὰ μὲν ξύμπαντα ἀτρεκέϊ λόγῳ Ἥρη ἐστΐν, ἔχει δέ τι καὶ Ἀθηναίης καὶ Ἀφροδίτης καὶ Σεληναίης καὶ Ῥέης καὶ Ἀρτέμιδος καὶ Νεμέσιος καὶ Μοιρέων. χειρὶ δὲ τῇ μὲν ἑτέρῃ σκῆπτρον ἔχει, τῇ ἑτέρῃ δὲ ἄτρακτον, καὶ ἐπὶ τῇ κεφαλῇ ἀκτῖνὰς τε φορέει καὶ πύργον καὶ κεστὸν τῷ μούνην τὴν Οὐρανίην κοσμέουσιν. ἔκτοσθεν δέ οἱ χρυσός τε ἄλλος περικέαται καὶ λίθοι κάρτα πολυτελέες, τῶν οἱ μὲν λευκοί, οἱ δὲ ὑδατώδεες, πολλοὶ δὲ οἰνώδεες, πολλοὶ δὲ πυρώδεες, ἔτι δὲ ὄνυχες οἱ Σαρδῷοι πολλοὶ καὶ ὑάκινθοι καὶ σμάραγδοι, τὰ φέρουσιν Αἰγύπτιοι καὶ Ἰνδοὶ καὶ Αἰθίοπες καὶ Μῆδοι καὶ Ἀρμένιοι καὶ Βαβυλώνιοι. τὸ δὲ δὴ μέζονος λόγου ἄξιον, τοῦτο ἀπηγήσομαι: λίθον ἐπὶ τῇ κεφαλῇ φορέει: λυχνὶς καλέεται, οὔνομα δὲ οἱ τοῦ ἔργου ἡ συντυχίη. ἀπὸ τούτου ἐν νυκτὶ σέλας πολλὸν ἀπολάμπεται, ὑπὸ δὲ οἱ καὶ ὁ νηὸς ἅπας οἷον ὑπὸ λύχνοισι φαείνεται, ἐν ἡμέρῃ δὲ τὸ μὲν φέγγος ἀσθενέει, ἰδέην δὲ ἔχει κάρτα πυρώδεα, καὶ ἄλλο θωυμαστόν ἐστιν ἐν τῷ ξοάνῳ. ἢν ἑστεὼς ἀντίος ἐσορέῃς, ἐς σὲ ὁρῇ καὶ μεταβαίνοντι τὸ βλέμμα ἀκολουθέει: καὶ ἢν ἄλλος ἑτέρωθεν ἱστορέῃ,^ ἴσα καὶ ἐς ἐκεῖνον ἐκτελέει.

  [33] ἐν μέσῳ δὲ ἀμφοτέρων ἕστηκεν ξόανον ἄλλο χρύσεον, οὐδαμὰ τοῖσι ἄλλοισι ξοάνοισι εἴκελον. τὸ δὲ μορφὴν μὲν ἰδίην οὐκ ἔχει, φορέει δὲ τῶν ἄλλων θεῶν εἴδεα. καλέεται δὲ σημήιον καὶ ὑπ᾽ αὐτῶν Ἀσσυρίων, οὐδέ τι οὔνομα ἴδιον αὐτῷ ἔθεντο, ἀλλ᾽ οὐδὲ γενέσιος αὐτοῦ καὶ εἴδεος λέγουσιν. καί μιν οἱ μὲν ἐς Διόνυσον, ἄλλοι δὲ ἐς Δευκαλίωνα, οἱ δὲ ἐς Σεμίραμιν ἄγουσιν καὶ γὰρ δὴ ὦν ἐπὶ τῇ κορυφῇ αὐτοῦ περιστερὴ χρυσέη ἐφέστηκεν, τοὔνεκα δὴ μυθέονται Σεμιράμιος ἔμμεναι τόδε σημήιον. ἀποδημέει δὲ δὶς ἑκάστου ἔτεος ἐς θάλασσαν ἐς κομιδὴν τοῦ εἶπον ὕδατος.

  [34] ἐν αὐτῷ δὲ τῷ νηῷ ἐσιόντων ἐν ἀριστερῇ κέαται πρῶτα μὲν θρόνος Ἠελίου, αὐτοῦ δὲ ἕδος ^ οὐκ ἔνι: μούνου γὰρ Ἠελίου καὶ Σεληναίης ξόανα οὐ δεικνύουσιν. ὅτευ δὲ εἵνεκα ὧδε νομίζουσιν, ἐγὼ καὶ τόδε ἔμαθον, λέγουσι τοῖσι μὲν ἄλλοισι θεοῖσιν ὅσιον ἔμμεναι ξόανα ποιέεσθαι, οὐ γὰρ σφέων ἐμφανέα πάντεσι τὰ εἴδεα: ἠέλιος δὲ καὶ Σεληναίη πάμπαν ἐναργέες καὶ σφέας πάντες ὁρέουσι. κοίη ὦν αἰτίη ξοανουργίης τοῖσι ἐν τῷ ἠέρι φαινομένοισι;

  [35] μετὰ δὲ τὸν θρόνον τοῦτον κέαται ξόανον Ἀπόλλωνος, οὐκ οἷον ἐώθεε ποιέεσθαι: οἱ μὲν γὰρ ἄλλοι πάντες Ἀπόλλωνα νέον τε ἥγηνται καὶ πρωθήβην ποιέουσιν, μοῦνοι δὲ οὗτοι Ἀπόλλωνος γενειήτεω ξόανον δεικνύουσιν. καὶ τάδε ποιέοντες ἑωυτοὺς μὲν ἐπαινέουσιν, Ἑλλήνων δὲ κατηγορέουσιν καὶ ἄλλων ὁκόσοι Ἀπόλλωνα παῖδα θέμενοι ἱλάσκονται. αἰτίη δὲ ἥδε. δοκέει αὐτέοισι ἀσοφίη μεγάλη ἔμμεναι ἀτελέα ποιέεσθαι τοῖσι θεοῖσι τὰ εἴδεα, τὸ δὲ νέον ἀτελὲς ἔτι νομίζουσιν. ἐν δὲ καὶ ἄλλο τῷ σφετέρῳ Ἀπόλλωνι καινουργέουσι: μοῦνοι Ἀπόλλωνα εἵμασι κοσμέουσιν.

  [36] ἔργων δὲ αὐτοῦ πέρι πολλὰ μὲν ἔχω εἰπεῖν, ἐρέω δὲ τὸ μάλιστα θωυμάζειν ἄξιον. πρῶτα δὲ τοῦ μαντηίου ἐπιμνήσομαι. μαντήια πολλὰ μὲν παρ᾽ Ἕλλησι, πολλὰ δὲ καὶ παρ᾽ Αἰγυπτίοισι, τὰ δὲ καὶ ἐν Λιβύῃ, καὶ ἐν τῇ δὲ Ἀσίῃ πολλά ἐστιν. ἀλλὰ τὰ μὲν οὔτε ἱρέων ἄνευ οὔτε προφητέων φθέγγονται, ὅδε δὲ αὐτός τε κινέεται καὶ τὴν μαντηίην ἐς τέλος αὐτουργέει. τρόπος δὲ αὐτῆς - τοιόσδε. εὖτ᾽ ἂν ἐθέλῃ χρησμηγορέειν, ἐν τῇ ἕδρῃ πρῶτα κινέεται, οἱ δέ μιν ἱρέες αὐτίκα ἀείρουσιν ἢν δὲ μὴ ἀείρωσιν, ὁ δὲ ἱδρώει καὶ ἐς μέζον ἔτι κινέεται. εὖτ᾽ ἂν δὲ ὑποδύντες φέρωσιν, ἄγει σφέας πάντῃ περιδινέων καὶ ἐς ἄλλον ἐξ ἑτέρου μεταπηδέων. τέλος ὁ ἀρχιερεὺς ἀντιάσας ἐπερέε
ταί μιν περὶ ἁπάντων πρηγμάτων: ὁ δὲ ἢν τι μὴ ἐθέλῃ ποιέεσθαι, ὀπίσω ἀναχωρέει, ἢν δὲ τι ἐπαινέῃ, ἄγει ἐς τὸ πρόσω τοὺς προφέροντας ὅκωσπερ ἡνιοχέων. οὕτως μὲν συναγείρουσι τὰ θέσφατα, καὶ οὔτε ἱρὸν πρῆγμα οὐδὲν οὔτε ἴδιον τούτου ἄνευ ποιέουσιν. λέγει δὲ καὶ τοῦ ἔτεος πέρι καὶ τῶν ὡρέων αὐτοῦ πασέων, καὶ ὁκότε οὐκ ἔρονται λέγει δὲ καὶ τοῦ σημηίου πέρι, κότε

  [37] χρή μιν ἀποδημέειν τὴν εἶπον ἀποδημίην. ἐρέω δὲ καὶ ἄλλο, τὸ ἐμεῦ παρεόντος ἔπρηξεν. οἱ μέν μιν ἱρέες ἀείροντες ἔφερον, ὁ δὲ τοὺς μὲν ἐν γῇ κάτω ἔλιπεν, αὐτὸς δὲ ἐν τῷ ἠέρι μοῦνος ἐφορέετο.

  [38] μετὰ δὲ τὸν Ἀπόλλωνα ξόανόν ἐστιν Ἄτλαντος, μετὰ δὲ Ἑρμέω καὶ Εἰλειθυίης.

  [39] τὰ μὲν ὦν ἐντὸς τοῦ νηοῦ ὧδε κεκοσμέαται: ἔξω δὲ βωμός τε κέαται μέγας χάλκεος, ἐν δὲ καὶ ἄλλα ξόανα μυρία χάλκεα βασιλέων τε καὶ ἱρέων: καταλέξω δὲ τῶν μάλιστα ἄξιον μνήσασθαι. ἐν ἀριστερῇ τοῦ νεὼ Σεμιράμιος ξόανον ἕστηκεν ἐν δεξιῇ τὸν νηὸν ἐπιδεικνύουσα. ἀνέστη δὲ δι᾽ αἰτίην τοιήνδε. ἀνθρώποισιν ὁκόσοι Συρίην οἰκέουσιν νόμον ἐποιέετο ἑαυτὴν μὲν ὅκως θεὸν ἱλάσκεσθαι, θεῶν δὲ τῶν ἄλλων καὶ αὐτῆς Ἥρης ἀλογέειν. καὶ ὧδε ἐποίεον. μετὰ δὲ ὥς οἱ θεόθεν ἀπίκοντο νοῦσοί τε καὶ συμφοραὶ ^ καὶ ἄλγεα, μανίης μὲν ἐκείνης ἀπεπαύσατο καὶ θνητὴν ἑωυτὴν ὁμολόγεεν καὶ τοῖσιν ὑπηκόοισιν αὖτις ἐκέλευεν ἐς Ἥρην τρέπεσθαι. τούνεκα δὴ ἔτι τοιήδε ἀνέστηκεν, τοῖσιν ἀπικνεομένοισι τὴν Ἥρην ἱλάσκεσθαι δεικνύουσα, καὶ θεὸν οὐκέτι ἑωυτὴν ἀλλ᾽ ἐκείνην ὁμολογέουσα.

  [40] εἶδον δὲ καὶ αὐτόθι Ἑλένης ἄγαλμα καὶ Ἑκάβης καὶ Ἀνδρομάχης καὶ Πάριδος καὶ Ἕκτορος καὶ Ἀχιλλέος. εἶδον δὲ καὶ Νειρέος εἶδος τοῦ Ἀγλαΐης, καὶ Φιλομήλην καὶ Πρόκνην ἔτι γυναῖκας, καὶ αὐτὸν Τηρέα ὄρνιθα, καὶ ἄλλο ἄγαλμα Σεμιράμιος, καὶ Κομβάβου τὸ κατέλεξα, καὶ Στρατονίκης κάρτα καλόν, καὶ Ἀλεξάνδρου αὐτῷ ἐκείνῳ εἴκελον, παρὰ δέ οἱ Σαρδανάπαλλος ἕστηκεν ἄλλῃ μορφῇ καὶ ἄλλῃ στολῇ.

  [41] ἐν δὲ τῇ αὐλῇ ἄφετοι νέμονται βόες μεγάλοι καὶ ἵπποι καὶ ἀετοὶ καὶ ἄρκτοι καὶ λέοντες, καὶ ἀνθρώπους οὐδαμὰ σίνονται, ἀλλὰ πάντες ἱροί τέ εἰσι καὶ χειροήθεες.

  [42] ἱρέες δὲ αὐτοῖσι πολλοὶ ἀποδεδέχαται, τῶν οἱ μὲν τὰ ἱρήια σφάζουσιν, οἱ δὲ σπονδηφορέουσιν, ἄλλοι δὲ πυρφόροι καλέονται καὶ ἄλλοι παραβώμιοι. ἐπ᾽ ἐμεῦ δὲ πλείονες καὶ τριηκοσίων ἐς τὴν θυσίην ἀπικνέοντο. ἐσθὴς δὲ αὐτέοισι πᾶσι λευκή, καὶ πῖλον ἐπὶ τῇ κεφαλῇ ἔχουσιν. ἀρχιερεὺς δὲ ἄλλος ἑκάστου ἔτεος ἐπιγίγνεται, πορφυρέην τε μοῦνος οὗτος φορέει καὶ τιάρῃ χρυσέῃ

  [43] ἀναδέεται. ἔστι δὲ καὶ ἄλλο πλῆθος ἀνθρώπων ἱρῶν αὐλητέων τε καὶ συριστέων καὶ Γάλλων, καὶ γυναῖκες ἐπιμανέες τε καὶ φρενοβλαβέες.

  [44] θυσίη δὲ δὶς ἑκάστης ἡμέρης ἐπιτελέεται, ἐς τὴν πάντες ἀπικνέονται. Διὶ μὲν ὦν κατ᾽ ἡσυχίην θύουσιν οὔτε ἀείδοντες οὔτε αὐλέοντες: εὖτ᾽ ἂν δὲ τῇ Ἥρῃ κατάρχωνται, ἀείδουσίν τε καὶ αὐλέουσιν καὶ κρόταλα ἐπικροτέουσιν. καί μοι τούτου πέρι σαφὲς οὐδὲν εἰπεῖν ἐδύναντο.

  [45] ἔστι δὲ καὶ λίμνη αὐτόθι, οὐ πολλὸν ἑκὰς τοῦ ἱροῦ, ἐν τῇ ἰχθύες ἱροὶ τρέφονται πολλοὶ καὶ πολυειδέες. γίγνονται δὲ αὐτῶν ἔνιοι κάρτα μεγάλοι: οὗτοι δὲ καὶ οὐνόματα ἔχουσιν καὶ ἔρχονται καλεόμεροι: ἐπ᾽ ἐμέο δέ τις ἦν ἐν αὐτοῖσι χρυσοφορέων. ἐν τῇ πτέρυγι ποίημα χρύσεον αὐτέῳ ἀνακέατο, καί μιν ἐγὼ πολλάκις ἐθεησάμην, καὶ εἶχεν τὸ ποίημα.

  [46] βάθος δὲ τῆς λίμνης πολλόν. ἐγὼ μὲν οὐκ ἐπειρήθην, λέγουσι δ᾽ ὦν καὶ διηκοσίων ὀργυιέων πλέον ἔμμεναι. κατὰ μέσον δὲ αὐτῆς βωμὸς λίθου ἀνέστηκεν. δοκέοις ἂν ἄφνω ἰδὼν πλώειν τέ μιν καὶ τῷ ὕδατι ἐποχέεσθαι, καὶ πολλοὶ ὧδε νομίζουσιν ἐμοὶ δὲ δοκέει στῦλος ὑφεστεὼς μέγας ἀνέχειν τὸν βωμόν. ἔστεπται δὲ ἀεὶ καὶ θυώματα ἔχει, πολλοὶ δὲ καὶ ἑκάστης ἡμέρης κατ᾽ εὐχὴν ἐς αὐτὸν νηχόμενοι στεφανηφορέουσιν.

  [47] γίγνονται δὲ αὐτόθι καὶ πανηγύριές τε μέγισται, καλέονται δὲ ἐς τὴν λίμνην καταβάσιες, ὅτι ἐν αὐτῇσι ἐς τὴν λίμνην τὰ ἱρὰ πάντα κατέρχεται. ἐν τοῖσιν ἡ Ἥρη πρώτη ἀπικνέεται, τῶν ἰχθύων εἵνεκα, μὴ σφέας ὁ Ζεὺς πρῶτος ἴδηται: ἢν γὰρ τόδε γένηται, λέγουσιν ὅτι πάντες ἀπόλλυνται. καὶ δῆτα ὁ μὲν ἔρχεται ὀψόμενος, ἡ δὲ πρόσω ἱσταμένη ἀπείργει τέ μιν καὶ πολλὰ λιπαρέουσα ἀποπέμπει.

  [48] μέγισται δὲ αὐτοῖσι πανηγύριες αἳ ἐς θάλασσαν νομίζονται. ἀλλ᾽ ἐγὼ τούτων πέρι σαφὲς οὐδὲν ἔχω εἰπεῖν: οὐ γὰρ ἦλθον αὐτὸς οὐδὲ ἐπειρήθην ταύτης τῆς ὁδοιπορίης. τὰ δὲ ἐλθόντες ποιέουσιν, εἶδον καὶ ἀπηγήσομαι. ἀγγήιον ἕκαστος ὕδατι σεσαγμένον φέρουσιν, κηρῷ δὲ τάδε σεσήμανται. καί μιν οὐκ αὐτοὶ λυσάμενοι χέονται, ἀλλ᾽ ἔστιν ἀλεκτρυὼν ἱρός, οἰκέει δὲ ἐπὶ τῇ λίμνῃ, ὃς ἐπεὶ σφέων δέξηται τὰ ἀγγήια, τήν τε σφρηγῖδα ὁρῇ καὶ μισθὸν ἀρνύμενος ἀνά τε λύει τὸν δεσμὸν καὶ τὸν κηρὸν ἀπαιρέεται: καὶ πολλαὶ μνέες ἐκ τουτέου τοῦ ἔργου τῷ ἀλεκτρυόνι ἀγείρονται. ἔνθεν δὲ ἐς τὸν νηὸν αὐτοὶ ἐνείκαντες σπένδουσί τε καὶ θύσαντες ὀπίσω ἀπονοστέουσιν.

  [49] ὁορτέων δὲ πασέων τῶν οἶδα μεγίστ�
�ν τοῦ εἴαρος ἀρχομένου ἐπιτελέουσιν, καί μιν οἱ μὲν πυρήν, οἱ δὲ λαμπάδα καλέουσιν. θυσίην δὲ ἐν αὐτῇ τοιήνδε ποιέουσιν. δένδρεα μεγάλα ἐκκόψαντες τῇ αὐλῇ ἑστᾶσι, μετὰ δὲ ἀγινέοντες αἶγάς τε καὶ ὄϊας καὶ ἄλλα κτήνεα ζῳὰ ἐκ τῶν δενδρέων ἀπαρτέουσιν: ἐν δὲ καὶ ὄρνιθες καὶ εἵματα καὶ χρύσεα καὶ ἀργύρεα ποιήματα. ἐπεὰν δὲ ἐντελέα πάντα ποιήσωνται, περιενείκαντες τὰ ἱρὰ περὶ τὰ δένδρεα πυρὴν ἐνιᾶσιν, τὰ δὲ αὐτίκα πάντα καίονται. ἐς ταύτην τὴν ὁρτὴν πολλοὶ ἄνθρωποι ἀπικνέονται ἔκ τε Συρίης καὶ τῶν πέριξ χωρέων πασέων, φέρουσίν τε τὰ ἑωυτῶν ἱρὰ ἕκαστοι καὶ τὰ σημήια ἕκαστοι ἔχουσιν ἐς τάδε μεμιμημένα.

  [50] ἐν ῥητῇσι δὲ ἡμέρῃσι τὸ μὲν πλῆθος ἐς τὸ ἱρὸν ἀγείρονται, Γάλλοι δὲ πολλοὶ καὶ τοὺς ἔλεξα, οἱ ἱροὶ ἄνθρωποι, τελέουσι τὰ ὄργια, τάμνονταί τε τοὺς πήχεας καὶ τοῖσι νώτοισι πρὸς ἀλλήλους τύπτονται. πολλοὶ δὲ σφίσι παρεστεῶτες ἐπαυλέουσι, πολλοὶ δὲ τύμπανα παταγέουσιν, ἄλλοι δὲ ἀείδουσιν ἔνθεα καὶ ἱρὰ ᾁσματα. τὸ δὲ ἔργον ἐκτὸς τοῦ νηοῦ τόδε γίγνεται, οὐδὲ ἐσέρχονται ἐς τὸν νηὸν ὁκόσοι τόδε ποιέουσιν.

 

‹ Prev