Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 241
Delphi Complete Works of Lucian Page 241

by Lucian Samosata


  Θεομνηστος

  [4] Βουφάγος μὲν ὁ δαίμων, ὦ Λυκῖνε, καὶ ταῖς ἀκάπνοις, φασί, τῶν θυσιῶν ἥκιστα τερπόμενος. ἐπεὶ δ᾽ αὐτοῦ τὴν ἐτήσιον ἑορτὴν λόγῳ γεραίρομεν, αἱ μὲν ἐμαὶ διηγήσεις ἐξ ἑωθινοῦ παραταθεῖσαι κόρον ἔχουσιν, ἡ δὲ σὴ Μοῦσα τῆς συνήθους μεθαρμοσαμένη σπουδῆς ἱλαρῶς τῷ θεῷ συνδιημερευσάτω, καί μοι γενοῦ δικαστὴς ἴσος, ἐπεὶ μηδ᾽ εἰς ἕτερόν σε τοῦ πάθους ῥέποντα ὁρῶ, ποτέρους ἀμείνονας ἡγῇ, τοὺς φιλόπαιδας ἢ τοὺς γυναίοις ἀσμενίζοντας; ἐγὼ μὲν γὰρ ὁ πληγεὶς ἑκατέρῳ καθάπερ ἀκριβὴς τρυτάνη ταῖς ἐπ᾽ ἀμφότερα πλάστιγξιν ἰσορρόπως ταλαντεύομαι, σὺ δ᾽ ἐκτὸς ὢν ἀδεκάστῳ κριτῇ τῷ λογισμῷ τὸ βέλτιον αἱρήσῃ. πάντα δὴ περιελὼν ἀκκισμόν, ὦ φιλότης, ἣν πεπίστευκέν σοι ψῆφον ἡ περὶ τῶν ἐμῶν ἐρώτων κρίσις, ἤδη φέρε.

  Λυκινος

  [5] Παιδιᾶς, ὦ Θεόμνηστε, καὶ γέλωτος ἡγῇ τὴν διήγησιν; ἡ δ᾽ ἐπαγγέλλεται καὶ σπουδαῖον. ἐγὼ γοῦν ἐξ ὑπογύου τῆς ἐπιχειρήσεως ἡψάμην, εἰδὼς ὅτι λίαν ἀλλοία παιδιᾶς ἐξότε δυοῖν ἀνδροῖν ἀκηκοὼς περὶ τούτοιν συντόνως ἁμιλλωμένοιν ἔτι τὴν μνήμην ἔναυλον ἔχω. διῄρητο δ᾽ αὐτῶν ἅμα τοῖς λόγοις τὰ πάθη καὶ οὐχ ὥσπερ σὺ κατ᾽ εὐκολίαν ψυχῆς ἄϋπνος ὢν διττοὺς ἄρνυσαι μισθούς,

  τὸν μὲν βουκολέων, τὸν δ᾽ ἄργυφα μῆλα νομεύων,

  ἀλλ᾽ ὁ μὲν ὑπερφυῶς παιδικοῖς ἥδετο τὴν θήλειαν Ἀφροδίτην βάραθρον ἡγούμενος, ὁ δ᾽ ἁγνεύων ἄρρενος ἔρωτος ἐς γυναῖκας ἐπτόητο. δυοῖν οὖν μαχομένοιν παθοῖν ἀγωνοθετήσας ἅμιλλαν οὐδ᾽ ἂν εἰπεῖν δυναίμην ὡς ὑπερηυφράνθην· καί μοι τὰ τῶν λόγων ἴχνη ταῖς ἀκοαῖς ἐνεσφράγισται σχεδὸν ὡς ἀρτίως εἰρημένα. πᾶσαν οὖν ὑποτιμήσεως ἀφορμὴν ἐκποδὼν ἀποθέμενος ἃ παρ᾽ ἀμφοῖν ἤκουσα λεγόντοιν κατ᾽ ἀκριβὲς ἐπέξειμί σοι.

  Θεομνηστος

  Καὶ μὴν ἔγωγε ἐπαναστὰς ἔνθεν ἀπαντικρὺ καθεδοῦμαί σου,

  δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων. σὺ δ᾽ ἡμῖν τὰ πάλαι κλέα τῆς ἐρωτικῆς διαφορᾶς μελῳδίᾳ περαίνειν.

  Λυκινος

  [6] Ἐπ᾽ Ἰταλίαν μοι διανοουμένῳ ταχυναυτοῦν σκάφος εὐτρέπιστο τούτων τῶν δικρότων, οἷς μάλιστα χρῆσθαι Λιβυρνοὶ δοκοῦσιν ἔθνος Ἰονίῳ κόλπῳ παρῳκισμένον. ὡς δ᾽ ἐνῆν, πάντας ἐπιχωρίους θεοὺς προσκυνήσας καὶ Δία ξένιον ἵλεω συνεφάψασθαι τῆς ἀποδήμου στρατείας ἐπικαλεσάμενος ἀπ᾽ ἄστεος ὀρικῷ ζεύγει κατῄειν ἐπὶ θάλασσαν· εἶτα τοὺς παραπέμποντάς με δεξιωσάμενος – ἠκολούθει δὲ παιδείας λιπαρὴς ὄχλος, οἳ συνεχὲς ἡμῖν ἐντυγχάνοντες ἀνιαρῶς διεζεύγνυντο – τῆς πρύμνης οὖν ἐπιβὰς ἐγγὺς ἐμαυτὸν ἵδρυσα τοῦ κυβερνήτου. καὶ ῥοθίῳ τῷ τῶν ἐλατήρων μετὰ μικρὸν ἀπὸ τῆς γῆς ἀναχθέντες, ἐπειδὴ μάλα καὶ κατόπιν ἡμᾶς ἐποίμαινον αὖραι, τὸν ἱστὸν ἐκ τῶν μεσοκοίλων ἄραντες καρχησίῳ τὸ κέρας προσεστείλαμεν· εἶτ᾽ ἀθρόας κατὰ τῶν κάλων τὰς ὀθόνας ἐκχέαντες ἠρέμα πιμπλαμένου τοῦ λίνου κατ᾽ οὐδὲν οἶμαι βέλους ἐλάττονι ῥοίζῳ διιπτάμεθα βαρὺ τοῦ κύματος ὑποβρυχωμένου περὶ τὴν σχίζουσαν αὐτὸ πρῷραν.

  [7] ἀλλ᾽ ἅ γε μὴν ἐν τῷ μεταξὺ παράπλῳ σπουδῆς ἢ παιδιᾶς ἐχόμενα συνηνέχθη, καιρὸς οὐ πάνυ μηκύνειν. ὡς δὲ τῆς Κιλικίας τὴν ἔφαλον ἀμείψαντες εἰχόμεθα τοῦ Παμφυλίου κόλπου, Χελιδονέας ὑπερθέοντες οὐκ ἀμοχθεὶ τοὺς εὐτυχεῖς τῆς παλαιᾶς Ἑλλάδος ὅρους, ἑκάστῃ τῶν Λυκιακῶν πόλεων ἐπεξενούμεθα μύθοις τὰ πολλὰ χαίροντες· οὐδὲν γὰρ ἐν αὐταῖς σαφὲς εὐδαιμονίας ὁρᾶται λείψανον· ἄχρι τῆς Ἡλιάδος ἁψάμενοι Ῥόδου τὸ συνεχὲς τοῦ μεταξὺ πλοῦ διαναπαῦσαι πρὸς ὀλίγον ἐκρίναμεν.

  [8] οἱ μὲν οὖν ἐρέται τὸ σκάφος ἔξαλον ἐς γῆν ἀνασπάσαντες ἐγγὺς ἐσκήνωσαν, ἐγὼ δ᾽ εὐτρεπισμένου μοι ξενῶνος ἀπαντικρὺ τοῦ Διονυσίου κατὰ σχολὴν ἐβάδιζον ὑπερφυοῦς ἀπολαύσεως ἐμπιμπλάμενος· ἔστιν γὰρ ὄντως ἡ πόλις Ἡλίου πρέπον ἔχουσα τῷ θεῷ τὸ κάλλος. ἐκπεριϊὼν δὲ τὰς ἐν τῷ Διονυσίῳ στοὰς ἑκάστην γραφὴν κατώπτευον ἅμα τῷ τέρποντι τῆς ὄψεως ἡρωϊκοὺς μύθους ἀνανεούμενος· εὐθὺ γάρ μοι δύ᾽ ἢ τρεῖς προσερρύησαν ὀλίγου διαφόρου πᾶσαν ἱστορίαν ἀφηγούμενοι· τὰ δὲ πολλὰ καὶ αὐτὸς εἰκασίᾳ προὐλάμβανον.

  [9] ἤδη δὲ τῆς θέας ἅλις ἔχοντι καὶ διανοουμένῳ μοι βαδίζειν οἴκαδε τὸ ἥδιστον ἐπὶ ξένης ἀπήντησέ μοι κέρδος, ἄνδρες ἐκ παλαιοῦ χρόνου συνήθεις, οὓς οὐδ᾽ αὐτὸς ἀγνοεῖν μοι δοκεῖς πολλάκις ἡμῖν ἰδὼν ἐπιφοιτῶντας ἐνταῦθα, τὸν ἐκ Κορίνθου Χαρικλέα νεανίαν οὐκ ἄμορφον, ἔχοντά τι καὶ κομμωτικῆς ἀσκήσεως ἅτε οἶμαι γυναίοις ἐνωραϊζόμενον· ἅμα δ᾽ αὐτῷ καὶ Καλλικρατίδαν τὸν Ἀθηναῖον τὸν τρόπον ἁπλοϊκόν· προηγουμένως γὰρ πολιτικῶν λόγων προΐστατο καὶ ταυτησὶ τῆς ἀγοραίου ῥητορικῆς. ἦν δὲ καὶ τῷ σώματι γυμναστικός, οὐ δι᾽ ἄλλο τί μοι δοκεῖν τὰς παλαίστρας ἀγαπῶν ἢ διὰ τοὺς παιδικοὺς ἔρωτας· ὅλος γὰρ εἰς τοῦτο ἐπτόητο. τῷ δὲ πρὸς τὸ θῆλυ μίσει πολλὰ καὶ Προμηθεῖ κατηρᾶτο. πόρρωθεν οὖν ἰδὼν ἑκάτερός με γήθους καὶ χαρᾶς πλέοι προσέδραμον· εἶθ᾽ ὁποῖα φιλεῖ, δεξιω
σάμενοι πρὸς αὐτὸν ἐλθεῖν ἑκάτερος ἠξίουν με. κἀγὼ φιλονεικοῦντας ὁρῶν περαιτέρω, Τὸ μὲν τήμερον, εἶπον, ὦ Καλλικρατίδα καὶ Χαρίκλεις, ἄμφω καλῶς ἔχον ἐστὶν ὑμᾶς παρ᾽ ἐμοὶ φοιτᾶν, ἵνα μὴ πλείω τὴν ἔριν ἐγείρητε· ταῖς δὲ ἐφεξῆς ἡμέραις – τρεῖς γὰρ ἐνταῦθα ἢ τέτταρας διέγνωκα μένειν – ἀμοιβαίως ἀνθεστιάσετέ με, κλήρῳ διακριθεὶς ὁ πρότερος.

  [10] δοκεῖ ταῦτα. κἀκείνην μὲν τὴν ἡμέραν εἱστιάρχουν ἐγώ, τῇ δ᾽ ἐπιούσῃ Καλλικρατίδας, εἶτα μετ᾽ αὐτὸν ὁ Χαρικλῆς. ἑώρων δὴ καὶ παρὰ τὴν ἑστίασιν ἐναργῆ τῆς ἑκατέρου διαθέσεως τεκμήρια· ὁ μὲν γὰρ Ἀθηναῖος εὐμόρφοις παισὶν ἐξήσκητο, καὶ πᾶς οἰκέτης αὐτῷ σχεδὸν ἀγένειος ἦν μέχρι τοῦ πρῶτον ὑπογράφοντος αὐτοὺς χνοῦ παραμένοντες, ἐπειδὰν δὲ ἰούλοις αἱ παρειαὶ πυκασθῶσιν, οἰκονόμοι καὶ τῶν Ἀθήνησι χωρίων κηδεμόνες ἀπεστέλλοντο. Χαρικλεῖ γε μὴν πολὺς ὀρχηστρίδων καὶ μουσουργῶν χορὸς εἵπετο καὶ πᾶν τὸ δωμάτιον ὡς ἐν Θεσμοφορίοις γυναικῶν μεστὸν ἦν ἀνδρὸς οὐδ᾽ ἀκαρῆ παρόντος, εἰ μή τί που νήπιον ἢ γέρων ὑπερῆλιξ ὀψοποιὸς ὀφθείη, χρόνου ζηλοτυπίας ὑποψίαν οὐκ ἔχοντος. ἦν μὲν οὖν, ὡς ἔφην, καὶ ταῦθ᾽ ἱκανὰ τῆς ἀμφοτέρων γνώμης δείγματα. πολλάκις γε μὴν ἐπ᾽ ὀλίγον ἁψιμαχίαι τινὲς αὐτοῖς ἐκινήθησαν, οὐχ ὡς πέρας ἔχειν τι τὴν ζήτησιν. ἀλλ᾽ ἐπεὶ καιρὸς ἦν ἀνάγεσθαι, σύμπλους ἐθελήσαντας αὐτοὺς ἐπηγόμην· διενοοῦντο γὰρ εἰς τὴν Ἰταλίαν ἀπαίρειν ὁμοίως ἐμοί.

  [11] καὶ δόξαν ἡμῖν Κνίδῳ προσορμῆσαι κατὰ θέαν καὶ τοῦ Ἀφροδίτης ἱεροῦ – ὑμνεῖται δὲ τούτου τὸ τῆς Πραξιτέλους εὐχερείας ὄντως ἐπαφρόδιτον – ἠρέμα τῇ γῇ προσηνέχθημεν αὐτῆς οἶμαι τῆς θεοῦ λιπαρᾷ γαλήνῃ πομποστολούσης τὸ σκάφος. τοῖς μὲν οὖν ἄλλοις ἔμελον αἱ συνήθεις παρασκευαί, ἐγὼ δὲ τὸ ἐρωτικὸν ζεῦγος ἑκατέρωθεν ἐξαψάμενος κύκλῳ περιῄειν τὴν Κνίδον οὐκ ἀγελαστὶ τῆς κεραμευτικῆς ἀκολασίας μετέχων ὡς ἐν Ἀφροδίτης πόλει. στοὰς δὲ Σωστράτου καὶ τἆλλα ὅσα τέρπειν ἡμᾶς ἐδύνατο, πρῶτον ἐκπεριελθόντες ἐπὶ τὸν νεὼν τῆς Ἀφροδίτης βαδίζομεν, νὼ μέν, ἐγώ τε καὶ Χαρικλῆς, πάνυ προθύμως, Καλλικρατίδας δ᾽ ὡς ἐπὶ θέαν θήλειαν ἄκων, ἥδιον ἂν οἶμαι τῆς Ἀφροδίτης Κνιδίας τὸν ἐν Θεσπιαῖς ἀντικαταλλαξάμενος Ἔρωτα.

  [12] καί πως εὐθὺς ἡμῖν ἀπ᾽ αὐτοῦ τοῦ τεμένους Ἀφροδίσιοι προσέπνευσαν αὖραι· τὸ γὰρ αἴθριον οὐκ εἰς ἔδαφος ἄγονον μάλιστα λίθων πλαξὶ λείαις ἐστρωμένον, ἀλλ᾽ ὡς ἐν Ἀφροδίτης ἅπαν ἦν γόνιμον ἡμέρων καρπῶν, ἃ ταῖς κόμαις εὐθαλέσιν ἄχρι πόρρω βρύοντα τὸν πέριξ ἀέρα συνωρόφουν. περιττόν γε μὴν ἡ πυκνόκαρπος ἐτεθήλει μυρρίνη παρὰ τὴν δέσποιναν αὐτῆς δαψιλὴς πεφυκυῖα τῶν τε λοιπῶν δένδρων ἕκαστον, ὅσα κάλλους μετείληχεν· οὐδ᾽ αὐτὰ γέροντος ἤδη χρόνου πολιὰ καθαύαινεν, ἀλλ᾽ ὑπ᾽ ἀκμῆς σφριγῶντα νέοις κλωσὶν ἦν ὥρια. τούτοις δ᾽ ἀνεμέμικτο καὶ τὰ καρπῶν μὲν ἄλλως ἄγονα, τὴν δ᾽ εὐμορφίαν ἔχοντα καρπόν, κυπαρίττων γε καὶ πλατανίστων αἰθέρια μήκη καὶ σὺν αὐταῖς αὐτόμολος Ἀφροδίτης ἡ τῆς θεοῦ πάλαι φυγὰς Δάφνη. παντί γε μὴν δένδρῳ περιπλέγδην ὁ φίλερως προσείρπυζε κιττός. ἀμφιλαφεῖς ἄμπελοι πυκνοῖς κατήρτηντο βότρυσιν· τερπνοτέρα γὰρ Ἀφροδίτη μετὰ Διονύσου καὶ τὸ παρ᾽ ἀμφοῖν ἡδὺ σύγκρατον, εἰ δ᾽ ἀποζευχθεῖεν ἀλλήλων, ἧττον εὐφραίνουσιν. ἦν δ᾽ ὑπὸ ταῖς ἄγαν παλινσκίοις ὕλαις ἱλαραὶ κλισίαι τοῖς ἐνεστιᾶσθαι θέλουσιν, εἰς ἃ τῶν μὲν ἀστικῶν σπανίως ἐπεφοίτων τινές, ἀθρόος δ᾽ ὁ πολιτικὸς ὄχλος ἐπανηγύριζεν ὄντως ἀφροδισιάζοντες.

  [13] ἐπεὶ δ᾽ ἱκανῶς τοῖς φυτοῖς ἐτέρφθημεν, εἴσω τοῦ νεὼ παρῄειμεν. ἡ μὲν οὖν θεὸς ἐν μέσῳ καθίδρυται – Παρίας δὲ λίθου δαίδαλμα κάλλιστον – ὑπερήφανον καὶ σεσηρότι γέλωτι μικρὸν ὑπομειδιῶσα. πᾶν δὲ τὸ κάλλος αὐτῆς ἀκάλυπτον οὐδεμιᾶς ἐσθῆτος ἀμπεχούσης γεγύμνωται, πλὴν ὅσα τῇ ἑτέρᾳ χειρὶ τὴν αἰδῶ λεληθότως ἐπικρύπτειν. τοσοῦτόν γε μὴν ἡ δημιουργὸς ἴσχυσε τέχνη, ὥστε τὴν ἀντίτυπον οὕτω καὶ καρτερὰν τοῦ λίθου φύσιν ἑκάστοις μέλεσιν ἐπιπρέπειν.

  ὁ γοῦν Χαρικλῆς ἐμμανές τι καὶ παράφορον ἀναβοήσας, Εὐτυχέστατος, εἶπεν, θεῶν ὁ διὰ ταύτην δεθεὶς Ἄρης, καὶ ἅμα προσδραμὼν λιπαρέσι τοῖς χείλεσιν ἐφ᾽ ὅσον ἦν δυνατὸν ἐκτείνων τὸν αὐχένα κατεφίλει· σιγῇ δ᾽ ἐφεστὼς ὁ Καλλικρατίδας κατὰ νοῦν ἀπεθαύμαζεν.

  ἔστι δ᾽ ἀμφίθυρος ὁ νεὼς καὶ τοῖς θέλουσι κατὰ νώτου τὴν θεὸν ἰδεῖν ἀκριβῶς, ἵνα μηδὲν αὐτῆς ἀθαύμαστον ᾖ. δι᾽ εὐμαρείας οὖν ἐστι τῇ ἑτέρᾳ πύλῃ παρελθοῦσιν τὴν ὄπισθεν εὐμορφίαν διαθρῆσαι. [14] δόξαν οὖν ὅλην τὴν θεὸν ἰδεῖν, εἰς τὸ κατόπιν τοῦ σηκοῦ περιήλθομεν. εἶτ᾽ ἀνοιγείσης τῆς θύρας ὑπὸ τοῦ κλειδοφύλακος ἐμπεπιστευμένου γυναίου θάμβος αἰφνίδιον ἡμᾶς εἶχεν τοῦ κάλλους.

  ὁ γοῦν Ἀθηναῖος ἡσυχῇ πρὸ μικροῦ βλέπων ἐπεὶ τὰ παιδικὰ μέρη τῆς θεοῦ κατώπτευσεν, ἀθρόως πολὺ τοῦ Χαρικλέους ἐμμανέστερον ἀνεβόησεν, Ἡράκλεις, ὅση μὲν τῶν μεταφρένων εὐρυθμία, πῶς δ᾽ ἀμφιλαφ�
�ῖς αἱ λαγόνες, ἀγκάλισμα χειροπληθές· ὡς δ᾽ εὐπερίγραφοι τῶν γλουτῶν αἱ σάρκες ἐπικυρτοῦνται μήτ᾽ ἄγαν ἐλλιπεῖς αὐτοῖς ὀστέοις προσεσταλμέναι μήτε εἰς ὑπέρογκον ἐκκεχυμέναι πιότητα. τῶν δὲ τοῖς ἰσχίοις ἐνεσφραγισμένων ἐξ ἑκατέρων τύπων οὐκ ἂν εἴποι τις ὡς ἡδὺς ὁ γέλως· μηροῦ τε καὶ κνήμης ἐπ᾽ εὐθὺ τεταμένης ἄχρι ποδὸς ἠκριβωμένοι ῥυθμοί. τοιοῦτος ἄρα Γανυμήδης ἐν οὐρανῷ Διὶ τὸ νέκταρ ἥδιον ἐγχεῖ· παρὰ μὲν γὰρ ῞Ηβης οὐκ ἂν ἐγὼ διακονουμένης ποτὸν ἐδεξάμην. ἐνθεαστικῶς ταῦτα τοῦ Καλλικρατίδου βοῶντος ὁ Χαρικλῆς ὑπὸ τοῦ σφόδρα θάμβους ὀλίγου δεῖν ἐπεπήγει τακερόν τι καὶ ῥέον ἐν τοῖς ὄμμασι πάθος ἀνυγραίνων.

 

‹ Prev