Delphi Complete Works of Lucian
Page 245
[47] ταῦτα δ᾽ οὐ πρῶτοι χαράξουσιν οἱ ἐμοὶ πρὸς τοὺς ἀξίους ἔρωτες, ἀλλ᾽ ἡ θεοῖς γείτων ἡρωϊκὴ φρόνησις ἐνομοθέτησεν, ἐν οἷς ὁ φιλίας ἔρως ἄχρι θανάτου συνεξέπνευσεν. Φωκὶς ἐκ νηπίων ἔτι χρόνων Ὀρέστην Πυλάδῃ συνῆψεν· θεὸν δὲ τῶν πρὸς ἀλλήλους παθῶν μεσίτην λαβόντες ὡς ἐφ᾽ ἑνὸς σκάφους τοῦ βίου συνέπλευσαν· ἀμφότεροι Κλυταιμήστραν ἀνῄρουν ὡς Ἀγαμέμνονος παῖδες, ὑπ᾽ ἀμφοῖν Αἴγισθος ἐφονεύετο· τὰς Ὀρέστην ἐλαυνούσας Ποινὰς Πυλάδης ἐνόσει μᾶλλον, κρινομένῳ συνηγωνίζετο. τὴν δὲ ἐρωτικὴν φιλίαν οὐδὲ τοῖς τῆς Ἑλλάδος ὅροις ἐμέτρησαν, ἀλλ᾽ ἐπὶ τοὺς ἐσχάτους Σκυθῶν τέρμονας ἔπλευσαν, ὁ μὲν νοσῶν, ὁ δὲ θεραπεύων. τῆς γοῦν Ταυρικῆς γῆς ἐπιβαίνοντας εὐθὺς ἡ μητροκτόνος αὐτοὺς Ἐρινὺς ἐξενοδόχησεν, καὶ τῶν βαρβάρων ἐν κύκλῳ περιεστώτων ὁ μὲν ὑπὸ τῆς συνήθους μανίας πεσὼν ἔκειτο, Πυλάδης δὲ
ἀφρόν <τ᾽> ἀπέψα σώματός τ᾽ ἐτημέλει
πέπλου τε προὐκάλυπτεν εὐπήνους ὑφάς,
οὐκ ἐραστοῦ μόνον, ἀλλὰ καὶ πατρὸς ἐνδεικνύμενος ἦθος. ἡνίκα γοῦν ἐκρίθη θατέρου μένοντος ἐπὶ τῷ φονευθῆναι τὸν ἕτερον ἐς Μυκήνας ἀπιέναι κομιοῦντα γράμματα, μένειν ὑπὲρ ἀλλήλων ἀμφότεροι θέλουσιν ἑκάτερος ἐν θατέρῳ ζῶντι ζῆν ἑαυτὸν ἡγούμενος. ἀπωθεῖται δὲ τὰς ἐπιστολὰς Ὀρέστης ὡς Πυλάδου λαβεῖν ἀξιωτέρου, μόνον οὐκ ἐραστὴς ἀντ᾽ ἐρωμένου γενόμενος·
τὸ γὰρ σφαγῆναι τόνδ᾽ ἐμοὶ βάρος μέγα·
ὁ ναυστολῶν γάρ εἰμ᾽ ἐγὼ τὰς συμφοράς.
καὶ μετ᾽ ὀλίγον φησίν,
τῷδε μὲν δέλτον δίδου·
πέμψω γὰρ Ἄργος, ὥστε οἱ καλῶς ἔχειν·
ἡμᾶς δ᾽ ὁ χρῄζων κτεινέτω.
[48] καὶ γὰρ οὕτως ἔχει τὸ πᾶν· ὅταν γὰρ ἐκ παίδων ὁ σπουδαῖος ἔρως ἐντραφεὶς ἐπὶ τὴν ἤδη λογίζεσθαι δυναμένην ἡλικίαν ἀνδρωθῇ, τὸ πάλαι φιληθὲν ἀμοιβαίους ἔρωτας ἀνταποδίδωσιν, καὶ δυσχερὲς αἰσθέσθαι ποτέρου πότερος ἐραστής ἐστιν, ὥσπερ ἀπ᾽ ἐσόπτρου τῆς τοῦ φιλήσαντος εὐνοίας ἐπὶ τὸν ἐρώμενον ὁμοίου πεσόντος εἰδώλου. τί δὴ οὖν τοῦ καθ᾽ ἡμᾶς βίου ξένην αὐτὸ τρυφὴν ὀνειδίζεις θείοις νόμοις ὁρισθὲν ἐκ διαδοχῆς ἐφ᾽ ἡμᾶς καταβεβηκός; ἀσμένως δὲ αὐτὸ δεξάμενοι μεθ᾽ ἁγνῆς διανοίας νεωκοροῦμεν· ὄλβιος γὰρ ὡς ἀληθῶς κατὰ τὴν τῶν σοφῶν ἀπόφασιν,
ᾧ παῖδές τε νέοι καὶ μώνυχες ἵπποι,
γηράσκει δ᾽ ὁ γέρων κεῖνος ἐλαφρότατα,
κοῦροι τὸν φιλέουσιν.
αἵ γε μὴν Σωκρατικαὶ διδασκαλίαι καὶ τὸ λαμπρὸν ἐκεῖνο τῆς ἀρετῆς δικαστήριον τοῖς Δελφικοῖς τρίποσιν ἐτιμήθη· χρησμὸν γὰρ ἀληθείας ὁ Πύθιος ἐθέσπισεν,
ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος,
ὃς οὐχ ἅμα τοῖς ἄλλοις μαθήμασιν, ἐξ ὧν τὸν βίον ὤνησεν, καὶ τὸ παιδεραστεῖν ὡς μάλιστα ὠφελοῦν προσήκατο;
[49] δεῖ δὲ τῶν νέων ἐρᾶν ὡς Ἀλκιβιάδου Σωκράτης, ὃς ὑπὸ μιᾷ χλαμύδι πατρὸς ὕπνους ἐκοιμήθη. καὶ ἔγωγε τὸ Καλλιμάχειον ἐπὶ τέλει τῶν λόγων ἥδιστα προσθείην ἂν ἅπασι κήρυγμα·
Αἴθε γάρ, ὦ κούροισιν ἐπ᾽ ὄμματα λίχνα φέροντες,
Ἐρχίος ὡς ὑμῖν ὥρισε παιδοφιλεῖν,
ὧδε νέων ἐρόῳτε· πόλιν κ᾽ εὔανδρον ἔχοιτε.
ταῦτ᾽ εἰδότες, ὦ νεανίαι, σωφρόνως παισὶν ἀγαθοῖς πρόσιτε μηδὲ ὀλίγης τέρψεως εἵνεκεν τὴν μακρὰν ἐκχέοντες εὔνοιαν ἄχρι τῆς ἀκμῆς πλαστὰ τὰ τοῦ φιλεῖν πάθη προβάλλεσθε, τὸν δ᾽ οὐράνιον Ἔρωτα προσκυνοῦντες εἰς γῆρας ἀπὸ παίδων βέβαια τηρεῖτε τὰ πάθη· τοῖς γὰρ οὕτω φιλοῦσιν ἥδιστος μὲν ὁ τοῦ ζῆν χρόνος οὐδεμιᾶς ἀπρεποῦς συνειδήσεως παροικούσης, ἀοίδιμοι δὲ μετὰ θάνατον εἰς πάντας ἐκφοιτῶσι κληδόνες. εἰ δὲ δεῖ φιλοσόφων παισὶ πιστεύειν, αἰθὴρ μετὰ γῆν ἐκδέχεται τοὺς ταῦτα ζηλοῦντας· εἰς δὲ ἀμείνονα βίον ἀποθανόντες ἔχουσι τῆς ἀρετῆς γέρας τὸ ἄφθαρτον.
[50] Τοιαῦτα τοῦ Καλλικρατίδου σφόδρα νεανικῶς σεμνολογησαμένου Χαρικλέα μὲν ἐκ δευτέρου λέγειν πειρώμενον ἐπέσχον· ὥρα γὰρ ἦν ἐπὶ ναῦν κατιέναι. δεομένων δ᾽ ὅ τι φρονοίην ἀποφήνασθαι, δι᾽ ὀλίγου τοὺς ἑκατέρων λόγους ἀριθμησάμενος, Οὐκ ἐξ ὑπογύου, φημί, καὶ παρημελημένως ὑμῖν, ἑταῖροι, τὰ τῶν λόγων ἔοικεν ἀπεσχεδιάσθαι, διηνεκοῦς δὲ καὶ νὴ Δί᾽ ἐρρωμένης φροντίδος ἐναργῆ ταῦτ᾽ ἐστὶν ἴχνη· σχεδὸν γὰρ οὐδέν ἐστιν ὅ τι τῶν λεκτέων εἰπεῖν ἑτέρῳ δύνασθαι παρήκατε. καὶ πολλὴ μὲν ἡ τῶν πραγμάτων ἐμπειρία, πλείων δ᾽ ἡ τῶν λόγων δεινότης, ὥστ᾽ ἔγωγε ἂν εὐξαίμην, εἴπερ ἦν ἐν δυνατῷ, γενέσθαι Θηραμένης ἐκεῖνος ὁ Κόθορνος, ἵν᾽ ἄμφω νενικηκότες ἐξ ἴσου βαδίζοιτε. πλὴν ἐπειδήπερ ἀνήσειν οὐκ ἐοίκατε καὶ αὐτὸς ἐν τῷ μεταξὺ πλῷ περὶ τῶν αὐτῶν οὐ κέκρικα διοχλεῖσθαι, τὸ μάλιστα παραστὰν εἶναί μοι δίκαιον ἀποφανοῦμαι.
[51] γάμοι μὲν ἀνθρώποις βιωφελὲς πρᾶγμα καὶ μακάριον, ὁπόταν εὐτυχῶνται, παιδικοὺς δ᾽ ἔρωτας, ὅσοι φιλίας ἁγνὰ δίκαια προμνῶνται, μόνης φιλοσοφίας ἔργον ἡγοῦμαι. διὸ δὴ γαμητέον μὲν ἅπασιν, παιδεραστεῖν δὲ ἐφείσθω μόνοις τοῖς σοφοῖς· ἥ�
�ιστα γὰρ ἐν γυναιξὶν ὁλόκληρος ἀρετὴ φύεται. καὶ σὺ δ᾽, ὦ Χαρίκλεις, μηδὲν ἀχθεσθῇς, εἰ ταῖς Ἀθήναις ἡ Κόρινθος εἴξει.
[52] κἀγὼ μὲν ὑπ᾽ αἰδοῦς συντόμῳ λόγῳ τὴν κρίσιν ἐπισπεύσας ἐξανέστην· ἑώρων γὰρ ὑπερκατηφῆ τὸν Χαρικλέα παρὰ μικρὸν ὡς θανάτου κατάκριτον. ὁ δ᾽ Ἀθηναῖος ἱλαρῷ τῷ προσώπῳ φαιδρὸς ἀναπηδήσας προῄει σφόδρα σοβαρῶς· εἴκασεν ἄν τις αὐτὸν ἐν Σαλαμῖνι Πέρσας κατανεναυμαχηκέναι. καὶ τοῦτό γε τῆς κρίσεως ἀπωνάμην, λαμπρότερον ἡμᾶς ἑστιάσαντος αὐτοῦ τἀπινίκια· καὶ γὰρ ἦν ἄλλως τῷ βίῳ μεγαλοφρονέστερος. ἡσυχῇ δὲ καὶ τὸν Χαρικλέα παρηγορησάμην ἐπὶ τῇ δεινότητι τῶν λόγων συνεχὲς ὑπερθαυμάζων, ὅτι δυσχερεστέρῳ μέρει δυνατῶς συνηγόρησεν.
[53] ἀλλ᾽ ἡ μὲν ἐν Κνίδῳ διατριβὴ καὶ τὰ παρὰ τῇ θεῷ λαληθέντα σπουδὴν ἱλαρὰν ἅμα καὶ παιδιὰν εὔμουσον ἐσχηκότα τῇδέ πῃ διεκρίθη. σὺ δέ, ὦ Θεόμνηστε, ὁ τὴν ἕωλον ἡμῶν ἐκκαλεσάμενος μνήμην, εἰ δικαστὴς τότ᾽ ἦσθα, πῶς ἂν ἀπεφήνω;
Θεομνηστος
Μελιτίδην ἢ Κόροιβον οἴει με πρὸς θεῶν, ἵνα τοῖς ὑπὸ σοῦ δικαίως κριθεῖσιν ἐναντίαν φέρω ψῆφον; ὡς ὑπ᾽ ἄκρας ἡδονῆς τῶν λεγομένων ἐν Κνίδῳ διατρίβειν ᾠόμην ὀλίγου τὸ βραχὺ τοῦτο δωμάτιον αὐτὸν ἡγούμενος εἶναι τὸν νεὼν ἐκεῖνον. ὅμως δ᾽ οὖν – οὐδὲν γὰρ ἀπρεπὲς ἐν ἑορτῇ λέγεσθαι, πᾶς δὲ γέλως, κἂν περίεργος ᾖ, πανηγυρίζειν δοκεῖ – τοὺς ἄγαν ὑπὸ τοῦ παιδεραστεῖν κατωφρυωμένους λόγους ἐθαύμαζον μὲν ἐπὶ τῇ σεμνότητι, πλὴν οὐ πάνυ θυμῆρες ᾠόμην, ἐφήβῳ παιδὶ συνδιημερεύοντα Τανταλείους δίκας ὑποφέρειν, καὶ τοῖς ὄμμασι τοῦ κάλλους μονονουχὶ προσκλύζοντος, ἐξὸν ἀρύσασθαι, διψῆν ὑπομένειν· οὐ γὰρ ἀπόχρη τὸ θεωρεῖν ἐρώμενον οὐδ᾽ ἀπαντικρὺ καθημένου καὶ λαλοῦντος ἀκούειν, ἀλλ᾽ ὥσπερ ἡδονῆς κλίμακα συμπηξάμενος ἔρως πρῶτον ἔχει βαθμὸν ὄψεως, ἵνα ἴδῃ, κἂν θεάσηται, ποθεῖ προσάγων ἐφάψασθαι· δι᾽ ἄκρων γοῦν δακτύλων κἂν μόνον θίγῃ, τὰ τῆς ἀπολαύσεως εἰς ἅπαν διαθεῖ τὸ σῶμα. τυχὼν δ᾽ εὐμαρῶς τούτου τρίτην πεῖραν ἐπάγει φιλήματος, οὐκ εὐθὺ περίεργον, ἀλλ᾽ ἠρέμα χείλη προσεγγίσας χείλεσιν, ἃ πρὶν ἢ ψαῦσαι τελείως, ἀπέστη, μηδὲν ὑπονοίας ἴχνος ἀπολιπών· εἶτα πρὸς τὸ παρεῖκον ἁρμοζόμενος ἀεὶ λιπαρεστέροις μὲν ἀσπάσμασιν ἐντέτηκεν, ἔσθ᾽ ὅτε καὶ διαστέλλων ἡσυχῇ τὸ στόμα, τῶν δὲ χειρῶν οὐδεμίαν παρίησιν ἀργήν· αἱ γὰρ φανεραὶ μετὰ τῶν ἐσθήτων συμπλοκαὶ τὴν ἡδονὴν συνάπτουσιν, ἢ λάθριος ὑγρῶς ἡ δεξιὰ κατὰ κόλπου δῦσα μαστοὺς βραχὺ τὴν φύσιν ὑπεροιδῶντας πιέζει, καὶ σφριγώσης γαστρὸς ἀμφιλαφὲς τοῖς δακτύλοις ἐπιδράττεται ὁμαλῶς, μετὰ τοῦτο καὶ πρωτόχνουν ἄνθος ἥβης. καὶ
τί τἄρρητ᾽ ἀναμετρήσασθαί με δεῖ;
τοσαύτης τυχὼν ἐξουσίας ὁ ἔρως θερμοτέρου τινὸς ἅπτεται πράγματος· εἶτ᾽ ἀπὸ μηρῶν προοιμιασάμενος κατὰ τὸν κωμικὸν αὐτὸ ἐπάταξεν.
[54] ἐμοὶ μὲν οὕτω παιδεραστεῖν γένοιτο· μετεωρολέσχαι δὲ καὶ ὅσοι τὴν φιλοσοφίας ὀφρὺν ὑπὲρ αὐτοὺς τοὺς κροτάφους ὑπερήρκασιν, σεμνῶν ὀνομάτων κομψεύμασιν τοὺς ἀμαθεῖς ποιμαινέτωσαν· ἐρωτικὸς γὰρ ἦν, εἴπερ τις, καὶ ὁ Σωκράτης, καὶ ὑπὸ μίαν Ἀλκιβιάδης αὐτῷ χλανίδα κλιθεὶς οὐκ ἀπλὴξ ἀνέστη. καὶ μὴ θαυμάσῃς· οὐδὲ γὰρ ὁ Πάτροκλος ὑπ᾽ Ἀχιλλέως ἠγαπᾶτο μέχρι τοῦ καταντικρὺ καθέζεσθαι
δέγμενος Αἰακίδην, ὁπότε λήξειεν ἀείδων,
ἀλλ᾽ ἦν καὶ τῆς ἐκείνων φιλίας μεσῖτις ἡδονή· στένων γοῦν Ἀχιλλεὺς τὸν Πατρόκλου θάνατον ἀταμιεύτῳ πάθει πρὸς τὴν ἀλήθειαν ἀπερράγη,
μηρῶν τε τῶν σῶν εὐσέβησ᾽ ὁμιλίαν
κλαίων.
τούς γε μὴν ὀνομαζομένους παρ᾽ Ἕλλησιν κωμαστὰς οὐδὲν ἀλλ᾽ ἢ δήλους ἐραστὰς νομίζω. τάχα φήσει τις αἰσχρὰ ταῦτ᾽ εἶναι λέγεσθαι, πλὴν ἀληθῆ γε νὴ τὴν Κνιδίαν Ἀφροδίτην.
Λυκινος
Οὐκ ἀνέξομαί σου, φίλε Θεόμνηστε, ἄλλην ἀρχὴν καταβαλλομένου τρίτων λόγων, ἧς ἀκούειν ἐν ἑορτῇ μόνον εἰκός ἐστιν, τἆλλα δὲ τῶν ἐμῶν ὤτων πόρρω ἀποικιεῖν. ἀφέμενοι δὲ τοῦ παρέλκειν πλείω χρόνον εἰς ἀγορὰν ἐξίωμεν· ἤδη γὰρ εἰκός ἐστιν ὑφάπτεσθαι τῷ θεῷ τὴν πυράν. ἔστιν δ᾽ οὐκ ἀτερπὴς ἡ θέα τῶν ἐν Οἴτῃ παθῶν ὑπομιμνήσκουσα τοὺς παρόντας.
THE MISTAKEN CRITIC — Ψευδολογιστής
ἀλλ᾽ ὅτι μὲν ἡγνοεις τοὔνομα τὴν ἀποφράβα παντί που δῆλον. πῶς γὰρ ἂν ᾐτιῶ βάρβαρον εἶναί με τὴν φωνὴν ἐπ᾽ αὐτῷ, εἰπόντα ὑπέρ σοῦ ὡς ἀποφράδι ὅμοιος εἴης τὸν γὰρ τρόπον σου νὴ Δία μέμνημαι εἰκάσας τῇ τοιαύτῃ ἡμέρᾳ, εἰ μὴ καὶ παντάπασιν ἀνήκοος ἦσθα τοῦ ὀνόματος; ἐγὼ δὲ τήν μὲν ἀποφράδα ὅ τι καὶ βούλεται εἶναι διδάξω σε μικρὸν ὕστερον: τὸ δὲ τοῦ Ἀρχιλόχου ἐκεῖνο ἤδη σοι λέγω, ὅτι τέττιγα τοῦ πτεροῦ συνείληφας, εἴπερ τινὰ ποιητὴν ἰάμβων ἀκούεις Ἀρχίλοχον, Πάριον τὸ γένος, ἄνδρα κομιδῇ ἐλεύθερον καὶ παρρησίᾳ συνόντα, μηδὲν ὀκνοῦντα ὀνειδίζειν, εἰ καὶ ὅτι μάλιστα λυπήσειν ἔμελλε τοὺς περιπετεῖς ἐσομένους τῇ χολῇ τῶν ἰάμβων αὐτοῦ. ἐκεῖνος τοίνυν πρός τινος τῶν τοιούτω
ν ἀκούσας κακῶς τέττιγα ἔφη τὸν ἄνδρα εἰληφέναι τοῦ πτεροῦ, εἰκάζων ἑαυτὸν τῷ τέττιγι ὁ Ἀρχίλοχος φύσει μὲν λάλῳ ὄντι καὶ ἄνευ τινὸς ἀνάγκης, ὁπόταν δὲ καὶ τοῦ πτεροῦ ληφθῇ, γεγωνότερον βοῶντι. ‘ καὶ σὺ δή,’ ἔφη, ‘ὦ κακόδαιμον ἄνθρωπε, τί βουλόμενος ποιητὴν λάλον παροξύνεις ἐπὶ σεαυτὸν αἰτίας ζητοῦντα καὶ ὑποθέσεις τοῖς ἰάμβοις;’