[9] πάρειμι οὖν κομίζων ὑμῖν τὴν δημοκρατίαν καὶ θαρρεῖν ἤδη προκηρύττων ἅπασι καὶ τὴν ἐλευθερίαν εὐαγγελιζόμενος. ἤδη οὖν ἀπολαύετε τῶν ἔργων τῶν ἐμῶν. κενὴ μέν, ὡς ὁρᾶτε, πονηρῶν ἡ ἀκρόπολις, ἐπιτάττει δὲ οὐδείς, ἀλλὰ καὶ τιμᾶν ἔξεστι καὶ δικάζειν καὶ ἀντιλέγειν κατὰ τοὺς νόμους, καὶ πάντα ταῦτα γεγένηται δι᾽ ἐμὲ ὑμῖν καὶ διὰ τὴν τόλμαν τὴν ἐμήν, κἀκ τοῦ ἑνὸς ἐκείνου φόνου, μεθ᾽ ὃν οὐκέτι ζῆν πατὴρ ἐδύνατο. ἀξιῶ δ᾽ οὖν ἐπὶ τούτοις τὴν ὀφειλομένην δοθῆναί μοι παρ᾽ ὑμῶν δωρεάν, οὐ φιλοκερδὴς οὐδὲ μικρολόγος τις ὢν οὐδὲ ἐπὶ μισθῷ τὴν πατρίδα εὐεργετεῖν προῃρημένος, ἀλλὰ βεβαιωθῆναί μοι βουλόμενος τὰ κατορθώματα τῇ δωρεᾷ καὶ μὴ διαβληθῆναι μηδὲ ἄδοξον γενέσθαι τὴν ἐπιχείρησιν τὴν ἐμὴν ὡς ἀτελῆ καὶ γέρως ἀναξίαν κεκριμένην.
[10] οὑτοσὶ δὲ ἀντιλέγει καὶ φησὶν οὐκ εὔλογον ποιεῖν με τιμᾶσθαι θέλοντα καὶ δωρεὰν λαμβάνειν: οὐ γὰρ εἶναι τυραννοκτόνον οὐδὲ πεπρᾶχθαί μοὶ τι κατὰ τὸν νόμον, ἀλλ᾽ ἐνδεῖν τι τῷ ἔργῳ τῷ ἐμῷ πρὸς ἀπαίτησιν τῆς δωρεᾶς. πυνθάνομαι τοίνυν αὐτοῦ, ‘τί λοιπὸν ἀπαιτεῖς παρ᾽ ἡμῶν; οὐκ ἠβουλήθην; οὐκ ἀνῆλθον; οὐκ ἐφόνευσα; οὐκ ἠλευθέρωσα; μή τις ἐπιτάττει; μή τις κελεύει; μή τις ἀπειλεῖ δεσπότης; μή τίς με τῶν κακούργων διέφυγεν; οὐκ ἂν εἴποις. ἀλλὰ πάντα εἰρήνης μεστὰ καὶ πάντες οἱ νόμοι καὶ ἐλευθερία σαφὴς καὶ δημοκρατία βέβαιος καὶ γάμοι ἀνύβριστοι καὶ παῖδες ἀδεεῖς καὶ παρθένοι ἀσφαλεῖς καὶ ἑορτάζουσα τὴν κοινὴν εὐτυχίαν ἡ πόλις. τίς οὖν ὁ τούτων ἁπάντων αἴτιος; τίς ὁ ἐκεῖνα μὲν παύσας, τὰ δὲ παρεσχημένος; εἰ γάρ τίς ἐστι πρὸ ἐμοῦ τιμᾶσθαι δίκαιος, παραχωρῶ τοῦ γέρως, ἐξίσταμαι τῆς δωρεᾶς. εἰ δὲ μόνος ἐγὼ πάντα διεπραξάμην τολμῶν καὶ ^ κινδυνεύων, ἀνιών, ἀναιρῶν, κολάζων, δι᾽ ἀλλήλων τιμωρούμενος, τί μου διαβάλλεις τὰ κατορθώματα; τί δὲ ἀχάριστος πρός με τὸν δῆμον ποιεῖς εἶναι;’ ‘ ‘‘
[11] οὐ γὰρ αὐτὸν ἐφόνευσας τὸν τύραννον ὁ δὲ νόμος τυραννοκτόνῳ δίδωσιν τὴν δωρεάν.’ διαφέρει δέ, εἰπέ μοι, τί ἢ αὐτὸν ἀνελεῖν ἢ τοῦ θανάτου παρασχεῖν τὴν αἰτίαν; ἐγὼ μὲν γὰρ οὐδὲν οἶμαι: ἀλλὰ τοῦτο μόνον ὁ νομοθέτης εἶδεν, τὴν ἐλευθερίαν, τὴν δημοκρατίαν, τὴν τῶν δεινῶν ἀπαλλαγήν. τοῦτ᾽ ἐτίμησεν, τοῦτ᾽ ἄξιον ἀμοιβῆς ὑπέλαβεν, ὅπερ οὐκ ἂν εἴποις μὴ δι᾽ ἐμὲ γεγενῆσθαι. εἰ γὰρ ἐφόνευσα δι᾽ ὃν ἐκεῖνος ζῆν οὐκ ἐδύνατο, αὐτὸς εἴργασμαι τὴν σφαγήν. ἐμὸς ὁ φόνος, ἡ χεὶρ ἐκείνου. μὴ τοίνυν ἀκριβολογοῦ ἔτι περὶ τοῦ τρόπου τῆς τελευτῆς μηδὲ ἐξέταζε ὅπως ἀπέθανεν, ἀλλ᾽ εἰ μηκέτ᾽ ἐστίν, εἰ δἰ ἐμὲ τὸ μηκέτ᾽ εἶναι ἔχει: ἐπεὶ κἀκεῖνο προσεξετάσειν μοι δοκεῖς καὶ συκοφαντήσειν τοὺς εὐεργέτας, εἴ τις μὴ ξίφει, ἀλλὰ λίθῳ ἢ ξύλῳ ἢ ἄλλῳ τῳ τρόπῳ ἀπέκτεινεν. τί δέ. εἰ λιμῷ ἐξεπολιόρκησα τὸν τύραννον τὴν ἀνάγκην τῆς τελευτῆς παρέχων, ἀπῄτεις ἂν καὶ τότε ^ παρ᾽ ἐμοῦ αὐτόχειρα τὴν σφαγήν, ἢ ἐνδεῖν ἔλεγὲς μοί τι πρὸς τὸν νόμον, καὶ ταῦτα χαλεπώτερον τοῦ κακούργου πεφονευμένου; ἓν μόνον ἐξέταζε, τοῦτο ἀπαίτει, τοῦτο πολυπραγμόνει, τίς τῶν πονηρῶν λείπεται, ἢ τίς ἐλπὶς τοῦ φόβου ἢ τί ὑπόμνημα τῶν συμφορῶν; εἰ δὲ καθαρὰ πάντα καὶ εἰρηνικά, συκοφαντοῦντός ἐστιν τῷ τρόπῳ τῶν πεπραγμένων χρώμενον ^ ἀποστερεῖν ἐθέλειν τὴν ἐπὶ τοῖς πεπονημένοις δωρεάν.
[12] ἐγὼ δὲ ^ καὶ τοῦτο μέμνημαι διηγορευμένον ἐν τοῖς νόμοις ἐκτὸς εἰ μὴ διὰ τὴν πολλὴν δουλείαν ἐπιλέλησμαι τῶν ἐν αὐτοῖς εἰρημένων αἰτίας θανάτου εἶναι διττάς, καὶ ^ εἴ τις μὴ αὐτὸς μὲν ἀπέκτεινε μηδὲ τῇ χειρὶ ἔδρασεν τὸ ἔργον, ἠνάγκασεν δὲ καὶ παρέσχεν ἀφορμὴν τοῦ φόνου, τὰ ἴσα καὶ τοῦτον ἀξιοῖ ὁ νόμος αὐτὸν ἀντικολάζεσθαι — μάλα δικαίως: οὐ γὰρ ἠβούλετο τοῦ πεπραγμένου ἥσσων γίνεσθαι τῷ τῆς ἀδείας: καὶ περιττὴ λοιπὸν ἡ ἐξέτασις τοῦ τρόπου τῆς σφαγῆς. εἶτα τὸν μὲν οὕτως ἀποκτείναντα κολάζειν ὡς ἀνδροφόνον δικαιοῖς καὶ οὐδαμῶς ἀφεῖσθαι θέλεις, τὸν δὲ κατὰ τὸν αὐτὸν τούτῳ τρόπον εὖ πεποιηκότα τὴν πόλιν οὐ τῶν ὁμοίων ἀξιώσεις τοῖς εὐεργέταις
[13]; οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις λέγειν, ὡς ἐγὼ μὲν ἁπλῶς αὐτὸ ἔπραξα, ἠκολούθησε δέ τι τέλος ἄλλως χρηστόν, ἐμοῦ μὴ θελήσαντος. τί γὰρ ἔτι ἐδεδίειν τοῦ ἰσχυροτέρου πεφονευμένου; τί δὲ κατέλιπον τὸ ξίφος ἐν τῇ σφαγῇ, εἰ μὴ πάντως τὸ ἐσόμενον αὐτὸ προεμαντευόμην; ἐκτὸς εἰ μὴ τοῦτο φής, ὡς οὐ τύραννος ὁ τεθνεὼς ἦν οὐδὲ ταύτην εἶχε τὴν προσηγορίαν, οὐδὲ δωρεὰς ἐπ᾽ αὐτῷ πολλάς, εἰ ἀποθάνοι,, ἡδέως ἂν ὑμεῖς ἐδώκατε. ἀλλ᾽ οὐκ ἂν εἴποις. ^ Εἶτα τοῦ τυράννου πεφονευμένου ^ τῷ τὴν αἰτίαν παρασχόντι τῆς σφαγῆς οὐκ ἀποδώσεις τὴν δωρεὰν; ὢ τῆς πολυπραγμοσύνης. μέλει δέ σοι, πῶς ἀπέθανεν, ἀπολαύοντι τῆς ἐλευθερίας, ἢ τὸν τὴν δημοκρατίαν ἀποδεδωκότα περιττότερόν τι, προσαπαιτεῖς; ‘ καίτοι ὅ γε νόμος,’ ὡς φής, ‘τὸ κεφάλαιον ἐξετάζει τῶν πεπραγμένων, τὰ διὰ μέσου δὲ πάντα ἐᾷ καὶ οὐκέτι πολυπραγμονεῖ.’ τί γάρ; οὐχὶ καὶ ^ ἐξελάσας τις τύραννον ἤδη τιμὴν ἔλαβεν τυραννοκτόνου; καὶ μάλα δικαίως: ἐλευθερίαν γὰρ κἀκεῖνος ἀντὶ δουλείας παρέσχηται. τὸ δ᾽ ὑπ᾽ ἐμοῦ γεγ�
�νημένον οὐ φυγὴ οὐδὲ δευτέρας ἐπαναστάσεως ἐλπίς, ἀλλὰ παντελὴς καθαίρεσις καὶ πανωλεθρία παντὸς τοῦ γένους καὶ ῥιζόθεν τὸ δεινὸν ἅπαν ἐκκεκομμένον.
[14] καί μοι πρὸς θεῶν ἤδη ἀπ᾽ ἀρχῆς ἐς τέλος, εἰ δοκεῖ, πάντα ἐξετάσατε, εἴ τι τῶν πρὸς τὸν νόμον παραλέλειπται καὶ εἰ ἐνδεῖ τι τῶν προσεῖναι ὀφειλόντων τυραννοκτόνῳ. πρῶτα μὲν δὴ γνώμην προϋπάρχειν χρὴ γενναίαν καὶ φιλόπολιν καὶ πρὸ τῶν ^ κοινῶν κινδυνεύειν ἐθέλουσαν καὶ τῷ οἰκείῳ θανάτῳ τὴν τῶν πολλῶν σωτηρίαν ὠνησομένην. ἆρ᾽ οὖν πρὸς τοῦτο ἐνεδέησα, ἐμαλακίσθην, ἢ προελόμενὸς ^ τινα τῶν διὰ μέσου κινδύνων ἀπώκνησα; οὐκ ἂν εἴποις. μένε τοίνυν ἐπὶ τούτου ἔτι μόνου καὶ νόμιζε τοῦ θελῆσαι μόνον καὶ τοῦ βουλεύσασθαι ταῦτα, εἰ καὶ μὴ χρηστὸν ἀποβεβήκει, ἔκ γε τῆς γνώμης αὐτῆς καταστάντα με γέρας ἀξιοῦν ὡς εὐεργέτην λαμβάνειν, ἐμοῦ μὲν οὐ δυνηθέντος, ἄλλου δὲ μετ᾽ ἐμὲ τετυραννοκτονηκότος, ἄλογον, εἰπὲ ^,μοι, ἢ ἀγνῶμον ἦν παρασχεῖν; καὶ μάλιστα εἰ ἔλεγον, ‘ἄνδρες, ἐβουλόμην, ἠθέλησα, ἐπεχείρησα, ἐπειράθην: τῆς γνώμης μόνης ^ ἄξιὸς εἰμι τιμᾶσθαι τί’ ἂν ἀπεκρίνω τότε;
[15] νῦν δὲ οὐ τοῦτό φημι, ἀλλὰ καὶ ἀνῆλθον καὶ ἐκινδύνευσα καὶ μυρία πρὸ τῆς τοῦ νεανίσκου σφαγῆς ἐπόνησα: ^ μὴ γὰρ οὕτω ῥᾷστον μηδὲ εὐχερὲς ὑπολάβητε εἶναι τὸ πρᾶγμα, φρουρὰν ὑπερβῆναι καὶ δορυφόρων κρατῆσαι καὶ τρέψασθαι τοσούτους μόνον, ἀλλὰ σχεδὸν τὸ μέγιστον ἐν τῇ τυραννοκτονίᾳ καὶ τὸ κεφάλαιον τῶν ἔργων τοῦτό ἐστιν. οὐ γὰρ δὴ αὐτός γε ὁ τύραννος μέγα καὶ δυσάλωτον καὶ δυσκατέργαστόν ἐστιν, ἀλλὰ τὰ φρουροῦντα καὶ συνέχοντα τὴν τυραννίδα, ἅ τις ἂν νικήσῃ, πάντα οὗτος κατώρθωσεν, καὶ τὸ λοιπὸν ὀλίγον. τὸ δὴ ἄχρι τῶν τυράννων προελθεῖν ^ οὐκ ἂν ὑπῆρξέ μοι, μὴ οὐχὶ τῶν περὶ αὐτοὺς φυλάκων καὶ δορυφόρων ἁπάντων κεκρατηκότι κἀκείνους ἅπαντας προνενικηκότι. οὐδὲν ἔτι προστίθημι, ἀλλ᾽ ἐπὶ τούτων αὖθις μένω: φυλακῆς ἐκράτησα, δορυφόρους ἐνίκησα, τὸν τύραννον ἀφύλακτον, ἄνοπλον, γυμνὸν ἀπέδωκα. τιμῆς ἄξιος ἐπὶ τούτοις εἶναί σοι δοκῶ, ἢ ἔτι ἀπαιτεῖς παρ᾽ ἐμοῦ τὸν φόνον;
[16] ἀλλ᾽ εἰ καὶ φόνον ζητεῖς, οὐδὲ τοῦτο ἐνδεῖ, οὐδὲ ἀναίμακτός εἰμι, ἀλλ᾽ εἴργασμαι μεγάλην καὶ γενναίαν σφαγὴν νεανίσκου ἀκμάζοντος καὶ πᾶσι φοβεροῦ, δι᾽ ὃν ἀνεπιβούλευτος κἀκεῖνος ἦν, ᾧ μόνῳ ἐθάρρει, ὃς ἀντὶ πολλῶν ἤρκει, δορυφόρων. ἆρ᾽ οὖν οὐκ ἄξιος, ὦ οὗτος, δωρεᾶς, ἀλλὰ ἄτιμος ἐπὶ τηλικούτοις γένωμαι; τί γάρ, εἰ δορυφόρον ἕνα, τί δ᾽ εἰ ὑπηρέτην τινὰ τοῦ τυράννου ἀπέκτεινα, τί δ᾽ εἰ οἰκέτην τίμιον, οὐ μέγα ἂν ἔδοξεν καὶ τοῦτο, ἀνελθόντα ἐν μέσῃ τῇ ἀκροπόλει, ἐν μέσοις τοῖς ὅπλοις φόνον τινὸς ἐργάσασθαι τῶν τοῦ τυράννου φίλων; νῦν δὲ καὶ τὸν πεφονευμένον αὐτὸν ἰδέ. υἱὸς ἦν τυράννου, μᾶλλον δὲ τύραννος χαλεπώτερος καὶ δεσπότης ἀπαραίτητος καὶ κολαστὴς ὠμότερος καὶ ὑβριστὴς βιαιότερος, τὸ δὲ μέγιστον, κληρονόμος τῶν ὅλων καὶ διάδοχος καὶ ἐπὶ πολὺ παρατεῖναι τὰ τῆς ἡμετέρας συμφορᾶς δυνάμενος.
[17] βούλει τοῦτο μόνον πεπρᾶχθαί μοι, ζῆν δὲ ἔτι τὸν τύραννον διαπεφευγότα; γέρας δὴ ἐπὶ τούτοις αἰτῶ. τί φατὲ; οὐ δώσετε; οὐχὶ κἀκεῖνον ὑφεωρᾶσθε; οὐ δεσπότης; οὐ βαρὺς; οὐκ ἀφόρητος ἦν; νῦν δὲ καὶ τὸ κεφάλαιον αὐτὸ ἐννοήσατε: ὃ γὰρ οὗτος ἀπαιτεῖ παρ᾽ ἐμοῦ, τοῦτο ὡς ἐνῆν ἄριστα διεπραξάμην, καὶ τὸν τύραννον ἀπέκτεινα ἑτέρῳ ‘ φόνῳ, οὐχ ἁπλῶς οὐδὲ πληγῇ μιᾷ, ὅπερ εὐκταιότατον ἦν αὐτῷ ἐπὶ τηλικούτοις ἀδικήμασιν, ἀλλὰ λύπῃ προβασανίσας πολλῇ καὶ ἐν ὀφθαλμοῖς δείξας τὰ φίλτατα οἰκτρῶς προκείμενα, υἱὸν ἐν ἡλικίᾳ, εἰ καὶ πονηρόν, ἀλλ᾽ οὖν καὶ ἀκμάζοντα καὶ ὅμοιον τῷ πατρί, αἵματος καὶ λύθρου ἐμπεπλησμένον. ταῦτ᾽ ἔστι πατέρων τὰ τραύματα, ταῦτα ξίφη δικαίων τυραννοκτόνων, οὗτος θάνατος ἄξιος ὠμῶν τυράννων, αὕτη τιμωρία πρέπουσα τοσούτοις ἀδικήμασιν: τὸ δ᾽ εὐθὺς ἀποθανεῖν, τὸ δ᾽ ἀγνοῆσαι,^ τὸ δὲ μηδὲν τοιοῦτο θέαμα ἰδεῖν, οὐδὲν ἔχει τυραννικῆς κολάσεως ἄξιον.
[18] οὐ γὰρ ἠγνόουν, ὦ οὗτος, οὐκ ἠγνόουν, οὐδὲ τῶν ἄλλων οὐδείς, ὅσην ἐκεῖνος εὔνοιαν πρὸς τὸν υἱὸν εἶχεν καὶ ὡς οὐκ ἂν ἠξίωσεν ἐπιβιῶναι οὐδ᾽ ὀλίγον αὐτῷ χρόνον. πάντες μὲν γὰρ πατέρες ἴσως πρὸς τοὺς παῖδας τοιοῦτοι, ὁ δὲ καὶ περιττότερόν τι τῶν ἄλλων εἶχεν, εἰκότως, ὁρῶν μόνον ἐκεῖνον κηδεμόνα καὶ φύλακα τῆς τυραννίδος καὶ μόνον προκινδυνεύοντα τοῦ πατρὸς καὶ τὴν ἀσφάλειαν τῇ ἀρχῇ παρεχόμενον. ὥστε εἰ καὶ μὴ διὰ τὴν εὔνοιαν, ἀλλὰ διὰ τὴν ἀπόγνωσιν εὐθὺς ἠπιστάμην τεθνηξόμενον αὐτὸν καὶ λογιούμενον ὡς οὐδὲν ἔτι τοῦ ζῆν ὄφελος τῆς ἐκ τοῦ παιδὸς ἀσφαλείας καθῃρημένης. ἅπαντα τοίνυν αὐτῷ ἀθρόα περιέστησα, τὴν φύσιν, τὴν λύπην, τὴν ἀπόγνωσιν, τὸν φόβον, τὰς ἐπὶ τῶν μελλόντων . . ἐπ᾽ αὐτὸν ἐχρησάμην τοῖς συμμάχοις καὶ πρὸς τὴν τελευταίαν ἐκείνην σκέψιν κατηνάγκασα. ἀπέθανεν ὑμῖν ἄτεκνος, λελυπημένος, ὀδυρόμενος, δακρύων, πεπενθηκὼς πένθος ὀλιγοχρόνιον μέν, ἀλλ᾽ ἱκανὸν πατρί, καὶ τὸ δεινότατον, αὐτὸς ὑφ᾽ αὑτοῦ, ὅσπερ θανάτων οἴκτιστος καὶ πολλῷ χαλεπώτερος ἢ εἰ ὑπ᾽ ἄλλου γίγνοιτο.
[19] ποῦ μοι τὸ ξίφος; μή τις ἄλλος τοῦτο γνωρίζει; μή τινος ἄλλου ὅπλον τοῦτο ἦν; τίς αὐτὸ ἐς τὴν ἀκρόπολιν ἀνεκόμισε; πρὸ τοῦ τυράννου τίς ^ ἐχρήσατο; τίς αὐτὸ ἐπ᾽ ἐκεῖνον ἀπέστειλεν; ὦ ξίφος κοινωνὸν καὶ διάδοχον τῶν ἐμῶν κατορθωμάτων, μετὰ τοσούτους κινδύνους, μετὰ τοσούτους φόνους ἀμελούμεθα καὶ ἀνάξιοι δοκοῦμεν δωρεᾶς. εἰ γὰρ ὑπὲρ μόνου τούτου τὴν τιμὴν ᾔτουν παρ᾽ ὑμῶν, εἰ γὰρ ἔλεγον, ‘ἄνδρες, ἀποθανεῖν ἐθελήσαντι τῷ τυράννῳ καὶ ἀνόπλῳ ἐπὶ τοῦ καιροῦ κατειλημμένῳ ξίφος τοῦτο ἐμὸν ὑπηρέτησε καὶ πρὸς τό τέλος τῆς ἐλευθερίας συνήργησε πάντῃ,^ τοῦτο ^ τιμῆς τε καὶ δωρεᾶς ἄξιον νομίσατε,’ δεσπότην οὕτω δημοτικοῦ κτήματος οὐκ ἂν ἠμείψασθε; οὐκ ἂν ἐν τοῖς εὐεργέταις ἀνεγράψατε; οὐκ ἂν τὸ ξίφος ἐν τοῖς ἱεροῖς ἀνεθήκατε; οὐκ ἂν μετὰ τῶν θεῶν κἀκεῖνο προσεκυνήσατε;
Delphi Complete Works of Lucian Page 250