APOLOGY FOR THE “SALARIED POSTS IN GREAT HOUSES” — Ἀπολογία
πάλαι σκοπῶ πρὸς ἐμαυτόν, ω καλε Σαβῖνε, ἅτινά σοι εἰκὸς ἐπελθεῖν εἰπεῖν ἀναγνόντι ἡμῶν τὸ περὶ τῶν ἐπὶ μισθῷ συνόντων βιβλίον: ὅτι μὲν γὰρ οὐκ ἀγελαστὶ διεξῄεις αὐτὸ καὶ πάνυ μοι πρόδηλον. ἃ δὲ μεταξὺ καὶ ἐπὶ πᾶσιν ὑπὸ σοῦ ἐλέγετο, ταῦτα νῦν ἐφαρμόττειν ζητῶ τοῖς ἀνεγνωσμένοις. εἰ τοίνυν μὴ κακὸς ἐγὼ μαντικήν, δοκῶ μοι ἀκούειν σου λέγοντος: εἶτά τις αὐτὸς ταῦτα γεγραφὼς καὶ κατηγορίαν οὕτω δεινὴν κατὰ τοῦ τοιουτου βίου διεξελθών, ἔπειτα πάντων ἐκλαθόμενος, ὀστράκου, φησί, μεταπεσόντος ἑκὼν ἑαυτὸν φέρων ἐς δουλείαν οὕτω περιφανῆ καὶ περίβλεπτον ἐνσέσεικε; πόσοι Μίδαι καὶ Κροῖσοι καὶ Πακτωλοὶ ὅλοι μετέπεισαν αὐτὸν ἀφεῖναι μὲν τὴν ἐκ παίδων φίλην καὶ σύντροφον ἐλευθερίαν, πρὸς αὐτῷ δὲ ἤδη τῷ Αἰακῷ γενόμενον καὶ μονονουχὶ τὸν ἕτερον πόδα ἐν τῷ πορθμείῳ ἔχοντα παρέχειν ἑαυτὸν ἕλκεσθαι καὶ σύρεσθαι καθάπερ ὑπὸ κλοιῷ τινι χρυσῷ τὸν αὐχένα δεθέντα; οἷά ἐστι τῶν τρυφώντων πλουσίων τὰ σφιγγία καὶ τὰ κουράλλια; πολλὴ γοῦν ἡ διαφωνία τοῦ νῦν βίου πρὸς τὸ σύγγραμμα, καὶ τὸ ἄνω τοὺς ποταμοὺς χωρεῖν καὶ ἀνεστράφθαι τὰ πάντα καὶ παλινῳδεῖν πρὸς τὸ χεῖρον τοῦτ᾽ ἂν εἴη οὐχ ὑπὲρ Ἑλένης μὰ Δί᾽ οὐδ᾽ ὑπὲρ τῶν ἐπ᾽ Ἰλίῳ γενομένων, ἀλλ᾽ ἔργῳ ἀνατρεπομένων τῶν λόγων, καλῶς πρότερον εἰρῆσθαι δοκούντων. [2] ταῦτα μὲν πρὸς ἑαυτόν, ὡς τὸ εἰκός, λέλεκταί σοι. ἐπάξεις δὲ ἴσως καὶ πρὸς αὐτὸν ἐμὲ ξυμβουλήν τινα τοιαύτην οὐκ ἄκαιρον, ἀλλὰ φιλικὴν καὶ οἵῳ σοι χρηστῷ καὶ φιλοσόφῳ ἀνδρὶ πρέπουσαν. ἢν μὲν οὖν κατ᾽ ἀξίαν ὑποδὺς τὸ σὸν πρόσωπον ὑποκρίνωμαι, εὖ ἂν ἡμῖν ἔχοι καὶ τῷ Λογίῳ θύσομεν: εἰ δὲ μή, ἀλλὰ σὺ προσθήσεις τὰ ἐνδέοντα. ὥρα τοίνυν μετασκευάσαντας ἡμᾶς τὴν σκηνὴν ἐμὲ μὲν σιωπᾶν καὶ ἀνέχεσθαι τεμνόμενον καὶ καιόμενον, εἰ δέοι, ἐπὶ σωτηρίᾳ, σὲ δὲ ἐπιπάττειν τῶν φαρμάκων καὶ τὴν σμίλην ἅμα πρόχειρον ἔχοντα καὶ τὸ καυτήριον διάπυρον: καὶ δὴ παραλαβὼν τὴν ῥήτραν σὺ ταῦτα πρός με ὁ Σαβῖνος ἤδη λέγεις. [3] πάλαι μέν, ὦ φιλότης, ὡς εἰκός, εὐδοκίμηταί σοι τουτὶ τὸ σύγγραμμα καὶ ἐν πολλῷ πλήθει δειχθέν, ὡς οἱ τότε ἀκροασάμενοι διηγοῦντο, καὶ ἰδίᾳ παρὰ τοῖς πεπαιδευμένοις, ὁπόσοι ὁμιλεῖν αὐτῷ καὶ διὰ χειρὸς ἔχειν ἠξίωσαν: ἥ τε γὰρ τῶν λόγων παρασκευὴ οὐ μεμπτὴ καὶ ἡ ἱστορία πολλὴ καὶ ἐμπειρία τῶν πραγμάτων καὶ ὅτι ἕκαστα σαφῶς ἐλέγετο, καὶ τὸ μέγιστον, ὅτι χρήσιμα πᾶσιν ἦν, καὶ μάλιστα τοῖς πεπαιδευμένοις, ὡς μὴ ὑπ᾽ ἀγνοίας σφᾶς αὐτοὺς εἰς δουλείαν ὑπάγοιεν. ἐπεὶ δέ σοι μετέδοξε βελτίω ταῦτα εἶναι καὶ τὴν μὲν ἐλευθερίαν μακρὰ χαίρειν ἐᾶν, ζηλῶσαι δὲ τὸ ἀγεννέστατον ἐκεῖνο ἰαμβεῖον
ὅπου τὸ κέρδος, παρὰ φύσιν δουλευτέον,
ὅρα ὅπως μηδεὶς ἔτι ἀκούσεταί σου ἀναγινώσκοντος αὐτό, ἀλλὰ μηδὲ ἄλλῳ παράσχῃς τῶν τὸν παρόντα σου βίον ὁρώντων ἐπελθεῖν τὰ γεγραμμένα, εὔχου δὲ Ἑρμῇ τῷ χθονίῳ καὶ τῶν ἀκηκοότων πρότερον πολλὴν λήθην κατασκεδάσαι, ἢ δόξεις τῷ τοῦ Κορινθίου μύθου ταὐτόν τι πεπονθέναι, κατὰ σαυτοῦ ὁ Βελλεροφόντης γεγραφὼς τὸ βιβλίον: μὰ γὰρ τὸν Δί᾽ οὐχ ὁρῶ τὴν ἀπολογίαν, ἥτις ἂν εὐπρόσωπός σοι γένοιτο πρὸς τοὺς κατηγοροῦντας, καὶ μάλιστα, ἢν σὺν γέλωτι αὐτὸ ποιῶσιν ἐπαινοῦντες μὲν τὰ γεγραμμένα καὶ τὴν ἐν αὐτοῖς ἐλευθερίαν, αὐτὸν δὲ τὸν συγγραφέα δουλεύοντα ὁρῶντες καὶ ἑκόντα ὑποτιθέντα τὸν αὐχένα τῷ ζυγῷ. [4] οὐκ ἀπεικότα γοῦν λέγοιεν ἄν, εἰ λέγοιεν ἤτοι ἄλλου του γενναίου ἀνδρὸς εἶναι τὸ βιβλίον καὶ σὲ τὸν κολοιὸν ἀλλοτρίοις πτεροῖς ἀγαλλεσθαι, ἢ εἴπερ σόν ἐστιν, ὅμοιά σε τῷ Σαλαίθῳ ποιεῖν, ὃς πικρότατον κατὰ μοιχῶν τοῖς Κροτωνιάταις νόμον θεὶς καὶ θαυμαζόμενος ἐπ᾽ αὐτῷ μετὰ μικρὸν αὐτὸς ἑάλω μοιχεύων τοῦ ἀδελφοῦ τὴν γυναῖκα. περὶ πόδα τοίνυν καὶ σὲ τὸν Σάλαιθον ἐκεῖνον εἶναι φαίη τις ἄν: μᾶλλον δὲ πολὺ μετριώτερος ἐκεῖνος, ἔρωτι μὲν ἁλούς, ὡς ἔφασκεν ἀπολογούμενος, ἑκὼν δὲ μάλα εὐψύχως ἐς τὸ πῦρ ἁλλόμενος, καίτοι ἐλεούντων αὐτὸν ἤδη Κροτωνιατῶν καὶ ἐνδιδόντων φυγεῖν, εἰ βούλοιτο. τὸ δὲ σὸν οὐ παρὰ μικρὸν ἀτοπώτερον, ἀκριβοῦντος μὲν ἐν τοῖς λόγοις τὴν τοῦ τοιούτου βίου δουλοπρέπειαν καὶ κατηγοροῦντος, εἴ τις εἰς πλουσίου τινὸς ἐμπεσὼν καὶ καθείρξας ἑαυτὸν ἀνέχοιτο μυρία τὰ δυσχερῆ πάσχων καὶ ποιῶν, ἐν γήρᾳ δὲ ὑστάτῳ καὶ σχεδὸν ἤδη ὑπὲρ τὸν οὐδὸν οὕτως ἀγεννῆ λατρείαν ἐπανῃρημένου καὶ μονονουχὶ καὶ ἐμπομπεύοντος αὐτῇ: ὅσῳ γοῦν πᾶσιν ἐπισημότερος εἶναι δοκεῖς, τοσούτῳ καταγελαστότερος ἂν δόξειας εἶ ναι, ἀντιφωνοῦντος τοῦ νῦν βίου τῷ βιβλίῳ. [5] καίτοι τί δεῖ καινὴν ἐπὶ σὲ κατηγορίαν ζητεῖν μετὰ τὴν θαυμαστὴν τραγῳδίαν λέγουσαν
μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῷ σοφός;
οὐκ ἀπορήσουσι δὲ οἱ κατηγοροῦντες καὶ ἄλλων παραδειγμάτων ἐπὶ σέ, ἀλλ᾽ οἱ μὲν τοῖς τραγικοῖς ὑποκριταῖς εἰκάσουσιν, οἳ ἐπὶ μὲν τῆς σκηνῆς Ἀγαμέμνων ἕκαστος αὐτῶν ἢ Κρέων ἢ αὐτὸς Ἡρακλῆς εἰσιν, ἔξω δὲ Πῶλος ἢ Ἀριστόδημος ἀποθέμενοι τὰ προσωπεῖα γίγνονται ὑπόμισθοι τραγῳδοῦντες, ἐκπίπτοντες �
�αὶ συριττόμενοι, ἐνίοτε δὲ καὶ μαστιγούμενοί τινες αὐτῶν, ὡς ἂν τῷ θεάτρῳ δοκῇ: ἄλλοι δὲ τὸ τοῦ πιθήκου πεπονθέναι σε φήσουσιν, ὃν Κλεοπάτρᾳ τῇ πάνυ φασὶ γενέσθαι: ἐκεῖνον γὰρ διδαχθέντα τέως μὲν ὀρχεῖσθαι πάνυ κοσμίως καὶ ἐμμελῶς καὶ ἐπὶ πολὺ θαυμάζεσθαι μένοντα ἐν τῷ σχήματι καὶ τὸ πρέπον φυλάττοντα καὶ τοῖς ᾄδουσι καὶ αὐλοῦσι συγκινούμενον ὑμέναιον, ἐπεὶ δὲ εἶδεν ἰσχάδας, οἶμαι, ἢ ἀμύγδαλον πόρρω κειμένην, μακρὰ χαίρειν φράσαντα τοῖς αὐλοῖς καὶ ῥυθμοῖς καὶ ὀρχήμασι συναρπάσαντα κατατρώγειν, ἀπορρίψαντα, μᾶλλον δὲ συντρίψαντα τὸ πρόσωπον. [6] καὶ σὺ τοίνυν, φαῖεν ἄν, οὐχ ὑποκριτής, ἀλλὰ ποιητὴς τῶν καλλίστων καὶ νομοθέτης γενόμενος ὑπὸ ταυτησὶ τῆς ἰσχάδος παραφανείσης ἠλέγχθης πίθηκος ὢν καὶ ἀπ᾽ ἄκρου χείλους φιλοσοφῶν καὶ ἕτερα μὲν κεύθων ἐνὶ φρεσίν, ἄλλα δὲ λέγων, ὡς εἰκότως ἄν τινα ἐπὶ σοῦ εἰπεῖν ὅτι ἃ λέγεις καὶ ἐφ᾽ οἷς ἐπαινεῖσθαι ἀξιοῖς, χείλεα μέν σου ἐδίηνεν, ὑπερῴην δὲ αὐχμῶσαν καταλέλοιπε. τοιγαροῦν παρὰ πόδας εὐθὺς ἔτισας δίκην, προπετῶς μὲν θρασυνάμενος πρὸς τὰς ἀνθρώπων χρείας, μετὰ μικρὸν δὲ μονονουχὶ ὑπὸ κήρυξιν ἐξομοσάμενος τὴν ἐλευθερίαν. καὶ ἐῴκει ἡ Ἀδράστεια τότε κατόπιν ἐφεστῶσά σοι εὐδοκιμοῦντι ἐφ᾽ οἷς κατηγόρεις τῶν ἄλλων, καταγελᾶν ὡς ἂν θεὸς εἰδυῖα τὴν μέλλουσάν σοι ἐς τὰ ὅμοια μεταβολὴν καὶ ὅτι οὐκ εἰς τὸν κόλπον πτύσας πρότερον ἠξίους κατηγορεῖν τῶν διὰ ποικίλας τινὰς τύχας τοιαῦτα πράττειν ὑπομενόντων. [7] εἰ γοῦν ὑποθεῖτό τις τῷ λόγῳ τὸν Αἰσχίνην μετὰ τὴν κατὰ τοῦ Τιμάρχου κατηγορίαν αὐτὸν ἁλῶναι καὶ φωραθῆναι τὰ ὅμοια πάσχοντα, πόσον ἂν οἴει παρὰ τῶν ὁρώντων γενέσθαι τὸν γέλωτα, εἰ Τίμαρχον μὲν ηὔθυνεν ἐπὶ τοῖς καθ᾽ ὥραν ἡμαρτημένοις, αὐτὸς δὲ γέρων ἤδη τοιαῦτα εἰς ἑαυτὸν παρενόμει; τὸ δ᾽ ὅλον ἐκείνῳ τῷ φαρμακοπώλῃ ἔοικας, ὃς ἀποκηρύττων βηχὸς φάρμακον καὶ αὐτίκα παύσειν τοὺς πάσχοντας ὑπισχνούμενος αὐτὸς μεταξὺ σπώμενος ὑπὸ βηχὸς ἐφαίνετο. [8] ταῦτα μὲν καὶ τὰ τοιαῦτα πολλὰ ἕτερα εἴποι τις ἂν οἷος σὺ κατηγορῶν ἐν οὕτως ἀμφιλαφεῖ τῇ ὑποθέσει καὶ μυρίας τὰς ἀφορμὰς παρεχομένῃ: ἐγὼ δὲ ἤδη σκοπῶ ἥντινα καὶ τράπωμαι πρὸς τὴν ἀπολογίαν. ἆρά μοι κράτιστον, ἐθελοκακήσαντα καὶ τὰ νῶτα ἐπιστρέψαντα καὶ ἀδικεῖν οὐκ ἀρνούμενον ἐπὶ τὴν κοινὴν ἐκείνην ἀπολογίαν καταφυγεῖν, — λέγω δὲ τὴν Τύχην καὶ Μοῖραν καὶ Εἱμαρμένην — καὶ παραιτεῖσθαι συγγνώμην ἔχειν μοι τοὺς ἐπιτιμῶντας εἰδότας ὡς οὐδενὸς ἡμεῖς κύριοι, ἀλλ᾽ ὑπό τινος κρείττονος, μᾶλλον δὲ μιᾶς τῶν προειρημένων ἀγόμεθα οὐχ ἑκόντες, ἀλλ᾽ ἀναίτιοι παντάπασιν ἄντες ὧν λέγομεν ἢ ποιοῦμεν; ἢ τοῦτο μὲν κομιδῇ ἰδιωτικόν, καὶ οὐδ᾽ ἂν σύ με, ὦ φιλότης, ἀνάσχοιο τοιαύτην ἀπολογίαν προισχόμενον καὶ συνήγορον τὸν Ὅμηρον παραλαμβάνοντα καὶ τὰ ἐκείνου ἔπη ῥαψῳδοῦντα,
Delphi Complete Works of Lucian Page 272