Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 277
Delphi Complete Works of Lucian Page 277

by Lucian Samosata


  250 λέγετ’, ὦ κάκιστοι· καὶ γὰρ ἡρώων ἐγὼ

  ἐδάμασα πλείστους, ὡς ἐπίστανται σοφοί.

  Πρίαμος Ποδάρκης ποδαγρὸς ὢν ἐκλῄζετο·

  ἔθανε δ’ Ἀχιλλεὺς ποδαγρὸς ὢν ὁ Πηλέως·

  ὁ Βελλεροφόντης ποδαγρὸς ὢν ἐκαρτέρει·

  255 Θηβῶν δυνάστης Οἰδίπους ποδαγρὸς ἦν·

  ἐκ τῶν Πελοπιδῶν ποδαγρὸς ἦν ὁ Πλεισθένης.

  Ποίαντος υἱὸς ποδαγρὸς ὢν ἦρχεν στόλου·

  ἄλλος Ποδάρκης Θεσσαλῶν ἦν ἡγεμών,

  ὅς, ἐπείπερ ἔπεσε Πρωτεσίλαος ἐν μάχῃ,

  260 ὅμως ποδαγρὸς ὢν καὶ πον

  ἐγὼ κατέπεφνον, οὐκ ἄκανθα τρυγόνος.

  ὡς οὔτι χαιρήσοντες, ὦ δυσδαίμονες,

  ἴσην πάσεσθε κόλασιν οἷς δεδράκατε.

  ΙΑΤΡΟΣ 265 Σύροι μέν ἐσμεν, ἐκ Δαμασκοῦ τῷ γένει,

  λιμῷ δὲ πολλῷ καὶ πενίᾳ κρατούμενοι

  γῆν καὶ θάλασσαν ἐφέπομεν πλανώμενοι·

  ἔχομεν δὲ χρῖσμα πατροδώρητον τόδε,

  ἐν ᾧ παρηγοροῦμεν ἀλγούντων πόνους.

  ΠΟΔΑΓΡΑ Τί δὴ τὸ χρῖσμα καὶ τίς ἡ σκευή; φράσον.

  ΙΑΤΡΟΣ Μύστης με σιγᾶν ὅρκος οὐδ’ ἐᾷ φράσαι,

  καὶ λοισθία θνῄσκοντος ἐντολὴ πατρός,

  ὃς ἔταξε κεύθειν φαρμάκου μέγα σθένος,

  274 ὃ καὶ σὲ παύειν οἶδεν ἠγριωμένην.

  ΠΟΔΑΓΡΑ Εἶτ’ ὦ κατάρατοι καὶ κακῶς ὀλούμενοι,

  ἔστιν τις ἐν γῇ φαρμάκου δρᾶσις τόση,

  ὃ χρισθὲν οἶδε τὴν ἐμὴν παῦσαι βίαν;

  ἀλλ’ εἶα, τήνδε σύμβασιν συνθώμεθα,

  καὶ πειράσωμεν εἴτε φαρμάκου σθένος

  280 ὑπέρτερον πέφυκεν εἴτ’ ἐμαὶ φλόγες.

  δεῦτ’, ὦ σκυθρωπαί, πάντοθεν ποτώμεναι

  βάσανοι, πάρεδροι τῶν ἐμῶν βακχευμάτων,

  πελάζετ’ ἆσσον· καὶ σὺ μὲν ποδῶν ἄκρους

  φλέγμαινε ταρσοὺς δακτύλων ποδῶν ἄχρις,

  285 σὺ δὲ σφυροῖς ἔμβαινε, σὺ δὲ μηρῶν ἄπο

  ἐς γόνατα λεῖβε πικρὸν ἰχώρων βάθος,

  ὑμεῖς δὲ χειρῶν δακτύλους λυγίζετε.

  ΠΟΝΟΙ Ἴδ’, ὡς ἔταξας πάντα σοι δεδράκαμεν·

  κεῖνται βοῶντες οἱ ταλαίπωροι μέγα,

  290 ἅπαντα γυῖα προσβολῇ στρεβλούμενοι.

  ΠΟΔΑΓΡΑ Φέρετ’, ὦ ξένοι, μάθωμεν ἀτρεκέστερον,

  εἰ χρισθὲν ὑμᾶς φάρμακον τόδ’ ὠφελεῖ.

  εἰ γὰρ σαφῶς τόδ’ ἐστὶν ἀντίξουν ἐμοί,

  λιποῦσα γαῖαν εἰς μυχοὺς εἶμι χθονός,

  295 ἄϊστος, ἀφανής, πύματα Ταρτάρου βάθη.

  Ἰδού, κέχρισθε· χαλασάτω φλογῶν πόνος.

  ΙΑΤΡΟΣ Οἴμοι, παπαῖ γε, τείρομαι, διόλλυμαι,

  ἅπαν πέπαρμαι γυῖον ἀσκόπῳ κακῷ·

  οὐ Ζεὺς κεραυνοῦ τοῖον αἰωρεῖ βέλος,

  300 οὐδεὶς θαλάσσης τοῖα μαίνεται κλύδων,

  οὐδὲ στροβητὴ λαίλαπος τόσση βία.

  μὴ κάρχαρον πορθεῖ με δῆγμα Κερβέρου;

  μὴ τῆς Ἐχίδνης ἰὸς ἀμφιβόσκεται,

  ἢ διαβραχεὶς ἰχῶρι Κενταύρου πέπλος;

  305 ἐλέαιρ’, ἄνασσα, φάρμακον γὰρ οὔτ’ ἐμὸν

  οὔτ’ ἄλλο δύναται σὸν ἀναχαιτίσαι δρόμον,

  ψήφοις δὲ πάσαις πᾶν ἔθνος νικᾷς βροτῶν.

  ΠΟΔΑΓΡΑ Παύσασθε, βάσανοι, καὶ πόνους μειώσατε

  τῶν μετανοούντων εἰς ἐμὴν ἔριν μολεῖν.

  310 γινωσκέτω δὲ πᾶς τις ὡς μόνη θεῶν

  ἄτεγκτος οὖσα φαρμάκοις οὐ πείθομαι.

  ΧΟΡΟΣ Οὔτε Διὸς βρονταῖς Σαλμωνέος ἤρισε βία,

  ἀλλ’ ἔθανεν ψολόεντι δαμεῖσα θεοῦ φρένα βέλει,

  οὐκ ἐρίσας ἐχάρη Φοίβῳ σάτυρος Μαρσύας,

  315 ἀλλὰ λιγὺ ψαίρει κείνου περὶ δέρματι πίτυς.

  πένθος ἀείμνηστον δι’ ἔριν τοκὰς ἔσχε Νιόβη,

  ἀλλ’ ἔτι μυρομένη προχέει πολὺ δάκρυ Σιπύλῳ.

  Μαιονία δ’ Ἀράχνη Τριτωνίδος ἦλθεν ἐς ἔριν,

  ἀλλ’ ὀλέσασα τύπον καὶ νῦν ἔτι νήματα πλέκει·

  320 οὐ γὰρ ἴσον μακάρων ὀργαῖς θράσος ἐστὶ μερόπων,

  ὡς Διός, ὡς Λητοῦς, ὡς Παλλάδος, ὡς Πυθίου.

  ἤπιον, ὦ πάνδημε, φέροις ἄλγημα, Ποδάγρα,

  κοῦφον, ἐλαφρόν, ἄδριμυ, βραχυβλαβές, ἀνώδυνον,

  εὔφορον, εὔληκτον, ὀλιγοδρανές, εὐπερίπατον.

  325 πολλαὶ μορφαὶ τῶν ἀτυχούντων,

  μελέται δὲ πόνων καὶ τὸ σύνηθες

  τοὺς ποδαγρῶντας παραμυθείσθω.

  ὅθεν εὐθύμως, ὦ σύγκληροι,

  λήσεσθε πόνων,

  330 εἰ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,

  τοῖς δ’ ἀδοκήτοις πόρον εὗρε θεός.

  πᾶς δ’ ἀνεχέσθω τῶν πασχόντων

  ἐμπαιζόμενος καὶ σκωπτόμενος·

  τοῖον γὰρ ἔφυ τόδε πρᾶγμα.

  HERMOTIMUS — Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

  Λυκῖνος

  ὅσον, ὦ Ἑρμότιμε, τῷ βιβλίῳ καὶ τῇ τοῦ βαδίσματος σπουδῇ τεκμήρασθαι, παρὰ τὸν διδάσκαλον ἐπειγομένῳ ἔοικας: ἐνενόεις γοῦν τι μεταξὺ προϊὼν καὶ τὰ χείλη διεσάλευες ἠρέμα ὑποτονθορύζων καὶ τὴν χεῖρα ὧδε κἀκεῖσε μετέφερες ὥσπερ τινὰ ῥῆσιν ἐπὶ ἑαυτοῦ διατιθέμενος, ἐρώτημα δή τι τῶν ἀγκύλων συντιθεὶς ἢ σκέμμα σοφιστικὸν ἀναφροντίζων, ὡς μηδὲ ὁδῷ βαδίζων σχολὴν ἄγοις, ἀλλ᾽ ἐνεργὸς εἴης ἀεὶ σπουδαῖόν τι πράττων καὶ ὃ πρὸ ὁδοῦ σοι γένοιτ᾽ ἂν ἐς τὰ μαθήματα.

  Ἑρμότιμος

  νὴ Δί᾽, ὦ Λυκῖνε, �
�οιοῦτό τι: τὴν γὰρ χθιζην συνουσίαν καὶ ἃ εἶπε πρὸς ἡμᾶς, ἀνεπεμπαζόμην ἐπιὼν τῇ μνήμῃ ἕκαστα. χρὴ δὲ μηδένα καιρόν, οἶμαι, παριέναι εἰδότας ἀληθὲς ὂν τὸ ὑπὸ τοῦ Κῴου ἰατροῦ εἰρημένον, ὡς ἄρα ‘βραχὺς μὲν ὁ βίος, μακρὴ δὲ ἡ τέχην.’ καίτοι ἐκεῖνος ἰατρικῆς πέρι ταῦτ᾽ ἔλεγεν, εὐμαθεστέρου πράγματος: φιλοσοφία δὲ καὶ μακρῷ τῷ χρόνῳ ἀνέφικτος, ἢν μὴ πάνυ τις ἐγρηγορότως ἀτενὲς ἀεὶ καὶ γοργὸν ἀποβλέπῃ ἐς αὐτήν, καὶ τὸ κινδύνευμα οὐ περὶ μικρῶν, ἢ ἄθλιον εἶναι ἐν τῷ πολλῷ τῶν ἰδιωτῶν συρφετῷ παραπολόμενον ἢ εὐδαιμονῆσαι φιλοσοφήσαντα.

  Λυκῖνος [2] τὰ μὲν ἆθλα, ὦ Ἑρμότιμε, θαυμάσια ἡλίκα εἴρηκας. οἶμαί γε μὴν οὐ πόρρω σε εἶναι αὐτῶν, εἴ γε χρὴ εἰκάζειν τῷ τε χρόνῳ, ὁπόσον φιλοσοφεῖς, καὶ προσέτι τῷ πόνῳ οἷόν μοι οὐ μέτριον ἐκ πολλοῦ ἤδη ἔχειν δοκεῖς: εἰ γάρ τι μέμνημαι, σχεδὸν εἴκοσιν ἔτη ταῦτά ἐστιν, ἀφ᾽ οὗ σε οὐδὲν ἄλλο ποιοῦντα ἑώρακα, ἢ παρὰ τοὺς διδασκάλους φοιτῶντα καὶ ὡς τὸ πολὺ ἐς βιβλίον ἐπικεκυφότα καὶ ὑπομνήματα τῶν συνουσιῶν ἀπογραφόμενον, ὠχρὸν ἀεὶ ὑπὸ φροντίδων καὶ τὸ σῶμα κατεσκληκότα. δοκεῖς δέ μοι ἀλλ᾽ οὐδὲ ὄναρ ποτὲ ἀνιέναι σεαυτόν, οὕτως ὅλος εἶ ἐν τῷ πράγματι. ταῦτ᾽ οὖν σκοπουμένῳ μοι φαίνῃ οὐκ ἐς μακρὰν ἐπιλήψεσθαι τῆς εὐδαιμονίας, εἴ γε μὴ λέληθας ἡμᾶς καὶ πάλαι αὐτῇ συνών.

  Ἑρμότιμος

  πόθεν, ὦ Λυκῖνε, ὃς νῦν ἄρχομαι παρακύπτειν ἐς τὴν ὁδόν; ἡ δ᾽ Ἀρετὴ πάνυ πόρρω κατὰ τὸν Ἡσίοδον οἰκεῖ καὶ ἔστιν ὁ οἶμος ἐπ᾽ αὐτὴν μακρός τε καὶ ὄρθιος καὶ τρηχύς, ἱδρῶτα οὐκ ὀλίγον ἔχων τοῖς ὁδοιπόροις.

  Λυκῖνος

  οὐχ ἱκανὰ οὖν ἵδρωταί σοι, ὦ Ἑρμότιμε, καὶ ὡδοιπόρηται;

  Ἑρμότιμος

  οὔ, φημί: οὐδὲν γὰρ ἂν ἐκώλυέ με πανευδαίμονα εἶναι ἐπὶ τῷ ἄκρῳ γενόμενον: τὸ δὲ νῦν ἀρχόμεθα ἔτι, ὦ Λυκῖνε.

  Λυκῖνος [3] ἀλλὰ τήν γε ἀρχὴν ὁ αὐτὸς οὗτος Ἡσίοδος ἥμισυ τοῦ παντὸς ἔφη εἶναι, ὥστε κατα μέσην την ἄνοδον εἶναί σε ἤδη λέγοντες οὐκ ἂν ἁμάρτοιμεν.

  Ἑρμότιμος

  οὐδέπω οὐδὲ τοῦτο: πάμπολυ γὰρ ἂν ἡμῖν ἤνυστο.

  Λυκῖνος

  ἀλλὰ ποῦ. γάρ σε φῶμεν τῆς ὁδοῦ τυγχάνειν ὄντα;

  Ἑρμότιμος

  ἐν τῇ ὑπωρείᾳ κάτω ἔτι, ὦ Λυκῖνε, ἄρτι προβαίνειν βιαζόμενον: ὀλισθηρὰ δὲ καὶ τραχεῖα καὶ δεῖ χεῖρα ὀρέγοντος.

  Λυκῖνος

  οὐκοῦν ὁ διδάσκαλός σοι τοῦτο ἱκανὸς ποιῆσαι ἄνωθεν ἐκ τοῦ ἄκρου καθάπερ ὁ τοῦ Ὁμήρου Ζεὺς χρυσῆν τινα σειρὰν καθιεὶς τοὺς αὑτοῦ λόγους, ὑφ᾽ ὧν σε ἀνασπᾷ δηλαδὴ καὶ ἀνακουφίζει πρὸς αὑτόν τε καὶ τὴν ἀρετὴν αὐτὸς πρὸ πολλοῦ ἀναβεβηκώς.

  Ἑρμότιμος

  αὐτὸ ἔφησθα, ὦ Λυκῖνε, τὸ γιγνόμενον: ὅσον γοῦν ἐπ᾽ ἐκείνῳ πάλαι ἂν ἐσπάσμην ἄνω καὶ συνῆν αὐτοῖς, τὸ δ᾽ ἐμὸν ἔτι ἐνδεῖ.

  Λυκῖνος [4] ἀλλὰ θαρρεῖν χρὴ καὶ θυμὸν ἔχειν ἀγαθὸν ἐς τὸ τέλος τῆς ὁδοῦ ὁρῶντα καὶ τὴν ἄνω εὐδαιμονίαν, καὶ μάλιστα ἐκείνου ξυμπροθυμουμένου. πλὴν ἀλλὰ τίνα σοι ἐλπίδα ὑποφαίνει ὡς δὴ πότε ἀναβησομένῳ; ἐς νέωτα εἴκαζεν ἐπὶ τὸ ἄκρον ἔσεσθαί σε, οἷον μετὰ τὰ μυστήρια ἢ τὰ ἄλλα Παναθήναια;

  Ἑρμότιμος

  ὀλίγον φής, ὦ Λυκῖνε.

  Λυκῖνος

  ἀλλ᾽ ἐς τὴν ἑξῆς ὀλυμπιάδα;

  Ἑρμότιμος

  καὶ τοῦτο ὀλίγον ὡς πρὸς ἀρετῆς ἄσκησιν καὶ εὐδαιμονίας κτῆσιν.

  Λυκῖνος

  μετὰ δύο μὲν δὴ ὀλυμπιάδας πάντως: ἢ πολλήν γ᾽ ἂν ὑμῶν ῥᾳθυμίαν καταγνοίη τις, εἰ μηδ᾽ ἐν τοσούτῳ χρόνῳ δύνασθε, ὅσον τρὶς ἀπὸ Ἡρακλείων στηλῶν εἰς Ἰνδοὺς ἀπελθεῖν, εἶτ᾽ ἐπανελθεῖν ῥᾴδιον, εἰ καὶ μὴ εὐθεῖαν μηδ᾽ ἀεὶ βαδίζοι τις, ἀλλ᾽ ἐν τοῖς διὰ μέσου ἔθνεσι περιπλανώμενος. καίτοι πόσῳ τινὶ βούλει ὑψηλοτέραν καὶ λισσοτέρον θῶμεν εἶναι τὴν ἄκραν, ἐφ᾽ ἧς ὑμῖν ἡ Ἀρετὴ οἰκεῖ, τῆς Ἀόρνου ἐκείνης, ἣν ἐντὸς ὀλίγων ἡμερῶν Ἀλέξανδρος κατὰ κράτος εἷλεν;

  Ἑρμότιμος [5] οὐδὲν ὅμοιον, ὦ Λυκῖνε, οὐδ᾽ ἔστι τὸ πρᾶγμα τοιοῦτον, οἷον σὺ εἰκάζεις, ὡς ὀλίγῳ χρόνῳ κατεργασθῆναι καὶ ἁλῶναι, οὐδ᾽ ἂν μυρίοι Ἀλέξανδροι προσβάλλωσιν: ἐπεὶ πολλοὶ ἂν οἱ ἀνιόντες ἦσαν. νῦν δὲ ἐνάρχονται μὲν οὐκ ὀλίγοι μάλα ἐρρωμένως καὶ προσέρχονται ἐπὶ ποσόν, οἱ μὲν ἐπὶ πάνυ ὀλίγον, οἱ δὲ ἐπὶ πλέον, ἐπειδὰν δὲ κατὰ μέσην τὴν ὁδὸν γένωνται πολλοῖς τοῖς ἀπόροις καὶ δυσχερέσιν ἐντυγχάνοντες ἀποδυσπετοῦσί τε καὶ ἀναστρέφουσιν ἀσθμαίνοντες καὶ ἱδρῶτι ῥεόμενοι, οὐ φέροντες τὸν κάματον. ὅσοι δ᾽ ἂν εἰς τέλος διακαρτερήσωσιν, οὗτοι πρὸς τὸ ἄκρον ἀφικνοῦνται καὶ τὸ ἀπ᾽ ἐκείνου εὐδαιμονοῦσι θαυμάσιόν τινα βίον τὸν λοιπὸν βιοῦντες, οἷον μύρμηκας ἀπὸ τοῦ ὕψους ἐπισκοποῦντές τινας τοὺς ἄλλους.

  Λυκῖνος

  παπαῖ, ὦ Ἑρμότιμε, ἡλίκους ἡμᾶς ἀποφαίνεις, οὐδὲ κατὰ τοὺς Πυγμαίους ἐκείνους, ἀλλὰ χαμαιπετεῖς παντάπασιν ἐν χρῷ τῆς γῆς. εἰκότως: ὑψηλὰ γὰρ ἤδη φρονεῖς καὶ ἄνωθεν: ἡμεῖς δὴ ὁ συρφετὸς καὶ ὅσοι χαμαὶ ἐρχόμενοι ἐσμέν, μετὰ τῶν θεῶν καὶ ὑμᾶς προσευξόμεθα ὑπερνεφέλους γενομένους καὶ ἀνελθόντας οἷ πάλαι σπεύδετε.

  Ἑρμότ
ιμος

  εἰ γὰρ γένοιτο καὶ ἀνελθεῖν, ὦ Λυκῖνε. ἀλλὰ πάμπολυ τὸ λοιπόν.

  Λυκῖνος [6] ὅμως οὐκ ἔφησθα ὁπόσον, ὡς χρόνῳ περιλαβεῖν.

  Ἑρμότιμος

  οὐδ᾽ αὐτὸς γὰρ οἶδα, ὧ Λυκῖνε, τἀκριβές: εἰκάζω μέντοι οὐ πλείω τῶν εἴκοσιν ἐτῶν ἔσεσθαι, μεθ᾽ ἃ πάντως που ἐπὶ τῷ ἄκρῳ ἐσόμεθα.

  Λυκῖνος

  Ἡράκλεις, πολὺ λέγεις.

  Ἑρμότιμος

  καὶ γὰρ περὶ μεγάλων, ὦ Λυκῖνε, οἱ πονοι.

  Λυκῖνος

  τοῦτο μὲν ἴσως ἀληθές: ὑπὲρ δὲ τῶν εἴκοσιν ἐτῶν, ὅτι βιώσῃ τοσαῦτα, πότερον ὁ διδάσκαλός σου καθυπέσχετο, οὐ μόνον σοφός, ἀλλὰ καὶ μαντικὸς ὢν ἢ χρησμολόγος τις ἢ ὅσοι τὰς Χαλδαίων μεθόδους ἐπίστανται; φασὶ γοῦν εἰδέναι τὰ τοιαῦτα: οὐ γὰρ δὴ σέ γε εἰκὸς ἐπὶ τῷ ἀδήλῳ, εἰ βιώσῃ μέχρι πρὸς τὴν ἀρετήν, τοσούτους πόνους ἀνέχεσθαι καὶ ταλαιπωρεῖν νύκτωρ καὶ μεθ᾽ ἡμέραν οὐκ εἰδότα, εἴ σε πλησίον ἤδη τοῦ ἄκρου γενόμενον τὸ χρεὼν ἐπιστὰν κατασπάσει λαβόμενον τοῦ ποδὸς ἐξ ἀτελοῦς τῆς ἐπίδος.

  Ἑρμότιμος

  ἄπαγε: δύσφημα γὰρ ταῦτα, ὦ Λυκῖνε. ἀλλ᾽ εἴη βιῶναι, ὡς μίαν γοῦν ἡμέραν εὐδαιμονήσω σοφὸς γενόμενος.

 

‹ Prev