Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 281
Delphi Complete Works of Lucian Page 281

by Lucian Samosata


  οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον.

  ταῦτα μὲν οἱ ξύμπαντες ἐν τῷ μέρει ἕκαστος. [34] ὁ Πλάτων δ᾽ ἄν μοι δοκεῖ καὶ διηγήσασθαί τι τῶν ἐκ Σικελίας ὡς ἂν εἰδὼς τὰ πλεῖστα: τῷ γὰρ Συρακουσίῳ Γέλωνί φασι δυσῶδες εἶναι τὸ στόμα καὶ τοῦτο ἐπὶ πολὺ διαλαθεῖν αὐτόν, οὐδενὸς τολμῶντος ἐλέγχειν τύραννον ἄνδρα, μέχρι δή τινα γυναῖκα ξένην συνενεχθεῖσαν αὐτῷ τολμῆσαι καὶ εἰπεῖν ὅπως ἔχοι: τὸν δὲ παρὰ τὴν γυναῖκα ἐλθόντα τὴν ἑαυτοῦ ὀργίζεσθαι ὅτι οὐκ ἐμήνυσε πρὸς αὐτὸν εἰδυῖα μάλιστα τὴν δυσωδίαν, τὴν δὲ παραιτεῖσθαι συγγνώμην ἔχειν αὐτῇ: ὑπὲρ γὰρ τοῦ μὴ πεπειρᾶσθαι ἄλλου ἀνδρὸς μηδὲ ὁμιλῆσαι πλησίον οἰηθῆναι ἅπασι τοῖς ἀνδράσι τοιοῦτό τι ἀποπνεῖν τοῦ στόματος. καὶ ὁ Ἑρμότιμος τοιγαροῦν ἅτε μόνοις τοῖς Στωϊκοῖς ξυνών, φαίη ἂν ὁ Πλάτων, εἰκότως ἀγνοεῖ ὁποῖα τῶν ἄλλων τὰ στόματά ἐστιν. ὅμοια δ᾽ ἂν καὶ Χρύσιππος εἴποι ἢ ἔτι πλείω τούτων, εἴπερ λιπὼν αὐτὸν ἄκριτον ἐπὶ τὰ Πλάτωνος ὁρμήσαιμι πιστεύσας τινὶ τῶν μόνῳ Πλάτωνι ὡμιληκότων. ἑνί τε λόγῳ ξυνελών φημι, ἄχρι ἂν ἄδηλον ᾖ τίς ἀληθής ἐστι προαίρεσις ἐν φιλοσοφίᾳ, μηδεμίαν αἱρεῖσθαι: ὕβρις γὰρ ἐς τὰς ἄλλας τὸ τοιοῦτον.

  Ἑρμότιμος [35] ὦ Λυκῖνε, πρὸς τῆς Ἑστίας, Πλάτωνα μὲν καὶ Ἀριστοτέλην καὶ Ἐπίκουρον καὶ τοὺς ἄλλους ἀτρεμεῖν ἐάσωμεν: οὐ γὰρ κατ᾽ ἐμὲ ἀνταγωνίζεσθαι αὐτοῖς: νὼ δέ, ἐγώ τε καὶ σύ, ἐφ᾽ ἡμῶν αὐτῶν ἐξετάσωμεν, εἰ τοιοῦτόν ἐστι τὸ φιλοσοφίας πρᾶγμα, οἷον ἐγώ φημι αὐτὸ εἶναι. Αἰθίοπας δέ γε ἢ τὴν Γέλωνος γυναῖκα τί ἔδει καλεῖν ἐκ Συρακουσῶν ἐπὶ τὸν λόγον;

  Λυκῖνος

  ἀλλ᾽ ἐκεῖνοι μὲν ἀπίτωσαν ἐκποδών, εἴ σοι δοκοῦσι περιττοὶ εἶναι πρὸς τὸν λόγον: σὺ δὲ λέγε ἤδη: θαυμαστὸν γάρ τι ἐρεῖν ἔοικας.

  Ἑρμότιμος

  δοκεῖ μοι, ὦ Λυκῖνε, καὶ πάνυ δυνατὸν εἶναι μόνα τὰ τῶν Στωϊκῶν ἐκμαθόντα εἰδέναι τἀληθὲς ἀπὸ τούτων, κἂν μὴ τὰ τῶν ἄλλων ἐπεξέλθῃ τις ἐκμανθάνων ἕκαστα. οὑτωσὶ δὲ σκόπει: ἤν τις λέγῃ πρὸς σὲ μόνον τοῦτο, ὡς αἱ δύο δυάδες τὸν τέτταρα ἀριθμὸν ἀποτελοῦσιν, ἆρα δεήσει περιιόντα σε πυνθάνεσθαι τῶν ἄλλων, ὅσοι ἀριθμητικοί, μή τις ἄρα εἴη πέντε ἢ ἑπτα λέγων αὐτὰς εἶναι; ἢ αὐτίκα εἰδείης ἂν ὅτι ὁ ἀνὴρ ἀληθῆ λέγει;

  Λυκῖνος

  αὐτίκα, ὦ Ἑρμότιμε.

  Ἑρμότιμος

  τί ποτ᾽ οὖν ἀδύνατον εἶναί σοι δοκεῖ, ἐντυγχάνοντά τινα μόνοις τοῖς Στωϊκοῖς λέγουσι τἀληθῆ πείθεσθαί τε αὐτοῖς καὶ μηκέτι δεῖσθαι τῶν ἄλλων εἰδότα ὡς οὐκ ἄν ποτε τὰ τέτταρα πέντε γένοιτο, οὐδ᾽ ἂν μυρίοι Πλάτωνες ἢ Πυθαγόραι λέγωσιν;

  Λυκῖνος [36] οὐδὲν πρὸς ἔπος, ὦ Ἑρμότιμε: τὰ γὰρ ὁμολογούμενα τοῖς ἀμφισβητουμένοις εἰκάζεις, πάμπολυ αὐτῶν διαφέροντα. ἢ τί ἂν φαίης; ἔστιν ᾧτινι ἐντετύχηκας λέγοντι τὰς δύο δυάδας συντεθείσας τὸν ἑπτὰ ἢ ἕνδεκα ἀριθμὸν ἀποτελεῖν;

  Ἑρμότιμος

  οὐκ ἔγωγε: ἢ μαίνοιτ᾽ ἂν ὁ μὴ τέτταρα ξυμβαίνειν λέγων.

  Λυκῖνος

  τί δαί; ἐντετύχηκας πώποτε — καὶ πρὸς Χαρίτων πειρῶ ἀληθεύειν — Στωϊκῷ τινι καὶ Ἐπικουρείῳ μὴ διαφερομένοις περὶ ἀρχῆς ἢ τέλους;

  Ἑρμότιμος

  οὐδαμῶς.

  Λυκῖνος

  ὅρα τοίνυν μή πώς με παραλογίζῃ, ὦ γενναῖε, καὶ ταῦτα φίλον ὄντα: ζητούντων γὰρ ἡμῶν οἵτινες ἀληθεύουσιν ἐν φιλοσοφίᾳ, σὺ τοῦτο προαρπάσας ἔδωκας φέρων τοῖς Στωϊκοῖς λέγων ὡς οὗτοί εἰσιν οἱ τὰ δὶς δύο τέτταρα τιθέντες, ὅπερ ἄδηλον εἰ οὕτως ἔχει: φαῖεν γὰρ ἂν οἱ Ἐπικούρειοι ἢ Πλατωνικοί, σφᾶς μὲν οὕτω ξυντιθέναι, ὑμᾶς δὲ πέντε ἢ ἑπτὰ λέγειν αὐτά. ἢ οὐ δοκοῦσί σοι τοῦτο ποιεῖν, ὁπόταν ὑμεῖς μὲν μόνον τὸ καλὸν ἀγαθὸν ἡγῆσθε εἶναι, οἱ Ἐπικούρειοι δὲ τὸ ἡδύ; καὶ ὅταν ὑμεῖς λέγητε σώματα εἶναι ἅπαντα, ὁ Πλάτων δὲ νομίζῃ καὶ ἀσώματόν τι ἐν τοῖς οὖσιν εἶναι; ἀλλ᾽ ὅπερ ἔφην, πλεονεκτικῶς πάνυ τὸ ἀμφισβητούμενον συλλαβὼν ὡς ἀναμφιλόγως ἴδιον τῶν Στωϊκῶν δίδως αὐτοῖς ἔχειν, καίτοι ἀντιλαμβανομένων τῶν ἄλλων καὶ λεγόν των αὐτῶν τοῦτο εἶναι, ἔνθα δὴ κρίσεως μάλιστα, οἶμαι, δεῖ. ἂν μὲν οὖν πρόδηλον γένηται τοῦτο, ὡς Στωϊκῶν ἐστι μόνων τὰ δὶς δύο τέτταρα ἡγεῖσθαι, ὥρα σιωπᾶν τοῖς ἄλλοις: ἄχρι δ᾽ ἂν αὐτοῦ τούτου πέρι διαμάχωνται, πάντων ὁμοίως ἀκουστέον ἢ εἰδέναι ὅτι πρὸς χάριν δικάζειν δόξομεν.

  Ἑρμότιμος [37] οὔ μοι δοκεῖς, ὦ Λυκῖνε, ξυνιέναι πῶς βούλομαι εἰπεῖν.

  Λυκῖνος

  οὐκοῦν σαφέστερον χρὴ λέγειν εἰ ἑτεροῖόν τι, ἀλλὰ μὴ τοιοῦτον φήσεις.

  Ἑρμότιμος

  εἴσῃ αὐτίκα οἷόν τι λέγω. θῶμεν γάρ τινας δύο ἐσεληλυθέναι ἐς τὸ Ἀσκληπιεῖον ἢ ἐς τοῦ Διονύσου τὸ ἱερόν, εἶτα μέντοι φιάλην τινὰ τῶν ἱερῶν ἀπολωλέναι. δεήσει δή που ἀμφοτέρους ἐρευνηθῆναι αὐτούς, ὁπότερος ὑπὸ κόλπου ἔχει τὴν φιάλην.

  Λυκῖνος

  καὶ μάλα.

  Ἑρμότιμος

  ἔχει δὲ πάντως ὁ ἕτερος.

  Λυκῖνος

  πῶς γὰρ οὔ, εἴ γε ἀπόλωλεν;

  Ἑρμότιμος

  οὐκοῦν ἂν παρὰ τῷ προτέρῳ εὕρῃς αὐτήν, οὐκέτι τὸν ἕτερον ἀποδύσεις: πρόδηλον γὰρ ὡς οὐκ ἔχει.

/>   Λυκῖνος

  πρόδηλον γάρ.

  Ἑρμότιμος

  καὶ εἴ γε μὴ εὕροιμεν ἐν τῷ τοῦ προτέρου κόλπῳ, ὁ ἕτερος πάντως ἔχει, καὶ οὐδὲν ἐρεύνης οὐδὲ οὕτως δεῖ.

  Λυκῖνος

  ἔχει γάρ.

  Ἑρμότιμος

  καὶ ἡμεῖς τοίνυν εἰ εὕροιμεν ἤδη παρὰ τοῖς Στωϊκοῖς τὴν φιάλην, οὐκέτι ἐρευνᾶν τοὺς ἄλλους ἀξιώσομεν ἔχοντες ὃ πάλαι ἐζητοῦμεν. ἢ τίνος γὰρ ἂν ἕνεκα ἔτι κάμνοιμεν;

  Λυκῖνος [38] οὐδενός, εἴ γε εὕροιτε καὶ εὑρόντες ἔχοιτε εἰδέναι ὡς ἐκεῖνο ἦν τὸ ἀπολωλός, ἢ ὅλως γνώριμον ὑμῖν εἴη τὸ ἀνάθημα. νῦν δέ, ὦ ἑταῖρε, πρῶτον μὲν οὐ δύο εἰσὶν οἱ παρελθόντες ἐς τὸν νεών, ὡς ἀναγκαῖον εἶναι τὸν ἕτερον αὐτοῖν τὰ φώρια ἔχειν, ἀλλὰ μάλα πολλοί τινες, εἶτα καὶ τὸ ἀπολόμενον αὐτὸ ἄδηλον ὅ τι ποτέ ἐστιν, εἴτε φιάλη τις ἢ σκύφος ἢ στέφανος: ὅσοι γοῦν ἱερεῖς, ἄλλος ἄλλο εἶναι λέγουσι καὶ οὐδὲ περὶ τῆς ὕλης αὐτῆς ὁμολογοῦσιν, ἀλλ᾽ οἱ μὲν χαλκοῦ, οἱ δὲ ἀργύρου, οἱ δὲ χρυσοῦ, οἱ δὲ κασσιτέρου εἶναι αὐτὸ φάσκουσιν. ἀνάγκη τοίνυν ἅπαντας ἀποδῦσαι τοὺς εἰσελθόντας, εἰ βούλει εὑρεῖν τὸ ἀπολωλός: καὶ γὰρ ἂν παρὰ τῷ πρώτῳ εὐθὺς εὕρῃς φιάλην χρυσῆν, ἔτι καὶ τοὺς ἄλλους σοι ἀποδυτέον.

  Ἑρμότιμος

  διὰ τί, ὦ Λυκῖνε;

  Λυκῖνος

  ὅτι ἄδηλον εἰ φιάλη τὸ ἀπολόμενον ἦν. εἰ δὲ καὶ τοῦτο ὑπὸ πάντων ὁμολογηθείη, ἀλλ᾽ οὔτι γε χρυσῆν ἅπαντές φασιν εἶναι τὴν φιάλην: εἰ δὲ καὶ μάλιστα γνώριμον γένοιτο ὡς φιάλη ἀπόλοιτο χρυσῆ, καὶ σὺ παρὰ τῷ πρώτῳ εὕροις φιάλην χρυσῆν, οὐδὲ οὕτω παύσῃ διερευνώμενος τοὺς ἄλλους: οὐ γὰρ δῆλόν που εἰ αὐτὴ ἦν ἡ τοῦ θεοῦ. ἢ οὐκ οἴει πολλὰς φιάλας εἶναι χρυσᾶς;

  Ἑρμότιμος

  ἔγωγε.

  Λυκῖνος

  δεήσει δὴ ἐπὶ πάντας ἰέναι ἐρευνῶντα καὶ τὰ παρ᾽ ἑκάστῳ εὑρεθέντα πάντα εἰς μέσον καταθέντα εἰκάζειν ὅ τι ποτὲ αὐτῶν πρέποι ἂν θεῖον κτῆμα οἴεσθαι. [39] καὶ γὰρ αὖ τὸ τὴν πολλὴν ἀπορίαν παρεχόμενον τοῦτό ἐστιν, ὅτι ἕκαστος τῶν ἀποδυθησομένων ἔχει τι πάντως, ὁ μὲν σκύφον, ὁ δὲ φιάλην, ὁ δὲ στέφανον, καὶ ὁ μὲν ἐκ χαλκοῦ, ὁ δὲ ἐκ χρυσοῦ, ὁ δὲ ἀργύρου: εἰ δὲ ὃ ἔχει, τοῦτο τὸ ἱερόν ἐστιν, οὐδέπω δῆλον. πᾶσα τοίνυν ἀνάγκη ἀπορεῖν ὅντινα ἱερόσυλον εἴπῃς, ὅπου γε καὶ εἰ πάντες τὰ ὅμοια εἶχον, ἄδηλον ἦν καὶ οὕτως ὅστις ὁ τὰ τοῦ θεοῦ ὑφῃρημένος: ἔστι γὰρ καὶ ἰδιωτικὰ ἔχειν. τὸ δ᾽ αἴτιον τῆς ἀγνοίας ἕν ἐστιν, οἶμαι, τὸ ἀνεπίγραφον εἶναι τὴν ἀπολομένην φιάλην — θῶμεν γὰρ φιάλην ἀπολωλέναι — ὡς εἴ γε ἐπεγέγραπτο τοῦ θεοῦ τὸ ὄνομα ἢ τοῦ ἀναθέντος, ἧττον ἂν ἐκάμνομεν καὶ εὑρόντες τὴν ἐπιγεγραμμένην ἐπεπαύμεθ᾽ ἂν ἀποδύοντες καὶ ἐνοχλοῦντες τοὺς ἄλλους. οἶμαι δέ σε, ὦ Ἑρμότιμε, καὶ ἀγῶνας ἤδη γυμνικοὺς ἑωρακέναι πολλάκις.

  Ἑρμότιμος

  καὶ ὀρθῶς οἴει: πολλάκις γὰρ καὶ πολλαχόθι.

  Λυκῖνος

  ἦ οὖν ποτε καὶ παρὰ τοὺς ἀθλοθέτας αὐτοὺς ἐκαθέζου;

  Ἑρμότιμος

  νὴ Δία, ἔναγχος Ὀλυμπίασιν ἐπὶ τὰ λαιὰ τῶν Ἑλλανοδικῶν, Εὐανδρίδου τοῦ Ἠλείου θέαν μοι προκαταλαβόντος ἐν τοῖς ἑαυτοῦ πολίταις: ἐπεθύμουν γὰρ ἐγγύθεν ἅπαντα ὁρᾶν τὰ παρὰ τοῖς Ἑλλανοδίκαις γιγνόμενα.

  Λυκῖνος

  οἶσθα οὖν καὶ τοῦτο, πῶς κληροῦσιν ὅντινα ᾧτινι χρὴ παλαίειν ἢ παγκρατιάζειν;

  Ἑρμότιμος

  οἶδα γάρ.

  Λυκῖνος

  οὐκοῦν ἂν ἄμεινον σὺ εἴποις ὡς ἐγγύθεν ἰδών.

  Ἑρμότιμος [40] τὸ μὲν παλαιὸν ἐπὶ Ἡρακλέους ἀγωνοθετοῦντος φύλλα δάφνης —

  Λυκῖνος

  μή μοι τὰ πάλαι, ὦ Ἑρμότιμε, ἃ δὲ εἶδες ἐγγύθεν, ἐκεῖνα λέγε.

  Ἑρμότιμος

  κάλπις ἀργυρᾶ πρόκειται ἱερὰ τοῦ θεοῦ: ἐς ταύτην ἐμβάλλονται κλῆροι μικροί, ὅσον δὴ κυαμιαῖοι τὸ μέγεθος, ἐπιγεγραμμένοι. ἐγγράφεται δὲ ἐς δύο μὲν ἄλφα ἐν ἑκατέρῳ, ἐς δύο δὲ τὸ βῆτα, καὶ ἐς ἄλλους δύο τὸ γάμμα καὶ ἑξῆς κατὰ τὰ αὐτά, ἢν πλείους οἱ ἀθληταὶ ὦσι, δύο ἀεὶ κλῆροι τὸ αὐτὸ γράμμα ἔχοντες. προσελθὼν δὴ τῶν ἀθλητῶν ἕκαστος προσευξάμενος τῷ Διὶ καθεὶς τὴν χεῖρα ἐς τὴν κάλπιν ἀνασπᾷ τῶν κλήρων ἕνα καὶ μετ᾽ ἐκεῖνον ἕτερος, καὶ παρεστὼς μαστιγοφόρος ἑκάστῳ ἀνέχει αὐτοῦ τὴν χεῖρα οὐ παρέχων ἀναγνῶναι ὅ τι τὸ γράμμα ἐστὶν ὃ ἀνέσπακεν. ἁπάντων δὲ ἤδη ἐχόντων ὁ ἀλυτάρχης, οἶμαι, ἢ τῶν Ἑλλανοδικῶν αὐτῶν εἷς — οὐκέτι γὰρ τοῦτο μέμνημαι — περιιὼν ἐπισκοπεῖ τοὺς κλήρους ἐν κύκλῳ ἑστώτων καὶ οὕτω τὸν μὲν τὸ ἄλφα ἔχοντα τῷ τὸ ἕτερον ἄλφα ἀνεσπακότι παλαίειν ἢ παγκρατιάζειν συνάπτει, τὸν δὲ τὸ βῆτα τῷ τὸ βῆτα ὁμοίως καὶ τοὺς ἄλλους τοὺς ὁμογράμμους κατὰ ταὐτά: οὕτω μὲν γάρ, ἢν ἄρτιοι ὦσιν οἱ ἀγωνισταί, οἷον ὀκτὼ ἢ τέτταρες ἢ δώδεκα, ἢν δὲ περιττοί, πέντε ἑπτὰ ἐννέα, γράμμα τι περιττὸν ἑνὶ κλήρῳ ἐγγραφὲν συμβάλλεται αὐτοῖς, ἀντίγραφον ἄλλο οὐκ ἔχον. ὃς δ᾽ ἂν τοῦτο ἀνασπάσῃ, ἐφεδρεύει περιμένων, ἔστ᾽ ἂν ἐκεῖνοι ἀγωνίσωνται: οὐ γὰρ ἔχει τὸ ἀντίγραμμα: καὶ ἔστι τοῦτο οὐ μικρὰ εὐτυχία τοῦ ἀθλητοῦ, τὸ μέλλειν ἀκμῆτα τοῖς κεκμηκόσι συμπεσεῖσθαι.

  Λυκῖ�
�ος

  [41] Ἔχ᾽ ἀτρέμας: τούτου γὰρ ἐδεόμην μάλιστα. οὐκοῦν ἐννέα ὄντες ἀνεσπάκασιν ἅπαντες καὶ ἔχουσι τοὺς κλήρους. περιιὼν δὴ — βούλομαι γάρ σε Ἑλλανοδίκην ἀντὶ θεατοῦ ποιῆσαι — ἐπισκοπεῖς τὰ γράμματα, καὶ οὐ πρότερον, οἶμαι, μάθοις ἂν ὅστις ὁ ἔφεδρός ἐστιν, ἢν μὴ ἐπὶ πάντας ἔλθῃς καὶ συζεύξῃς αὐτούς.

  Ἑρμότιμος

  πῶς, ὦ Λυκῖνε, τοῦτο φής;

  Λυκῖνος

  ἀδύνατόν ἐστιν εὐθὺς εὑρεῖν τὸ γράμμα ἐκεῖνο τὸ δηλοῦν τὸν ἔφεδρον, ἢ τὸ μὲν γράμμα ἴσως ἂν εὕροις, οὐ μὴν εἴσῃ γε εἰ ἐκεῖνός ἐστιν: οὐ γὰρ προείρηται ὅτι τὸ Κ ἢ τὸ Μ ἢ τὸ Ι ἐστὶ τὸ χειροτονοῦν τὸν ἔφεδρον: ἀλλ᾽ ἐπειδὰν τῷ Α ἐντύχῃς, ζητεῖς τὸν τὸ ἕτερον Α ἔχοντα καὶ εὑρὼν ἐκείνους μὲν ἤδη συνέζευξας, ἐντυχὼν δὲ αὖθις τῷ βῆτα το ἕτερον βῆτα ὅπου ἐστὶ ζητεῖς, τὸ ἀντίπαλον τῷ εὑρεθέντι, καὶ ἐπὶ πάντων ὁμοίως, ἄχρι ἂν ἐκεῖνός σοι περιλειφθῇ ὁ τὸ μόνον γράμμα ἔχων τὸ ἀνανταγώνιστον.

 

‹ Prev