μήτηρ [3] φιλοτιμότερον μέν, ὦ θύγατερ: οὐδὲ φροντίζειν γὰρ ἐχρῆν: λέγε δ᾽ ὅμως τὰ μετὰ ταῦτα.
Φίλιννα
οἱ μὲν οὖν ἄλλοι ἐπῄνουν, ὁ Δίφιλος δὲ μόνος ὕπτιον καταβαλὼν ἑαυτὸν ἐς τὴν ὀροφὴν ἀνέβλεπεν, ἄχρι δὴ καμοῦσα ἐπαυσάμην.
μήτηρ
τὸ φιλῆσαι δὲ τὸν Λαμπρίαν ἀληθὲς ἦν καὶ τὸ μεταβᾶσαν περιπλέκεσθαι αὐτῷ; τί σιγᾷς; οὐκέτι γὰρ ταῦτα συγγνώμης ἄξια.
Φίλιννα
ἀντιλυπεῖν ἐβουλόμην αὐτόν.
μήτηρ
εἶτα οὐδὲ συνεκάθευδες, ἀλλὰ καὶ ᾖδες ἐκείνου δακρύοντος; οὐκ αἰσθάνῃ, ὦ θύγατερ, ὅτι πτωχαί ἐσμεν, οὐδὲ μέμησαι ὅσα παρ᾽ αὐτοῦ ἐλάβομεν ἢ οἷον δὴ τὸν πέρυσι χειμῶνα διηγάγομεν ἄν, εἰ μὴ τοῦτον ἡμῖν ἡ Ἀφροδίτη ἔπεμψε;
Φίλιννα
τί οὖν; ἀνέχωμαι διὰ τοῦτο ὑβριζομένη ὑπ᾽ αὐτοῦ;
μήτηρ
Ὀργίζου μέν, μη ἀνθύβριζε δέ. οὐκ οἶσθα ὅτι ὑβριζόμενοι παύονται οἱ ἐρῶντες καὶ ἐπιτιμῶσιν ἑαυτοῖς; σὺ δὲ πάνυ χαλεπὴ ἀεὶ τῷ ἀνθρώπῳ γεγένησαι, καὶ ὅρα μὴ κατὰ τὴν παροιμίαν ἀπορρήξωμεν πάνυ τείνουσαι τὸ καλώδιον.
μέλιττα καὶ Βάκχις.
Μέλιττα
εἴ τινα οἶσθα, Βακχί, γραῦν, οἷαι πολλαὶ Θετταλαὶ λέγονται ἐπᾴδουσαι καὶ ἐρασμίους ποιοῦσαι, εἰ καὶ πάνυ μισουμένη γυνὴ τυγχάνοι, οὕτως ὄναιο, παραλαβοῦσα ἧκέ μοι: θαἰμάτια γὰρ καὶ τὰ χρυσία ταῦτα προείμην ἡδέως, εἰ μόνον ἴδοιμι ἐπ᾽ ἐμὲ αὖθις ἀναστρέψαντα Χαρῖνον μισήσαντα τὴν Σιμίχην ὡς νῦν ἐμέ.
Βάκχις
τί φής; οὐκέτι σύνεστιν — ἀλλὰ παρὰ τὴν Σιμίχην, ὦ Μέλιττα, οἴχεται Χαρῖνος — δι᾽ ἣν τοσαύτας ὀργὰς τῶν γονέων ἠνέσχετο οὐ βουληθεὶς τὴν πλουσίαν ἐκείνην γῆμαι πέντε προικὸς τάλαντα, ὡς ἔλεγον, ἐπιφερομένην; μέμνημαι γὰρ ταῦτά σου ἀκούσασα.
Μέλιττα
ἅπαντα ἐκεῖνα οἴχεται, ὦ Βακχί, καὶ πέμπτην ταύτην ἡμέραν οὐδ᾽ ἑώρακα ὅλως αὐτόν, ἀλλὰ πίνουσι παρὰ τῷ συνεφήβῳ Παμμένει αὐτός τε καὶ Σιμίχη.
Βάκχις [2] δεινά, ὦ Μέλιττα, πέπονθας. ἀλλὰ τι καὶ ὑμᾶς διέστησεν; ἔοικε γὰρ οὐ μικρὸν τοῦτ᾽ εἶναι.
Μέλιττα
τὸ μὲν ὅλον οὐδὲ εἰπεῖν ἔχω: πρῴην δὲ ἀνελθὼν ἐκ Πειραιῶς — κατεληλύθει γὰρ, οἶμαι, χρέος τι άπαιτήσων πέμψαντος τοῦ πατρός — οὔτε με προσέβλεψεν ἐσελθὼν οὔτε προσήκατο ὡς ἔθος προσδραμοῦσαν, ἀποσεισάμενος δὲ περιπλακῆναι θέλουσαν, Ἄπιθι, φησί, πρὸς τὸν ναύκληρον Ἑρμότιμον ἢ τὰ ἐπὶ τῶν τοίχων γεγραμμένα ἐν τῷ Κεραμεικῷ ἀνάγνωθι, ὅπου κατεστηλίτευται ὑμῶν τὰ ὀνόματα. τίνα Ἑρμότιμον, τίνα, ἔφην, ἢ ποίαν στήλην λέγεις; ὁ δὲ οὐδὲν ἀποκρινάμενος οὐδὲ δειπνήσας ἐκάθευδεν ἀποστραφείς. πόσα οἴει ἐπὶ τούτῳ μεμηχανῆσθαί με περιλαμβάνουσαν ἐπισιρέφουσαν φιλοῦσαν ἀπεστραμμένου τὸ μετάφρενον; ὁ δ᾽ οὐδ᾽ ὁπωστιοῦν ὑπεμαλάχθη, ἀλλ᾽ εἴ μοι, φησίν, ἐπὶ πλέον ἐνοχλήσειας, ἄπειμι ἤδη, εἰ καὶ μέσαι νύκτες εἰσίν.
Βάκχις [3] ὅμως ᾔδεις τὸν Ἑρμότιμον;
Μέλιττα
ἀλλά με ἴδοις, ὦ Βακχί, ἀθλιώτερον διάγουσαν ἢ νῦν ἔχω, εἴ τινα ἐγὼ ναύκληρον Ἑρμότιμον οἶδα. πλὴν ἀλλ᾽ ὁ μὲν ἕωθεν ἀπεληλύθει τοῦ ἀλεκτρυόνος εὐθὺς ᾄσαντος ἀνεγρόμενος, ἐγὼ δὲ ἐμεμνήμην ὅτι κατὰ τοίχου τινὸς ἔλεγε καταγεγράφθαι τοὔνομα ἐν Κεραμεικῷ: ἔπεμψα οὖν Ἀκίδα κατασκεψομένην: ἡ δ᾽ ἄλλο μὲν οὐδὲν εὗρε, τοῦτο δὲ μόνον ἐπιγεγραμμένον ἐσιόντων ἐπὶ τὰ δεξιὰ πρὸς τῷ Διπύλῳ, Μέλιττα φιλεῖ Ἑρμότιμον, καὶ μικρὸν αὖθις ὑποκάτω, Ὁ ναύκληρος Ἑρμότιμος φιλεῖ Μέλιτταν.
Βάκχις
ὢ τῶν περιέργων νεανίσκων. συνίημι γάρ. λυπῆσαί τις θέλων τὸν Χαρῖνον ἐπέγραψε ζηλότυπον ὄντα εἰδώς: ὁ δὲ αὐτίκα ἐπίστευσεν. εἰ δέ που ἴδοιμι αὐτόν, διαλέξομαι. ἄπειρός ἐστι καὶ παῖς ἔτι.
Μέλιττα
ποῦ δ᾽ ἂν ἴδοις ἐκεῖνον, ὃς ἐγκλεισάμενος ἑαυτὸν σύνεστι τῇ Σιμίχῃ; οἱ γονεῖς δὲ ἔτι παρ᾽ ἐμοὶ ζητοῦσιν λυξιαν. ιιι. 16 αὐτόν. ἀλλ᾽ εἴ τινα εὕροιμι, ὦ Βακχί, γραῦν, ὡς ἔφην: ἀποσώσειε γὰρ ἂν φανεῖσα.
Βάκχις [4] ἔστιν, ὦ φιλτάτη, ὅτι χρησίμη φαρμακίς, Σύρα τὸ γένος, ὠμὴ ἔτι καὶ συμπεπηγυῖα, ἥ μοί ποτε Φανίαν χαλεπαίνοντα κἀκεῖνον εἰκῆ, ὥσπερ Χαρῖνος, διήλλαξε μετὰ μῆνας ὅλους τέτταρας, ὅτε ἐγὼ μὲν ἤδη ἀπεγνώκειν, ὁ δὲ ὑπὸ τῶν ἐπῳδῶν ἧκεν αὖθις ἐπ᾽ ἐμέ.
Μέλιττα
τί δὲ ἔπραξεν ἡ γραῦς, εἴπερ ἔτι μέμνησαι;
Βάκχις
λαμβάνει μὲν οὐδὲ πολύν, ὦ Μέλιττα, τὸν μισθόν, ἀλλὰ δραχμὴν καὶ ἄρτον: ἐπικεῖσθαι δὲ δεῖ μετὰ τῶν ἁλῶν καὶ ὀβολοὺς ἑπτὰ καὶ θεῖον καὶ δᾷδα. ταῦτα δὲ ἡ γραῦς λαμβάνει, καὶ κρατῆρα κεκερᾶσθαι δεῖ καὶ πίνειν ἐκείνην μόνην. δεήσει δέ τι αὐτοῦ ἀνδρὸς εἶναι, οἷον ἱμάτια ἢ κρηπῖδας ἢ ὀλίγας τῶν τριχῶν ἤ τι τῶν τοιούτων.
Μέλιττα
ἔχω τὰς κρηπῖδας αὐτοῦ.
Βάκχις [5] ταύτας κρεμάσασα ἐκ παττάλου ὑποθυμιᾷ τῷ θείῳ, πάττουσα καὶ τῶν ἁλῶν ἐπὶ τὸ πῦρ: ἐπιλέγει δὲ ἀμφοῖν τὰ ὀνόματα καὶ τὸ ἐκείνου καὶ τὸ σόν. εἶτα ἐκ τοῦ κόλπου προκομίσασα ῥόμβου ἐπιστρέφει ἐπῳδήν τινα λέγουσα ἐπιτρόχῳ τῇ γλώττῃ, βαρβαρικὰ καὶ φρικώδη ὀνόματα. τα�
��τα ἐποίησε τότε. καὶ μετ᾽ οὐ πολὺ Φανίας, ἅμα καὶ τῶν συνεφήβων ἐπιτιμησάντων αὐτῷ καὶ τῆς Φοιβίδος, ᾗ συνῆν, πολλὰ αἰτούσης, ἧκέ μοι, τί πλέον; ὑπὸ τῆς ἐπῳδῆς ἀγόμενος. ἔτι δὲ καὶ τοῦτό με σφόδρα κατὰ τῆς Φοιβίδος τὸ μίσηθρον ἐδιδάξατο, τηρήσασαν τὸ ἴχνος, ἐπὰν ἀπολίποι, ἀμαυρώσασαν ἐπιβῆναι μὲν τῷ ἀριστερῷ ἐκείνης τὸν ἐμὸν δεξιόν, τῷ δεξιῷ δὲ τὸν ἀριστερὸν ἔμπαλιν καὶ λέγειν, Ἐπιβέβηκά σοι καὶ ὑπεράνω εἰμί: καὶ ἐποίησα ὡς προσέταξε.
Μέλιττα
μὴ μέλλε, μὴ μέλλε, ὦ Βακχί, κάλει ἤδη τὴν Σύραν. σὺ δέ, ὦ Ἀκί, τὸν ἄρτον καὶ τὸ θεῖον καὶ τα ἄλλα πάντα πρὸς τὴν ἐπῳδὴν εὐτρέπιζε.
Κλωνάριον καὶ Λέαινα.
Κλωνάριον
καινὰ περὶ σοῦ ἀκούομεν, ὦ Λέαινα, τὴν Λεσβίαν Μέγιλλαν τὴν πλουσίαν ἐρᾶν σου ὥσπερ ἄνδρα καὶ συνεῖναι ὑμᾶς οὐκ οἶδ᾽ ὅ τι ποιούσας μετ᾽ ἀλλήλων. τί τοῦτο; ἠρυθρίασας; ἀλλ᾽ εἰπὲ εἰ ἀληθῆ ταῦτά ἐστιν.
Λέαινα
ἀληθῆ, ὦ Κλωνάριον: αἰσχύνομαι δέ, ἀλλόκοτον γάρ τί ἐστι.
Κλωνάριον
πρὸς τῆς κουροτρόφου τί τὸ πρᾶγμα, ἢ τί βούλεται ἡ γυνή; τί δὲ καὶ πράττετε, ὅταν συνῆτε; ὁρᾷς; οὐ φιλεῖς με: οὐ γὰρ ἂν ἀπεκρύπτου τὰ τοιαῦτα.
Λέαινα
φιλῶ μέν σε, εἰ καί τινα ἄλλην. ἡ γυνὴ δὲ δεινῶς ἀνδρική ἐστιν.
Κλωνάριον [2] οὐ μανθάνω ὅ τι καὶ λέγεις, εἰ μή τις ἑταιρίστρια τυγχάνει οὖσα: τοιαύτας γάρ ἐν Λέσβῳ λέγουσι γυναῖκας ἀρρενωπούς, ὑπ᾽ ἀνδρῶν μὲν οὐκ ἐθελούσας αὐτὸ πάσχειν, γυναιξὶ δὲ αὐτὰς πλησιαζούσας ὥσπερ ἄνδρας.
Λέαινα
τοιοῦτόν τι.
Κλωνάριον
οὐκοῦν, ὦ Λέαινα, τοῦτο αὐτὸ καὶ διήγησαι, ὅπως μὲν ἐπείρα τὸ πρῶτον, ὅπως δὲ καὶ σὺ συνεπείσθης καὶ τὰ μετὰ ταῦτα.
Λέαινα
πότον τινὰ συγκροτοῦσαι αὐτ1ή τε καὶ Δημώνασσα ἡ Κορινθία, πλουτοῦσα δὲ καὶ αὐτὴ καὶ ὁμότεχνος οὖσα τῇ Μεγίλλῃ, παρέλαβον κἀμὲ κιθαρίζειν αὐταῖς: ἐπεὶ δὲ ἐκιθάρισα καὶ ἀωρὶ ἦν καὶ ἔδει καθεύδειν, αἱ δὲ ἐμέθυον, Ἄγε δή, ἔφη, ὦ Λέαινα, ἡ Μέγιλλα, 16%2 κοιμᾶσθαι γὰρ ἤδη καλόν, ἐνταῦθα κάθευδε μεθ᾽ ἡμῶν μέση ἀμφοτέρων.
Κλωνάριον
ἐκάθευδες; τὸ μετὰ τοῦτο τί ἐγένετο;
Λέαινα [3] κατεφίλουν με τὸ πρῶτον ὥσπερ οἱ ἄνδρες, οὐκ αὐτὸ μόνον προσαρμόζουσαι τὰ χείλη, ἀλλ᾽ ὑπανοίγουσαι τὸ στόμα, καὶ περιέβαλλον καὶ τοὺς μαστοὺς ἀπέθλιβον: ἡ Δημώνασσα δὲ καὶ ἔδακνε μεταξὺ καταφιλοῦσα: ἐγὼ δὲ οὐκ εἶχον εἰκάσαι ὅ τι τὸ πρᾶγμα εἴη. χρόνῳ δὲ ἡ Μέγιλλα ὑπόθερμος ἤδη οὖσα τὴν μὲν πηνήκην ἀφείλετο τῆς κεφαλῆς, ἐπέκειτο δὲ πάνυ ὁμοία καὶ προσφυής, καὶ ἐν χρῷ ὤφθη αὐτὴ καθάπερ οἱ σφόδρα ἀνδρώδεις τῶν ἀθλητῶν ἀποκεκαρμένη: κἀγὼ ἐταράχθην ἰδοῦσα. ἡ δέ, Ὦ Λέαινα, φησίν, ἑώρακας ἤδη οὕτω καλὸν νεανίσκον; ἀλλ᾽ οὐχ ὁρῶ γε, ἔφην ἐγώ, νεανίσκον ἐνταῦθα, ὦ Μέγιλλα. μή με καταθήλυνε, ἔφη, Μέγιλλος γὰρ ἐγὼ λέγομαι καὶ γεγάμηκα πρόπαλαι ταύτην τὴν Δημώνασσαν, καὶ ἔστιν ἐμὴ γυνή. ἐγέλασα, ὦ Κλωνάριον, ἐπὶ τούτῳ καὶ ἔφην, Οὐκοῦν σύ, ὦ Μέγιλλε, ἀνήρ τις ὢν ἐλελήθεις ἡμᾶς, καθάπερ τὸν Ἀχιλλέα φασὶν ἐν ταῖς παρθένοις κρυπτόμενον ταῖς ἁλουργίσι; καὶ ὅπερ οἱ ἄνδρες; ἐκεῖνο μέν ἔφη, ὦ Λέαινα, οὐκ ἔχω: δέομαι δὲ οὐδὲ πάνυ αὐτοῦ: ἴδιον δέ τινα τρόπον ἡδίω παρὰ πολὺ ὁμιλοῦντα ὄψει με. ἀλλὰ μὴ Ἑρμαφρόδιτος εἶ, ἔφην, οἷοι πολλοὶ εἶναι λέγονται ἀμφότερα ἔχοντες; ἔτι γὰρ ἠγνόουν, ὦ Κλωνάριον, τὸ πρᾶγμα. οὔ, φησίν, ἀλλὰ τὸ πὰν ἀνήρ εἰμι. [4] ἤκουσα, ἔφην ἐγώ, τῆς Βοιωτίας αὐλητρίδος Ἰσμηνοδώρας διηγουμένης τὰ ἐφέστια παρ᾽ αὐτοῖς, ὡς γένοιτό τις ἐν Θήβαις ἐκ γυναικὸς ἀνήρ, ὁ δ᾽ αὐτὸς καὶ μάντις ἄριστος, οἶμαι, Τειρεσίας τοὔνομα. μὴ οὖν καὶ σὺ τοιοῦτόν τι πέπονθας; οὔκουν, ὦ Λέαινα, ἔφη, ἀλλὰ ἐγεννήθην μὲν ὁμοία ταῖς ἄλλαις ὑμῖν, ἡ γνώμη δὲ καὶ ἡ ἐπιθυμία καὶ τἆλλα πάντα ἀνδρός ἐστί μοι. καὶ ἱκανὴ γοῦν σοι, ἔφην, ἐπιθυμία; πάρεχε γοῦν, ὦ Λέαινα, εἰ ἀπιστεῖς, ἔφη, καὶ γνώσῃ οὐδὲν ἐνδέουσάν με τῶν ἀνδρῶν: ἔχω γάρ τι ἀντὶ τοῦ ἀνδρείου. ἀλλὰ πάρεχε, ὄψει γάρ. παρέσχον, ὦ Κλωνάριον, ἱκετευούσης πολλὰ καὶ ὅρμον τινά μοι δούσης τῶν πολυτελῶν καὶ ὀθόνας τῶν λεπτῶν. εἶτ᾽ ἐγὼ μὲν ὥσπερ ἄνδρα περιελάμβανον, ἡ δὲ ἐφίλει τε καὶ ἐποίει καὶ ἤσθμαινε καὶ ἐδόκει μοι ἐς ὑπερβολὴν ἥδεσθαι.
Κλωνάριον
τί ἐποίει, ὦ Λέαινα, ἢ τίνα τρόπον; τοῦτο γὰρ μάλιστα εἰπέ.
Λέαινα
μὴ ἀνάκρινε ἀκριβῶς, αἰσχρὰ γάρ: ὥστε μὰ τὴν οὐρανίαν οὐκ ἄν εἴποιμι.
Κρωβύλη καὶ Κόρινανα.
Κρωβύλη
ὦ Κόριννα, ὡς μὲν οὐ πάνυ δεινὸν ἦν, ὅ ἐνόμιζες, τὸ γυναῖκα γενέσθαι ἐκ παρθένου, μεμάθηκας ἤδη, μετὰ μειρακίου μὲν ὡραίου γενομένη, μυᾶν δὲ τὸ πρῶτον μίσθωμα κομισαμένη, ἐξ ἧς ὅρμον αὐτίκα ὠνήσομαί σοι.
Κόρινανα
ναί, Μαννάριον. ἐχέτω δὲ καὶ ψήφους τινὰς πυραυγεῖς οἷος ὁ Φιλαινίδος ἐστίν.
Κρωβύλη
ἔσται τοιοῦτος. ἄκουε δὲ καὶ τἆλλα παρ᾽ ἐμοῦ ἅ σε χρὴ ποιεῖν καὶ ὅπως προσφέρεσθαι τοῖς ἀνδράσιν: ἄλλη μὲν γὰρ ἡμῖν ἀποστροφὴ τοῦ βίου οὐκ ἔστιν, ὦ θύ�
�ατερ, ἀλλὰ δύο ἔτη ταῦτα ἐξ οὗ τέθνηκεν ὁ μακαρίτης σου πατήρ, οὐκ οἶσθα ὅπως ἀπεζήσαμεν; ὅτε δὲ ἐκεῖνος ἔζη, πάντα ἦν ἡμῖν ἱκανά: ἐχάλκευε γὰρ καὶ μέγα ἦν ὄνομα αὐτοῦ ἐν Πειραιεῖ, καὶ πάντων ἐστὶν ἀκοῦσαι διομνυμένων ἦ μὴν μετὰ Φιλῖνον μηκέτι ἔσεσθαι ἄλλον χαλκέα. μετὰ δὲ τὴν τελευτὴν τὸ μὲν πρῶτον ἀποδομένη τὰς πυράγρας καὶ τὸν ἄκμονα καὶ σφῦραν δύο μνῶν, ἀπὸ τούτων διετράφημεν: εἶτα νῦν μὲν ὑφαίνουσα, νῦν δὲ κρόκην κατάγουσα ἢ στήμονα κλώθουσα ἐποριζόμην τὰ σιτία μόλις: ἔβοσκον δὲ σέ, ὦ θύγατερ, τὴν ἐλπίδα περιμένουσα.
Κόρινανα [2] τὴν μνᾶν λέγεις;
Κρωβύλη
οὔκ, ἀλλὰ ἐλογιζόμην ὡς τηλικαύτη γενομένη θρέψεις μὲν ἐμέ, σεαυτὴν δὲ κατακοσμήσεις ῥᾳδίως καὶ πλουτήσεις καὶ ἐσθῆτας ἕξεις ἁλουργεῖς καὶ θεραπαίνας.
Delphi Complete Works of Lucian Page 310