Book Read Free

Delphi Complete Works of Lucian

Page 311

by Lucian Samosata


  Κόρινανα

  πῶς ἔφης, μῆτερ, ἢ τί λέγεις;

  Κρωβύλη

  συνοῦσα μὲν τοῖς νεανίσκοις καὶ συμπίνουσα μετ᾽ αὐτῶν καὶ συγκαθεύδουσα ἐπὶ μισθῷ.

  Κόρινανα

  καθάπερ ἡ Δαφνίδος θυγάτηρ Λύρα;

  Κρωβύλη

  ναί.

  Κόρινανα

  ἀλλ᾽ ἐκείνη ἑταίρα ἐστίν.

  Κρωβύλη

  οὐδὲν τοῦτο δεινόν: καὶ σὺ γὰρ πλουτήσεις ὡς ἐκείνη καὶ πολλοὺς ἐραστὰς ἕξεις. τί ἐδάκρυσας, ὦ Κόριννα; οὐχ ὁρᾷς ὁπόσαι καὶ ὡς περισπούδαστοί εἰσιν αἱ ἑταῖραι καὶ ὅρα χρήματα λαμβάνουσι; τὴν Δαφνίδα γοῦν ἐγὼ οἶδα, ὦ φίλη Ἀδράστεια, ῥάκη, πρὶν αὐτὴν ἀκμάσαι τὴν ὥραν, περιβεβλημένην: ἀλλὰ νῦν ὁρᾷς οἵα πρόεισι, χρυσὸς καὶ ἐσθῆτες εὐανθεῖς καὶ θεράπαιναι τέτταρες.

  Κόρινανα

  [3] πῶς δὲ ταῦτα ἐκτήσατο ἡ Λύρα;

  Κρωβύλη

  τὸ μὲν πρῶτον κατακοσμοῦσα ἑαυτὴν εὐπρεπῶς καὶ εὐσταλὴς οὖσα καὶ φαιδρὰ πρὸς ἅπαντας, οὐκ ἄχρι τοῦ καγχάζειν ῥᾳδίως καθάπερ σὺ εἴωθας, ἀλλὰ μειδιῶσα ἡδὺ καὶ ἐπαγωγόν, εἶτα προσομιλοῦσα δεξιῶς καὶ μήτε φενακίζουσα, εἴ τις προσέλθοι ἢ προπέμψειε, μήτε αὐτὴ ἐπιλαμβανομένη τῶν ἀνδρῶν. ἢν δέ ποτε καὶ ἀπέλθῃ ἐπὶ δεῖπνον λαβοῦσα μίσθωμα, οὔτε μεθύσκεται, — καταγέλαστον γὰρ καὶ μισοῦσιν οἱ ἄνδρες τὰς τοιαύτας — οὔτε ὑπερεμφορεῖται τοῦ ὄψου ἀπειροκάλως, ἀλλὰ προσάπτεται μὲν ἄκροις τοῖς δακτύλοις, σιωπῇ δὲ τὰς ἐνθέσεις οὐκ ἐπ᾽ ἀμφοτέρας παραβύεται τὰς γνάθους, πίνει δὲ ἠρέμα, οὐ χανδόν, ἀλλ᾽ ἀναπαυομένη.

  Κόρινανα

  κἂν εἰ διψῶσα, ὦ μῆτερ, τύχοι;

  Κρωβύλη

  τότε μάλιστα, ὦ Κόριννα. καὶ οὔτε πλέον τοῦ δέοντος φθέγγεται οὔτε ἀποσκώπτει ἔς τινα τῶν παρόντων, ἐς μόνον δὲ τὸν μισθωσάμενον βλέπει: καὶ διὰ τοῦτο ἐκεῖνοι φιλοῦσιν αὐτήν. καὶ ἐπειδὰν κοιμᾶσθαι δέῃ, ἀσελγὲς οὐδὲν οὐδὲ ἀμελὲς ἐκείνη ἄν τι ἐργάσαιτο, ἀλλὰ ἐξ ἅπαντος ἓν τοῦτο θηρᾶται, ὡς ὑπαγάγοιτο καὶ ἐραστὴν ποιήσειεν ἐκεῖνον: ταῦτα γὰρ αὐτὴν ἅπαντες ἐπαινοῦσιν. εἰ δὴ καὶ σὺ ταῦτα ἐκμάθοις, μακάριαι καὶ ἡμεῖς ἐσόμεθα: ἐπεὶ τά γε ἄλλα παρὰ πολὺ αὐτῆς ... ἀλλ᾽ οὐδέν, ὦ φίλη Ἀδράστεια, φημί, ζώοις μόνον.

  Κόρινανα [4] εἰπέ μοι, ὦ μῆτερ, οἱ μισθούμενοι παντες τοιοῦτοί εἰσιν οἷος ὁ Εὔκριτος, μεθ᾽ οὗ χθὲς ἐκάθευδον;

  Κρωβύλη

  οὐ πάντες, ἀλλ᾽ ἔνιοι μὲν ἀμείνους, οἱ δὲ καὶ ἤδη ἀνδρώδεις, οἱ δὲ καὶ οὐ πάνυ μορφῆς εὐφυῶς ἔχοντες.

  Κόρινανα

  καὶ τοιούτοις συγκαθεύδειν δεήσει;

  Κρωβύλη

  μάλιστα, ὦ θύγατερ: οὗτοι μέν τοι καὶ πλείονα διδόασιν: οἱ καλοὶ δὲ αὐτὸ μόνον καλοὶ θέλουσιν εἶναι. καὶ σοὶ δὲ μελέτω ἀεὶ τοῦ πλείονος, εἰ θέλεις ἐν βραχεῖ λέγειν ἁπάσας ἐνδειξάσας σε τῷ δακτύλῳ, Οὐχ ὁρᾷς τὴν Κόρινναν τὴν τῆς Κρωβύλης θυγατέρα ὡς ὑπερπλουτεῖ καὶ τρισευδαίμονα πεποίηκε τὴν μητέρα; τί φής; ποιήσεις ταῦτα; ποιήσεις, οἶδα ἐγώ, καὶ προέξεις ἁπασῶν ῥᾳδίως. νῦν δ᾽ ἄπιθι λουσομένη, εἰ ἀφίκοιτο καὶ τήμερον τὸ μειράκιον ὁ Εὔκριτος: ὑπισχνεῖτο γάρ.

  μήτηρ καὶ Μουσάριον.

  μήτηρ

  ἂν δ᾽ ἔτι τοιοῦτον ἐραστὴν εὕρωμεν, ὦ Μουσάριον, οἷος ὁ Χαιρέας ἐστί, θῦσαι μὲν τῇ πανδήμῳ δεήσει λευκὴν μηκάδα, τῇ οὐρανίᾳ δὲ τῇ ἐν κήποις δάμαλιν, στεφανῶσαι δὲ καὶ τὴν πλουτοδότειραν, καὶ ὅλως μακάριαι καὶ τρισευδαίμονες ἐσόμεθα. νῦν ὁρᾷς παρὰ τοῦ νεανίσκου ἡλίκα λαμβάνομεν, ὃς ὀβολὸν μὲν οὐδεπώποτέ σοι δέδωκεν, οὐκ ἐσθῆτα, οὐχ ὑποδήματα, οὐ μύρον, ἀλλὰ προφάσεις ἀεὶ καὶ ὑποσχέσεις καὶ μακραὶ ἐλπίδες καὶ πολὺ τό, ἐὰν ὁ πατὴρ . . καὶ κύριος γένωμαι τῶν πατρῴων, καὶ πάντα σά. σὺ δὲ καὶ ὀμωμοκέναι αὐτὸν φὴς ὅτι νόμῳ σε γαμετὴν ποιήσεται.

  Μουσάριον

  ὤμοσε γάρ, ὦ μῆτερ, κατὰ ταῖν θεοῖν καὶ τῆς Πολιάδος.

  μήτηρ

  καὶ πιστεύεις δηλαδή: καὶ διὰ τοῦτο πρῴην οὐκ ἔχοντι αὐτῷ καταθεῖναι συμβολὴν τὸν δακτύλιον δέδωκας ἀγνοούσης ἐμοῦ, ὁ δὲ ἀποδόμενος κατέπιε, καὶ πάλιν τὰ δύο περιδέραια τὰ Ἰωνικά, ἕλκοντα ἑκάτερον δύο δαρεικούς, ἅ σοι ὁ Χῖος Πραξίας ὁ ναύκληρος ἐκόμισε ποιησάμενος ἐν Ἐρέσῳ: ἐδεῖτο γὰρ Χαιρέας ἔρανον συνεφήβοις ἀπενεγκεῖν. ὀθόνας γὰρ καὶ χιτωνίσκους τί ἂν λέγοιμι; καὶ ὅλως ἕρμαιόν τι ἡμῖν καὶ μέγα ὄφελος συμπέπτωκεν οὗτος.

  Μουσάριον [2] ἀλλὰ καλὸς καὶ ἀγένειος, καὶ φησὶν ἐραν καὶ δακρύει καὶ Δεινομάχης καὶ Λάχητος υἱός ἐστι τοῦ Ἀρεοπαγίτου καὶ φησὶν ἡμᾶς γαμήσειν καὶ μεγάλας ἐλπίδας ἔχομεν παρ᾽ αὐτοῦ, ἢν ὁ γέρων μόνον καταμύσῃ.

  μήτηρ

  οὐκοῦν, ὦ Μουσάριον, ἐὰν ὑποδήσασθαι δέῃ, καὶ ὁ σκυτοτόμος αἰτῇ τὸ δίδραχμον, ἐροῦμεν πρὸς αὐτόν, Ἀργύριον μὲν οὐκ ἔχομεν, σὺ δὲ τῶν ἐλπίδων ὀλίγας παρ᾽ ἡμῶν λαβέ: καὶ πρὸς τὸν ἀλφιτοπώλην τὰ αὐτά: καὶ ἢν τὸ ἐνοίκιον αἰτώμεθα, Περίμεινον, φήσομεν, ἔστ᾽ ἂν Λάχης ὁ Κολυττεὺς ἀποθάνῃ: ἀποδώσομεν γάρ σοι μετὰ τοὺς γάμους. οὐκ αἰσχύνῃ μόνη τῶν ἑταιρῶν οὐκ ἐλλόβιον οὐχ ὅρμον οὐ ταραντινίδιον ἔχουσα;

  Μουσάριον [3] τί οὖν, ὦ μῆτερ; ἐκεῖναι εὐτυχέστεραί μου �
�αὶ καλλίους εἰσίν;

  μήτηρ

  οὔκ, ἀλλὰ συνετώτεραι καὶ ἴσασιν ἑταιρίζειν, οὐδὲ πιστεύουσι ῥηματίοις καὶ νεανίσκοις ἐπ᾽ ἄκρου τοῦ χείλους τοὺς ὅρκους ἔχουσι: σὺ δὲ εἶ πιστὴ καὶ φίλανδρος οὐδὲ προσίῃ ἄλλον τινὰ ὅτι μὴ μόνον Χαιρέαν: καὶ πρῴην μὲν ὅτε ὁ γεωργὸς ὁ Ἀχαρνεὺς ἧκε δύο μνᾶς κομίζων, ἀγένειος καὶ αὐτός — οἴνου δὲ τιμὴν ἀπειλήφει τοῦ πατρὸς πέμψαντος — σὺ δὲ ἐκεῖνον μὲν ἀπεμύκτισας, καθεύδεις δὲ μετὰ τοῦ Ἀδώνιδος Χαιρέου.

  Μουσάριον

  τί οὖν; ἐχρῆν Χαιρέαν καταλείψασαν παραδέξασθαι τὸν ἐργάτην ἐκεῖνον κινάβρας ἀπόζοντα; λεῖός μοι, φασί, Χαιρέας καὶ χοιρίσκος Ἀχαρνικός.

  μήτηρ

  ἔστω: ἐκεῖνος ἀγροῖκος καὶ πονηρὸν ἀποπνεῖ. τί καὶ Ἀντιφῶντα τὸν Μενεκράτους μνᾶν ὑπισχνούμενον οὐδὲ τοῦτον ἐδέξω; οὐ καλὸς ἦν καὶ ἀστεῖος καὶ ἡλικιώτης Χαιρέου;

  Μουσάριον [4] ἀλλ᾽ ἠπείλησε Χαιρέας ἀποσφάξειν ἀμφοτέρους, εἰ λάβοι μέ ποτε μετ᾽ αὐτοῦ.

  μήτηρ

  πόσοι δὲ καὶ ἄλλοι ταῦτα ἀπειλοῦσιν; οὐκοῦν ἀνέραστος σὺ μενεῖς διὰ τοῦτο καὶ σωφρονήσεις καθάπερ οὐχ ἑταίρα, τῆς δὲ Θεσμοφόρου ἱέρειά τις οὖσα; ἐῶ τἆλλα. τήμερον Ἁλῶά ἐστι. τί δέ σοι δέδωκεν ἐς τὴν ἑορτήν;

  Μουσάριον

  οὐκ ἔχει, ὦ μαννάριον.

  μήτηρ

  μόνος οὗτος οὐ τέχνην εὕρηκεν ἐπὶ τὸν πατέρα, οὐκ οἰκέτην καθῆκεν ἐξαπατήσοντα, οὐκ ἀπὸ τῆς μητρὸς ᾔτησεν ἀπειλήσας ἀποπλευσεῖσθαι στρατευσόμενος, εἰ μὴ λάβοι, ἀλλὰ κάθηται ἡμᾶς ἐπιτρίβων μήτε αὐτὸς διδοὺς μήτε παρὰ τῶν διδόντων ἐῶν λαμβάνειν; σὺ δὲ οἴει, ὦ Μουσάριον, ὀκτωκαίδεκα ἐτῶν ἀεὶ ἔσεσθαι; ἢ τὰ αὐτὰ φρονήσειν Χαιρέαν, ὅταν πλουτῇ μὲν αὐτός, ἡ δὲ μήτηρ γάμον πολυτάλαντον ἐξεύρῃ αὐτῷ; μνησθήσεται ἔτι, οἴει, τότε τῶν δακρύων ἢ τῶν φιλημάτων ἢ τῶν ὅρκων πέντε ἴσως τάλαντα προικὸς βλέπων;

  Μουσάριον

  μνησθήσεται ἐκεῖνος: δεῖγμα δέ, ὡς οὐδὲ νῦν γεγάμηκεν, ἀλλὰ καταναγκαζόμενος καὶ βιαζόμενος ἠρνήσατο.

  μήτηρ

  γένοιτο μὴ ψεύδεσθαι. ἀναμνήσω δέ σε, ὦ Μουσάριον, τότε.

  Ἀμπελὶς καὶ Χρυσίς.

  Ἀμπελίς

  ὅστις δέ, ὦ Χρυσί, μήτε ζηλοτυπεῖ μήτε ὀργίζεται μήτε ἐρράπισέ ποτε ἢ περιέκειρεν ἢ τὰ ἱμάτια περιέσχισεν, ἔτι ἐραστὴς ἐκεῖνός ἐστιν;

  Χρυσίς

  οὐκοῦν ταῦτα μόνα ἐρῶντος, ὦ Ἀμπελί, δείγματα;

  Ἀμπελίς

  ναί, τοῦτ᾽ ἀνδρὸς θερμοῦ: ἐπεὶ τἆλλα, φιλήματα καὶ δάκρυα καὶ ὅρκοι καὶ τὸ πολλάκις ἥκειν ἀρχομένου ἔρωτος σημεῖον καὶ φυομένου ἔτι: τὸ δὲ πῦρ ὅλον ἐκ τῆς ζηλοτυπίας ἐστίν. ὥστε εἰ καὶ σέ, ὡς φής, ὁ Γοργίας ῥαπίζει καὶ ζηλοτυπεῖ, χρηστὰ ἔλπιζε καὶ εὔχου ἀεὶ τὰ αὐτὰ ποιεῖν.

  Χρυσίς

  τὰ αὐτά; τί λέγεις; ἀεὶ ῥαπίζειν με;

  Ἀμπελίς

  οὐχί, ἀλλ᾽ ἀνιᾶσθαι, εἰ μὴ πρὸς μόνον αὐτὸν βλέποις. ἐπεὶ εἰ μὴ ἐρᾷ γε, τί ἂν ἔτι ὀργίζοιτο, εἰ σύ τινα ἕτερον ἐραστὴν ἔχεις;

  Χρυσίς

  ἀλλ᾽ οὐδὲ ἔχω ἔγωγε: ὁ δὲ μάτην ὑπέλαβε τὸν πλούσιόν μου ἐρᾶν, διότι ἄλλως ἐμνημόνευσά ποτε αὐτοῦ.

  Ἀμπελίς [2] καὶ τοῦτο ἡδὺ τὸ ὑπὸ πλουσίων οἴεσθαι σπουδάζεσθαί σε: οὕτω γὰρ ἀνιάσεται μᾶλλον καὶ φιλοτιμήσεται, ὡς μὴ ὑπερβάλοιντο αὐτὸν οἱ ἀντερασταί.

  Χρυσίς

  καὶ μὴν οὗτός γε μόνον ὀργίζεται καὶ ῥαπίζει, δίδωσι δὲ οὐδέν.

  Ἀμπελίς

  ἀλλὰ δώσει: ζηλότυποι γὰρ καὶ μάλιστα λυπηθήσονται.

  Χρυσίς

  οὐκ οἶδ᾽ ὅπως ῥαπίσματα λαμβάνειν βούλει με, ὦ Ἀμπελίδιον.

  Ἀμπελίς

  οὔκ, ἀλλ᾽. ὡς οἶμαι, μεγάλοι ἔρωτες γίγνονται, εἰ πύθοιτο ἀμελεῖσθαι, εἰ δὲ πιστεύσει μόνος ἔχειν, ἀπομαραίνεταί πως ἡ ἐπιθυμία. ταῦτα λέγω πρὸς σὲ εἴκοσιν ὅλοις ἔτεσιν ἑταιρήσασα, σὺ δὲ ὀκτωκαιδεκαέτις, οἶμαι, ἢ ἔλαττον οὖσα τυγχάνεις. εἰ βούλει δέ, καὶ διηγήσομαι ἃ ἔπαθόν ποτε οὐ πάνυ πρὸ πολλῶν ἐτῶν: ἤρα μου Δημόφαντος ὁ δανειστὴς ὁ κατόπιν οἰκῶν τῆς Ποικίλης. οὗτος οὐδεπώποτε πλέον τι πέντε δραχμῶν δέδωκε καὶ ἠξίου δεσπότης εἶναι. ἤρα δέ, ὦ Χρυσί, ἐπιπόλαιόν τινα ἔρωτα οὔτε ὑποστένων οὔτε δακρύων οὔτε ἀωρὶ παραγιγνόμενος ἐπὶ τὰς θύρας, ἀλλ᾽ αὐτὸ μόνον συνεκάθευδέ μοι ἐνίοτε, καὶ τοῦτο διὰ μακροῦ. [3] ἐπειδὴ δὲ ἐλθόντα ποτὲ ἀπέκλεισα — Καλλίδης γὰρ ὁ γραφεὺς ἔνδον ἦν δέκα δραχμὰς πεπομφώς — τὸ μὲν πρῶτον ἀπῆλθέ μοι λοιδορησάμενος: ἐπεὶ δὲ πολλαὶ μὲν διῆλθον ἡμέραι, ἐγὼ δὲ οὐ προσέπεμπον, ὁ Καλλίδης δὲ ἔνδον ἦν αὖθις, ὑποθερμαινόμενος ἤδη τότε ὁ Δημόφαντος καὶ αὐτὸς ἀναφλέγεται ἐς τὸ πρᾶγμα καὶ ἐπιστάς ποτε ἀνεῳγμένην τηρήσας τὴν θύραν ἔκλαεν, ἔτυπτεν, ἠπείλει φονεύσειν, περιερρήγνυε τὴν ἐσθῆτα, ἅπαντα ἐποίει, καὶ τέλος τάλαντον δοὺς μόνος εἶχεν ὀκτὼ ὅλους μῆνας. ἡ γυνὴ δὲ αὐτοῦ πρὸς ἅπαντας ἔλεγεν ὡς ὑπὸ φαρμάκων ἐκμήναιμι αὐτόν. τὸ δὲ ἦν ἄρα ζηλοτυπία τὸ φάρμακον. ὥστε, ὦ Χρυσί, καὶ σὺ χρῶ ἐπὶ τὸν Γοργίαν τῷ αὐτῷ φαρμάκῳ: πλούσιος δὲ ὁ νεανίσκος ἔσται, ἤν τι ὁ πατὴρ αὐτοῦ πάθῃ.

  Δορκὰς, Παννυχὶς, Φιλόστρατος, Πολέμων.

 
Δορκάς

  ἀπολώλαμεν, ὦ κεκτημένη, ἀπολώλαμεν, ὁ Πολέμων ἀπὸ τῆς στρατείας ἀνέστρεψε πλουτῶν, ὥς φασιν: ἑώρακα δὲ κἀγὼ αὐτὸν ἐφεστρίδα περιπόρφυρον ἐμπεπορπημένον καὶ ἀκολούθους ἅμα πολλούς. καὶ οἱ φίλοι ὡς εἶδον, συνέθεον ἐπ᾽ αὐτὸν ἀσπασόμενοι: ἐν τοσούτῳ δὲ τὸν θεράποντα ἰδοῦσα κατόπιν ἑπόμενον, ὃς συναποδεδημήκει μετ᾽ αὐτοῦ, ἠρόμην καὶ, Εἰπέ μοι, ἔφην, ὦ Παρμένων, ἀσπασαμένη πρότερον αὐτόν, πῶς ἡμῖν ἐπράξατε καὶ εἴ τι ἄξιον τῶν πολέμων ἔχοντες ἐπανεληλύθατε;

  Παννυχίς

  οὐκ ἔδει τοῦτο εὐθύς, ἀλλ᾽ ἐκεῖνα, ὅτι μὲν ἐσώθητε, πολλὴ χάρις τοῖς θεοῖς, καὶ μάλιστα τῷ ξενίῳ Διὶ καὶ Ἀθηνᾷ στρατίᾳ: ἡ δέσποινα δὲ ἐπυνθάνετο ἀεὶ τί πράττοιτε καὶ ἔνθα εἴητε; εἰ δὲ καὶ τοῦτο προσέθηκας, ὡς καὶ ἐδάκρυε καὶ ἀεὶ ἐμέμνητο Πολέμωνος, ἄμεινον ἦν παρὰ πολύ.

 

‹ Prev