Ὡς οὖν ταῦτα ἤκουσεν ὁ Κλεινίας, ὠχρίασεν. Ἐπιπαρώξυνεν οὖν τὸ μειράκιον ἀπωθεῖσθαι τὸν γάμον, τὸ τῶν γυναικῶν γένος λοιδορῶν. ‘Γάμον’ εἶπεν ‘ἤδη σοι δίδωσιν ὁ πατήρ; τί γὰρ ἠδίκηκας, [2] ἵνα πεδηθῇς; Οὐκ ἀκούεις τοῦ Διὸς λέγοντος ‘τοῖς δ̓ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται κατὰ θυμόν, ἑὸν κακὸν ἀμφαγαπῶντες;’ Αὕτη γυναικῶν ἡδονή, καὶ ἔοικε τῇ τῶν Σειρήνων φύσει: [3] κἀκεῖναι γὰρ ἡδονῇ φονεύουσιν ᾠδῆς. Ἔστι δέ σοι συνιέναι τὸ μέγεθος τοῦ κακοῦ καὶ ἀπ̓ αὐτῆς τῆς τοῦ γάμου παρασκευῆς. Βόμβος αὐλῶν, δικλίδων κτύπος, πυρσῶν δᾳδουχία. Ἐρεῖ τις ἰδὼν τοσοῦτον κυδοιμόν: ‘Ἀτυχὴς ὁ μέλλων γαμεῖν: ἐπὶ πόλεμον, [4] δοκῶ μοι, πέμπεται.’ Ἀλλ̓ εἰ μὲν ἰδιώτης ἦσθα μουσικῆς, ἠγνόεις ἂν τὰ τῶν γυναικῶν δράματα: νῦν δὲ κἂν ἄλλοις λέγοις ὅσων ἐνέπλησαν μύθων γυναῖκες τὴν σκηνήν. Ὅρμος Ἐριφύλης, Φιλομήλας ἡ τράπεζα, Σθενεβοίας ἡ διαβολή, Ἀερόπης ἡ κλοπή, Πρόκνης ἡ σφαγή. [5] Ἂν τὸ Χρυσηίδος κάλλος Ἀγαμέμνων ποθῇ, λοιμὸν τοῖς Ἕλλησι ποιεῖ: ἂν τὸ Βρισηίδος κάλλος Ἀχιλλεὺς ποθῇ, πένθος αὑτῷ προξενεῖ: ἐὰν ἔχῃ γυναῖκα Κανδαύλης καλήν, φονεύει Κανδαύλην ἡ γυνή. [6] Τὸ μὲν γὰρ Ἑλένης τῶν γάμων πῦρ ἀνῆψε κατὰ τῆς Τροίας ἄλλο πῦρ, ὁ δὲ Πηνελόπης γάμος τῆς σώφρονος πόσους νυμφίους ἀπώλεσεν; Ἀπέκτεινεν Ἱππόλυτον φιλοῦσα Φαίδρα, [7] Κλυταιμνήστρα δὲ Ἀγαμέμνονα μὴ φιλοῦσα. Ὦ πάντα τολμῶσαι γυναῖκες: κἂν φιλῶσι, φονεύουσι: κἂν μὴ φιλῶσι, φονεύουσιν. Ἀγαμέμνονα ἔδει φονευθῆναι τὸν καλόν, οὗ κάλλος οὐράνιον ἦν, ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ: καὶ ταύτην ἀπέκοψεν, ὦ Ζεῦ, τὴν κεφαλὴν γυνή. [8] Καὶ ταῦτα μὲν περὶ τῶν εὐμόρφων ἂν εἴποι τις γυναικῶν, ἔνθα καὶ μέτριον τὸ ἀτύχημα: τὸ γὰρ κάλλος ἔχει παρηγορίαν τῶν κακῶν, καὶ τοῦτ̓ ἔστιν ἐν ἀτυχήμασιν εὐτύχημα: εἰ δὲ μηδὲ εὔμορφος, ὡς φῄς, ἡ συμφορὰ διπλῆ. Καὶ πῶς ἄν τις ἀνάσχοιτο, καὶ ταῦτα μειράκιον οὕτω καλόν; [9] Μή, πρὸς θεῶν, Χαρίκλεις, μήπω μοι δοῦλος γένῃ, μηδὲ τὸ ἄνθος πρὸ καιροῦ τῆς ἥβης ἀπολέσῃς. Πρὸς γὰρ τοῖς ἄλλοις καὶ τοῦτ̓ ἔστι τοῦ γάμου τὸ ἀτύχημα: μαραίνει τὴν ἀκμήν. Μή, δέομαι, Χαρίκλεις, μήπω μοι μαρανθῇς: μὴ παραδῷς εὔμορφον τρυγῆσαι ῥόδον ἀμόρφῳ [10] γεωργῷ.’ Καὶ ὁ Χαρικλῆς ‘ταῦτα μὲν’ ἔφη ‘θεοῖς κἀμοὶ μελήσει: καὶ γὰρ εἰς τὴν προθεσμίαν τῶν γάμων χρόνος ἐστὶν ἡμερῶν, πολλὰ δ̓ ἂν γένοιτο κἀν νυκτὶ μιᾷ. [11] Τὸ δὲ νῦν ἔχον ἐφ̓ ἱππασίαν ἄπειμι. Ἐξὅτου γάρ μοι τὸν ἵππον ἐχαρίσω τὸν καλόν, οὔπω σου τῶν δώρων ἀπέλαυσα. Ἐπικουφιεῖ δέ μοι τὸ γυμνάσιον τῆς ψυχῆς τὸ λυπούμενον.’ Ὁ μὲν οὖν ἀπῄει τὴν τελευταίαν ὁδόν, ὕστατα καὶ πρῶτα μελλήσων ἱππάζεσθαι.
Ἐγὼ δὲ πρὸς τὸν Κλεινίαν καταλέγω μου τὸ δρᾶμα πῶς ἐγένετο: πῶς ἴδοιμι, πῶς πάθοιμι, τὴν καταγωγήν, τὸ δεῖπνον, τὸ κάλλος τῆς κόρης. Τελευτῶν δὲ τῷ λόγῳ συνίειν ἀσχημονῶν ‘οὐ φέρω’ λέγων ‘Κλεινία, τὴν ἀνίαν: ὅλος γάρ μοι προσέπεσεν ὁ ἔρως, καὶ αὐτόν μου διώκει τὸν ὕπνον τῶν ὀμμάτων: [2] πάντοτε Λευκίππην φαντάζομαι. Οὐ γέγονεν ἄλλῳ τινὶ τοιοῦτον ἀτύχημα: τὸ γὰρ κακόν μοι καὶ συνοικεῖ.’ Καὶ ὁ Κλεινίας ‘ληρεῖς’ εἶπεν ‘οὕτως εἰς ἔρωτα εὐτυχῶν. Οὐ γὰρ ἐπ̓ ἀλλοτρίας θύρας ἐλθεῖν σε δεῖ οὐδὲ διάκονον παρακαλεῖν: αὐτήν σοι δέδωκε τὴν ἐρωμένην ἡ τύχη καὶ φέρουσα ἔνδον ἵδρυσεν. [3] Ἄλλῳ μὲν γὰρ ἐραστῇ καὶ τὸ βλέμμα μόνον ἤρκεσε τῆς ἐρωμένης παρθένου, καὶ μέγιστον τοῦτο ἀγαθὸν νενόμικεν ἐραστὴς ἐὰν καὶ μέχρι τῶν ὀμμάτων εὐτυχῇ, οἱ δὲ εὐδαιμονέστεροι τῶν ἐραστῶν ἂν τύχωσι κἂν ῥήματος μόνον: σὺ δὲ καὶ βλέπεις ἀεὶ καὶ ἀκούεις ἀεὶ καὶ συνδειπνεῖς καὶ συμπίνεις. [4] Καὶ ταῦτα εὐτυχῶν ἐγκαλεῖς; ἀχάριστος εἶ πρὸς ἔρωτος δωρεάν. Οὐκ οἶδας οἷόν ἐστιν ἐρωμένη βλεπομένη: μείζονα τῶν ἔργων ἔχει τὴν ἡδονήν. Ὀφθαλμοὶ γὰρ ἀλλήλοις ἀντανακλώμενοι ἀπομάττουσιν ὡς ἐν κατόπτρῳ τῶν σωμάτων τὰ εἴδωλα, ἡ δὲ τοῦ κάλλους ἀπορροὴ δἰ αὐτῶν εἰς τὴν ψυχὴν καταρρέουσα ἔχει τινὰ μίξιν ἐν ἀποστάσει: [5] καὶ γλυκίων ἐστὶ τῆς τῶν σωμάτων μίξεως: καινὴ γάρ ἐστι σωμάτων συμπλοκή. Ἐγὼ δέ σοι καὶ τὸ ἔργον ἔσεσθαι ταχὺ μαντεύομαι: μέγιστον γάρ ἐστιν ἐφόδιον εἰς πειθὼ συνεχὴς πρὸς ἐρωμένην ὁμιλία. Ὀφθαλμὸς γὰρ φιλίας πρόξενος καὶ τὸ σύνηθες τῆς κοινωνίας εἰς χάριν ἀνυσιμώτερον. [6] Εἰ γὰρ τὰ ἄγρια τῶν θηρίων συνηθείᾳ τιθασεύεται, πολὺ μᾶλλον ταύτῃ μαλαχθείη καὶ γυνή. Ἔχει δέ τι πρὸς παρθένον ἐπαγωγὸν ἡλικιώτης ἐρῶν: τὸ δὲ ἐν ὥρᾳ τῆς ἀκμῆς ἐπεῖγον εἰς τὴν φύσιν καὶ τὸ συνειδὸς τοῦ φιλεῖσθαι τίκτει πολλάκις ἀντέρωτα. Θέλει γὰρ ἑκάστη τῶν παρθένων εἶναι καλὴ καὶ φιλουμένη χαίρει καὶ ἐπαινεῖ τῆς μαρτυρίας τὸν φιλοῦντα: κἂν μὴ φιλήσῃ τις αὐτήν, [7] οὔπω πεπίστευκεν εἶναι καλή. Ἓν οὖν σοι παραινῶ μόνον, ἐρᾶσθαι πιστευσάτω, καὶ ταχέως σε μιμήσεται.’ ‘Πῶς ἂν οὖν’ εἶπον ‘γένοιτο τοῦτο τὸ μάντευμα; δός μοι τὰς ἀφορμάς: σὺ γὰρ ἀρχαιότερος μύστης ἐμοῦ καὶ συνηθέστερος ἤδη τῇ τελετῇ τοῦ θεοῦ. Τί λέγω; τί ποιῶ; πῶς ἂν τύχοιμι τῆς ἐρωμένης; Οὐκ οἶδα γὰρ τὰς ὁδούς.’
‘Μηδὲν’ εἶπεν ὁ Κλεινίας ‘πρὸς ταῦτα ζήτει παῤ
ἄλλου μαθεῖν: αὐτοδίδακτος γάρ ἐστιν ὁ θεὸς σοφιστής. Ὥσπερ γὰρ τὰ ἀρτίτοκα τῶν βρεφῶν οὐδεὶς διδάσκει τὴν τροφήν (αὐτόματα γὰρ ἐκμανθάνει καὶ οἶδεν ἐν τοῖς μαζοῖς οὖσαν αὐτοῖς τὴν τράπεζαν), οὕτω καὶ νεανίσκος ἔρωτος πρωτοκύμων οὐ δεῖται διδασκαλίας πρὸς τὸν τοκετόν. [2] Ἐὰν γὰρ ἡ ὠδὶς παραγένηται καὶ ἐνστῇ τῆς ἀνάγκης ἡ προθεσμία, μηδὲν πλανηθείς, κἂν πρωτοκύμων ᾖς, εὑρήσεις τεκεῖν ὑπ̓ αὐτοῦ μαιωθεὶς τοῦ θεοῦ. Ὅσα δ̓ ἐστὶ κοινὰ καὶ μὴ τῆς εὐκαίρου τύχης δεόμενα, ταῦτα ἀκούσας μάθε. Μηδὲν μὲν εἴπῃς πρὸς τὴν παρθένον ἀφροδίσιον, [3] τὸ δὲ ἔργον ζήτει πῶς γένηται σιωπῇ. Παῖς γὰρ καὶ παρθένος ὅμοιοι μὲν εἰς αἰδῶ: πρὸς δὲ τὴν τῆς Ἀφροδίτης χάριν κἂν τὴν γνώμην ἔχωσιν, ἃ πάσχουσιν ἀκούειν οὐ θέλουσι: τὴν γὰρ αἰσχύνην κεῖσθαι νομίζουσιν ἐν τοῖς ῥήμασι. [4] Γυναῖκας μὲν γὰρ εὐφραίνει καὶ τὰ ῥήματα: παρθένος δὲ τοὺς μὲν ἔξωθεν ἀκροβολισμοὺς τῶν ἐραστῶν εἰς πεῖραν φέρει καὶ ἄφνω συντίθεται τοῖς νεύμασιν: ἐὰν δὲ αἰτήσῃς τὸ ἔργον προσελθών, ἐκπλήξεις αὐτῆς τὰ ὦτα τῇ φωνῇ, καὶ ἐρυθριᾷ καὶ μισεῖ τὸ ῥῆμα καὶ λοιδορεῖσθαι δοκεῖ κἂν ὑποσχέσθαι θέλῃ τὴν χάριν, αἰσχύνεται: τότε γὰρ πάσχειν νομίζει τὸ ἔργον, ὅτε μᾶλλον τὴν πεῖραν ἐκ τῆς τῶν λόγων ἡδονῆς ἀκούει. [5] Ἐὰν δὲ τὴν πεῖραν προσαγαγὼν τὴν ἄλλην καὶ εὐάγωγον αὐτὴν παρασκευάσας ἡδέως ἤδη προσέρχῃ, σιώπα μὲν οὖν τὰ πολλὰ ὡς ἐν μυστηρίῳ, φίλησον δὲ προσελθὼν ἠρέμα: τὸ γὰρ ἐραστοῦ φίλημα πρὸς ἐρωμένην θέλουσαν μὲν παρέχειν αἴτησίς ἐστι, πρὸς ἀπειθοῦσαν δὲ ἱκετηρία. [6] Κἂν μὲν προσῇ τις συνθήκη τῆς πράξεως πολλάκις δὲ καὶ ἑκοῦσαι πρὸς τὸ ἔργον ἐρχόμεναι θέλουσι βιάζεσθαι δοκεῖν, ἵνα τῇ δόξῃ τῆς ἀνάγκης ἀποτρέπωνται τῆς αἰσχύνης τὸ ἑκούσιον. Μὴ τοίνυν ὀκνήσῃς, ἐὰν ἀνθισταμένην ἴδῃς, ἀλλ̓ ἐπιτήρει πῶς ἀνθίσταται: σοφίας γὰρ κἀνταῦθα δεῖ. [7] Κἂν μὲν προσκαρτερῇ, ἐπίσχες τὴν βίαν: οὔπω γὰρ πείθεται: ἐὰν δὲ μαλθακώτερον ἤδη θέλῃς, χορήγησον τὴν ὑπόκρισιν, μὴ ἀπολέσῃς σου τὸ δρᾶμα.’
Κἀγὼ ‘μεγάλα μὲν’ ἔφην ‘ἐφόδιά μοι δέδωκας καὶ εὔχομαι τυχεῖν, Κλεινία: φοβοῦμαι δ̓ ὅμως μὴ κακῶν μοι γένηται τὸ εὐτύχημα μειζόνων ἀρχὴ καὶ ἐπιτρίψῃ με πρὸς ἔρωτα πλείονα. Ἂν οὖν αὐξηθῇ μοι τὸ δεινόν, τί δράσω; [2] γαμεῖν μὲν οὐκ ἂν δυναίμην: ἄλλῃ γὰρ δέδομαι παρθένῳ: ἐπίκειται δέ μοι πρὸς τοῦτον τὸν γάμον ὁ πατὴρ δίκαια αἰτῶν, οὐ ξένην, οὐδὲ αἰσχρὰν γῆμαι κόρην, οὐδ̓ ὡς Χαρικλέα πλούτῳ με πωλεῖ, ἀλλ̓ αὑτοῦ μοι δίδωσι θυγατέρα, καλὴν μέν, ὦ θεοί, πρὶν Λευκίππην ἰδεῖν, νῦν δὲ πρὸς τὸ κάλλος αὐτῆς τυφλώττω καὶ πρὸς Λευκίππην μόνην τοὺς ὀφθαλμοὺς ἔχω. [3] Ἐν μεθορίῳ κεῖμαι δύο ἐναντίων: Ἔρως ἀνταγωνίζεται καὶ πατήρ. Ὁ μὲν ἕστηκεν αἰδοῖ κρατῶν, ὁ δὲ κάθηται πυρπολῶν. Πῶς κρίνω τὴν δίκην; ἀνάγκη μάχεται καὶ φύσις, καὶ θέλω μὲν σοὶ δικάσαι, πάτερ, ἀλλ̓ ἀντίδικον ἔχω χαλεπώτερον. Βασανίζει τὸν δικαστήν, ἕστηκε: μετὰ βελῶν, κρίνει μετὰ πυρός. Ἂν ἀπειθήσω, πάτερ, αὐτῷ, κάομαι τῷ πυρί.’
Ἡμεῖς μὲν οὖν ταῦτα ἐφιλοσοφοῦμεν περὶ τοῦ θεοῦ: ἐξαίφνης δέ τις εἰστρέχει τῶν τοῦ Χαρικλέους οἰκετῶν, ἔχων ἐπὶ τοῦ προσώπου τὴν ἀγγελίαν τοῦ κακοῦ, ὡς τὸν Κλεινίαν εὐθὺς ἀνακραγεῖν θεασάμενον ‘κακόν τι γέγονε Χαρικλεῖ.’ Ἅμα δὲ αὐτοῦ λέγοντος συνεξεφώνησεν ὁ οἰκέτης ‘τέθνηκε [2] Χαρικλῆς.’ Τὸν μὲν δὴ Κλεινίαν πρὸς τὴν ἀγγελίαν ἀφῆκεν ἡ φωνὴ καὶ ἔμεινεν ἀκίνητος, ὥσπερ τυφῶνι βεβλημένος τῷ λόγῳ: ὁ δὲ οἰκέτης διηγεῖται ‘ἐπὶ τὸν ἵππον τὸν σὸν ἐκάθισεν, ὦ Κλεινία, ὃς τὰ μὲν πρῶτα ἤλαυνεν ἠρέμα: δύο δὲ ἢ τρεῖς δρόμους περιελθὼν τὴν ἱππασίαν ἐπέσχε καὶ τὸν ἵππον ἱδροῦντα κατέψα καθήμενος, τοῦ ῥυτῆρος ἀμελήσας. [3] Ἀπομάττοντος δὲ τῆς ἕδρας τοὺς ἱδρῶτας ψόφος κατόπιν γίνεται, καὶ ὁ ἵππος ἐκταραχθεὶς πηδᾷ ὄρθιος ἀρθεὶς καὶ ἀλογίστως ἐφέρετο. Τὸν γὰρ χαλινὸν ἐνδακὼν καὶ τὸν αὐχένα γυρώσας φρίξας τε τὴν κόμην, οἰστρηθεὶς τῷ φόβῳ διαέριος ἵπτατο. Τῶν δὲ ποδῶν οἱ μὲν ἔμπροσθεν ἥλλοντο, οἱ δὲ ὄπισθεν τοὺς ἔμπροσθεν ἐπειγόμενοι φθάσαι τὸν δρόμον ἐπέσπευδον, [4] διώκοντες τὸν ἵππον. Ὁ δὲ ἵππος τῇ τῶν ποδῶν κυρτούμενος ἁμίλλῃ, ἄνω τε καὶ κάτω πηδῶν πρὸς τὴν ἑκατέρων σπουδὴν δίκην νεὼς χειμαζομένης τοῖς νώτοις ἐκυμαίνετο. Ὁ δὲ κακοδαίμων Χαρικλῆς ὑπὸ τοῦ τῆς ἱππείας ταλαντευόμενος κύματος ἐκ τῆς ἕδρας ἐσφαιρίζετο, ποτὲ μὲν ἐπ̓ οὐρὰν κατολισθάνων, ποτὲ δὲ ἐπὶ τράχηλον κυβιστῶν: ὁ δὲ τοῦ κλύδωνος ἐπίεζεν αὐτὸν χειμών. [5] Τῶν δὲ ῥυτήρων οὐκέτι κρατεῖν δυνάμενος, δοὺς δὲ ἑαυτὸν τῷ τοῦ δρόμου πνεύματι, τῆς τύχης ἦν. Ὁ δὲ ἵππος ῥύμῃ θέων ἐκτρέπεται τῆς λεωφόρου καὶ ἐς ὕλην ἐπήδησε καὶ εὐθὺς τὸν ἄθλιον Χαρικλέα περιρρήγνυσι δένδρῳ. Ὁ δὲ ὡς ἀπὸ μηχανῆς προσαραχθεὶς ἐκκρούεται μὲν τῆς ἕδρας, ὑπὸ δὲ τῶν τοῦ δένδρου κλάδων τὸ πρόσωπον αἰσχύνεται καὶ τοσούτοις περιδρύπτεται τραύμασιν, ὅσαι τῶν κλάδων ἦσαν αἱ αἰχμαί. [6] Οἱ δὲ ῥυτῆρες αὐτῷ περιδεθέντες οὐκ ἤθελον ἀφεῖναι τὸ σῶμα, ἀλλ̓ ἀνθεῖλκον αὐτὸ περισύροντες θανάτου τρίβον. Ὁ δὲ ἵππος ἔτι μᾶλλον ἐκταραχθεὶς τ�
�� πτώματι καὶ ἐμποδιζόμενος εἰς τὸν δρόμον τῷ σώματι κατεπάτει τὸν ἄθλιον, ἐκλακτίζων τὸν δεσμὸν τῆς φυγῆς: ὥστε οὐκ ἂν αὐτόν τις ἰδὼν γνωρίσειε.’
Ταῦτα μὲν οὖν ἀκούων ὁ Κλεινίας ἐσίγα τινὰ χρόνον ὑπ̓ ἐκπλήξεως, μεταξὺ δὲ νήψας ἐκ τοῦ κακοῦ διωλύγιον ἐκώκυσε καὶ ἐκδραμεῖν ἐπὶ τὸ σῶμα ἠπείγετο: ἐπηκολούθουν δὲ κἀγώ, παρηγορῶν ὡς ἠδυνάμην. [2] Καὶ ἐν τούτῳ φοράδην Χαρικλῆς ἐκομίζετο, θέαμα οἴκτιστον καὶ ἐλεεινόν: ὅλος γὰρ τραῦμα ἦν, ὥστε μηδένα τῶν παρόντων κατασχεῖν τὰ δάκρυα. Ἐξῆρχε δὲ τοῦ θρήνου ὁ πατὴρ πολυτάρακτον βοῶν ‘οἷος ἀπ̓ ἐμοῦ προελθὼν οἷος ἐπανέρχῃ μοι, τέκνον; ὢ πονηρῶν ἱππασμάτων. Οὐδὲ κοινῷ μοι θανάτῳ τέθνηκας: οὐδ̓ εὐσχήμων φαίνῃ νεκρός. [3] Τοῖς μὲν γὰρ ἄλλοις τῶν ἀποθανόντων κἂν ἴχνος τῶν γνωρισμάτων διασώζεται: κἂν τὸ ἄνθος τις τῶν προσώπων ἀπολέσῃ, τηρεῖ τὸ εἴδωλον καὶ παρηγορεῖ τὸ λυπούμενον καθεύδοντα μιμούμενος: τὴν μὲν γὰρ ψυχὴν ἐξεῖλεν ὁ θάνατος, ἐν δὲ τῷ σώματι τηρεῖ τὸν ἄνθρωπον. [4] Σοῦ δὲ ὁμοῦ καὶ ταῦτα διέφθειρεν ἡ τύχη, καί μοι τέθνηκας θάνατον διπλοῦν, ψυχῆς καὶ σώματος. Ὄντως σου τέθνηκε καὶ τῆς εἰκόνος ἡ σκιά: ἡ μὲν γὰρ ψυχή σου πέφευγεν, οὐχ εὑρίσκω δέ σε οὐδὲ ἐν τῷ σώματι. [5] Πότε μοι, τέκνον, γαμεῖς; πότε σου θύσω τοὺς γάμους, ἱππεῦ καὶ νυμφίε: νυμφίε μὲν ἀτελής, ἱππεῦ δὲ δυστυχής. Τάφος μέν σοι, τέκνον, ὁ θάλαμος, γάμος δὲ ὁ θάνατος, θρῆνος δὲ ὁ ὑμέναιος: ὁ δὲ κωκυτὸς οὗτος τῶν γάμων ᾠδαί. [6] Ἄλλο σοι, τέκνον, προσεδόκων πῦρ ἀνάψειν: ἀλλὰ τοῦτο μὲν ἔσβεσεν ἡ φθονερὰ τύχη μετὰ σοῦ: ἀνάπτει δέ σοι δᾷδας κακῶν. Ὢ πονηρᾶς ταύτης δᾳδουχίας. Ἡ νυμφική σοι δᾳδουχία ταφὴ γίνεται.’
Complete Works of Achilles Tatius Page 21