Complete Works of Achilles Tatius

Home > Other > Complete Works of Achilles Tatius > Page 32
Complete Works of Achilles Tatius Page 32

by Achilles Tatius


  Ἦσαν δὲ τῶν πραττομένων σκοποὶ πόρρωθεν, οὕς οἱ βουκόλοι προκαθίσαντες ἐκέλευον, εἰ διαβαίνοντας ἴδοιεν τοὺς πολεμίους, τὸ χῶμα τοῦ ποταμοῦ κόψαντας ἐπαφεῖναι τὸ ὕδωρ πᾶν τοῖς ἐναντίοις. [2] Ἔχει γὰρ οὕτω τὰ τοῦ Νείλου ῥεύματα. Καθ̓ ἑκάστην διώρυχα χῶμα ἔχουσιν Αἰγύπτιοι, ὡς ἂν μὴ πρὸ καιροῦ τῆς χρείας ὑπερέχων ὁ Νεῖλος τὴν γῆν ἐπικλύσῃ. Ὅταν δὲ δεηθῶσιν ἀρδεῦσαι τὸ πεδίον, ἀνέῳξαν ὀλίγον τοῦ χώματος. Ἦν οὖν τῆς κώμης ὄπισθεν διῶρυξ τοῦ ποταμοῦ μεγάλη καὶ πλατεῖα. [3] Ταύτῃ οἱ τεταγμένοι τὸ ἔργον ὡς εἶδον εἰσιόντας τοὺς πολεμίους, διακόπτουσι ταχὺ τὸ χῶμα. Πάντα οὖν ὁμοῦ γίνεται: οἱ μὲν γέροντες οἱ κατὰ πρόσωπον ἄφνω διίστανται, οἱ δὲ τὰς λόγχας ἐγείραντες ἐκτρέχουσι: τὸ δὲ ὕδωρ ἤδη παρῆν, καὶ ὠγκοῦντο μὲν οἱ λίμναι πάντοθεν οἰδοῦσαι, ὁ δὲ ἰσθμὸς ἐπεκλύζετο, [4] πάντα δὲ ἦν ὥσπερ θάλασσα. Ἐμπεσόντες οὖν οἱ βουκόλοι τοὺς μὲν κατὰ πρόσωπον καὶ τὸν στρατηγὸν αὐτὸν διαπείρουσι ταῖς λόγχαις, ἀπαρασκεύους τε ὄντας καὶ πρὸς τὸ ἀδόκητον τεταραγμένους: [5] τῶν δ̓ ἄλλων ἀδιήγητος ὁ θάνατος ἦν. Οἱ μὲν γὰρ εὐθὺς ἐκ πρώτης προσβολῆς μηδὲ κινήσαντες τὰς αἰχμὰς ἀπώλλυντο, οἱ δὲ οὐ λαβόντες σχολὴν ἀμύνασθαι: ἅμα γὰρ ἐμάνθανον καὶ ἔπασχον: ἐνίους δὲ ἔφθανε τὸ παθεῖν πρὸ τοῦ μαθεῖν: οἱ δὲ ὑπ̓ ἐκπλήξεως τοῦ παραλόγου τὸν θάνατον εἱστήκεσαν περιμένοντες: οἱ δὲ καὶ κινηθέντες μόνον κατωλίσθανον ὑποσκελίζοντος αὐτοὺς τοῦ ποταμοῦ: οἱ δὲ καὶ φεύγειν ὁρμήσαντες εἰς τὸ βαθὺ τῆς λίμνης ἐγκυλισθέντες ὑπεσύρησαν. [6] Τῶν μὲν γὰρ ἐπὶ τῆς γῆς ἑστώτων τὸ ὕδωρ ἦν ἄχρις ὀμφαλοῦ, ὥστε καὶ ἀνέκρουεν αὐτῶν τὰς ἀσπίδας καὶ ἐγύμνου πρὸς τὰ τραύματα τὰς γαστέρας: τὸ δὲ κατὰ τὴν λίμνην ὕδωρ πάντη ὑπὲρ κεφαλὴν ἀνδρὸς ἦν. [7] Διακρῖναι δ̓ οὐκ ἦν τί λίμνη καὶ τί πεδίον, ἀλλὰ καὶ ὁ διὰ τῆς γῆς τρέχων δέει τοῦ μὴ διαμαρτεῖν βραδύτερος ἦν πρὸς τὴν φυγήν, ὥστε ταχέως ἡλίσκετο, καὶ ὁ κατὰ τῆς λίμνης πλανηθείς, [8] δόξας γῆν εἶναι, κατεδύετο. Καὶ ἦν καινὰ ἀτυχήματα, ναυάγια τοσαῦτα, καὶ ναῦς οὐδαμοῦ: ἀμφότερα δὲ καινὰ καὶ παράλογα, ἐν ὕδατι πεζομαχία, [9] καὶ ἐν τῇ γῇ ναυαγία. Οἱ μὲν δὴ τοῖς πεπραγμένοις ἐπαρθέντες μέγα ἐφρόνουν, ἀνδρείᾳ νομίζοντες κεκρατηκέναι καὶ οὐκ ἀπάτης κλοπῇ. Ἀνὴρ γὰρ Αἰγύπτιος καὶ τὸ δειλὸν ὅπου φοβεῖται δεδούλωται, καὶ τὸ μάχιμον ἐν οἷς θαρρεῖ παρώξυνται: ἀμφότερα δὲ οὐ κατὰ μέτρον, ἀλλὰ τὸ μὲν ἀσθενέστερον δυστυχεῖ, τὸ δὲ προπετέστερον κρατεῖ.

  Δέκα δὲ τῇ Λευκίππῃ διεληλύθεσαν ἡμέραι τῆς μανίας, ἡ δὲ νόσος οὐκ ἐκουφίζετο. Ἅπαξ οὖν ποτε καθεύδουσα, ταύτην ἀφίησιν ὀνειροπολουμένη τὴν φωνὴν ‘διὰ σὲ μαίνομαι, Γοργία.’ Ἐπεὶ οὖν ἕως ἐγένετο, λέγω τῷ Μενελάῳ τὸ λεχθὲν καὶ ἐσκόπουν εἴ τις εἴη που κατὰ τὴν κώμην Γοργίας. [2] Προελθοῦσι δ̓ ἡμῖν νεανίσκος προσέρχεταί τις καὶ προσαγορεύσας με ‘σωτὴρ ἥκω σὸς’ ἔφη ‘καὶ τῆς σῆς γυναικός.’ Ἐκπλαγεὶς οὖν καὶ θεόπεμπτον εἶναι νομίσας τὸν ἄνθρωπον ‘μὴ Γοργίας’ εἶπον ‘τυγχάνεις;’ ‘Οὐ μὲν οὖν’ εἶπεν ‘ἀλλὰ Χαιρέας: Γοργίας γάρ σε ἀπολώλεκεν.’ [3] Ἔτι μᾶλλον ἔφριξα καὶ λέγω ‘τίνα ταύτην ἀπώλειαν, καὶ τίς ἐστιν ὁ Γοργίας; δαίμων γάρ μοί τις αὐτὸν ἐμήνυσε νύκτωρ: σὺ δὲ ἐξηγητὴς γενοῦ τῶν θείων μηνυμάτων.’ ‘Γοργίας ἦν μὲν’ ἔφη ‘Αἰγύπτιος στρατιώτης: νῦν δὲ οὐκέτ̓ ἔστιν, ἀλλ̓ ἔργον γέγονε τῶν βουκόλων: ἤρα δὲ τῆς σῆς γυναικός. [4] Ὤν δὲ φύσει φαρμακεὺς σκευάζει τι φάρμακον ἔρωτος καὶ πείθει τὸν διακονούμενον ὑμῖν Αἰγύπτιον λαβεῖν τὸ φάρμακον καὶ ἐγκαταμίξαι τῷ τῆς Λευκίππης ποτῷ. Λανθάνει δὲ ἀκράτῳ χρησάμενος τῷ φαρμάκῳ, καὶ τὸ φίλτρον εἰς μανίαν αἴρεται. [5] Ταῦτα γάρ μοι χθὲς ὁ τοῦ Γοργίου θεράπων διηγήσατο, ὃς ἔτυχεν αὐτῷ συστρατευσάμενος ἐπὶ τοὺς βουκόλους: ἔσωσε δὲ αὐτόν, ὡς εἰκός, ὑπὲρ ὑμῶν ἡ Τύχη. Αἰτεῖ δὲ χρυσοῦς τέτταρας ὑπὲρ τῆς ἰάσεως: ἔχει γάρ, φησίν, ἑτέρου φαρμάκου σκευήν, δἰ οὗ [6] λύσει τὸ πρότερον.’ ‘Ἀλλὰ σοὶ μὲν’ ἔφην ‘ἀγαθὰ γένοιτο τῆς διακονίας: τὸν δ̓ ἄνθρωπον, ὃν λέγεις, ἄγε πρὸς ἡμᾶς.’ Καὶ ὁ μὲν ἀπῆλθεν, ἐγὼ δὲ πρὸς τὸν Αἰγύπτιον εἰσελθὼν τύπτω αὐτὸν πὺξ κατὰ τῶν προσώπων καὶ δευτέραν καὶ τρίτην, θορυβῶν δὲ ἅμα λέγω ‘εἰπόν, τί δέδωκας Λευκίππῃ, καὶ πόθεν μαίνεται;’ ὁ δὲ φοβηθεὶς καταλέγει πάντα, ὅσα ἡμῖν ὁ Χαιρέας διηγήσατο. Τὸν μὲν οὖν εἴχομεν ἐν φυλακῇ καθείρξαντες.

  Κἀν τούτῳ παρῆν ὁ Χαιρέας, ἄγων τὸν ἄνθρωπον. Λέγω οὖν πρὸς ἀμφοτέρους ‘τοὺς μὲν τέτταρας χρυσοῦς ἤδη λάβετε μισθὸν ἀγαθῆς μηνύσεως: ἀκούσατε δὲ ὡς ἔχω περὶ τοῦ φαρμάκου. Ὁρᾶτε ὡς καὶ τῶν παρόντων τῇ γυναικὶ κακῶν αἴτιον γέγονε φάρμακον. [2] Οὐκ ἀκίνδυνον δὲ ἐπιφαρμάσσειν τὰ σπλάγχνα ἤδη πεφαρμαγμένα. Φέρε εἴπατε ὅ τι καὶ ἔχει τὸ φάρμακον τοῦτο, καὶ παρόντων ἡμῶν σκευάσατε: χρυσοῖ δὲ ὑμῖν ἄλλοι τέτταρες μισθός, ἄν οὕτω ποιῆτε.’ Καὶ ὁ ἄνθρωπος ‘δίκαια’ ἔφη ‘φοβῇ: [3] τὰ δὲ ἐμβαλλόμενα κοινὰ καὶ πάντα ἐδώδιμα: αὐτὸς δὲ τούτων ἀπογεύσομαι τοσοῦτον, ὅσον κἀκείνη λάβῃ.’ Καὶ ἅμα κελεύει τινὰ πριάμενον κομίζειν, ἕκαστον εἰπών. Ὥς δὲ ταχὺ μὲν ἐκομί
σθη, παρόντων δ̓ ἡμῶν συνέτριψε πάντα ὁμοῦ, δίχα διελὼν ‘τὸ μὲν αὐτὸς’ [4] ἔφη ‘πίομαι πρῶτος, τὸ δὲ δώσω τῇ γυναικί. Κοιμήσεται δὲ πάντως δἰ ὅλης τῆς νυκτὸς λαβοῦσα: περὶ δὲ τὴν ἕω καὶ τὸν ὕπνον καὶ τὴν νόσον ἀπώσεται.’ Λαμβάνει δὴ τοῦ φαρμάκου πρῶτος αὐτός, τὸ δὲ λοιπὸν κελεύει περὶ τὴν ἑσπέραν δοῦναι πιεῖν. [5] ‘Ἐγὼ δὲ ἄπειμι’ ἔφη ‘κοιμησόμενος: τὸ γὰρ φάρμακον οὕτω βούλεται.’ Ταῦτα εἰπὼν ἀπῆλθε, τοὺς τέτταρας χρυσοῦς παῤ ἐμοῦ λαβών. ‘Τοὺς δὲ λοιποὺς’ ἔφην ‘δώσω, εἰ ῥαΐσει ἐκ τῆς νόσου.’

  Ἐπεὶ οὖν καιρὸς ἦν αὐτῇ πιεῖν τὸ φάρμακον, ἐγχέας προσηυχόμην αὐτῷ ‘ὦ γῆς τέκνον, φάρμακον, ὦ δῶρον Ἀσκληπιοῦ, ἀλήθευσόν σου τὰ ἐπαγγέλματα: εὐτυχέστερον ἐμοῦ γενοῦ καὶ σῶζέ μοι τὴν φιλτάτην. Νίκησον τὸ φάρμακον ἐκεῖνο τὸ βάρβαρον [2] καὶ ἄγριον.’ Ταῦτα δοὺς τῷ φαρμάκῳ τὰ συνθήματα καὶ καταφιλήσας τὸ ἔκπωμα δίδωμι τῇ Λευκίππῃ πιεῖν: ἡ δέ, ὡς ὁ ἄνθρωπος εἶπε, μετὰ μικρὸν ἔκειτο καθεύδουσα. Κἀγὼ παρακαθήμενος ἔλεγον πρὸς αὐτὴν ὡς ἀκούουσαν ‘ἆρά μοι σωφρονήσεις ἀληθῶς; ἆρά μέ ποτε γνωριεῖς; ἆρά σου τὴν φωνὴν ἐκείνην ἀπολήψομαι; [3] μάντευσαί τι καὶ νῦν καθεύδουσα: καὶ γὰρ χθὲς τοῦ Γοργίου κατεμαντεύσω δικαίως. Εὐτυχεῖς ἄρα μᾶλλον κοιμωμένη: γρηγοροῦσα μὲν γὰρ μανίαν δυστυχεῖς, τὰ δὲ ἐνύπνιά [4] σου σωφρονεῖ.’ Ταῦτά μου διαλεγομένου ὡς πρὸς ἀκούουσαν Λευκίππην, μόλις ἡ πολύευκτος ἕως ἀναφαίνεται, καὶ ἡ Λευκίππη φθέγγεται, καὶ ἦν ἡ [5] φωνὴ ‘Κλειτοφῶν.’ Ἀναπηδήσας οὖν πρόσειμί τε αὐτῇ καὶ πυνθάνομαι πῶς ἔχει: ἡ δὲ ἐῴκει μὲν μηδὲν ὧν ἔπραξεν ἐγνωκέναι, τὰ δεσμὰ δὲ ἰδοῦσα ἐθαύμαζε καὶ ἐπυνθάνετο τίς ὁ δήσας εἴη. Ἐγὼ δὲ ἰδὼν σωφρονοῦσαν ὑπὸ πολλῆς χαρᾶς ἔλυον μὲν μετὰ θορύβου τὰ δεσμά, μετὰ ταῦτα δὲ ἤδη τὸ πᾶν αὐτῇ διηγοῦμαι: ἡ δὲ ᾐσχύνετο ἀκροωμένη καὶ ἠρυθρία καὶ ἐνόμιζε τότε αὐτὰ ποιεῖν. [6] Τὴν μὲν οὖν ἀνελάμβανον παραμυθούμενος, τοῦ δὲ φαρμάκου τὸν μισθὸν ἀποδίδωμι μάλα ἄσμενος. Ἦν δὲ τὸ πᾶν ἡμῖν ἐφόδιον σῶον: ὁ γὰρ Σάτυρος ἔτυχεν ἐζωσμένος ὅτε ἐναυαγήσαμεν, οὐκ ἀφῄρητο δὲ ὑπὸ τῶν λῃστῶν οὔτε αὐτὸς οὔτε ὁ Μενέλαος οὐδὲν ὧν εἶχεν.

  Ἐν τούτῳ δὲ καὶ τοὺς: λῃστὰς ἐπελθοῦσα δύναμις μείζων ἀπὸ τῆς μητροπόλεως παρεστήσατο καὶ πᾶσαν αὐτῶν εἰς ἔδαφος κατέστρεψε τὴν πόλιν. Ἐλευθερωθέντος δὲ τοῦ ποταμοῦ τῆς τῶν βουκόλων ὕβρεως, παρεσκευαζόμεθα τὸν ἐπὶ τὴν Ἀλεξάνδρειαν πλοῦν. Συνέπλει δὲ ἡμῖν καὶ ὁ Χαιρέας, φίλος ἤδη γενόμενος ἐκ τῆς τοῦ φαρμάκου μηνύσεως. [2] Ἦν δὲ τὸ μὲν γένος ἐκ τῆς νήσου τῆς Φάρου, τὴν δὲ τέχνην ἁλιεύς, ἐστρατεύετο δὲ μισθοῦ κατὰ τῶν βουκόλων τὴν ἐν ταῖς ναυσὶ στρατείαν, ὥστε μετὰ τὸν πόλεμον τῆς στρατείας ἀπήλλακτο. [3] Ἦν οὖν ἐξ ἀπλοίας μακρᾶς πλεόντων πάντα μεστὰ καὶ πολλή τις ὄψεως ἡδονή, ναυτῶν ᾠδή, πλωτήρων κρότος, χορεία νεῶν, καὶ ἦν ἅπας ὁ ποταμὸς ἑορτή: ἐῴκει δὲ ὁ πλοῦς κωμάζοντι ποταμῷ. Ἔπινον δὲ καὶ τοῦ Νείλου τότε πρῶτον ἄνευ τῆς πρὸς οἶνον ὁμιλίας, κρῖναι θέλων τοῦ πώματος τὴν ἡδονήν: οἶνος γὰρ φύσεως ὕδατος κλοπή. [4] Ἀρυσάμενος οὖν ὑάλου τῆς διαφανοῦς κύλικα, τὸ ὕδωρ ἑώρων ὑπὸ λευκότητος πρὸς τὸ ἔκπωμα ἁμιλλώμενον καὶ τὸ ἔκπωμα νικώμενον: γλυκὺ δὲ πινόμενον ἦν καὶ ψυχρὸν ἐν μέτρῳ τῆς ἡδονῆς: οἶδα γὰρ ἐνίους τῶν παῤ Ἕλλησι ποταμῶν καὶ τιτρώσκοντας τούτῳ: [5] συνέκρινον αὐτοὺς τῷ ποταμῷ. Διὰ τοῦτο αὐτὸν ἄκρατον ὁ Αἰγύπτιος πίνων οὐ φοβεῖται, Διονύσου μὴ δεόμενος. Ἐθαύμασα δὲ αὐτῶν καὶ τὸν τρόπον τοῦ ποτοῦ. Οὔτε γὰρ ἀρύσαντες πίνειν ἐθέλουσιν οὔτε ἐκπωμάτων ἀνέχονται, ἔκπωμα αὐτουργὸν ἔχοντες: ἔκπωμα γὰρ αὐτοῖς ἐστιν ἡ χείρ. [6] Εἰ γάρ τις αὐτῶν διψήσειε πλέων, προκύψας ἐκ τῆς νεὼς τὸ μὲν πρόσωπον ἐς τὸν ποταμὸν προβέβληκε, τὴν δὲ χεῖρα εἰς τὸ ὕδωρ καθῆκε καὶ κοίλην βαπτίσας καὶ πλησάμενος ὕδατος ἀκοντίζει κατὰ τοῦ στόματος τὸ πῶμα καὶ τυγχάνει τοῦ σκοποῦ: τὸ δὲ κεχηνὸς περιμένει τὴν βολὴν καὶ δέχεται καὶ κλείεται καὶ οὐκ ἐᾷ τὸ ὕδωρ αὖθις ἔξω πεσεῖν.

  Εἶδον δὲ καὶ ἄλλο θηρίον τοῦ Νείλου ὑπὲρ τὸν ἵππον τὸν ποτάμιον εἰς ἀλκὴν ἐπαινούμενον, κροκόδειλος δὲ ὄνομα ἦν αὐτῷ: παρήλλακτο δὲ τὴν μορφὴν εἰς ἰχθὺν ὁμοῦ καὶ θηρίον. Μέγας μὲν γὰρ ἐκ κεφαλῆς ἐς οὐράν, τὸ δὲ εὖρος τοῦ μεγέθους οὐ κατὰ λόγον. [2] Δορὰ μὲν φολίσι ῥυσή, τεφραία δὲ τῶν νώτων ἡ χρόα καὶ μέλαινα: ἡ γαστὴρ δὲ λευκή: πόδες τέτταρες εἰς τὸ πλάγιον ἠρέμα κυρτούμενοι, καθάπερ χερσαίας χελώνης: οὐρὰ μακρὰ καὶ παχεῖα καὶ ἐοικυῖα στερεῷ σώματι. [3] Οὐ γὰρ ὡς τοῖς ἄλλοις ἐπίκειται θηρίοις, ἀλλ̓ ἔστι τῆς ῥάχεως ἓν ὀστοῦν τελευτὴ καὶ μέρος αὐτοῦ τῶν ὅλων. Ἐντέτμηται δὲ ἄνωθεν εἰς ἀκάνθας ἀναιδεῖς, οἷαι τῶν πριόνων εἰσὶν αἱ αἰχμαί. [4] Αὕτη δὲ αὐτῷ καὶ μάστιξ ἐπὶ τῆς ἄγρας γίνεται: τύπτει γὰρ αὐτῇ πρὸς οὓς ἄν διαπαλαίῃ καὶ πολλὰ ποιεῖ τραύματα πληγῇ μιᾷ. Κεφαλὴ δὲ αὐτῷ τοῖς νώτοις συνυφαίνεται καὶ εἰς μίαν στάθμην ἰθύνεται (ἔκλεψε γὰρ αὐτοῦ τὴν δέρην ἡ φύσις), ἔστι δὲ τοῦ λοιποῦ βλοσυρωτέρα σώματος καὶ ἐπὶ πλεῖστον ἐπὶ τὰς γένυς ἐκτείνεται καὶ ἀνοίγεται πᾶσα. [
5] Τὸν μὲν γὰρ ἄλλον χρόνον, παῤ ὅσον οὐ κέχηνε τὸ θηρίον, ἔστι κεφαλή: ὅταν δὲ χάνῃ πρὸς τὰς ἄγρας, ὅλον στόμα γίνεται. Ἀνοίγει δὲ τὴν γένυν τὴν ἄνω, τὴν δὲ κάτω στερεὰν ἔχει: καὶ ἀπόστασίς ἐστι πολλή, καὶ μέχρι τῶν ὤμων τὸ χάσμα, καὶ εὐθύς ἡ γαστήρ. [6] Ὀδόντες δὲ πολλοὶ καὶ ἐπὶ πλεῖστον τεταγμένοι. Φασὶ δὲ ὅτι τὸν ἀριθμὸν τυγχάνουσιν ὅσας ὁ θεὸς εἰς ὅλον ἔτος ἀναλάμπει τὰς ἡμέρας: τοσοῦτον σπόρον φέρει τὸ τῶν γενύων πεδίον. Ἂν δ̓ ἐκπεράσῃ πρὸς τὴν γῆν, ὅσον ἔχει δυνάμεως οὐκ ἀπιστήσεις, ἰδὼν τὴν τοῦ σώματος ὁλκήν.

 

‹ Prev