Complete Works of Achilles Tatius
Page 34
‘Εὐθὺς μὲν γὰρ’ ἔφη ‘ῥαγείσης τῆς νεὼς ἐπὶ τὸ κέρας ᾖξα, καὶ ἄκρου λαβόμενος μόλις, ἀνδρῶν ἤδη πεπληρωμένου, περιβαλὼν τὰς χεῖρας ἐπεχείρουν ἔχεσθαι παρακρεμάμενος. Ὀλίγον δὲ ἡμῶν ἐμπελαγισάντων, κῦμα μέγιστον ἆραν τὸ ξύλον προσρήγνυσιν ὄρθιον ὑφάλῳ πέτρᾳ κατὰ θάτερον, οὗ ἐγὼ ἔτυχον κρεμάμενος. [2] Τὸ δὲ προσαραχθὲν βίᾳ πάλιν εἰς τοὐπίσω δίκην μηχανῆς ἀπεκρούετο καί με ὥσπερ ἀπὸ σφενδόνης ἐξερρίπτησε. Τοὐντεῦθεν δὲ ἐνηχόμην τὸ ἐπίλοιπον τῆς ἡμέρας, οὐκέτι ἔχων ἐλπίδα σωτηρίας. [3] Ἤδηδὲ καμὼν καὶ ἀφεὶς ἐμαυτὸν τῇ τύχῃ ναῦν ὁρῶ κατὰ πρόσωπον φερομένην, καὶ τὰς χεῖρας ἀνασχών, ὃν ἠδυνάμην τρόπον, ἱκετηρίαν ἐθέμην τοῖς νεύμασιν. Οἱ δὲ εἴτε ἐλεήσαντες, εἴτε καὶ τὸ πνεῦμα αὐτοὺς κατήγαγεν, ἔρχονται κατ̓ ἐμέ, καί τις τῶν ναυτῶν πέμπει μοι κάλων ἅμα τῆς νεὼς παραθεούσης: κἀγὼ μὲν ἐλαβόμην, οἱ δὲ ἐφείλκυσάν με ἐξ αὐτῶν τῶν τοῦ θανάτου πυλῶν. Ἔπλει δὲ τὸ πλοῖον εἰς Σιδῶνα: καί μέ τινες γνωρίσαντες ἐθεράπευσαν.’
‘δύο δὲ πλεύσαντες ἡμέρας ἐπὶ τὴν πόλιν ἥκομεν, καὶ δέομαι τῶν ἐν τῷ πλοίῳ Σιδωνίων (Ξενοδάμας δὲ ὁ ἔμπορος ἦν καὶ Θεόφιλος ὁ τούτου πενθερὸς) μηδενὶ Τυρίων, εἰ περιτύχοιεν, κατειπεῖν ὡς ἐκ ναυαγίας περιγενοίμην, ὡς ἂν μὴ μάθοιεν συναποδεδημηκότα. [2] Ἤλπιζον γὰρ λήσειν, εἰ τὰ ἀπὸ τούτων ἐν ἡσυχίᾳ γένοιτο, πέντε μόνον ἡμερῶν μοι μεταξὺ γενομένων, αἷς οὐκ ἔτυχον ὀφθείς: τοῖς δὲ κατὰ τὴν οἰκίαν τὴν ἐμήν, ὡς οἶδας, προηγορεύκειν λέγειν τοῖς πυνθανομένοις, εἰς κώμην ἀποδεδημηκέναι μέχρι δέκα ὅλων ἡμερῶν. [3] Καὶ τοῦτόν γε τὸν λόγον εὗρον περὶ ἐμοῦ κατεσχηκότα. Οὔπω δὲ ὁ σὸς πατὴρ ἐκ τῆς Παλαιστίνης ἔτυχεν ἥκων, ἀλλὰ δύο ἄλλων ὕστερον ἡμερῶν, καὶ καταλαμβάνει πεμφθέντα παρὰ τοῦ τῆς Λευκίππης πατρὸς γράμματα, ἅπερ ἔτυχε μετὰ μίαν ἡμέραν τῆς ἡμετέρας ἀποδημίας κεκομισμένα, δἰ ὧν ὁ Σώστρατος ἐγγυᾷ σοὶ τὴν θυγατέρα. [4] Ἐν ποικίλαις οὖν ἦν συμφοραῖς ἀναγνοὺς τὰ γράμματα καὶ τὴν ὑμετέραν ἀκούσας φυγήν, τὸ μὲν ὡς τὸ τῆς ἐπιστολῆς ἀπολέσας ἆθλον, τὸ δὲ ὅτι παρὰ μικρὸν οὕτως ἡ Τύχη τὰ πράγματα ἔθηκε: καὶ γὰρ οὐδὲν ἂν τούτων ἐγεγόνει, εἰ θᾶττον ἐκομίσθη τὰ γράμματα. [5] Καὶ τῶν μὲν πεπραγμένων οὐδὲν πρὸς τὸν ἀδελφὸν ἡγήσατό πω δεῖν γράφειν, ἀλλὰ καὶ τῆς μητρὸς τῆς κόρης ἐδεήθη τὸ παρὸν ἐπισχεῖν. [6] (Τάχα γὰρ αὐτοὺς ἐξευρήσομεν, καὶ οὐ δεῖ τὸ συμβὰν ἀτύχημα μανθάνειν Σώστρατον. Ἄσμενοι δὲ ὅπου ποτ̓ ἂν ὦσιν ὄντες μάθωσι τὴν ἐγγύην καὶ ἀφίξονται, εἴγε αὐτοῖς ἐξέσται φανερῶς ἔχειν ὑπὲρ οὗ πεφεύγασιν.) [7] Ἐπολυπραγμόνει δὲ παντὶ σθένει ποῖ κεχωρήκατε. Καὶ ὀλίγον πρὸ τούτων τῶν ἡμερῶν ἔρχεται Διόφαντος ὁ Τύριος ἐξ Αἰγύπτου πεπλευκώς, καὶ λέγει πρὸς αὐτὸν ὅτι σε ἐνθάδε ἐθεάσατο: κἀγὼ μαθών, ὡς εἶχον, εὐθὺς ἐπιβὰς νεὼς ὀγδόην ταύτην ἡμέραν πᾶσάν σε περιῆλθον ζητῶν τὴν πόλιν. Πρὸς ταῦτα οὖν σοι βουλευτέον ἐστίν, ὡς τάχα καὶ τοῦ πατρὸς ἥξοντος ἐνταῦθα τοῦ σοῦ.’
Ταῦτα ἀκούσας ἀνῴμωξα ἐπὶ τῇ τῆς Τύχης παιδιᾷ ‘ὦ δαῖμον’ λέγων, ‘νῦν μὲν Σώστρατός μοι Λευκίππην ἐκδίδωσι καί μοι γάμους ἐκ μέσου πολέμου πέμπει, μετρήσας ἀκριβῶς τὰς ἡμέρας, ἵνα μὴ φθάσῃ τὴν φυγήν. [2] Ὢ τῶν ἐξώρων εὐτυχημάτων, ὦ μακάριος ἐγὼ παρὰ μίαν ἡμέραν. Μετὰ θάνατον γάμοι, μετὰ θρῆνον ὑμέναιοι. Τίνα μοι δίδωσι νύμφην ἡ Τύχη; ἣν οὐδὲ ὁλόκληρόν μοι δέδωκε νεκράν.’ [3] ‘Οὐ θρήνων νῦν καιρὸς’ ὁ Κλεινίας εἶπεν, ‘ἀλλὰ σκεψώμεθα, πότερον εἰς τὴν πατρίδα σοι νῦν ἀνακομιστέον ἢ τὸν πατέρα ἐνταῦθα ἀναμενετέον.’ ‘Οὐδέτερον’ εἶπον: (ποίῳ γὰρ ἂν ἴδοιμι προσώπῳ τὸν πατέρα, μάλιστα μὲν οὕτως αἰσχρῶς φυγών, εἶτα καὶ τὴν παρακαταθήκην αὐτῷ τἀδελφοῦ διαφθείρας; φεύγειν οὖν ἐντεῦθεν ὑπολείπεται πρὶν ἥκειν αὐτόν.) [4] Ἐν τούτῳ δὴ ὁ Μενέλαος εἰσέρχεται καὶ ὁ Σάτυρος μετ̓ αὐτοῦ, καὶ τόν τε Κλεινίαν περιπτύσσονται καὶ μανθάνουσι παῤ ἡμῶν τὰ πεπραγμένα. Καὶ ὁ Σάτυρος ‘ἀλλ̓ ἔστι σοι’ ἔφη ‘τὰ παρόντα θέσθαι καλῶς καὶ ἐλεῆσαι ψυχὴν ἐπὶ σοὶ φλεγομένην: [5] ἀκουσάτω δὲ καὶ ὁ Κλεινίας. Ἡ γὰρ Ἀφροδίτη μέγα τούτῳ παρέσχεν ἀγαθόν, ὁ δ̓ οὐκ ἐθέλει λαβεῖν: γυναῖκα γὰρ ἐξέμηνεν ἐπ̓ αὐτὸν πάνυ καλήν, ὥστε ἂν ἰδὼν αὐτὴν εἴποις ἄγαλμα, Ἐφεσίαν τὸ γένος, [6] ὄνομα Μελίτην: πλοῦτος πολὺς καὶ ἡλικία νέα. Τέθνηκε δ̓ αὐτῆς προσφάτως ὁ ἀνὴρ κατὰ θάλατταν, βούλεται δὲ τοῦτον ἔχειν δεσπότην (οὐ γὰρ ἄνδρα ἐρῶ) καὶ δίδωσιν ἑαυτὴν καὶ πᾶσαν ἑαυτῆς τὴν οὐσίαν: δἰ αὐτὸν γὰρ τέτταρας μῆνας νῦν ἐνθάδε διέτριψεν, ἀκολουθῆσαι δεομένη. Ὁ δὲ οὐκ οἶδα τί παθὼν ὑπερηφανεῖ, νομίζων αὐτῷ Λευκίππην ἀναβιώσεσθαι.’
Καὶ ὁ Κλεινίας ‘οὐκ ἀπὸ τρόπου δοκεῖ μοι’ φησὶν ‘ὁ Σάτυρος λέγειν: κάλλος γὰρ καὶ πλοῦτος καὶ ἔρως εἰ συνῆλθον ἐπὶ σέ, οὐχ ἕδρας ἔργον οὐδ̓ ἀναβολῆς. Τὸ μὲν γὰρ κάλλος ἡδονήν, ὁ δὲ πλοῦτος τρυφήν, ὁ δὲ ἔρως αἰδῶ: μισεῖ δὲ ὁ θεὸς τοὺς ἀλαζόνας. [2] Φέρε πείσθητι τῷ Σατύρῳ καὶ χάρισαι τῷ θεῷ.’ Κἀγὼ στενάξας ‘ἄγε με’ εἶπον ‘ὅποι θέλεις, εἰ καὶ Κλεινίᾳ τοῦτο δοκεῖ: μόνον ὅπως τὸ γύναιόν μοι μὴ παράσχῃ πράγματα ἐπείγου�
�α πρὸς τὸ ἔργον, [3] ἔστ̓ ἂν εἰς τὴν Ἔφεσον ἀφικώμεθα. Φθάνω γὰρ ἐπομοσάμενος ἐνταῦθα μὴ συνελθεῖν, ἔνθα Λευκίππην ἀπολώλεκα.’ Ταῦτα ἀκούσας ὁ Σάτυρος προστρέχει πρὸς τὴν Μελίτην εὐαγγέλια φέρων: καὶ μικρὸν διαλιπὼν αὖθις ἐπανέρχεται, λέγων ἀκούσασαν τὴν γυναῖκα ὑφ̓ ἡδονῆς παρὰ μικρὸν τὴν ψυχὴν ἀφεῖναι, δεῖσθαι δὲ ἥκειν ὡς αὐτὴν δειπνήσοντα τὴν ἡμέραν γάμων προοίμιον.
Ἐπείσθην καὶ ᾠχόμην: ἡ δὲ ὡς εἶδέ με, ἀναθοροῦσα περιβάλλει καὶ πᾶν μου τὸ πρόσωπον ἐμπίπλησι φιλημάτων. Ἦν δὲ τῷ ὄντι καλὴ καὶ γάλακτι μὲν ἂν εἶπες αὐτῆς τὸ πρόσωπον κεχρῖσθαι, ῥόδον δὲ ἐμπεφυτεῦσθαι ταῖς παρειαῖς. [2] Ἐμάρμαιρεν αὐτῆς τὸ βλέμμα μαρμαρυγὴν ἀφροδίσιον: κόμη πολλὴ καὶ βαθεῖα καὶ κατάχρυσος τῇ χρόᾳ, ὥστε ἔδοξα οὐκ ἀηδῶς ἰδεῖν τὴν γυναῖκα. [3] Τὸ μὲν οὖν δεῖπνον ἦν πολυτελές: ἡ δὲ ἐφαπτομένη τῶν παρακειμένων, ὡς δοκεῖν ἐσθίειν, οὐκ ἠδύνατο τυχεῖν ὁλοκλήρου τροφῆς, πάντα δὲ ἔβλεπεν ἐμέ: οὐδὲν γὰρ ἡδὺ τοῖς ἐρῶσι πλὴν τὸ ἐρώμενον: τὴν γὰρ ψυχὴν πᾶσαν ὁ ἔρως καταλαβὼν οὐδὲ αὐτῇ χώραν δίδωσι τῇ τροφῇ. [4] Ἡ δὲ τῆς θέας ἡδονὴ διὰ τῶν ὀμμάτων εἰσρέουσα τοῖς στέρνοις ἐγκάθηται: ἕλκουσα δὲ τοῦ ἐρωμένου τὸ εἴδωλον ἀεὶ ἐναπομάττει τῷ τῆς ψυχῆς κατόπτρῳ καὶ ἀναπλάττει τὴν μορφήν: ἡ δὲ τοῦ κάλλους ἀπορροὴ δἰ ἀφανῶν ἀκτίνων ἐπὶ τὴν ἐρωτικὴν ἑλκομένη καρδίαν ἐναποσφραγίζει κάτω τὴν σκιάν. [5] Λέγω δὴ πρὸς αὐτὴν συνεὶς ‘ἀλλὰ σύ γε οὐδενὸς μετέχεις τῶν σῶν αὐτῆς, ἀλλ̓ ἔοικας τοῖς ἐν γραφαῖς ἐσθίουσιν:’ ἡ δὲ (ποῖον γὰρ ὄψον) ἔφη ‘μοι πολυτελέστερον ἢ ποῖος οἶνος τιμιώτερος τῆς σῆς ὄψεως;’ καὶ ἅμα λέγουσα κατεφίλησέ με, προσιέμενον οὐκ ἀηδῶς τὰ φιλήματα: εἶτα διασχοῦσα εἶπεν ‘αὕτη μοι τροφή.’
Τότε μὲν οὖν ἐν τούτοις ἦμεν: ἑσπέρας δὲ γενομένης ἡ μὲν ἐπεχείρει με κρατεῖν ἐκεῖ κοιμησόμενον, ἐγὼ δὲ παρῃτούμην, εἰπὼν ἃ καὶ πρὸς τὸν Σάτυρον ἔτυχον προαγορεύσας. Μόλις οὖν ἀφίησιν ἀνιωμένη. [2] Τῇ δὲ ὑστεραίᾳ συνέκειτο ἡμῖν εἰς τὸ τῆς Ἴσιδος ἱερὸν ἀπαντῆσαι διαλεξομένοις τε ἀλλήλοις καὶ πιστωσομένοις ἐπὶ μάρτυρι τῇ θεῷ: συμπαρῆσαν δὲ ἡμῖν ὅ τε Μενέλαος καὶ ὁ Κλεινίας: καὶ ὠμνύομεν ἐγὼ μὲν ἀγαπήσειν ἀδόλως, ἡ δὲ ἄνδρα ποιήσεσθαι καὶ πάντων ἀποφανεῖν δεσπότην. [3] ‘Ἄρξει δὲ’ εἶπον ἐγὼ ‘τῶν συνθηκῶν ἡ εἰς Ἔφεσον ἡμῶν ἄφιξις: ἐνταῦθα γάρ, ὡς ἔφην, Λευκίππῃ παραχωρήσεις.’ Δεῖπνον οὖν ἡμῖν ηὐτρεπίζετο πολυτελές, καὶ ὄνομα μὲν ἦν τῷ δείπνῳ γάμοι, τὸ δὲ ἔργον συνέκειτο ταμιεύεσθαι. [4] Καί τι μέμνημαι καὶ γελοῖον παρὰ τὴν ἑστίασιν τῆς Μελίτης. Ὡς γὰρ ἐπευφήμουν τοῖς γάμοις οἱ παρόντες, νεύσασα πρός με ἡσυχῆ ‘καινὸν’ εἶπεν ‘ἐγὼ μόνη πέπονθα. Κενοτάφιον μὲν γὰρ εἶδον, κενογάμιον δ̓ οὔ.’ Ταῦτα μὲν οὖν ἔπαιζε σπουδῇ.
Τῇ δὲ ἐπιούσῃ στελλόμεθα πρὸς ἀποδημίαν: κατὰ τύχην δὲ καὶ τὸ πνεῦμα ἐκάλει ἡμᾶς. Καὶ ὁ Μενέλαος μέχρι τοῦ λιμένος ἐλθὼν καὶ ἀσπασάμενος, εὐτυχεστέρας εἰπὼν νῦν ἡμᾶς τυχεῖν τῆς θαλάσσης ἀπετράπετο αὖθις, νεανίσκος πάνυ χρηστὸς καὶ θεῶν ἄξιος καὶ ἅμα δακρύων ἐμπεπλησμένος: καὶ ἡμῖν δὲ πᾶσι κατεφέρετο δάκρυα. [2] Τῷ δὲ Κλεινίᾳ ἐδόκει μή με καταλιπεῖν, ἀλλὰ μέχρις Ἐφέσου συμπλεύσαντα καί τινα ἐνδιατρίψαντα τῇ πόλει χρόνον ἐπανελθεῖν, [3] εἰ τἀμὰ ἐν καλῷ κείμενα καταμάθοι. Γίνεται δὴ κατ̓ οὐρὰν ἡμῶν ὁ ἄνεμος, ἑσπέρα τε ἦν καὶ δειπνήσαντες ἐκείμεθα κοιμησόμενοι: ἰδία δὲ ἐμοί τε καὶ τῇ Μελίτῃ καλύβη τις ἦν ἐπὶ τοῦ σκάφους περιπεφραγμένη. [4] Περιβαλοῦσα οὖν με κατεφίλει καὶ ἀπῄτει τὸν γάμον ‘νῦν μὲν’ λέγουσα ‘Λευκίππης τοὺς ὅρους ἐξήλθομεν καὶ τῶν συνθηκῶν τοὺς ὅρους ἀπειλήφαμεν: ἐντεῦθεν ἡ προθεσμία. Τί με δεῖ νῦν εἰς Ἔφεσον περιμένειν; ἄδηλοι τῆς θαλάσσης αἱ τύχαι, ἄπιστοι τῶν ἀνέμων αἱ μεταβολαί. [5] Πίστευσόν μοι, Κλειτοφῶν, κάομαι: ὄφελον ἠδυνάμην δεῖξαι τὸ πῦρ, ὄφελον εἶχε τὴν αὐτὴν φύσιν τῷ κοινῷ πυρί, ἵνα σοι περιχυθεῖσα κατέφλεξα: νῦν δὲ πρὸς τοῖς ἄλλοις τοῦτο μόνον τὸ πῦρ ἰδίαν ὕλην ἔχει καὶ ἐν ταῖς πρὸς τοὺς ἐραστὰς συμπλοκαῖς ἀνακαόμενον λάβρον τῶν συμπλεκομένων φείδεται. [6] Ὢ πυρὸς μυστικοῦ, πυρὸς ἐν ἀπορρήτῳ δᾳδουχουμένου, πυρὸς τοὺς ὅρους αὐτοῦ φυγεῖν μὴ θέλοντος. Μυηθῶμεν οὖν, ὦ φίλτατε, τὰ τῆς Ἀφροδίτης μυστήρια.’
Κἀγὼ εἶπον ‘μή με βιάσῃ λῦσαι θεσμὸν ὁσίας νεκρῶν: οὔπω τῆς ἀθλίας ἐκείνης τοὺς ὅρους παρήλθομεν, ἕως ἂν γῆς ἐπιβῶμεν ἑτέρας. Οὐκ ἤκουσας, ὡς ἐν θαλάσσῃ τέθνηκεν; ἔτι πλέω Λευκίππης τὸν τάφον: τάχα που περὶ τὴν ναῦν αὐτῆς εἰλεῖται τὸ εἴδωλον. [2] Λέγουσι δὲ τὰς ἐν ὕδατι ψυχὰς ἀνῃρημένας μηδὲ εἰς Ἅδου καταβαίνειν ὅλως, ἀλλ̓ αὐτοῦ περὶ τὸ ὕδωρ ἔχειν τὴν πλάνην, καὶ ἐπιστήσεται τάχα ἡμῖν συμπλεκομένοις. Ἐπιτήδειον δέ σοι δοκεῖ τὸ χωρίον εἶναι πρὸς γάμον; γάμος ἐπὶ κύματος, γάμος ὑπὸ θαλάσσης φερόμενος; θάλαμον ἡμῖν θέλεις γενέσθαι μὴ μένοντα;’ [3] ‘Σὺ μὲν’ ἔφη ‘σοφίζῃ, φίλτατε: πᾶς δὲ τόπος τοῖς ἐρῶσι θάλαμος: οὐδὲν γὰρ ἄβατον τῷ θεῷ. Θάλασσα δὲ μὴ καὶ οἰκειοτάτη ἐστὶν Ἔρωτι καὶ Ἀφροδισίοις μυστηρίοις; θυγάτηρ Ἀφροδίτη Θαλάσσ
ης. [4] Χαρισώμεθα τῇ γαμηλίῳ θεῷ, τιμήσωμεν αὐτῆς γάμῳ τὴν μητέρα: ἐμοὶ μὲν γὰρ δοκεῖ τὰ παρόντα γάμων εἶναι σύμβολα. Ζυγὸς μὲν οὗτος ὑπὲρ κεφαλῆς κρεμάμενος, δεσμοὶ δὲ περὶ τὴν κεραίαν τεταμένοι: καλά γε, ὦ δέσποτα, τὰ μαντεύματα: ὑπὸ ζυγὸν ὁ θάλαμος καὶ κάλω δεδεμένοι: ἀλλὰ καὶ πηδάλιον τοῦ θαλάμου πλησίον. [5] Ἰδοὺ τοὺς γάμους ἡμῶν ἡ Τύχη κυβερνᾷ, νυμφοστολήσουσι δὲ ἡμᾶς Ποσειδῶν καὶ Νηρεΐδων χορός: ἐνταῦθα γὰρ καὶ αὐτὸς Ἀμφιτρίτην γαμεῖ. Λιγυρὸν δὲ συρίζει περὶ τοὺς κάλως καὶ τὸ πνεῦμα: ἐμοὶ μὲν ὑμέναιον ᾄδειν δοκεῖ τὰ τῶν ἀνέμων αὐλήματα. [6] Ὁρᾷς δὲ καὶ τὴν ὀθόνην κεκυρτωμένην, ὥσπερ ἐγκύμονα γαστέρα: δεξιόν μοι καὶ τοῦτο τῶν οἰωνισμάτων: ἔσῃ μοι ταχὺ καὶ πατήρ.’ [7] Ἰδὼν οὖν αὐτὴν σφόδρα ἐγκειμένην ‘φιλοσοφήσωμεν’ εἶπον ‘ὦ γύναι, μέχρις ἂν λαβώμεθα γῆς: ὄμνυμι γάρ σοι τὴν θάλατταν αὐτὴν καὶ τὴν τοῦ πλοῦ τύχην, ὡς ἐσπούδακα καὶ αὐτός. Ἀλλ̓ εἰσὶ καὶ θαλάσσης νόμοι. [8] Πολλάκις ἤκουσα παρὰ τῶν ναυτικωτέρων, καθαρὰ δεῖν ἀφροδισίων εἶναι τὰ σκάφη, τάχα μὲν ὡς ἱερά, τάχα δὲ ἵνα μή τις ἐν τηλικούτῳ κινδύνῳ τρυφᾷ. Μὴ ἐνυβρίσωμεν, ὦ φιλτάτη, τῇ θαλάσσῃ: μὴ συμμίξωμεν γάμον ὁμοῦ καὶ φόβον: τηρήσωμεν ἑαυτοῖς καθαρὰν τὴν ἡδονήν.’ Ταῦτα λέγων καὶ μειλισσόμενος τοῖς φιλήμασιν ἔπειθον, καὶ τὸ λοιπὸν οὕτως ἐκαθεύδομεν.