Πέντε δὲ τῶν ἑξῆς ἡμερῶν διανύσαντες τὸν πλοῦν ἥκομεν εἰς τὴν Ἔφεσον. Οἰκία μεγάλη καὶ πρώτη τῶν ἐκεῖ, θεραπεία πολλὴ καὶ ἡ ἄλλη παρασκευὴ πολυτελής. [2] Κελεύει δὴ δεῖπνον ὡς ὅτι ἐκπρεπέστατον ἑτοιμάζειν: ‘ἡμεῖς δὲ τέως’ ἔφη ‘χωρήσωμεν εἰς τοὺς ἀγρούς.’ Ἀπεῖχον δὲ τῆς πόλεως σταδίους τέτταρας. Ἐπικαθίσαντες οὖν ὀχήματι ἐξήλθομεν. [3] Καὶ ἐπεὶ τάχιστα παρεγενόμεθα, διεβαδίζομεν τοὺς ὀρχάτους τῶν φυτῶν, καὶ ἐξαίφνης προσπίπτει τοῖς γόνασιν ἡμῶν γυνή, χοίνιξι παχείαις δεδεμένη, δίκελλαν κρατοῦσα, τὴν κεφαλὴν κεκαρμένη, ἐρρυπωμένη τὸ σῶμα, χιτῶνα ἀνεζωσμένη ἄθλιον πάνυ, καὶ ‘ἐλέησόν με’ ἔφη ‘δέσποινα, γυνὴ γυναῖκα, ἐλευθέραν μέν, ὡς ἔφυν, δούλην δὲ νῦν, ὡς δοκεῖ τῇ Τύχῃ,’ καὶ ἅμα ἐσιώπησε. [4] Λέγει οὖν ἡ Μελίτη ‘ἀνάστηθι, ὦ γύναι: λέγε τίς εἶ καὶ πόθεν, καὶ τίς σοι τοῦτον περιέθηκε τὸν σίδηρον: κέκραγε γάρ σου καὶ ἐν κακοῖς ἡ μορφὴ τὴν εὐγένειαν.’ ‘Ὁ σὸς’ εἶπεν ‘οἰκέτης, ὅτι αὐτῷ μὴ πρὸς εὐνὴν ἐδούλευον. [5] Ὄνομά μοι Λάκαινα, Θετταλὴ τὸ γένος, καί σοι προσφέρω μου ταύτην τὴν τύχην ἱκετηρίαν. Ἀπόλυσόν με τῆς καθεστώσης συμφορᾶς: πάρασχε δέ μοι τὴν ἀσφάλειαν, ἔστ̓ ἂν ἀποτίσω τὰς δισχιλίας: τοσούτου γάρ με ὁ Σωσθένης ἀπὸ τῶν λῃστῶν ἐωνήσατο. [6] Ποριοῦμεν δέ, εὖ ἴσθι, τὴν ταχίστην: εἰ δὲ μή, σοὶ δουλεύσομεν. Ὁρᾷς δὲ καὶ πληγαῖς ὡς κατέξηνέ με πολλαῖς.’ Καὶ ἅμα διανοίξασα τὸν χιτῶνα δείκνυσι τὰ νῶτα διαγεγραμμένα ἔτι οἰκτρότερον. [7] Ὡς οὖν ταῦτα ἠκούσαμεν, ἐγὼ μὲν συνεχύθην: καὶ γάρ τι ἐδόκει Λευκίππης ἔχειν: ἡ δὲ Μελίτη ἔφη ‘θάρρει, γύναι: τούτων γάρ σε λύσομεν εἴς τε τὴν οἰκείαν προῖκα ἀποπέμψομεν. Τὸν Σωσθένην [8] καλεσάτω τις ἡμῖν.’ Ἡ μὲν οὖν εὐθὺς τῶν δεσμῶν ἠλευθεροῦτο, ὁ δὲ παρῆν τεταραγμένος. Λέγει οὖν ἡ Μελίτη ‘ὦ κακὴ κεφαλή, τίνα ποτὲ κἂν τῶν ἀχρειοτάτων οἰκετῶν τεθέασαι παῤ ἡμῖν οὕτως ᾐκισμένον; τίς αὕτη; λέγε μηδὲν ψευσάμενος.’ [9] ‘Οὐκ οἶδα’ εἶπεν ‘ὦ δέσποινα, πλὴν ἔμπορός τις, ὄνομα Καλλισθένης, ταύτην μοι πέπρακε, φάσκων ἐωνῆσθαι μὲν αὐτὴν ἀπὸ λῃστῶν, εἶναι δὲ ἐλευθέραν: [10] ὄνομα δὲ αὐτὴν ὁ ἔμπορος ἐκάλει Λάκαιναν.’ Ἡ δὲ τὸν μὲν τῆς διοικήσεως, ἧς εἶχεν, ἀπέπαυσε, τὴν δὲ παραδίδωσι θεραπαίναις, κελεύσασα λοῦσαι καὶ ἐσθῆτα ἀμφιέσαι καθαρὰν καὶ εἰς ἄστυ ἀγαγεῖν: διοικήσασα δέ τινα τῶν κατὰ τοὺς ἀγρούς, ὧν ἕνεκεν παρῆν, ἐπιβᾶσα τοῦ ὀχήματος ἅμα ἐμοί, ἐπανῄειμεν εἰς τὴν πόλιν καὶ περὶ τὸ δεῖπνον ἦμεν.
Ἑστιωμένῳ δέ μοι μεταξὺ σημαίνει νεύσας ὁ Σάτυρος προανίστασθαι, καὶ ἦν τὸ πρόσωπον ἐσπουδακώς. Σκηψάμενος οὖν ὑπό τινος τῶν κατὰ τὴν γαστέρα ἐπείγεσθαι ἐξανίσταμαι: καὶ ἐπεὶ προῆλθον, [2] λέγει μὲν οὐδέν, ἐπιστολὴν δὲ ὀρέγει. Λαβὼν δέ, πρὶν ἀναγνῶναί με, κατεπλάγην εὐθύς: ἐγνώρισα γὰρ Λευκίππης τὰ γράμματα. Ἐγέγραπτο δὲ τάδε: ΛΕΥΚΙΠΠΗ ΚΛΕΙΤΟΦΩΝΤΙ ΤΩ῾̣̣̓ ΔΕΣΠΟΤΗ῾̣̣̓ ΜΟΥ. [3] Τοῦτο γάρ σε δεῖ καλεῖν, ἐπεὶ καὶ τῆς δεσποίνης ἀνὴρ εἶ τῆς ἐμῆς. Ὅσα μὲν διὰ σὲ πέπονθα, οἶδας: ἀνάγκη δὲ νῦν ὑπομνῆσαί σε. [4] Διὰ σὲ τὴν μητέρα κατέλιπον καὶ πλάνην εἱλόμην, διὰ σὲ πέπονθα ναυαγίαν καὶ λῃστῶν ἠνεσχόμην: διὰ σὲ ἱερεῖον γέγονα καὶ καθαρμὸς καὶ τέθνηκα ἤδη δεύτερον, διὰ σὲ πέπραμαι καὶ ἐδέθην σιδήρῳ καὶ δίκελλαν ἐβάστασα καὶ ἔσκαψα γῆν καὶ ἐμαστιγώθην, ἵνα σὺ ὃ γέγονας ἄλλῃ γυναικὶ κἀγὼ ἑτέρῳ ἀνδρὶ γένωμαι; [5] Μὴ γένοιτο. Ἀλλ̓ ἐγὼ μὲν ἐπὶ τοσαύταις ἀνάγκαις διεκαρτέρησα, σὺ δὲ ἄπρατος, ἀμαστίγωτος γαμεῖς. Εἴ τις οὖν τῶν πεπονημένων διὰ σὲ κεῖται χάρις, δεήθητί σου τῆς γυναικὸς ἀποπέμψαι, ὡς ἐπηγγείλατο: τὰς δὲ δισχιλίας, ἃς ὁ Σωσθένης ὑπὲρ ἐμοῦ κατεβάλετο, πίστευσον ἡμῖν καὶ ἐγγύησαι πρὸς τὴν Μελίτην ὅτι πέμψομεν: ἐγγὺς γὰρ τὸ Βυζάντιον. [6] Ἐὰν δὲ καὶ ἀποτίσῃς, νόμιζε μισθόν μοι δεδωκέναι τῶν ὑπὲρ σοῦ πόνων. Ἔρρωσο καὶ ὄναιο τῶν καινῶν γάμων. Ἐγὼ δὲ ἔτι σοι ταῦτα γράφω παρθένος.
Τούτοις ἐντυχὼν πάντα ἐγινόμην ὁμοῦ: ἀνεφλεγόμην, ὠχρίων, ἐθαύμαζον, ἠπίστουν, ἔχαιρον, [2] ἠχθόμην. Λέγω οὖν πρὸς τὸν Σάτυρον ‘πότερον ἐξ Ἅδου ἥκεις φέρων τὴν ἐπιστολήν, ἢ τί ταῦτα θέλει; Λευκίππη πάλιν ἀνεβίω;’ ‘Μάλιστα’ ἔφη, ‘καὶ ἔστιν ἣν εἶδες ἐν τοῖς ἀγροῖς. Τότε μὲν οὖν οὐδ̓ ἂν ἄλλος αὐτὴν ἰδὼν ἐγνώρισεν, ἔφηβον οὕτω γενομένην: τοῦτο γὰρ ἡ τῶν τριχῶν αὐτῆς κουρὰ μόνον [3] ἐνήλλαξεν.’ ‘Εἶτα ἕστηκας’ ἔφην ‘ἐπὶ τηλικούτοις ἀγαθοῖς καὶ μέχρι τῶν ὤτων μόνον εὐφραίνεις, ἀλλ̓ οὐ δεικνύεις καὶ τοῖς ὄμμασι τἀγαθά;’ ‘Μὴ σύ γε’ εἶπεν ὁ Σάτυρος: ‘ἀλλ̓ ἐνεὸς κάτασχε ‘μὴ πάντα ἀπολέσῃς’, ἕως ἂν περὶ τούτων ἀσφαλέστερον βουλευσώμεθα. [4] Γυναῖκα ὁρᾷς τὴν πρώτην Ἐφεσίων μαινομένην ἐπὶ σοί, ἡμᾶς δὲ ἐρήμους ἐν μέσαις ἄρκυσιν.’ ‘Ἀλλ̓ οὐ δύναμαι’ ἔφην: (ἐπέρχεται γὰρ διὰ πασῶν τῶν τοῦ σώματος ὁδῶν ἡ χαρά. [5] Ἀλλ̓ ἰδού μοι διὰ τῶν γραμμάτων ἐγκαλεῖ.) Καὶ ἅμα αὖθις ἐντυγχάνων τοῖς γράμμασιν, ὡς ἐκείνην δἰ αὐτῶν βλέπων, καὶ ἀναγινώσκων καθ̓ ἓν ἔλεγον ‘δίκαια ἐγκαλεῖς, φιλτάτη. Πάντα δἰ ἐμὲ ἔπαθες: [6] πολλῶν σοι γέγονα κακῶν αἴτιος.’ Ὡς δὲ εἰς τὰς μάστιγας καὶ εἰς τὰς βασάνους ἐγενόμην, ἃς �
�� Σωσθένης αὐτῇ παρετρίψατο, ἔκλαον ὥσπερ αὐτὰς τὰς βασάνους βλέπων αὐτῆς: ὁ γὰρ λογισμὸς πέμπων τῆς ψυχῆς τὰ ὄμματα πρὸς τὴν ἀπαγγελίαν τῶν γραμμάτων, ἐδείκνυ τὰ ὁρώμενα ὡς δρώμενα: πάνυ δὲ ἠρυθρίων ἐφ̓ οἷς μοι τὸν γάμον ὠνείδιζεν, ὥσπερ ἐπ̓ αὐτοφώρῳ μοιχὸς κατειλημμένος. Οὕτως ᾐσχυνόμην καὶ τὰ γράμματα.
‘Οἴμοι, πῶς ἀπολογήσομαι, Σάτυρε;’ ἔφην: ‘ἑαλώκαμεν: Λευκίππη κατέγνωκεν ἡμῶν: τάχα δὲ καὶ μεμισήμεθα. Ἀλλὰ πῶς ἐσώθη φράσον σὺ καὶ τίνος σῶμα ἐθάψαμεν;’ ‘Αὐτή σοι κατὰ καιρὸν φράσει: τὸ δὲ νῦν’ ὁ Σάτυρος ἔφη ‘ἀντιγράψαι σε δεῖ καὶ ἱλάσασθαι τὴν κόρην. [2] Κἀγὼ γὰρ αὐτῇ διωμοσάμην, ὡς ἄκων ἔγημας.’ ‘Εἶπας γὰρ’ ἔφην ‘ὅτι καὶ ἔγημα; ἀπολώλεκάς με.’ ‘Τῆς εὐηθείας: ὅλη γὰρ ἡ πόλις οὐκ οἶδε τὸν γάμον;’ ‘Ἀλλ̓ οὐκ ἔγημα, μὰ τὸν Ἡρακλέα, Σάτυρε, καὶ τὴν παροῦσαν τύχην.’ [3] ‘Παίζεις, ὠγαθέ: συγκαθεύδεις.’ ‘Οἶδα μὲν ἄπιστα λέγων, ἀλλ̓ οὔπω πέπρακται: καθαρὸς εἰς ταύτην τὴν ἡμέραν Μελίτης Κλειτοφῶν. [4] Ἀλλὰ τί γράψω, λέγε: σφόδρα γάρ με ἐξέπληξε τὸ συμβάν, ὥστε ἀπόρως ἔχω.’ ‘Οὐκ εἰμί σου σοφώτερος’ ὁ Σάτυρος εἶπεν: ‘ἀλλὰ αὐτός σοι ὁ ἔρως ὑπαγορεύσει. Μόνον διὰ ταχέων.’
Ἄρχομαι δὴ γράφειν Χαῖρέ μοι, ὦ δέσποινα Λευκίππη. Δυστυχῶ μὲν ἐν οἷς εὐτυχῶ, ὅτι σὲ παρὼν παροῦσαν ὡς ἀποδημοῦσαν ὁρῶ διὰ γραμμάτων. Εἰ μὲν οὖν τὴν ἀλήθειαν περιμένεις, μηδὲν προκαταγινώσκουσά μου, μαθήσῃ τὴν σήν με παρθενίαν μεμιμημένον, εἴ τις ἐστὶ καὶ ἐν ἀνδράσι παρθενία: εἰ δέ με χωρὶς ἀπολογίας ἤδη μεμίσηκας, ὄμνυμί σοι τοὺς σώσαντάς σε θεοὺς ὡς ἐν βραχεῖ σοι τὸ ἔργον ἀπολογήσομαι. Ἔρρωσό μοι, φιλτάτη, καὶ ἵλεως γένοιο δίδωμι δὲ τῷ Σατύρῳ τὴν ἐπιστολὴν καὶ δέομαι τὰ εἰκότα εἰπεῖν πρὸς αὐτὴν περὶ ἐμοῦ: ἐγὼ δὲ αὖθις ἐπὶ τὸ συμπόσιον ἀπῄειν, ἡδονῆς ἅμα καὶ λύπης γεγεμισμένος: ᾔδειν γὰρ τὴν Μελίτην οὐκ ἀνήσουσάν με τῆς νυκτὸς τὸ μὴ οὐ γενέσθαι τοὺς γάμους ἡμῖν: ἐμοὶ δ̓ ἀδύνατον ἦν Λευκίππην ἀπολαβόντι γυναῖκα ἑτέραν κἂν ἰδεῖν. [2] Τὸ μὲν οὖν πρόσωπον ἐβιαζόμην μηδὲν ἀλλοῖον παρέχειν ἢ πρὶν ἦν: οὐ πάντη δὲ κρατεῖν ἠδυνάμην. Ὡς δὲ ἐνικώμην, σκήπτομαι φρίκην μοι ἐπιδραμεῖν: ἡ δὲ συνῆκε μὲν ὅτι κατὰ τῆς ὑποσχέσεως προφασίζομαι: ἐλέγχειν δὲ οὐκ ἠδύνατο τὴν πρόφασιν. [3] Ἐγὼ μὲν δὴ ἄδειπνος ἀνίσταμαι κοιμησόμενος, ἡ δὲ κατὰ πόδας ὡς εἶχεν ἐφ̓ ἡμιτελεῖ τῷ δείπνῳ συνανίσταται. Ὡς δὲ εἰς τὸν θάλαμον παρήλθομεν, ἐγὼ μὲν ἔτι μᾶλλον ἐπέτεινον τῆς νόσου τὴν ὑπόκρισιν, ἡ δ̓ ἐλιπάρει καὶ ἔλεγε ‘τί ταῦτα ποιεῖς; μέχρι τίνος με ἀπολλύεις; Ἰδοὺ καὶ τὴν θάλατταν διεπλεύσαμεν, ἰδοὺ καὶ Ἔφεσος ἡ προθεσμία τῶν γάμων. [4] Ποίαν ἔτι περιμένομεν ἡμέραν; μέχρι τίνος ὡς ἐν ἱερῷ συγκαθεύδομεν; Ποταμὸν παρατιθεὶς πολὺν κωλύεις πίνειν: τοσοῦτον χρόνον ὕδωρ ἔχουσα διψῶ ἐν αὐτῇ καθεύδουσα τῇ πηγῇ: τοιαύτην ἔχω τὴν εὐνήν, [5] οἵαν ὁ Τάνταλος τὴν τροφήν.’ Ταῦτα ἔλεγε καὶ ἔκλαεν ἐπιθεῖσά μου τοῖς στέρνοις τὴν κεφαλὴν οὕτως ἐλεεινῶς, ὥστε παθεῖν μέ τι τὴν ψυχήν. Οὐκ εἶχον δὲ ὅστις γένωμαι: καὶ γὰρ ἐδόκει μοι δίκαια ἐγκαλεῖν. [6] Λέγω οὖν πρὸς αὐτὴν ‘ὄμνυμί σοι, φιλτάτη, τοὺς πατρῴους θεούς: ἦ μὴν σφόδρα καὶ αὐτὸς ἐπείγομαί σου τὴν σπουδὴν ἀμείψασθαι. Ἀλλ̓ οὐκ οἶδα’ ἔφην ‘τί πέπονθα: νόσος γάρ μοι ἐξαίφνης ἐνέπεσεν. [7] Οἶδας δὲ ὅτι ὑγιείας χωρὶς οὐδέν ἐστιν Ἀφροδίτη.’ Καὶ ἅμα λέγων ἀπέψων αὐτῆς τὰ δάκρυα καὶ ὅρκοις ἑτέροις ἐπιστούμην ὡς οὐκ εἰς μακρὰν ὧν θέλει τεύξεται.
Τότε μὲν οὖν καὶ μάλα μόλις ἠνέσχετο: τῇ δὲ ὑστεραίᾳ καλέσασα τὰς θεραπαινίδας, αἷς τὴν ἐπιμέλειαν τῆς Λευκίππης ἐνεχείρισεν, ἐπηρώτα μὲν τὸ πρῶτον, εἰ ἀξίως αὐτῇ κέχρηνται: φασκουσῶν δὲ μηδὲν τῶν δεόντων ἐπιλιπεῖν αὐτῇ, ἄγειν ἐκέλευσε τὴν ἄνθρωπον πρὸς αὐτήν. [2] Ὡς δὲ ἦλθε ‘τὰ μὲν ἐμὰ ὅπως ἔσχεν’ ἔφη ‘πρὸς σὲ φιλανθρωπίας, περισσὸν εἰδυίᾳ σοι λέγειν: ἀλλ̓ ἐν οἷς ἂν δύνῃ, τὴν ἴσην ἀπότισαί μοι χάριν. Ἀκούω τὰς Θετταλὰς ὑμᾶς ὧν ἂν ἐρασθῆτε μαγεύειν οὕτως, ὥστε μὴ πρὸς ἑτέραν ἔτι τὸν ἄνθρωπον ἀποκλίνειν γυναῖκα, πρός τε τὴν μαγεύουσαν οὕτως ἔχειν, ὡς πάντα νομίζειν ἐκείνην αὑτῷ. [3] Ἐμοὶ τοῦτο, φιλτάτη, φλεγομένῃ πάρασχε φάρμακον. Τὸν νεανίσκον εἶδες, τὸν ἅμα ἐμοὶ χθὲς βαδίζοντα;’ ‘Τὸν ἄνδρα’ ἔφη ‘λέγεις τὸν σόν;’ ὑπολαβοῦσαπάνυ κακοήθως ἡ Λευκίππη: (τοῦτο γὰρ ἀκήκοα παρὰ τῶν κατὰ τὴν οἰκίαν.) ‘Ποῖον ἄνδρα;’ ἡ Μελίτη εἶπεν:’οὐδὲν κοινόν ἐστιν ἐμοὶ καὶ τοῖς λίθοις. [4] Ἀλλά με παρευδοκιμεῖ τις νεκρά: οὔτε γὰρ ἐσθίων οὔτε κοιμώμενος ἐπιλαθέσθαι δύναται τοῦ Λευκίππης ὀνόματος: τοῦτο γὰρ αὐτὴν καλεῖ. Ἐγὼ δέ, φίλη, μηνῶν τεσσάρων ἐν Ἀλεξανδρείᾳ δἰ αὐτὸν διέτριψα δεομένη, λιπαροῦσα, ὑπισχνουμένη, τί γὰρ οὐ λέγουσα, [5] τί δὲ οὐ ποιοῦσα τῶν ἀρέσαι δυναμένων. Ὁ δὲ σιδηροῦς τις ἢ ξύλινος ἦν ἄρα πρὸς τὰς δεήσεις τὰς ἐμάς, μόλις δὲ τῷ χρόνῳ πείθεται: ἐπείσθη δὲ μέχρι τῶν ὀμμάτων. Ὄμνυμι γάρ σοι τὴν Ἀφροδίτην αὐτὴν ὡς ἤδη πέμπτην ἡμέραν αὐτῷ συγκαθεύδουσα οὕτως ἀνέστην ὡς ἀπ̓ εὐνούχου: ἔοικα δὲ εἰκόνος ἐρᾶν: μέχρι γὰρ τῶν ὀμμάτων ἔχω τὸν ἐρώμενον. [
6] Δέομαι δέ σου γυναικὸς γυνὴ τὴν αὐτὴν δέησιν, ἣν καὶ σύ μου χθὲς ἐδεήθης: δός μοί τι ἐπὶ τοῦτον τὸν ὑπερήφανον: σώσεις γάρ μου τὴν φυχὴν διαρρεύσασαν ἤδη.’ Ὡς οὖν ἤκουσεν ἡ Λευκίππη, [7] ἡσθῆναι μὲν ἐδόκει τῷ μηδὲν πρὸς τὴν ἄνθρωπόν μοι πεπρᾶχθαι, φήσασα δὲ ἀνερευνήσειν, εἰ συγχωρήσειεν αὐτῇ, βοτάνας γενομένη κατὰ τοὺς ἀγρούς, ἀπιοῦσα ᾤχετο: ἀρνουμένη γὰρ οὐκ ᾤετο πίστιν ἕξειν: ὅθεν οἶμαι καὶ ἐπηγγείλατο. [8] Ἡ μὲν δὴ Μελίτη ῥᾴων ἐγεγόνει καὶ μόνον ἐλπίσασα: τὰ γὰρ ἡδέα τῶν πραγμάτων κἂν μήπω παρῇ τέρπει ταῖς ἐλπίσιν.
Complete Works of Achilles Tatius Page 35