Complete Works of Achilles Tatius

Home > Other > Complete Works of Achilles Tatius > Page 39
Complete Works of Achilles Tatius Page 39

by Achilles Tatius


  Ὁ Θέρσανδρος οὖν τὸ μὲν πρῶτον ἐλπίζων εἰς τὸν ἔρωτα εὐτυχήσειν ὅλος Λευκίππης δοῦλος ἦν: ἀτυχήσας δὲ ὧν ἤλπισεν ἀφῆκε τῷ θυμῷ τὰς ἡνίας. Ῥαπίζει δὴ κατὰ κόρρης αὐτὴν ‘ὦ κακόδαιμον ἀνδράποδον’ λέγων ‘καὶ ἀληθῶς ἐρωτιῶν: πάντων γάρ σου κατήκουσα. [2] Οὐκ ἀγαπᾷς ὅτι σοι λαλῶ, καὶ μεγάλην εὐτυχίαν δοκεῖς τὸν σὸν καταφιλῆσαι δεσπότην, ἀλλὰ ἀκκίζῃ καὶ σχηματίζῃ πρὸς ἀπόνοιαν; Ἐγὼ μέν σε καὶ πεπορνεῦσθαι δοκῶ: καὶ γὰρ μοιχὸν φιλεῖς. [3] Ἀλλ̓ ἐπειδὴ μὴ θέλεις ἐραστοῦ μου πεῖραν λαβεῖν, πειράσῃ δεσπότου.’ Καὶ ἡ Λευκίππη ‘κἂν τυραννεῖν ἐθέλῃς κἀγὼ τυραννεῖσθαι, πλὴν οὐ βιάσῃ:’ καὶ πρὸς τὸν Σωσθένην ἰσοῦσα ‘μαρτύρησον’ εἶπεν αὐτῷ ‘πῶς πρὸς τὰς αἰκίας ἔχω: σὺ γάρ με καὶ [4] μᾶλλον ἠδίκησας.’ Καὶ ὁ Σωσθένης αἰσχυνθεὶς ὡς ἐληλεγμένος ‘ταύτην’ εἶπεν ‘ὦ δέσποτα, ξανθῆναι μάστιξι δεῖ καὶ μυρίαις βασάνοις περιπεσεῖν, ὡς ἂν μάθῃ δεσπότου μὴ καταφρονεῖν.’

  ‘Πείσθητι τῷ Σωσθένει’ φησὶν ἡ Λευκίππη: ‘συμβουλεύει γὰρ καλῶς: τὰς βασάνους παράστησον. Φερέτω τροχόν: ἰδοὺ χεῖρες, τεινέτω. Φερέτω καὶ μάστιγας: ἰδοὺ νῶτον, τυπτέτω. Κομιζέτω πῦρ: [2] ἰδοὺ σῶμα, καέτω. Φερέτω καὶ σίδηρον: ἰδοὺ δέρη, σφαζέτω. Ἀγῶνα θεάσασθε καινόν: πρὸς πάσας τὰς βασάνους ἀγωνίζεται μία γυνὴ καὶ πάντα νικᾷ. Εἶτα Κλειτοφῶντα μοιχὸν καλεῖς, αὐτὸς μοιχὸς ὤν; οὐδὲ τὴν Ἄρτεμιν, εἰπέ μοι, τὴν σὴν φοβῇ, ἀλλὰ βιάζῃ παρθένον ἐν πόλει παρθένου; Δέσποινα, ποῦ σοι τὰ τόξα;’ ‘Παρθένος σύ;’ εἶπεν ὁ Θέρσανδρος: [3] ‘ὢ τόλμης καὶ γέλωτος. Παρθένος τοσούτοις συννυκτερεύσασα πειραταῖς; εὐνοῦχοί σοι γεγόνασιν οἱ λῃσταί; φιλοσόφων ἦν τὸ πειρατήριον; οὐδεὶς ἐν αὐτοῖς εἶχεν ὀφθαλμούς;’

  Καὶ ἡ Λευκίππη εἶπεν ‘εἰ παρθένος καὶ μετὰ Σωσθένην ἐγὼ πυθοῦ Σωσθένους: οὗτος γὰρ ὄντως γέγονέ μοι λῃστής: ἐκεῖνοι γὰρ ἦσαν ὑμῶν μετριώτεροι, [2] καὶ οὐδεὶς οὐδεὶς αὐτῶν ἦν οὕτως ὑβριστής: εἰ δὲ ὑμεῖς τοιαῦτα ποιεῖτε, ἀληθινὸν τοῦτο πειρατήριον. Εἶτα οὐκ αἰσχύνεσθε ποιοῦντες ἃ μὴ τετολμήκασιν οἱ λῃσταί; λανθάνεις δὲ ἐγκώμιόν μοι διδοὺς πλεῖον διὰ ταύτης σου τῆς ἀναισχυντίας: καί τις ἐρεῖ, ἂν νῦν μαινόμενος φονεύσῃς, ‘Λευκίππη παρθένος καὶ μετὰ βουκόλους, παρθένος καὶ μετὰ Χαιρέαν, παρθένος καὶ μετὰ Σωσθένην.’ Ἀλλὰ μέτρια ταῦτα: [3] τὸ δὲ μεῖζον ἐγκώμιον, καὶ μετὰ Θέρσανδρον παρθένος, τὸν καὶ λῃστῶν ἀσελγέστερον: ἂν ὑβρίσαι μὴ δυνηθῇ, [4] φονεύει. Ὁπλίζου τοίνυν, ἤδη λάμβανε κατ̓ ἐμοῦ τὰς μάστιγας, τὸν τροχόν, τὸ πῦρ, τὸν σίδηρον, συστρατευέσθω δέ σοι καὶ ὁ σύμβουλος Σωσθένης: ἐγὼ δὲ καὶ γυμνὴ καὶ μόνη καὶ γυνὴ ἓν ὅπλον ἔχω τὴν ἐλευθερίαν, ἣ μήτε πληγαῖς κατακόπτεται μήτε σιδήρῳ κατατέμνεται μήτε πυρὶ κατακάεται. Οὐκ ἀφήσω ποτὲ ταύτην ἐγώ: κἂν καταφλέγῃς, οὐχ οὕτως θερμὸν εὑρήσεις τὸ πῦρ.’

  BOOK VII.

  Ταῦτ̓ ἀκούσας ὁ Θέρσανδρος, παντοδαπὸς ἦν: ἤχθετο, ὠργίζετο, ἐβουλεύετο: ὠργίζετο μὲν ὡς ὑβρισμένος, ἤχθετο δὲ ὡς ἀποτυχών, ἐβουλεύετο δὲ ὡς ἐρῶν. Τὴν οὖν ψυχὴν διασπώμενος, οὐδὲν εἰπὼν πρὸς τὴν Λευκίππην ἐξεπήδησεν. [2] Ὀργῇ μὲν δῆθεν ἐκδραμών, δοὺς δὲ τῇ ψυχῇ σχολὴν εἰς τὴν διάκρισιν τῆς τρικυμίας, βουλευόμενος ἅμα τῷ Σωσθένει, πρόσεισι τῷ τῶν δεσμῶν ἄρχοντι, δεόμενος διαφθαρῆναί με φαρμάκῳ. [3] Ὡς δ̓ οὐκ ἔπειθεν (ἐδεδίει γὰρ τὴν πόλιν: καὶ γὰρ ἄλλον ἄρχοντα πρὸ αὐτοῦ ληφθέντα τοιαύτην ἐργασάμενον φαρμακείαν ἀποθανεῖν) δευτέραν αὐτῷ προσφέρει δέησιν, ἐμβαλεῖν τινα εἰς τὸ οἴκημα, ἔνθα ἔτυχον δεδεμένος, ὡς δὴ καὶ αὐτὸν ἕνα τῶν δεσμωτῶν, προσποιησάμενος βούλεσθαι τἀμὰ δἰ ἐκείνου μαθεῖν. [4] Ἐπείσθη καὶ ἐδέξατο τὸν ἄνθρωπον. Ἔμελλε δ̓ ἐκεῖνος ὑπὸ τοῦ Θερσάνδρου δεδιδαγμένος τεχνικῶς πάνυ περὶ τῆς Λευκίππης λόγον ἐμβαλεῖν, ὡς εἴη πεφονευμένη τῆς Μελίτης συσκευασαμένης τὸν φόνον. [5] Τὸ δὲ τέχνασμα ἦν τῷ Θερσάνδρῳ εὑρεθέν, ὡς ἂν ἀπογνοὺς ἐγὼ μηκέτι ζῶσαν τὴν ἐρωμένην κἂν τὴν δίκην φύγωμι, [6] μὴ πρὸς ζήτησιν αὐτῆς ἔτι τραποίμην. Προσέκειτο δὲ ἡ Μελίτη τῷ φόνῳ, ἵνα μὴ τετελευτηκέναι τὴν Λευκίππην δοκῶν, τὴν Μελίτην γήμας ὡς ἂν ἐρῶσαν αὐτοῦ μένοιμι κἀκ τούτου παρέχοιμί τινα φόβον αὐτῷ τοῦ μὴ μετὰ ἀδείας Λευκίππην ἔχειν, ἀλλὰ μισήσας ὡς τὸ εἰκὸς τὴν Μελίτην ὡς ἂν ἀποκτείνασάν μου τὴν ἐρωμένην ἀπαλλαγείην ἐκ τῆς πόλεως τὸ παράπαν.

  Ὡς οὖν ὁ ἄνθρωπος ἐγένετό μου πλησίον, τοῦ δράματος ἤρχετο. Ἀνοιμώξας γὰρ πάνυ κακούργως ‘τίνα βίον’ ἔφη ‘βιωσόμεθ̓ ἔτι καὶ τί φυλαξόμεθα πρὸς ἀκίνδυνον ζωήν; οὐ γὰρ αὐτάρκης ἡμῖν ὁ δίκαιος τρόπος: ἐμπίπτουσαι δὲ αἱ τύχαι βαπτίζουσιν ἡμᾶς. Ἔδει γάρ με μαντεύσασθαι τίς ἦν ὁ συμβαδίζων [2] μοι καὶ τί πεπραχὼς εἴη.’ Καθ̓ ἑαυτὸν δὲ ταῦτα ἔλεγε καὶ τὰ τοιαῦτα, ζητῶν ἀρχὴν τῆς ἐπ̓ ἐμὲ τοῦ λόγου τέχνης, ὡς ἂν πυθοίμην τί εἴη παθών. [3] Ἀλλ̓ ἐγὼ μὲν ἐφρόντιζον ὧν ὅδ̓ ᾤμωζεν ὀλίγον: ἄλλος δέ τις τῶν συνδεδεμένων (περίεργον γὰρ ἄνθρωπος ἀτυχῶν εἰς ἀλλοτρίων κακῶν ἀκρόασιν, ἐπεὶ φάρμακον αὐτῷ τῆς ὧν ἔπαθε λύπης ἡ πρὸς ἄλλον εἰς τὸ παθεῖν κοινωνία) ‘τί δέ σοι συμβέβηκεν’ [4] εἶπεν ‘ἀπὸ τῆς Τύχης
; εἰκὸς γάρ σε μηδὲν ἀδικήσαντα πονηρῷ περιπεσεῖν δαίμονι. Τεκμαίρομαι δὲ ἐκ τῶν ἐμαυτοῦ.’ Καὶ ἅμα τὰ οἰκεῖα κατέλεγεν, ἐφ̓ οἷς ἦν δεδεμένος. Ἐγὼ δὲ οὐδενὶ τούτων προσεῖχον.

  Ὡς δ̓ ἐπαύσατο, τὴν ἀντίδοσιν ᾔτει τοῦ λόγου τῶν ἀτυχημάτων ‘λέγοις ἂν’ εἰπὼν ‘καὶ σὺ τὰ σαυτοῦ.’ Ὁ δὲ ‘βαδίζων ἔτυχον’ εἶπε ‘τὴν ἐξ ἄστεος χθές:’ [2] ἐπορευόμην δὲ τὴν ἐπὶ Σμύρνης ὁδόν. Προελθόντι δέ μοι σταδίους τέτταρας νεανίσκος ἐκ τῶν ἀγρῶν προσελθὼν καὶ προσειπὼν καὶ πρὸς μικρὸν συμβαδίσας ‘ποῖ’ ἔφη ‘ἔχεις τὴν ὁδόν;’ ‘Ἐπὶ Σμύρνης’ εἶπον. ‘Κἀγὢ ἔφη ‘τὴν αὐτὴν ἀγαθῇ τύχῃ.’ Τοὐντεῦθεν ἐπορευόμεθα κοινῇ καὶ διελεγόμεθα, οἷα εἰκὸς ἐν ὁδῷ. [3] Ὡς δὲ εἴς τι πανδοκεῖον ἤλθομεν, ἠριστῶμεν ἅμα: κατὰ ταὐτὸ δὲ παρακαθίζουσιν ἡμῖν τινες τέτταρες καὶ προσεποιοῦντο μὲν ἀριστᾶν κἀκεῖνοι, ἐνεώρων δ̓ ἡμῖν πυκνὰ καὶ ἀλλήλοις ἐπένευον. [4] Ἐγὼ μὲν οὖν ὑπώπτευον τοὺς ἀνθρώπους διανοεῖσθαι εἰς ἡμᾶς, οὐ μὴν ἠδυνάμην συνιέναι τί αὐτοῖς ἐθέλοι τὰ νεύματα: ὁ δὲ ὠχρὸς ἐγίνετο κατὰ μικρὸν καὶ ὀκνηρότερον ἤσθιεν, ἤδη δὲ καὶ τρόμος εἶχεν αὐτόν. [5] Ὡς δὲ ταῦτα εἶδον, ἀναπηδήσαντες συλλαμβάνουσιν ἡμᾶς καὶ ἱμᾶσιν εὐθὺς δεσμεύουσι, παίει δὲ κατὰ κόρρης τις ἐκεῖνον: καὶ παταχθείς, ὥσπερ βασάνους παθὼν μυρίας, καταλέγει μηδενὸς ἐρωτῶντος αὐτὸν ‘ἐγὼ τὴν κόρην ἀπέκτεινα, καὶ ἔλαβον χρυσοῦς ἑκατὸν παρὰ Μελίτης τῆς Θερσάνδρου γυναικός: αὕτη γάρ με ἐπὶ τὸν φόνον ἐμισθώσατο. [6] Ἀλλ̓ ἰδοὺ τοὺς χρυσοῦς ὑμῖν τοὺς ἑκατὸν φέρω, ὥστε τί με ἀπόλλυτε καὶ ἑαυτοῖς φθονεῖτε κέρδους;’’ Ἐγὼ δὲ ὡς ἤκουσα Θερσάνδρου καὶ Μελίτης τοὔνομα, τὸν ἄλλον οὐ προσέχων χρόνον, τῷ δὲ λόγῳ τὴν ψυχὴν ὥσπερ ὑπὸ μύωπος παταχθεὶς ἐγείρω καὶ πρὸς αὐτὸν μεταστραφεὶς λέγω ‘τίς ἡ Μελίτη;’ Ὁ δὲ ‘Μελίτη ἐστὶν’ ἔφη ‘τῶν ἐνταῦθα πρώτη γυναικῶν. [7] Αὕτη νεανίσκου τινὸς ἠράσθη: Τύριον, οἶμαι, φασὶν αὐτόν: κἀκεῖνος ἔτυχεν ἐρωμένην ἔχων, ἣν εὗρεν ἐν τῇ τῆς Μελίτης οἰκίᾳ πεπραμένην. Ἡ δὲ ὑπὸ ζηλοτυπίας πεφλεγμένη τὴν γυναῖκα ταύτην ἀπατήσασα συλλαμβάνει καὶ παραδίδωσι τῷ νῦν δὴ κακῇ τύχῃ μοι συνωδευκότι φονεῦσαι κελεύσασα. [8] Ὁ μὲν οὖν τὸ ἀνόσιον ἔργον τοῦτο δρᾷ: ἐγὼ δὲ ὁ ἄθλιος οὔτε ἰδὼν αὐτὸν οὔτε ἔργου τινὸς κοινωνήσας ἢ λόγου συναπηγόμην αὐτῷ δεδεμένος, ὡς τοῦ ἔργου κοινωνός. Τὸ δὲ χαλεπώτερον, μικρὸν τοῦ πανδοκείου προελθόντες, τοὺς ἑκατὸν χρυσοῦς λαβόντες παῤ αὐτοῦ τὸν μὲν ἀφῆκαν φυγεῖν, ἐμὲ δὲ ἄγουσι πρὸς τὸν στρατηγόν.’

  Ὡς δ̓ ἤκουσά μου τὸν μῦθον τῶν κακῶν, οὔτε ἀνῴμωξα οὔτε ἔκλαυσα: οὔτε γὰρ φωνὴν εἶχον οὔτε δάκρυα: ἀλλὰ τρόμος μὲν εὐθὺς περιεχύθη μου τῷ σώματι καὶ ἡ καρδία μου ἐλέλυτο, ὀλίγον δέ τί μοι τῆς ψυχῆς ὑπολέλειπτο. [2] Μικρὸν δὲ νήψας ἐκ τῆς μέθης τοῦ λόγου ‘τίνα τρόπον τὴν κόρην’ ἔφην ‘ἀπέκτεινεν ὁ μισθωτός, καὶ τί πεποίηκε τὸ σῶμα;’ Ὁ δὲ ὡς ἅπαξ ἐνέβαλέ μοι τὸν μύωπα καὶ ἔργον εἰργάσατο οὕτω κατ̓ ἐμοῦ, δἰ ὃ παρῆν, ἐσιώπα καὶ ἔλεγεν οὐδέν. [3] Πάλιν δέ μου πυθομένου ‘δοκεῖς’ ἔφη ‘κἀμὲ κεκοινωνηκέναι τοῦ φόνου; Τοῦτο ἤκουσα μόνον τοῦ πεφονευκότος, ὡς κτείνας εἴη τὴν κόρην: ποῦ δὲ καὶ τίνα τρόπον, οὐκ εἶπεν.’ Ἐπῆλθε δέ μοι τότε δάκρυα καὶ τοῖς ὀφθαλμοῖς τὴν λύπην ἀπεδίδουν. [4] Ὥσπερ γὰρ ἐν ταῖς τοῦ σώματος πληγαῖς οὐκ εὐθὺς ἡ σμῶδιξ ὑπανίσταται, ἀλλὰ παραχρῆμα μὲν οὐκ ἔχει τὸ ἄνθος ἡ πληγή, μετὰ μικρὸν δὲ ἀνέθορε, καὶ ὀδόντι συός τις παταχθεὶς εὐθὺς μὲν ζητεῖ τὸ τραῦμα καὶ οὐκ οἶδεν εὑρεῖν, τὸ δὲ ἔτι δέδυκε καὶ κέκρυπται κατειργασμένον σχολῇ τῆς πληγῆς τὴν τομήν, μετὰ ταῦτα δὲ ἐξαίφνης λευκή τις ἀνέτειλε γραμμή, πρόδρομος τοῦ αἵματος, σχολὴν δ̓ ὀλίγην λαβὸν ἔρχεται καὶ ἀθρόον ἐπιρρεῖ, [5] οὕτω καὶ ψυχὴ παταχθεῖσα τῷ τῆς λύπης βέλει, λόγου τοξεύσαντος τέτρωται μὲν ἤδη καὶ ἔχει τὴν τομήν, ἀλλὰ τὸ τάχος τοῦ βλήματος οὐκ ἀνέῳξεν οὔπω τὸ τραῦμα, τὰ δὲ δάκρυα ἐδίωξε τῶν ὀφθαλμῶν μακράν: δάκρυον γὰρ αἷμα τραύματος ψυχῆς: ὅταν δὲ ὁ τῆς λύπης ὀδοὺς κατὰ μικρὸν τὴν καρδίαν ἐκφάγῃ, κατέρρηκται μὲν τῆς ψυχῆς τὸ τραῦμα, ἀνέῳκται δὲ τοῖς ὀφθαλμοῖς ἡ τῶν δακρύων θύρα, τὰ δὲ μετὰ μικρὸν τῆς ἀνοίξεως ἐξεπήδησεν. [6] Οὕτω κἀμὲ τὰ μὲν πρῶτα τῆς ἀκροάσεως τῇ ψυχῇ προσπεσόντα καθάπερ τοξεύματα κατεσίγασε καὶ τῶν δακρύων ἀπέφραξε τὴν πηγήν, μετὰ ταῦτα δὲ ἔρρει, σχολασάσης τῆς ψυχῆς τοῖς κακοῖς.

  Ἔλεγον οὖν ‘τίς με δαίμων ἐξηπάτησεν ὀλίγῃ χαρᾷ; τίς μοι Λευκίππην ἔδειξεν εἰς καινὴν ὑπόθεσιν συμφορῶν; Ἀλλ̓ οὐδὲ ἐκόρεσά μου τοὺς ὀφθαλμούς, οἷς μόνοις ηὐτύχησα, οὐδὲ ἐνεπλήσθην κἂν βλέπων. [2] Ἀληθής μοι γέγονεν ὀνείρων ἡδονή. Οἴμοι, Λευκίππη, ποσάκις μοι τέθνηκας. Μὴ γὰρ θρηνῶν ἀνεπαυσάμην; Ἀεί σε πενθῶ, τῶν θανάτων διωκόντων ἀλλήλους; Ἀλλ̓ ἐκείνους μὲν πάντας ἡ Τύχη ἔπαιξε κατ̓ ἐμοῦ, οὗτος δὲ οὐκ ἔστι τῆς Τύχης ἔτι παιδιά: [3] πᾶσα γάρ μοι, Λευκίππη, τέθνηκας. Ἐν μὲν γὰρ τοῖς ψευδέσι θανάτοις ἐκείνοις παρηγορίαν εἶχον ὀλίγην τὸ μὲν πρῶτον ὅλον σου τὸ σῶμα, τὸ δὲ δεύτερον κἂν τὴν κεφαλὴν δοκῶν μὴ ἔχειν εἰς τὴν ταφήν: νῦ�
� δὲ τέθνηκας θάνατον διπλοῦν, ψυχῆς καὶ σώματος. Δύο ἐξέφυγες λῃστήρια, τὸ δὲ τῆς Μελίτης πεφόνευκέ σε πειρατήριον. [4] Ὁ δὲ ἀνόσιος καὶ ἀσεβὴς ἐγὼ τὴν ἀνδροφόνον σου κατεφίλησα πολλάκις καὶ συνεπλάκην μεμιασμένας συμπλοκὰς καὶ τὴν Ἀφροδίτης χάριν αὐτῇ παρέσχον πρὸ σοῦ.’

  Μεταξὺ δέ μου θρηνοῦντος Κλεινίας εἰσέρχεται, καὶ καταλέγω τὸ πᾶν αὐτῷ καὶ ὅτι μοι δέδοκται πάντως ἀποθανεῖν: ὁ δὲ παρεμυθεῖτο. ‘Τίς γὰρ οἶδεν εἰ ζῇ πάλιν; [2] Μὴ γὰρ οὐ πολλάκις τέθνηκε; μὴ γὰρ οὐ πολλάκις ἀνεβίω; Τί δὲ προπετῶς ἀποθνήσκεις, ὃ καὶ κατὰ σχολὴν ἔξεστιν, ὅταν μάθῃς σαφῶς τὸν θάνατον αὐτῆς;’ ‘Ληρεῖς: τούτου γὰρ ἀσφαλέστερον πῶς ἂν μάθοις; [3] Δοκῶ δὲ εὑρηκέναι τοῦ θανάτου καλλίστην ὁδόν, δἰ ἧς οὐδὲ ἡ θεοῖς ἐχθρὰ Μελίτη παντάπασιν ἀθῷος ἀπαλλάξεται: ἄκουσον δὲ τὸν τρόπον. Παρεσκευασάμην, ὡς οἶσθα, πρὸς τὴν ἀπολογίαν τῆς μοιχείας, εἰ κληρωθείη τὸ δικαστήριον: νῦν δέ μοι δέδοκται πᾶν τοὐναντίον, καὶ τὴν μοιχείαν ὁμολογεῖν καὶ ὡς ἀλλήλων ἐρῶντες ἐγώ τε καὶ Μελίτη κοινῇ τὴν Λευκίππην ἀνῃρήκαμεν. [4] Οὕτω γὰρ κἀκείνη δίκην δώσει κἀγὼ τὸν ἐπάρατον βίον καταλίποιμ̓ ἄν.’ ‘Εὐφήμησον’ ὁ Κλεινίας ἔφη: ‘καὶ τολμήσεις οὕτως ἐπὶ τοῖς αἰσχίστοις ἀποθανεῖν, νομιζόμενος φονεύς, καὶ ταῦτα Λευκίππης;’ ‘Οὐδὲν’ εἶπον ‘αἰσχρόν, ὃ λυπεῖ τὸν ἐχθρόν.’ [5] Καὶ ἡμεῖς μὲν ἐν τούτοις ἦμεν, τὸν δὲ ἄνθρωπον ἐκεῖνον τὸν μηνυτὴν τοῦ ψευδοῦς φόνου μετὰ μικρὸν ἀπολύει ὁ ἐπὶ τῶν δεσμῶν, φάσκων τὸν ἄρχοντα κελεῦσαι κομίζειν αὐτὸν δώσοντα λόγον ὧν αἰτίαν ἔσχεν. [6] Ἐμὲ δὲ παρηγόρει Κλεινίας καὶ ὁ Σάτυρος, εἴ πως δύναιντο πεῖσαι, μηδὲν ὧν διενοήθην εἰς τὴν δίκην εἰπεῖν: ἀλλ̓ ἐπέραινον οὐδέν. Ἐκείνην μὲν οὖν τὴν ἡμέραν καταγωγήν τινα μισθωσάμενοι μετῳκίσαντο, ὡς ἂν μηκέτι παρὰ τῷ τῆς Μελίτης εἶεν συντρόφῳ.

 

‹ Prev