Complete Works of Achilles Tatius

Home > Other > Complete Works of Achilles Tatius > Page 42
Complete Works of Achilles Tatius Page 42

by Achilles Tatius


  κἀγὼ πάντα τὰ κατὰ τὴν ἀποδημίαν τὴν ἀπὸ Τύρου διηγοῦμαι, τὸν πλοῦν, τὴν ναυαγίαν, τὴν Αἴγυπτον, τοὺς βουκόλους, τῆς Λευκίππης τὴν ἀπαγωγήν, τὴν παρὰ τῷ βωμῷ πλαστὴν γαστέρα, τὴν Μενελάου τέχνην, τὸν ἔρωτα τοῦ στρατηγοῦ, τὸ Χαιρέου φάρμακον, τὴν τῶν λῃστῶν ἁρπαγήν, τὸ τοῦ μηροῦ τραῦμα, καὶ ἔδειξα τὴν οὐλήν. [2] Ἐπεὶ δὲ κατὰ τὴν Μελίτην ἐγενόμην, ἐξῇρον τὸ δρᾶμα ἐμαυτοῦ πρὸς σωφροσύνην μεταποιῶν καὶ οὐδὲν ἐψευδόμην: τὸν Μελίτης ἔρωτα καὶ τὴν σωφροσύνην τὴν ἐμήν, ὅσον ἐλιπάρησε χρόνον, ὅσον ἀπέτυχεν, ὅσα ἐπηγγείλατο, ὅσα ὠδύρατο: τὴν ναῦν διηγησάμην, τὸν εἰς Ἔφεσον πλοῦν, καὶ ὡς ἄμφω συνεκαθεύδομεν, καί, μὰ ταύτην τὴν Ἄρτεμιν, ὡς ἀπὸ γυναικὸς ἀνέστη γυνή. [3] Ἕν μόνον παρῆκα τῶν ἐμαυτοῦ δραμάτων, τὴν μετὰ ταῦτα πρὸς Μελίτην αἰδῶ. Ἐπεὶ καὶ τὸ δεῖπνον εἶπον καὶ ὡς ἐμαυτοῦ κατεψευσάμην, καὶ μέχρι τῆς θεωρίας τὸν λόγον συνεπέρανα καὶ ‘τὰ μὲν ἐμὰ ταῦτα’ ἔφην, ‘τὰ δὲ Λευκίππης τῶν ἐμῶν μείζονα. [4] Πέπραται, δεδούλευκε, γῆν ἔσκαψε, σεσύληται τῆς κεφαλῆς τὸ κάλλος. Τὴν κουρὰν ὁρᾷς.’ [5] Καὶ καθ̓ ἕκαστον ὡς ἐγένετο διεξῄειν. Κἀν τῷδε κατὰ τὸν Σωσθένην καὶ Θέρσανδρον γενόμενος, ἐξῇρον τὰ αὐτῆς ἔτι μᾶλλον ἢ τἀμά, ἐρωτικῶς αὐτῇ χαριούμενος ἀκούοντος τοῦ πατρός: ὡς πᾶσαν αἰκίαν ἤνεγκεν εἰς τὸ σῶμα καὶ ὕβριν πλὴν μιᾶς, ὑπὲρ δὲ ταύτης τὰς ἄλλας πάσας ὑπέστη: ‘καὶ ἔμεινε, πάτερ, τοιαύτη μέχρι τῆς παρούσης ἡμέρας, οἵαν αὐτὴν ἐξέπεμψας ἀπὸ Βυζαντίου. [6] Καὶ οὐκ ἐμὸν τοῦτο ἐγκώμιον, ὅτι φυγὴν ἑλόμενος οὐδὲν ἔδρασα ὑπὲρ ὧν ἔφυγον, ἀλλ̓ αὐτῆς, ὅτι καὶ ἐν μέσοις λῃσταῖς ἔμεινε παρθένος καὶ τὸν μέγαν ἐνίκησε λῃστήν, Θέρσανδρον λέγω, τὸν ἀναίσχυντον, τὸν βίαιον. [7] Ἐφιλοσοφήσαμεν, πάτερ, τὴν ἀποδημίαν: ἐδίωξε γὰρ ἡμᾶς ἔρως, καὶ ἦν ἐραστοῦ καὶ ἐρωμένης φυγή: ἀποδημήσαντες γεγόναμεν ἀλλήλων ἀδελφοί. Εἴ τις ἄρα ἐστὶν ἀνδρὸς παρθενία, ταύτην κἀγὼ μέχρι τοῦ παρόντος πρὸς Λευκίππην ἔχω: ἡ μὲν γὰρ ἤρα ἐκ πολλοῦ τοῦ τῆς Ἀρτέμιδος ἱεροῦ. [8] Δέσποινα Ἀφροδίτη, μὴ νεμεσήσῃς ἡμῖν ὡς ὑβρισμένη: οὐκ ἠθέλομεν ἀπάτορα γενέσθαι τὸν γάμον. Πάρεστιν οὖν ὁ πατήρ: ἧκε καὶ σύ: εὐμενὴς ἡμῖν ἤδη γενοῦ.’ [9] Ταῦτα ἀκούοντες ὁ μὲν ἱερεὺς ἐκεχήνει θαυμάζων ἕκαστον τῶν λεγομένων, ὁ δὲ Σώστρατος καὶ ἐπεδάκρυεν, ὁπότε κατὰ Λευκίππην ἐγεγόνειν. Καὶ ἐπεί ποτε ἐπαυσάμην ‘τὰ μὲν ἡμέτερα’ εἶπον ‘ἠκούσατε: ἓν δὲ αἰτῶ μαθεῖν κἀγὼ παρὰ σοῦ, ἱερεῦ, μόνον: τί ποτέ ἐστιν ὃ τελευταῖον ἀπιὼν ὁ Θέρσανδρος κατὰ Λευκίππης προσέθηκε, σύριγγα εἰπών;’ ‘Ἀλλὰ σύ γε’ ἔφη ‘καλῶς ἀνήρου: καὶ γὰρ εἰδότας ἡμᾶς τὰ περὶ τὴν σύριγγα τοῖς παροῦσιν ὅμως ἁρμόσασθαι προσήκει: κἀγὼ τὸν σὸν ἀμείψομαι μῦθον.’

  ‘Ὁρᾷς τουτὶ τὸ ἄλσος τὸ κατόπιν τοῦ νεώ. Ἐνθάδε ἐστὶ σπήλαιον ἀπόρρητον γυναιξί, καθαραῖς δὲ εἰσελθούσαις οὐκ ἀπόρρητον παρθένοις: ἀνάκειται δὲ σύριγξ ὀλίγον ἔνδον τῶν τοῦ σπηλαίου θυρῶν. [2] Εἰ μὲν οὖν τὸ ὄργανον καὶ παῤ ὑμῖν ἐπιχωριάζει τοῖς Βυζαντίοις, ἴστε ὃ λέγω: εἰ δέ τις ὑμῶν ἧττον ὡμίλησε ταύτῃ τῇ μουσικῇ, φέρε καὶ οἷόν ἐστιν εἴπω καὶ τὸν τοῦ Πανὸς πάντα μῦθον. [3] Ἡ σύριγξ αὐλοὶ μέν εἰσι πολλοί, κάλαμος δὲ τῶν αὐλῶν ἕκαστος: αὐλοῦσι δὲ οἱ κάλαμοι πάντες ὥσπερ αὐλὸς εἷς: σύγκεινται δὲ στοιχηδὸν ἄλλος ἐπ̓ ἄλλον ἡνωμένος. [4] Τὸ πρόσωπον ἰσοστάσιον καὶ τὸ νῶτον, καὶ ὅσοι εἰσὶ τῶν καλάμων βραχὺ μικρῷ λειπόμενοι, τούτων μείζων ὁ μετὰ τοῦτον, καὶ ἐπὶ τῷ δευτέρῳ τοσοῦτον, ὅσον τοῦ δευτέρου μείζων ὁ μετὰ τοῦτον τρίτος, καὶ κατὰ λόγον οὕτως ὁ λοιπὸς τῶν καλάμων χορὸς ἕκαστον τοῦ πρόσθεν ἴσον ἔχων, τὸ δὲ ἔσω μέσον ἐστὶ τῷ περιττῷ. [5] Αἴτιον δὲ τῆς τοιαύτης τάξεως ἡ τῆς ἁρμονίας διανομή. Τὸ μὲν γὰρ ὀξύτατον ἄνω, καὶ ὅσον εἰς τὸ κάτω πρῶτον βαρύ, κατὰ κέρας ἑκάτερον ὁ ἄκρος ἔλαχεν αὐλός: τὰ δὲ μεταξὺ τῶν ἄκρων τοῦ ῥυθμοῦ διαστήματα, πάντες οἱ μεταξὺ κάλαμοι, ἕκαστος ἐπὶ τὸν πέλας τὸ ὀξὺ καταφέρων ἐς τὸν τῷ τελευταίῳ συνάπτει βάρει. [6] Ὅσα δὲ ὁ τῆς Ἀθηνᾶς αὐλὸς ἐν τοῖς δακτύλοις λαλεῖ, τοσαῦτα ὁ τοῦ Πανὸς ἐν τοῖς στόμασιν αὐλεῖ. Ἀλλ̓ ἐκεῖ μὲν οἱ δάκτυλοι κυβερνῶσι τὰ αὐλήματα, ἐνταῦθα δὲ τοῦ τεχνίτου τὸ στόμα μιμεῖται τοὺς δακτύλους: κἀκεῖ μὲν κλείσας ὁ αὐλητὴς τὰς ἄλλας ὀπὰς μίαν ἀνοίγει μόνην, δἰ ἧς τὸ πνεῦμα καταρρεῖ, ἐνταῦθα δὲ τοὺς μὲν ἄλλους ἐλευθέρους ἀφῆκε καλάμους, μόνῳ δὲ τὸ χεῖλος ἐπιτίθησιν, ὃν ἂν ἐθέλῃ μὴ σιωπᾶν, μεταπηδᾷ τε ἄλλοτε ἐπ̓ ἄλλον, ὅποι ποτ̓ ἂν ἡ τοῦ κρούματος ἁρμονία καλῇ. [7] Οὕτως αὐτῷ περὶ τοὺς αὐλοὺς χορεύει τὸ στόμα. Ἦν δὲ ἡ σύριγξ οὔτε αὐλὸς ἀπ̓ ἀρχῆς οὔτε κάλαμος, ἀλλὰ παρθένος εὐειδής. Ὁ Πὰν οὖν ἐδίωκεν αὐτὴν δρόμον ἐρωτικόν, τὴν δὲ ὕλη τις δέχεται δασεῖα φεύγουσαν: ὁ δὲ Πὰν κατὰ πόδας εἰσθορὼν ὤρεγε τὴν χεῖρα ὡς ἐπ̓ αὐτήν. [8] Καὶ ὁ μὲν ᾤετο τεθηρακέναι καὶ ἔχεσθαι τῶν τριχῶν, καλάμων δὲ κόμην εἶχεν ἡ χείρ. Τὴν μὲν γὰρ εἰς γῆν καταδῦναι λέγουσι, καλάμους δὲ τὴν γῆν ἀντ̓ αὐτῆς τεκεῖν. [9] Τέμνει δὴ τοὺς καλάμους ὑπ̓ ὀργῆς ὁ Πὰν ὡς κλέπτοντας αὐτοῦ τὴν ἐρωμένην: ἐπεὶ δὲ μετὰ �
�αῦτα οὐκ εἶχεν εὑρεῖν, εἰς τοὺς καλάμους δοκῶν λελύσθαι τὴν κόρην, ἔκλαε τὴν τομήν, νομίζων τετμηκέναι τὴν ἐρωμένην. [10] Συμφορήσας οὖν τὰ τετμημένα τῶν καλάμων ὡς μέλη τοῦ σώματος καὶ συνθεὶς εἰς ἓν σῶμα εἶχε διὰ χειρῶν τὰς τομὰς τῶν καλάμων καταφιλῶν ὡς τῆς κόρης τραύματα: ἔστενε δὲ ἐρωτικὸν ἐπιθεὶς τὸ στόμα, καὶ ἐνέπνει ἄνωθεν εἰς τοὺς αὐλοὺς ἅμα φιλῶν: τὸ δὲ πνεῦμα διὰ τῶν ἐν τοῖς καλάμοις στενωπῶν καταρρέον αὐλήματα ἐποίει, καὶ ἡ σύριγξ εἶχε φωνήν. [11] Ταύτην οὖν τὴν σύριγγά φασιν ἀναθεῖναι μὲν ἐνθάδε τὸν Πᾶνα, περιορίσαι δὲ εἰς σπήλαιον αὐτήν, θαμίζειν τε αὐτοῦ καὶ τῇ σύριγγι συνήθως αὐλεῖν. Χρόνῳ δὲ ὕστερον χαρίζεται τὸ χωρίον τῇ Ἀρτέμιδι, συνθήκας ποιησάμενος πρὸς αὐτήν, μηδεμίαν ἐκεῖ καταβαίνειν γυναῖκα. [12] Ὅταν οὖν αἰτίαν ἔχῃ τις οὐκ εἶναι παρθένος, προπέμπει μὲν αὐτὴν ὁ δῆμος μέχρι τῶν τοῦ σπηλαίου θυρῶν, δικάζει δὲ ἡ σύριγξ τὴν δίκην. Ἡ μὲν γὰρ παῖς εἰσέρχεται κεκοσμημένη στολῇ τῇ νενομισμένῃ, ἄλλος δὲ ἐπικλείει τὰς τοῦ σπηλαίου θύρας. [13] Κἂν μὲν ᾖ παρθένος, λιγυρόν τι μέλος ἀκούεται καὶ ἔνθεον, ἤτοι τοῦ τόπου πνεῦμα ἔχοντος μουσικὸν εἰς τὴν σύριγγα τεταμιευμένον, ἢ τάχα καὶ ὁ Πὰν αὐτὸς αὐλεῖ. Μετὰ δὲ μικρὸν αὐτόμαται μὲν αἱ θύραι ἀνεῴχθησαν τοῦ σπηλαίου, ἐκφαίνεται δὲ ἡ παρθένος ἐστεφανωμένη τὴν κεφαλὴν πίτυος κόμαις. [14] Ἐὰν δὲ ᾖ τὴν παρθενίαν ἐψευσμένη, σιωπᾷ μὲν ἡ σύριγξ, οἰμωγὴ δέ τις ἀντὶ μουσικῆς ἐκ τοῦ σπηλαίου πέμπεται, καὶ εὐθὺς ὁ δῆμος ἀπαλλάττεται καὶ ἀφίησιν ἐν τῷ σπηλαίῳ τὴν γυναῖκα: τρίτῃ δὲ ἡμέρᾳ παρθένος ἱέρεια τοῦ τόπου παρελθοῦσα τὴν μὲν σύριγγα εὑρίσκει χαμαί, τὴν δὲ γυναῖκα οὐδαμοῦ. [15] Πρὸς ταῦτα παρασκευάσασθε πῶς ἂν αὐτοὶ σχῆτε τύχης, καὶ σύνετε. Εἰ μὲν γάρ ἐστι παρθένος, ὡς ἔγωγε βουλοίμην, ἄπιτε χαίροντες τῆς σύριγγος τυχόντες εὐμενοῦς: οὐ γὰρ ἄν ποτε ψεύσαιτο τὴν κρίσιν: εἰ δὲ μή: αὐτοὶ γὰρ ἴστε οἷα εἰκὸς ἐν τοσαύταις αὐτὴν ἐπιβουλαῖς γενομένην ἄκουσαν—’

  Καὶ εὐθὺς ἡ Λευκίππη πρὶν τὸν ἱερέα εἰπεῖν τὸν ἑξῆς λόγον ‘ὡς γέ μοι δοκεῖ, μηδὲ εἴπῃς: ἐγὼ γὰρ ἑτοίμη εἰς τὸ τῆς σύριγγος σπήλαιον εἰσελθεῖν καὶ χωρὶς προκλήσεως κατακεκλεῖσθαι.’ ‘Ἀγαθὰ λέγεις’ ὁ ἱερεὺς εἶπε ‘καί σοι συνήδομαι ὑπὲρ σωφροσύνης καὶ [2] τύχης.’ Τότε μὲν οὖν ἑσπέρας γενομένης ἕκαστος ἡμῶν ἀπῄει κοιμησόμενος ἔνθα ὁ ἱερεὺς παρεσκεύασεν, ὁ Κλεινίας δὲ οὐκ ἦν ἡμῖν συνδειπνῶν, ὡς ἂν μὴ φορτικοὶ δοκοίημεν εἶναι τῷ ξενοδόκῳ: ἀλλ̓ ἔνθα καὶ τὴν πρόσθεν ἡμέραν, καὶ τὴν τότε. [3] Τὸν μέντοι Σώστρατον ἑώρων ὑποθορυβηθέντα τῷ τῆς σύριγγος διηγήματι, μὴ ἄρα τὰ περὶ τῆς παρθενίας δἰ αἰδῶ τὴν πρὸς αὐτὸν ψευδώμεθα. [4] Διανεύω δὴ τῇ Λευκίππῃ νεύματι ἀφανεῖ τὸν φόβον τοῦ πατρὸς ἐξελεῖν ἐπισταμένῃ οἵῳ δὴ τρόπῳ μάλιστα οἴεται πείσειν. Κἀκείνη δὲ ἐδόκει μοι ταὐτὸν ὑποπτεύειν, ὥστε ταχύ μου συνῆκε. Διενοεῖτο δὲ καὶ πρὸ τοῦ παῤ ἐμοῦ νεύματος πῶς ἂν κοσμιώτατα προσενεχθείη τῷ πιστώματι. [5] Μέλλουσα οὖν πρὸς ὕπνον ἀναχωρεῖν, ἀσπαζομένη τὸν πατέρα ἠρέμα πρὸς αὐτὸν ‘θάρρει πάτερ’ ἔφη ‘περὶ ἐμοῦ καὶ πίστευε τοῖς εἰρημένοις. Μὰ τὴν γὰρ Ἄρτεμιν, οὐδέτερος ἡμῶν οὐδὲν ἐψεύσατο.’ [6] Τῇ δὲ ὑστεραίᾳ περὶ τὴν θεωρίαν ἦσαν ὅ τε Σώστρατος καὶ ὁ ἱερεύς, καὶ ηὐτρεπισμέναι ἦσαν αἱ θυσίαι, παρῆν δὲ καὶ ἡ βουλὴ μεθέξουσα τῶν ἱερείων: εὐφημίαι δὲ ἦσαν εἰς τὴν θεὸν πολλαί, καὶ ὁ Θέρσανδρος (ἔτυχε γὰρ καὶ αὐτὸς παρὼν) προσελθὼν τῷ προέδρῳ ‘πρόγραψον εἰς αὔριον’ ἔφη ‘τὰς περὶ ἡμῶν δίκας, ἐπεὶ καὶ τὸν καταγνωσθέντα σοι χθὲς ἤδη τινὲς ἔλυσαν, καὶ ὁ Σωσθένης ἐστὶν οὐδαμοῦ.’ Προγέγραπτο μὲν οὖν εἰς τὴν ὑστεραίαν ἡ δίκη, παρεσκευαζόμεθα δὲ ἡμεῖς μάλα εὐπρεπῶς ἔχοντες.

  Ἡκούσης δὲ τῆς κυρίας ὁ Θέρσανδρος εἶπεν ὧδε ‘Οὐκ οἶδα τίνος ἄρξωμαι λόγου καὶ πόθεν, οὐδὲ τίνων κατηγορήσω πρῶτον καὶ τίνων δεύτερον. Τά τε γὰρ τετολμημένα πολλὰ ὑπὸ πολλῶν καὶ οὐδὲν οὐδενὸς τῷ μεγέθει δεύτερον: πάντα δὲ ἀλλήλων γυμνὰ καὶ μεθ̓ ὧν οὐδ̓ ἂν ἅψωμαι κατηγορῶν. [2] Τὰ γὰρ τῆς ψυχῆς κρατούσης φοβοῦμαι μὴ ἀτελής μοι ὁ λόγος γένηται, τῆς τῶν ἄλλων μνήμης τὴν γλῶτταν ἐφ̓ ἕκαστον ἑλκούσης. Ἡ γὰρ εἰς τὸ μήπω λεχθὲν ἔπειξις τοῦ λόγου τὸ ὁλόκληρον τῶν ἤδη λεχθέντων παραιρεῖται. [3] Ὅταν μὲν γὰρ φονεύωσι τοὺς ἀλλοτρίους οἰκέτας οἱ μοιχοί, μοιχεύωσι δὲ τὰς ἀλλοτρίας γυναῖκας οἱ φονεῖς, λύωσι δ̓ ἡμῖν τὰς θεωρίας οἱ πορνοβοσκοί, τὰ δὲ σεμνότατα τῶν ἱερῶν μιαίνωσιν αἱ πόρναι, τὰς ἡμέρας δὲ λογιζόμενος, ἢ ταῖς δούλαις καὶ τοῖς δεσπόταις, τί δράσειέ τις ἔτι, ἀνομίας ὁμοῦ καὶ μοιχείας καὶ ἀσεβείας καὶ μιαιφονίας κεκερασμένης; [4] Κατεγνώκατέ τινος θάνατον ἐφ̓ αἷς δή ποτ̓ οὖν αἰτίαις (οὐδὲν γὰρ διαφέρει) καὶ δεδεμένον εἰς τὸ δεσμωτήριον ἀπεστείλατε φυλαχθησόμενον τῇ καταδίκῃ: οὗτος δὲ παρέστηκεν ὑμῖν, ἀντὶ τῶν δεσμῶν λευκὴν ἠμφιεσμένος στολήν, καὶ ἐν τῇ τάξει τῶν ἐλευθέρων ἕστηκεν ὁ δεσμώτης. Τάχα δὲ καὶ τολμήσει φωνὴν ἀφεῖναι καὶ ἐπιρρητορεῦσαί τι κατ̓ ἐμοῦ, μᾶλλον δὲ καθ̓ ὑμῶν καὶ τῆς ὑμετέρας ψήφου. [5] Λ
έγε δὲ τῶν προέδρων καὶ τῶν συμβούλων τὸ δόγμα. Ἀκούετε καθάπερ ἐψηφίσασθε καὶ τὴν περὶ τούτου μοι γραφήν. Ἔδοξεν ἀποθνήσκειν Κλειτοφῶντα. Ποῦ τοίνυν ὁ δήμιος; ἀπαγέτω τοῦτον λαβών. Δὸς ἤδη τὸ κώνειον. [6] Ἤδη τέθνηκε τοῖς νόμοις: κατάδικός ἐστιν ὑπερήμερος. Τί λέγεις, ὦ σεμνότατε καὶ κοσμιώτατε ἱερεῦ; Ἐν ποίοις ἱεροῖς γέγραπται νόμοις τοὺς ὑπὸ τῆς βουλῆς καὶ τῶν πρυτάνεων κατεγνωσμένους καὶ θανάτοις καὶ δεσμοῖς παραδοθέντας ἐξαρπάζειν τῆς καταδίκης καὶ τῶν δεσμῶν ἀπολύειν καὶ κυριώτερον σαυτὸν ποιεῖν τῶν προέδρων καὶ τῶν δικαστηρίων; [7] Ἀνάστηθι τοῦ θώκου, πρόεδρε, παραχώρησον τῆς ἀρχῆς αὐτῷ καὶ τοῦ δικαστηρίου: οὐκέτι οὐδενὸς εἶ κύριος: οὐδὲν ἔξεστί σοι κατὰ τῶν πονηρῶν ψηφίσασθαι, καὶ σήμερον ὅ τι δόξει λύεται. Τί ἕστηκας, ἱερεῦ, σὺν ἡμῖν ὡς τῶν πολλῶν εἷς; [8] Ἀνάβηθι καὶ κάθισον ἐν τῷ τοῦ προέδρου θρόνῳ καὶ σὺ δίκαζε λοιπὸν ἡμῖν, μᾶλλον δὲ κέλευε τυραννικῶς, μηδὲ ἀναγινωσκέσθω σοί τις νόμος μηδὲ γνῶσις δικαστηρίου, μηδ̓ ὅλως ἄνθρωπον σεαυτὸν ἡγοῦ: μετὰ τῆς Ἀρτέμιδος προσκυνοῦ: [9] καὶ γὰρ τὴν ἐκείνης τιμὴν ἐξήρπασας. Αὐτῇ μόνῃ τοὺς ἐπ̓ αὐτὴν καταφεύγοντας ἔξεστι σώζειν, καὶ ταῦτα πρὸ δικαστηρίου γνώσεως. Δεδεμένον δὲ οὐδένα λέλυκεν ἡ θεός, οὐδὲ θανάτῳ παραδοθέντα ἠλευθέρωσε τῆς τιμωρίας. Τῶν δυστυχούντων εἰσίν, [10] οὐ τῶν ἀδικούντων οἱ βωμοί. Σὺ δὲ καὶ τοὺς δεθέντας ἐλευθεροῖς καὶ τοὺς καταδίκους ἀπολύεις. Οὕτως παρευδοκίμησας καὶ τὴν Ἄρτεμιν. Τίς ᾤκησεν ἀντὶ δεσμωτηρίου τὸ ἱερόν; Φονεὺς καὶ μοιχὸς παρὰ τῇ καθαρᾷ θεῷ: οἴμοι μοιχὸς παρὰ τῇ παρθένῳ. Συνῆν δὲ αὐτῷ καὶ γυνή τις ἀκόλαστος, ἀποδρᾶσα τὸν δεσπότην. [11] Καὶ γὰρ ταύτην, ὡς εἴδομεν, ὑπεδέχου, καὶ μία γέγονεν αὐτοῖς ἑστία παρὰ σοὶ καὶ συμπόσιον, τάχα δὲ καὶ συνεκάθευδες, ἱερεῦ, οἴκημα τὸ ἱερὸν ποιήσας. Ἡ τῆς Ἀρτέμιδος οἰκία μοιχῶν γέγονε καὶ πόρνης θάλαμος. [12] Ταῦτα μόλις ἐν χαμαιτυπείῳ γίνεται. Εἷς μὲν δή μοι λόγος οὗτος κατ̓ ἀμφοῖν. Τὸν μέντοι ἀξιῶ τῆς αὐθαδείας δοῦναι τιμωρίαν, τὸν δὲ ἀποδοθῆναι κελεῦσαι τῇ καταδίκῃ. Δεύτερος δέ ἐστί μοι πρὸς Μελίτην μοιχείας ἀγών, πρὸς ἣν οὐδὲν δέομαι λόγων: ἐν γὰρ τῇ τῶν θεραπαινῶν βασάνῳ τὴν ἐξέτασιν γενέσθαι δέδοκται. [13] Ταύτας οὖν αἰτῶ, αἳ ἂν βασανιζόμεναι φήσωσιν οὐκ εἰδέναι τοῦτον τὸν κατάδικον χρόνῳ πολλῷ συνόντα αὐτῇ καὶ ἐν ἀνδρὸς χώρᾳ ἐν τῇ οἰκίᾳ τῇ ἐμῇ, οὐκ ἐν μοιχοῦ μόνον καθεστηκότα, πάσης αἰτίας αὐτὴν ἀφίημι. Ἂν τοίνυν τοὐναντίον, τὴν μὲν κατὰ τὸν νόμον ἀφεῖσθαι τῆς προικὸς φημὶ δεῖν ἐμοί, τὸν δὲ ὑποσχεῖν τὴν ὀφειλομένην τοῖς μοιχοῖς τιμωρίαν: θάνατος δέ ἐστιν αὕτη: ὥστε ὁποτέρως ἂν οὗτος ἀποθάνῃ, ὡς μοιχὸς ἢ ὡς φονεύς, ἀμφοτέροις ἔνοχος ὤν, δίκην δεδωκὼς οὐ δέδωκεν. [14] Ἀποθανὼν γὰρ ὀφείλει θάνατον ἄλλον. Ὁ δέ μοι τρίτος τῶν λόγων πρὸς τὴν δούλην ἐστὶ τὴν ἐμὴν καὶ τὸν σεμνὸν τοῦτον πατρὸς ὑποκριτήν, ὃν εἰς ὕστερον, ὅταν τούτων καταψηφίσησθε, ταμιεύομαι.’

 

‹ Prev