by Demosthenes
[11] εἰσὶν δέ τινες οἳ πρὶν ἀκοῦσαι τοὺς ὑπὲρ τῶν πραγμάτων λόγους εὐθέως εἰώθασιν ἐρωτᾶν ‘τί οὖν χρὴ ποιεῖν;’ οὐχ ἵν᾽ ἀκούσαντες ποιήσωσι (χρησιμώτατοι γὰρ ἂν ἦσαν ἁπάντων), ἀλλ᾽ ἵνα τοῦ λέγοντος ἀπαλλαγῶσιν. δεῖ δ᾽ ὅμως εἰπεῖν ὅ τι χρὴ ποιεῖν. πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο παρ᾽ ὑμῖν αὐτοῖς βεβαίως γνῶναι, ὅτι τῇ πόλει Φίλιππος πολεμεῖ καὶ τὴν εἰρήνην λέλυκεν, καὶ κακόνους μέν ἐστι καὶ ἐχθρὸς ὅλῃ τῇ πόλει καὶ τῷ τῆς πόλεως ἐδάφει, προσθήσω δὲ καὶ τοῖς ἐν τῇ πόλει θεοῖς, οἵπερ αὐτὸν ἐξολέσειαν, οὐδενὶ μέντοι μᾶλλον ἢ τῇ πολιτείᾳ πολεμεῖ οὐδ᾽ ἐπιβουλεύει, καὶ σκοπεῖ μᾶλλον οὐδὲν τῶν πάντων ἢ πῶς ταύτην καταλύσει. [12] καὶ τοῦτ᾽ ἐξ ἀνάγκης τρόπον τινὰ νῦν γε δὴ ποιεῖ. λογίζεσθε γάρ. ἄρχειν βούλεται, τούτου δ᾽ ἀνταγωνιστὰς μόνους ὑπείληφεν ὑμᾶς. ἀδικεῖ πολὺν χρόνον ἤδη, καὶ τοῦτ᾽ αὐτὸς ἄριστα σύνοιδεν αὑτῷ: οἷς γὰρ οὖσιν ὑμετέροις ἔχει χρῆσθαι, τούτοις ἅπαντα τἄλλα βεβαίως κέκτηται: εἰ γὰρ Ἀμφίπολιν καὶ Ποτείδαιαν προεῖτο, οὐδ᾽ ἂν ἐν Μακεδονίᾳ μένειν ἀσφαλῶς ἐδύνατο. [13] ἀμφότερ᾽ οὖν οἶδε, καὶ αὑτὸν ὑμῖν ἐπιβουλεύοντα καὶ ὑμᾶς αἰσθανομένους: εὖ φρονεῖν δ᾽ ὑμᾶς ὑπολαμβάνων μισεῖν αὑτὸν ἡγεῖται. πρὸς δὲ τούτοις τοσούτοις οὖσιν οἶδεν ἀκριβῶς ὅτι, οὐδ᾽ ἂν ἁπάντων τῶν ἄλλων γένηται κύριος, οὐδὲν ἔστ᾽ αὐτῷ βεβαίως ἔχειν, ἕως ἂν ὑμεῖς δημοκρατῆσθε, ἀλλ᾽ ἄν ποτε συμβῇ τι πταῖσμα (πολλὰ δ᾽ ἂν γένοιτ᾽ ἀνθρώπῳ), ἥξει πάντα τὰ νῦν βεβιασμένα καὶ καταφεύξεται πρὸς ὑμᾶς. [14] ἐστὲ γὰρ ὑμεῖς οὐκ αὐτοὶ πλεονεκτῆσαι καὶ κατασχεῖν ἀρχὴν εὖ πεφυκότες, ἀλλ᾽ ἕτερον λαβεῖν κωλῦσαι καὶ ἔχοντ᾽ ἀφελέσθαι καὶ ὅλως ἐνοχλῆσαι τοῖς ἄρχειν βουλομένοις καὶ πάντας ἀνθρώπους εἰς ἐλευθερίαν ἐξελέσθαι δεινοί. οὔκουν βούλεται τοῖς αὑτοῦ καιροῖς τὴν παρ᾽ ὑμῶν ἐλευθερίαν ἐφεδρεύειν, οὐ κακῶς οὐδ᾽ ἀργῶς ταῦτα λογιζόμενος. [15] πρῶτον μὲν δὴ τοῦτο δεῖ, ἐχθρὸν ὑπειληφέναι τῆς πολιτείας καὶ τῆς δημοκρατίας ἀδιάλλακτον ἐκεῖνον, δεύτερον δ᾽ εἰδέναι σαφῶς ὅτι πάνθ᾽ ὅσα πραγματεύεται καὶ κατασκευάζεται νῦν, ἐπὶ τὴν ἡμετέραν πόλιν παρασκευάζεται. οὐ γὰρ οὕτως εὐήθης ὑμῶν ἐστὶν οὐδεὶς ὥσθ᾽ ὑπολαμβάνειν τὸν Φίλιππον τῶν μὲν ἐν Θρᾴκῃ κακῶν (τί γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μάστειραν καὶ ἃ νῦν φασιν αὐτὸν ἔχειν;) τούτων μὲν ἐπιθυμεῖν καὶ ὑπὲρ τοῦ ταῦτα λαβεῖν καὶ πόνους καὶ χειμῶνας καὶ τοὺς ἐσχάτους κινδύνους ὑπομένειν, [16] τῶν δ᾽ Ἀθηναίων λιμένων καὶ νεωρίων καὶ τριήρων καὶ τόπου καὶ δόξης, ὧν μήτ᾽ ἐκείνῳ μήτ᾽ ἄλλῳ γένοιτο μηδενὶ χειρωσαμένῳ τὴν πόλιν τὴν ἡμετέραν κυριεῦσαι, οὐκ ἐπιθυμεῖν, ἀλλὰ ταῦτα μὲν ὑμᾶς ἐάσειν ἔχειν, ὑπὲρ δὲ τῶν μελινῶν καὶ τῶν ὀλυρῶν τῶν ἐν τοῖς Θρᾳκίοις σιροῖς ἐν τῷ βαράθρῳ χειμάζειν. [17] οὐκ ἔστι ταῦτα, ἀλλὰ κἀκεῖν᾽ ὑπὲρ τοῦ τούτων γίγνεσθαι κύριος καὶ τἄλλα πάντα πραγματεύεται. ταῦτα τοίνυν ἕκαστον εἰδότα καὶ γιγνώσκοντα παρ᾽ αὑτῷ δεῖ μὰ Δί᾽ οὐ γράψαι κελεύειν πόλεμον τὸν τὰ βέλτιστ᾽ ἐπὶ πᾶσι δικαίοις συμβουλεύοντα: τοῦτο μὲν γάρ ἐστι λαβεῖν ὅτῳ πολεμήσετε βουλομένων, οὐχ ἃ τῇ πόλει συμφέρει πράττειν. [18] ὁρᾶτε γάρ. εἰ δι᾽ ἃ πρῶτα παρεσπόνδησε Φίλιππος ἢ δεύτερ᾽ ἢ τρίτα (πολλὰ γάρ ἐστιν ἐφεξῆς) ἔγραψέ τις αὐτῷ πολεμεῖν, ὁ δ᾽ ὁμοίως ὥσπερ νῦν, οὐ γράφοντος οὐδενὸς ὑμῶν πόλεμον, Καρδιανοῖς ἐβοήθει, οὐκ ἂν ἀνηρπασμένος ἦν ὁ γράψας, καὶ διὰ τοῦτο πάντες ᾐτιῶντ᾽ ἂν αὐτὸν Καρδιανοῖς βεβοηθηκέναι; [19] μὴ τοίνυν ζητεῖθ᾽ ὅντιν᾽ ἀνθ᾽ ὧν Φίλιππος ἐξαμαρτάνει μισήσετε καὶ τοῖς παρ᾽ ἐκείνου μισθαρνοῦσι διασπάσασθαι παραβαλεῖτε: μηδ᾽ αὐτοὶ χειροτονήσαντες πόλεμον βούλεσθε παρ᾽ αὐτοῖς ὑμῖν ἐρίζειν, εἰ δέον ἢ μὴ δέον ὑμᾶς τοῦτο πεποιηκέναι: ἀλλ᾽ ὃν ἐκεῖνος πολεμεῖ τρόπον, τοῦτον μιμεῖσθε, τοῖς μὲν ἀμυνομένοις ἤδη χρήματα καὶ τἄλλ᾽ ὅσων δέονται διδόντες, αὐτοὶ δ᾽ εἰσφέροντες, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατασκευαζόμενοι στράτευμα, τριήρεις ταχείας, ἵππους, ἱππαγωγούς, τἄλλ᾽ ὅσ᾽ εἰς πόλεμον: [20] ἐπεὶ νῦν γε γέλως ἔσθ᾽ ὡς χρώμεθα τοῖς πράγμασι, καὶ Φίλιππον δ᾽ αὐτὸν οὐδὲν ἂν ἄλλ᾽ οἶμαι μὰ τοὺς θεοὺς εὔξασθαι ποιεῖν τὴν πόλιν ἢ ταῦθ᾽ ἃ νῦν ποιεῖτε: ὑστερίζετε, ἀναλίσκετε: ὅτῳ παραδώσετε τὰ πράγματα ζητεῖτε, δυσχεραίνετε: ἀλλήλους αἰτιᾶσθε. ἀφ᾽ οὗ δὲ ταῦτα γίγνεται ἐγὼ διδάξω, καὶ ὅπως παύσεται λέξω. [21] οὐδὲν πώποτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πραγμάτων ἐξ ἀρχῆς ἐνεστήσασθ᾽ οὐδὲ κατεσκευάσασθ᾽ ὀρθῶς, ἀλλὰ τὸ συμβαῖνον ἀεὶ διώκετε, εἶτ᾽ ἐπειδὰν ὑστερίσητε παύεσθε: ἕτερον πάλιν ἂν συμβῇ τι παρασκευάζεσθε καὶ θορυβεῖσθε. [22] τὸ δ᾽ οὐχ οὕτως ἔχει: οὐκ ἔνεστι βοηθείαις χρωμένους οὐδὲν τῶν δεόντων ποτὲ πρᾶξαι, ἀλλὰ κατασκευάσαντας δεῖ δύναμιν, καὶ τροφὴν ταύτῃ πορίσαντας καὶ ταμίας καὶ δημοσίους, καὶ ὅπως ἔνι τὴν τῶν χρημάτων φυλακὴν ἀκριβεστάτην γενέσθαι, οὕτω ποιήσαντας, τὸν μὲν τῶν χρημάτων λόγον παρὰ τούτων λαμβάνειν, τὸν δὲ τῶν ἔργων παρὰ τοῦ στρατηγοῦ, καὶ μηδεμίαν πρόφασιν τοῦ πλεῖν ἄλλοσε ἢ πράττειν ἄλλο τι τῷ στρατηγ
ῷ καταλείπειν. [23] ἂν οὕτω ποιήσητε καὶ τοῦτ᾽ ἐθελήσηθ᾽ ὡς ἀληθῶς, ἄγειν εἰρήνην δικαίαν καὶ μένειν ἐπὶ τοῦ τόπου Φίλιππον ἀναγκάσετε, ἢ πολεμήσετ᾽ ἐξ ἴσου: καὶ ἴσως ἄν, ἴσως, ὥσπερ νῦν ὑμεῖς πυνθάνεσθε τί ποιεῖ Φίλιππος καὶ ποῖ πορεύεται, οὕτως ἂν ἐκεῖνος φροντίσαι ποῖ ποθ᾽ ἡ τῆς πόλεως ἀπῆρκεν δύναμις καὶ ποῦ φανήσεται.
[24] εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης πολλῆς καὶ πόνων πολλῶν καὶ πραγματείας εἶναι, καὶ μάλ᾽ ὀρθῶς δοκεῖ: ἀλλ᾽ ἐὰν λογίσηται τὰ τῇ πόλει μετὰ ταῦτα γενησόμενα, ἐὰν ταῦτα μὴ ἐθέλῃ ποιεῖν, εὑρήσει λυσιτελοῦν τὸ ἑκόντας ποιεῖν τὰ δέοντα. εἰ μὲν γάρ ἐστί τις ἐγγυητὴς ὑμῖν θεῶν (οὐ γὰρ ἀνθρώπων γ᾽ οὐδεὶς ἂν γένοιτ᾽ ἀξιόχρεως τηλικούτου πράγματος) ὡς, ἐὰν ἄγηθ᾽ ἡσυχίαν καὶ ἅπαντα προῆσθε, [25] οὐκ ἐπ᾽ αὐτοὺς ὑμᾶς τελευτῶν ἐκεῖνος ἥξει, αἰσχρὸν μὲν νὴ τὸν Δία καὶ πάντας θεοὺς καὶ ἀνάξιον ὑμῶν καὶ τῶν ὑπαρχόντων τῇ πόλει καὶ πεπραγμένων τοῖς προγόνοις, τῆς ἰδίας ῥᾳθυμίας ἕνεκα τοὺς ἄλλους ἅπαντας Ἕλληνας εἰς δουλείαν προέσθαι, καὶ ἔγωγε αὐτὸς μὲν τεθνάναι μᾶλλον ἂν ἢ ταῦτ᾽ εἰρηκέναι βουλοίμην: [26] οὐ μὴν ἀλλ᾽ εἴ τις ἄλλος λέγει καὶ ὑμᾶς πείθει, ἔστω, μὴ ἀμύνεσθε, ἅπαντα πρόεσθε. εἰ δὲ μηδενὶ τοῦτο δοκεῖ, τοὐναντίον δὲ πρόϊσμεν ἅπαντες ὅτι, ὅσῳ ἂν πλειόνων ἐάσωμεν ἐκεῖνον γενέσθαι κύριον, τοσούτῳ χαλεπωτέρῳ καὶ ἰσχυροτέρῳ χρησόμεθ᾽ ἐχθρῷ, ποῖ ἀναδυόμεθα, ἢ τί μέλλομεν; ἢ πότ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ δέοντα ποιεῖν ἐθελήσομεν; ὅταν νὴ Δί᾽ ἀναγκαῖον ᾖ. [27] ἀλλ᾽ ἣν μὲν ἄν τις ἐλευθέρων ἀνθρώπων ἀνάγκην εἴποι, οὐ μόνον ἤδη πάρεστιν, ἀλλὰ καὶ πάλαι παρελήλυθε, τὴν δὲ τῶν δούλων ἀπεύχεσθαι δήπου μὴ γενέσθαι δεῖ. διαφέρει δὲ τί; ὅτι ἐστὶν ἐλευθέρῳ μὲν ἀνθρώπῳ μεγίστη ἀνάγκη ἡ ὑπὲρ τῶν γιγνομένων αἰσχύνη, καὶ μείζω ταύτης οὐκ οἶδ᾽ ἥντιν᾽ ἂν εἴποι τις: δούλῳ δὲ πληγαὶ χὠ τοῦ σώματος αἰκισμός, ὃ μήτε γένοιτο οὔτε λέγειν ἄξιον.
[28] τὸ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τὰ τοιαῦτ᾽ ὀκνηρῶς διακεῖσθαι, ἃ δεῖ τοῖς σώμασι καὶ ταῖς οὐσίαις λῃτουργῆσαι ἕκαστον, ἐστὶ μὲν οὐκ ὀρθῶς ἔχον, οὐδὲ πολλοῦ δεῖ, οὐ μὴν ἀλλ᾽ ἔχει τινὰ πρόφασιν ὅμως: τὸ δὲ μηδ᾽ ὅσ᾽ ἀκοῦσαι δεῖ μηδ᾽ ὅσα βουλεύσασθαι προσήκει, μηδὲ ταῦτ᾽ ἐθέλειν ἀκούειν, τοῦτ᾽ ἤδη πᾶσαν ἐπιδέχεται κατηγορίαν. [29] ὑμεῖς τοίνυν οὐκ ἀκούειν, πρὶν ἂν ὥσπερ νῦν αὐτὰ παρῇ τὰ πράγματα, οὐχὶ βουλεύεσθαι περὶ οὐδενὸς εἰώθατ᾽ ἐφ᾽ ἡσυχίας, ἀλλ᾽ ὅταν μὲν ἐκεῖνος παρασκευάζηται, ἀμελήσαντες τοῦ ποιεῖν ταὐτὸ καὶ ἀντιπαρασκευάζεσθαι ῥᾳθυμεῖτε, καὶ ἄν τι λέγῃ τις, ἐκβάλλετε, ἐπειδὰν δ᾽ ἀπολωλὸς ἢ πολιορκούμενόν τι πύθησθε, ἀκροᾶσθε καὶ παρασκευάζεσθε: [30] ἦν δ᾽ ἀκηκοέναι μὲν καὶ βεβουλεῦσθαι τότε καιρός, ὅθ᾽ ὑμεῖς οὐκ ἠθέλετε, πράττειν δὲ καὶ χρῆσθαι τοῖς παρεσκευασμένοις νῦν, ἡνίκ᾽ ἀκούετε. τοιγαροῦν ἐκ τῶν τοιούτων ἐθῶν μόνοι τῶν πάντων ἀνθρώπων ὑμεῖς τοῖς ἄλλοις τοὐναντίον ποιεῖτε: οἱ μὲν γὰρ ἄλλοι πρὸ τῶν πραγμάτων εἰώθασι χρῆσθαι τῷ βουλεύεσθαι, ὑμεῖς δὲ μετὰ τὰ πράγματα.
[31] ὃ δὴ λοιπόν ἐστι, καὶ πάλαι μὲν ἔδει, διαφεύγει δ᾽ οὐδὲ νῦν, τοῦτ᾽ ἐρῶ. οὐδενὸς τῶν πάντων οὕτως ὡς χρημάτων δεῖ τῇ πόλει πρὸς τὰ νῦν ἐπιόντα πράγματα. συμβέβηκε δ᾽ εὐτυχήματ᾽ ἀπὸ ταὐτομάτου, οἷς ἂν χρησώμεθ᾽ ὀρθῶς, ἴσως ἂν γένοιτο τὰ δέοντα. πρῶτον μὲν γὰρ οἷς βασιλεὺς πιστεύει καὶ εὐεργέτας ὑπείληφεν ἑαυτοῦ, οὗτοι μισοῦσι καὶ πολεμοῦσι Φίλιππον. [32] ἔπειθ᾽ ὁ πράττων καὶ συνειδὼς ἅπανθ᾽ ἃ Φιλλιππος κατὰ βασιλέως παρασκευάζεται, οὗτος ἀνάσπαστος γέγονε, καὶ πάσας τὰς πράξεις βασιλεὺς οὐχ ἡμῶν κατηγορούντων ἀκούσεται, οὓς ὑπὲρ τοῦ συμφέροντος ἂν ἡγήσαιτο τοῦ ἰδίου λέγειν, ἀλλὰ τοῦ πράξαντος αὐτοῦ καὶ διοικοῦντος, ὥστ᾽ εἶναι πιστάς, καὶ λοιπὸν λόγον εἶναι τοῖς παρ᾽ ὑμῶν πρέσβεσιν, [33] ὃν βασιλεὺς ἥδιστ᾽ ἂν ἀκούσαι, ὡς τὸν ἀμφοτέρους ἀδικοῦντα κοινῇ τιμωρήσασθαι δεῖ, καὶ ὅτι πολὺ τῷ βασιλεῖ φοβερώτερός ἐσθ᾽ ὁ Φίλιππος, ἂν προτέροις ἡμῖν ἐπιθῆται: εἰ γὰρ ἐγκαταλειπόμενοί τι πεισόμεθ᾽ ἡμεῖς, ἀδεῶς ἐπ᾽ ἐκεῖνον ἤδη πορεύσεται. ὑπὲρ δὴ τούτων ἁπάντων οἶμαι δεῖν ὑμᾶς πρεσβείαν ἐκπέμπειν, ἥτις τῷ βασιλεῖ διαλέξεται, καὶ τὴν ἀβελτερίαν ἀποθέσθαι, δι᾽ ἣν πολλάκις ἠλαττώθητε, ‘ὁ δὴ βάρβαρος, καὶ ὁ κοινὸς ἅπασιν ἐχθρός,’ καὶ πάντα τὰ τοιαῦτα. [34] ἐγὼ γὰρ ὅταν τιν᾽ ἴδω τὸν μὲν ἐν Σούσοις καὶ Ἐγβατάνοις δεδοικότα καὶ κακόνουν εἶναι τῇ πόλει φάσκοντα, ὃς καὶ πρότερον συνεπηνώρθωσε τὰ τῆς πόλεως πράγματα καὶ νῦν ἐπηγγέλλετο (εἰ δὲ μὴ ἐδέχεσθ᾽ ὑμεῖς, ἀλλ᾽ ἀπεψηφίζεσθε, οὐ τἀκείνου αἴτια), ὑπὲρ δὲ τοῦ ἐπὶ ταῖς θύραις ἐγγὺς οὑτωσὶ ἐν μέσῃ τῇ Ἑλλάδι αὐξανομένου λῃστοῦ τῶν Ἑλλήνων ἄλλο τι λέγοντα, θαυμάζω, καὶ δέδοικα τοῦτον, ὅστις ἂν ᾖ ποτ᾽, ἔγωγε, ἐπειδὴ οὐχ οὗτος Φίλιππον.
[35] ἔστι τοίνυν τι πρᾶγμα καὶ ἄλλο, ὃ λυμαίνεται τὴν πόλιν ὑπὸ βλασφημίας ἀδίκου καὶ λόγων οὐ προσηκόντων διαβεβλημένον, εἶτα τοῖς μηδὲν τῶν ἐν τῇ πολιτείᾳ δικαίων βουλομένοις ποιεῖν πρόφασιν παρέχει: καὶ πάντων, ὅσ᾽ ἐκ
λείπει, δέον παρά του γίγνεσθαι, ἐπὶ τοῦθ᾽ εὑρήσετε τὴν αἰτίαν ἀναφερομένην. περὶ οὗ πάνυ μὲν φοβοῦμαι, οὐ μὴν ἀλλ᾽ ἐρῶ: [36] οἶμαι γὰρ ἕξειν καὶ ὑπὲρ τῶν ἀπόρων τὰ δίκαι᾽ ἐπὶ τῷ συμφέροντι τῆς πόλεως εἰπεῖν πρὸς τοὺς εὐπόρους, καὶ ὑπὲρ τῶν κεκτημένων τὰς οὐσίας πρὸς τοὺς ἐπιδεεῖς. εἰ ἀνέλοιμεν ἐκ μέσου καὶ τὰς βλασφημίας ἃς ἐπὶ τῷ θεωρικῷ ποιοῦνταί τινες οὐχὶ δικαίως, καὶ τὸν φόβον, ὡς οὐ στήσεται τοῦτ᾽ ἄνευ μεγάλου τινὸς κακοῦ, οὐδὲν ἂν εἰς τὰ πράγματα μεῖζον εἰσενεγκαίμεθα, οὐδ᾽ ὅ τι κοινῇ μᾶλλον ἂν ὅλην ἐπιρρώσειε τὴν πόλιν. [37] οὑτωσὶ δὲ σκοπεῖτε: ἐρῶ δ᾽ ὑπὲρ τῶν ἐν χρείᾳ δοκούντων εἶναι πρότερον. ἦν ποτ᾽ οὐ πάλαι παρ᾽ ὑμῖν, ὅτ᾽ οὐ προσῄει τῇ πόλει τάλανθ᾽ ὑπὲρ τριάκοντα καὶ ἑκατόν: καὶ οὐδεὶς ἐστι τῶν τριηραρχεῖν δυναμένων οὐδὲ τῶν εἰσφέρειν ὅστις οὐκ ἠξίου τὰ καθήκοντ᾽ ἐφ᾽ ἑαυτὸν ποιεῖν, ὅτι χρήματ᾽ οὐ περιῆν, ἀλλὰ καὶ τριήρεις ἔπλεον καὶ χρήματ᾽ ἐγίγνετο καὶ πάντ᾽ ἐποιοῦμεν τὰ δέοντα. [38] μετὰ ταῦθ᾽ ἡ τύχη, καλῶς ποιοῦσα, πολλὰ πεποίηκε τὰ κοινά, καὶ τετρακόσι᾽ ἀντὶ τῶν ἑκατὸν ταλάντων προσέρχεται, οὐδενὸς οὐδὲν ζημιουμένου τῶν τὰς οὐσίας ἐχόντων, ἀλλὰ καὶ προσλαμβάνοντος: οἱ γὰρ εὔποροι πάντες ἔρχονται μεθέξοντες τούτου, καὶ καλῶς ποιοῦσιν. [39] τί οὖν μαθόντες τοῦτ᾽ ὀνειδίζομεν ἀλλήλοις καὶ προφάσει χρώμεθα τοῦ μηδὲν ποιεῖν, πλὴν εἰ τῇ παρὰ τῆς τύχης βοηθείᾳ γεγονυίᾳ τοῖς ἀπόροις φθονοῦμεν; [40] οὓς οὔτ᾽ ἂν αἰτιασαίμην ἔγωγε, οὔτ᾽ ἀξιῶ. οὐδὲ γὰρ ἐν ταῖς ἰδίαις οἰκίαις ὁρῶ τὸν ἐν ἡλικίᾳ πρὸς τοὺς πρεσβυτέρους οὕτω διακείμενον οὐδ᾽ οὕτως ἀγνώμον᾽ οὐδ᾽ ἄτοπον τῶν ὄντων οὐδένα, ὥστε, εἰ μὴ ποιήσουσιν ἅπαντες ὅσ᾽ ἂν αὐτός, οὐ φάσκοντα ποιήσειν οὐδὲν οὐδ᾽ αὐτόν: καὶ γὰρ ἂν τοῖς τῆς κακώσεως εἴη νόμοις οὕτω γ᾽ ἔνοχος: δεῖ γάρ, οἶμαι, τοῖς γονεῦσι τὸν ὡρισμένον ἐξ ἀμφοτέρων ἔρανον, καὶ παρὰ τῆς φύσεως καὶ παρὰ τοῦ νόμου, δικαίως φέρειν καὶ ἑκόνθ᾽ ὑποτελεῖν. [41] ὥσπερ τοίνυν ἑνὸς ἡμῶν ἑκάστου τίς ἐστι γονεύς, οὕτω συμπάσης τῆς πόλεως κοινοὺς δεῖ τοὺς γονέας σύμπαντας ἡγεῖσθαι, καὶ προσήκειν τούτους οὐχ ὅπως ὧν ἡ πόλις δίδωσ᾽ ἀφελέσθαι τι, ἀλλ᾽ εἰ καὶ μηδὲν ἦν τούτων, ἄλλοθεν σκοπεῖν ὅπως μηδενὸς ὄντες ἐνδεεῖς περιοφθήσονται. [42] τοὺς μὲν τοίνυν εὐπόρους ταύτῃ χρωμένους τῇ γνώμῃ οὐ μόνον ἡγοῦμαι τὰ δίκαι᾽ ἂν ποιεῖν, ἀλλὰ καὶ τὰ λυσιτελῆ: τὸ γὰρ τῶν ἀναγκαίων τιν᾽ ἀποστερεῖν κοινῇ κακόνους ἐστὶ ποιεῖν πολλοὺς ἀνθρώπους τοῖς πράγμασι: τοῖς δ᾽ ἐν ἐνδείᾳ, δι᾽ ὃ δυσχεραίνουσι τὸ πρᾶγμ᾽ οἱ τὰς οὐσίας ἔχοντες καὶ κατηγοροῦσι δικαίως, τοῦτ᾽ ἀφελεῖν ἂν συμβουλεύσαιμι. [43] δίειμι δέ, ὥσπερ ἄρτι, τὸν αὐτὸν τρόπον καὶ ὑπὲρ τῶν εὐπόρων, οὐ κατοκνήσας εἰπεῖν τἀληθῆ. ἐμοὶ γὰρ οὐδεὶς οὕτως ἄθλιος οὐδ᾽ ὠμὸς εἶναι δοκεῖ τὴν γνώμην, οὔκουν Ἀθηναίων γε, ὥστε λυπεῖσθαι ταῦτα λαμβάνοντας ὁρῶν τοὺς ἀπόρους καὶ τῶν ἀναγκαίων ἐνδεεῖς ὄντας. [44] ἀλλὰ ποῦ συντρίβεται τὸ πρᾶγμα καὶ ποῦ δυσχεραίνεται; ὅταν τὸ ἀπὸ τῶν κοινῶν ἔθος ἐπὶ τὰ ἴδια μεταβιβάζοντας ὁρῶσί τινας, καὶ μέγαν μὲν ὄντα παρ᾽ ὑμῖν εὐθέως τὸν λέγοντα, ἀθάνατον δ᾽ ἕνεκ᾽ ἀσφαλείας, ἑτέραν δὲ τὴν κρύβδην ψῆφον τοῦ φανερῶς θορύβου. [45] ταῦτ᾽ ἀπιστίαν, ταῦτ᾽ ὀργὴν ἔχει. δεῖ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δικαίως ἀλλήλοις τῆς πολιτείας κοινωνεῖν, τοὺς μὲν εὐπόρους εἰς μὲν τὸν βίον τὰ ἑαυτῶν ἀσφαλῶς ἔχειν νομίζοντας καὶ ὑπὲρ τούτων μὴ δεδοικότας, εἰς δὲ τοὺς κινδύνους κοινὰ ὑπὲρ τῆς σωτηρίας τὰ ὄντα τῇ πατρίδι παρέχοντας, τοὺς δὲ λοιποὺς τὰ μὲν κοινὰ κοινὰ νομίζοντας καὶ μετέχοντας τὸ μέρος, τὰ δ᾽ ἑκάστου ἴδια τοῦ κεκτημένου. οὕτω καὶ μικρὰ μεγάλη πόλις γίγνεται καὶ μεγάλη σῴζεται. ὡς μὲν οὖν εἴποι τις ἄν, ἃ παρ᾽ ἑκατέρων εἶναι δεῖ, ταῦτ᾽ ἴσως ἐστίν: ὡς δὲ καὶ γένοιτ᾽ ἄν, ἐν νόμῳ διορθώσασθαι δεῖ.