by Demosthenes
[265] ἐξέτασον τοίνυν παρ᾽ ἄλληλα τὰ σοὶ κἀμοὶ βεβιωμένα, πράως, μὴ πικρῶς, Αἰσχίνη: εἶτ᾽ ἐρώτησον τουτουσὶ τὴν ποτέρου τύχην ἂν ἕλοιθ᾽ ἕκαστος αὐτῶν. ἐδίδασκες γράμματα, ἐγὼ δ᾽ ἐφοίτων. ἐτέλεις, ἐγὼ δ᾽ ἐτελούμην. ἐγραμμάτευες, ἐγὼ δ᾽ ἠκκλησίαζον. ἐτριταγωνίστεις, ἐγὼ δ᾽ ἐθεώρουν. ἐξέπιπτες, ἐγὼ δ᾽ ἐσύριττον. ὑπὲρ τῶν ἐχθρῶν πεπολίτευσαι πάντα, ἐγὼ δ᾽ ὑπὲρ τῆς πατρίδος. [266] ἐῶ τἄλλα, ἀλλὰ νυνὶ τήμερον ἐγὼ μὲν ὑπὲρ τοῦ στεφανωθῆναι δοκιμάζομαι, τὸ δὲ μηδ᾽ ὁτιοῦν ἀδικεῖν ἀνωμολόγημαι, σοὶ δὲ συκοφάντῃ μὲν εἶναι δοκεῖν ὑπάρχει, κινδυνεύεις δ᾽ εἴτε δεῖ σ᾽ ἔτι τοῦτο ποιεῖν, εἴτ᾽ ἤδη πεπαῦσθαι μὴ μεταλαβόντα τὸ πέμπτον μέρος τῶν ψήφων. ἀγαθῇ γ᾽, οὐχ ὁρᾷς; τύχῃ συμβεβιωκὼς τῆς ἐμῆς κατηγορεῖς.
[267] φέρε δὴ καὶ τὰς τῶν λῃτουργιῶν μαρτυρίας ὧν λελῃτούργηκα ὑμῖν ἀναγνῶ. παρ᾽ ἃς παρανάγνωθι καὶ σύ μοι τὰς ῥήσεις ἃς ἐλυμαίνου,”ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
“Eur. Hec. 1καὶ”κακαγγελεῖν μὲν ἴσθι μὴ θέλοντά με,
“unknownκαὶ
“κακὸν κακῶς σε
“
Unknown
μάλιστα μὲν οἱ θεοί, ἔπειθ᾽ οὗτοι πάντες ἀπολέσειαν, πονηρὸν ὄντα καὶ πολίτην καὶ τριταγωνιστήν.
λέγε τὰς μαρτυρίας.”Μαρτυρίαι”
[268] ἐν μὲν τοίνυν τοῖς πρὸς τὴν πόλιν τοιοῦτος: ἐν δὲ τοῖς ἰδίοις εἰ μὴ πάντες ἴσθ᾽ ὅτι κοινὸς καὶ φιλάνθρωπος καὶ τοῖς δεομένοις ἐπαρκῶν, σιωπῶ καὶ οὐδὲν ἂν εἴποιμι οὐδὲ παρασχοίμην περὶ τούτων οὐδεμίαν μαρτυρίαν, οὔτ᾽ εἴ τινας ἐκ τῶν πολεμίων ἐλυσάμην, οὔτ᾽ εἴ τισιν θυγατέρας συνεξέδωκα, οὔτε τῶν τοιούτων οὐδέν. [269] καὶ γὰρ οὕτω πως ὑπείληφα. ἐγὼ νομίζω τὸν μὲν εὖ παθόντα δεῖν μεμνῆσθαι πάντα τὸν χρόνον, τὸν δὲ ποιήσαντ᾽ εὐθὺς ἐπιλελῆσθαι, εἰ δεῖ τὸν μὲν χρηστοῦ, τὸν δὲ μὴ μικροψύχου ποιεῖν ἔργον ἀνθρώπου. τὸ δὲ τὰς ἰδίας εὐεργεσίας ὑπομιμνῄσκειν καὶ λέγειν μικροῦ δεῖν ὅμοιόν ἐστι τῷ ὀνειδίζειν. οὐ δὴ ποιήσω τοιοῦτον οὐδέν, οὐδὲ προαχθήσομαι, ἀλλ᾽ ὅπως ποθ᾽ ὑπείλημμαι περὶ τούτων, ἀρκεῖ μοι.
[270] βούλομαι δὲ τῶν ἰδίων ἀπαλλαγεὶς ἔτι μικρὰ πρὸς ὑμᾶς εἰπεῖν περὶ τῶν κοινῶν. εἰ μὲν γὰρ ἔχεις, Αἰσχίνη, τῶν ὑπὸ τοῦτον τὸν ἥλιον εἰπεῖν ἀνθρώπων ὅστις ἀθῷος τῆς Φιλίππου πρότερον καὶ νῦν τῆς Ἀλεξάνδρου δυναστείας γέγονεν, ἢ τῶν Ἑλλήνων ἢ τῶν βαρβάρων, ἔστω, συγχωρῶ τὴν ἐμὴν εἴτε τύχην εἴτε δυστυχίαν ὀνομάζειν βούλει πάντων αἰτίαν γεγενῆσθαι. [271] εἰ δὲ καὶ τῶν μηδεπώποτ᾽ ἰδόντων ἐμὲ μηδὲ φωνὴν ἀκηκοότων ἐμοῦ πολλοὶ πολλὰ καὶ δεινὰ πεπόνθασι, μὴ μόνον κατ᾽ ἄνδρα, ἀλλὰ καὶ πόλεις ὅλαι καὶ ἔθνη, πόσῳ δικαιότερον καὶ ἀληθέστερον τὴν ἁπάντων, ὡς ἔοικεν, ἀνθρώπων τύχην κοινὴν καὶ φοράν τινα πραγμάτων χαλεπὴν καὶ οὐχ οἵαν ἔδει τούτων αἰτίαν ἡγεῖσθαι. [272] σὺ τοίνυν ταῦτ᾽ ἀφεὶς ἐμὲ τὸν παρὰ τουτοισὶ πεπολιτευμένον αἰτιᾷ, καὶ ταῦτ᾽ εἰδὼς ὅτι, καὶ εἰ μὴ τὸ ὅλον, μέρος γ᾽ ἐπιβάλλει τῆς βλασφημίας ἅπασι, καὶ μάλιστα σοί. εἰ μὲν γὰρ ἐγὼ κατ᾽ ἐμαυτὸν αὐτοκράτωρ περὶ τῶν πραγμάτων ἐβουλευόμην, ἦν ἂν τοῖς ἄλλοις ῥήτορσιν ὑμῖν ἔμ᾽ αἰτιᾶσθαι: [273] εἰ δὲ παρῆτε μὲν ἐν ταῖς ἐκκλησίαις ἁπάσαις, ἀεὶ δ᾽ ἐν κοινῷ τὸ συμφέρον ἡ πόλις προὐτίθει σκοπεῖν, πᾶσι δὲ ταῦτ᾽ ἐδόκει τότ᾽ ἄριστ᾽ εἶναι, καὶ μάλιστα σοί (οὐ γὰρ ἐπὶ εὐνοίᾳ γ᾽ ἐμοὶ παρεχώρεις ἐλπίδων καὶ ζήλου καὶ τιμῶν, ἃ πάντα προσῆν τοῖς τότε πραττομένοις ὑπ᾽ ἐμοῦ, ἀλλὰ τῆς ἀληθείας ἡττώμενος δηλονότι καὶ τῷ μηδὲν ἔχειν εἰπεῖν βέλτιον), πῶς οὐκ ἀδικεῖς καὶ δεινὰ ποιεῖς τούτοις νῦν ἐγκαλῶν ὧν τότ᾽ οὐκ εἶχες λέγειν βελτίω; [274] παρὰ μὲν τοίνυν τοῖς ἄλλοις ἔγωγ᾽ ὁρῶ πᾶσιν ἀνθρώποις διωρισμένα καὶ τεταγμένα πως τὰ τοιαῦτα. ἀδικεῖ τις ἑκών: ὀργὴν καὶ τιμωρίαν κατὰ τούτου. ἐξήμαρτέ τις ἄκων: συγγνώμην ἀντὶ τῆς τιμωρίας τούτῳ. οὔτ᾽ ἀδικῶν τις οὔτ᾽ ἐξαμαρτάνων εἰς τὰ πᾶσι δοκοῦντα συμφέρειν ἑαυτὸν δοὺς οὐ κατώρθωσεν μεθ᾽ ἁπάντων: οὐκ ὀνειδίζειν οὐδὲ λοιδορεῖσθαι τῷ τοιούτῳ δίκαιον, ἀλλὰ συνάχθεσθαι. [275] φανήσεται ταῦτα πάνθ᾽ οὕτως οὐ μόνον ἐν τοῖς νόμοις, ἀλλὰ καὶ ἡ φύσις αὐτὴ τοῖς ἀγράφοις νομίμοις καὶ τοῖς ἀνθρωπίνοις ἤθεσιν διώρικεν. Αἰσχίνης τοίνυν τοσοῦτον ὑπερβέβληκεν ἅπαντας ἀνθρώπους ὠμότητι καὶ συκοφαντίᾳ, ὥστε καὶ ὧν αὐτὸς ὡς ἀτυχημάτων ἐμέμνητο, καὶ ταῦτ᾽ ἐμοῦ κατηγορεῖ.
[276] καὶ πρὸς τοῖς ἄλλοις, ὥσπερ αὐτὸς ἁπλῶς καὶ μετ᾽ εὐνοίας πάντας εἰρηκὼς τοὺς λόγους, φυλάττειν ἐμὲ καὶ τηρεῖν ἐκέλευεν, ὅπως μὴ παρακρούσομαι μηδ᾽ ἐξαπατήσω, δεινὸν καὶ γόητα καὶ σοφιστὴν καὶ τὰ τοιαῦτ᾽ ὀνομάζων, ὡς ἐὰν πρότερός τις εἴπῃ τὰ προσόνθ᾽ ἑαυτῷ περὶ ἄλλου, καὶ δὴ ταῦθ᾽ οὕτως ἔχοντα, καὶ οὐκέτι τοὺς ἀκούοντας σκεψομένους τίς ποτ᾽ αὐτός ἐστιν ὁ ταῦτα λέγων. ἐγὼ δ᾽ οἶδ᾽ οἶδ᾽ ὅτι γιγνώσκετε τοῦτον ἅπαντες, καὶ πολὺ τούτῳ μᾶλλον ἢ ἐμοὶ νομίζετε ταῦτα προσεῖναι. [277] κἀκεῖν᾽ εὖ οἶδ᾽ ὅτι τὴν ἐμὴν δεινότητα — ἔστω γάρ. καίτοι ἔγωγ᾽ ὁρῶ τῆς τῶν λεγόντων δυνάμεως τοὺς ἀκούοντας τὸ πλεῖστον κυρίους: ὡς γὰρ ἂν ὑμεῖς ἀποδέξησθε καὶ πρὸς ἕκ
αστον ἔχητ᾽ εὐνοίας, οὕτως ὁ λέγων ἔδοξε φρονεῖν. εἰ δ᾽ οὖν ἐστι καὶ παρ᾽ ἐμοί τις ἐμπειρία τοιαύτη, ταύτην μὲν εὑρήσετε πάντες ἐν τοῖς κοινοῖς ἐξεταζομένην ὑπὲρ ὑμῶν ἀεὶ καὶ οὐδαμοῦ καθ᾽ ὑμῶν οὐδ᾽ ἰδίᾳ, τὴν δὲ τούτου τοὐναντίον οὐ μόνον τῷ λέγειν ὑπὲρ τῶν ἐχθρῶν, ἀλλὰ καὶ εἴ τις ἐλύπησέ τι τοῦτον ἢ προσέκρουσέ που, κατὰ τούτων. οὐ γὰρ αὐτῇ δικαίως, οὐδ᾽ ἐφ᾽ ἃ συμφέρει τῇ πόλει, χρῆται. [278] οὔτε γὰρ τὴν ὀργὴν οὔτε τὴν ἔχθραν οὔτ᾽ ἄλλ᾽ οὐδὲν τῶν τοιούτων τὸν καλὸν κἀγαθὸν πολίτην δεῖ τοὺς ὑπὲρ τῶν κοινῶν εἰσεληλυθότας δικαστὰς ἀξιοῦν αὑτῷ βεβαιοῦν, οὐδ᾽ ὑπὲρ τούτων εἰς ὑμᾶς εἰσιέναι, ἀλλὰ μάλιστα μὲν μὴ ἔχειν ταῦτ᾽ ἐν τῇ φύσει, εἰ δ᾽ ἄρ᾽ ἀνάγκη, πράως καὶ μετρίως διακείμεν᾽ ἔχειν. ἐν τίσιν οὖν σφοδρὸν εἶναι τὸν πολιτευόμενον καὶ τὸν ῥήτορα δεῖ; ἐν οἷς τῶν ὅλων τι κινδυνεύεται τῇ πόλει, καὶ ἐν οἷς πρὸς τοὺς ἐναντίους ἐστὶ τῷ δήμῳ, ἐν τούτοις: ταῦτα γὰρ γενναίου καὶ ἀγαθοῦ πολίτου. [279] μηδενὸς δ᾽ ἀδικήματος πώποτε δημοσίου, προσθήσω δὲ μηδ᾽ ἰδίου, δίκην ἀξιώσαντα λαβεῖν παρ᾽ ἐμοῦ μήθ᾽ ὑπὲρ τῆς πόλεως μήθ᾽ ὑπὲρ αὑτοῦ, στεφάνου καὶ ἐπαίνου κατηγορίαν ἥκειν συνεσκευασμένον καὶ τοσουτουσὶ λόγους ἀνηλωκέναι ἰδίας ἔχθρας καὶ φθόνου καὶ μικροψυχίας ἐστὶ σημεῖον, οὐδενὸς χρηστοῦ. τὸ δὲ δὴ καὶ τοὺς πρὸς ἔμ᾽ αὐτὸν ἀγῶνας ἐάσαντα νῦν ἐπὶ τόνδ᾽ ἥκειν, καὶ πᾶσαν ἔχει κακίαν. [280] καί μοι δοκεῖς ἐκ τούτων, Αἰσχίνη, λόγων ἐπίδειξίν τινα καὶ φωνασκίας βουλόμενος ποιήσασθαι τοῦτον προελέσθαι τὸν ἀγῶνα, οὐκ ἀδικήματος οὐδενὸς λαβεῖν τιμωρίαν. ἔστι δ᾽ οὐχ ὁ λόγος τοῦ ῥήτορος, Αἰσχίνη, τίμιον, οὐδ᾽ ὁ τόνος τῆς φωνῆς, ἀλλὰ τὸ ταὐτὰ προαιρεῖσθαι τοῖς πολλοῖς καὶ τὸ τοὺς αὐτοὺς μισεῖν καὶ φιλεῖν οὕσπερ ἂν ἡ πατρίς. [281] ὁ γὰρ οὕτως ἔχων τὴν ψυχήν, οὗτος ἐπ᾽ εὐνοίᾳ πάντ᾽ ἐρεῖ: ὁ δ᾽ ἀφ᾽ ὧν ἡ πόλις προορᾶταί τινα κίνδυνον ἑαυτῇ, τούτους θεραπεύων οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμεῖ τοῖς πολλοῖς, οὔκουν οὐδὲ τῆς ἀσφαλείας τὴν αὐτὴν ἔχει προσδοκίαν. ἀλλ᾽, ὁρᾷς; ἐγώ: ταὐτὰ γὰρ συμφέρονθ᾽ εἱλόμην τουτοισί, καὶ οὐδὲν ἐξαίρετον οὐδ᾽ ἴδιον πεποίημαι. [282] ἆρ᾽ οὖν οὐδὲ σύ; καὶ πῶς; ὃς εὐθέως μετὰ τὴν μάχην πρεσβευτὴς ἐπορεύου πρὸς Φίλιππον, ὃς ἦν τῶν ἐν ἐκείνοις τοῖς χρόνοις συμφορῶν αἴτιος τῇ πατρίδι, καὶ ταῦτ᾽ ἀρνούμενος πάντα τὸν ἔμπροσθε χρόνον ταύτην τὴν χρείαν, ὡς πάντες ἴσασιν. καίτοι τίς ὁ τὴν πόλιν ἐξαπατῶν; οὐχ ὁ μὴ λέγων ἃ φρονεῖ; τῷ δ᾽ ὁ κῆρυξ καταρᾶται δικαίως; οὐ τῷ τοιούτῳ; τί δὲ μεῖζον ἔχοι τις ἂν εἰπεῖν ἀδίκημα κατ᾽ ἀνδρὸς ῥήτορος ἢ εἰ μὴ ταὐτὰ φρονεῖ καὶ λέγει; σὺ τοίνυν οὗτος εὑρέθης. [283] εἶτα σὺ φθέγγει καὶ βλέπειν εἰς τὰ τούτων πρόσωπα τολμᾷς; πότερ᾽ οὐχ ἡγεῖ γιγνώσκειν αὐτοὺς ὅστις εἶ; ἢ τοσοῦτον ὕπνον καὶ λήθην ἅπαντας ἔχειν ὥστ᾽ οὐ μεμνῆσθαι τοὺς λόγους οὓς ἐδημηγόρεις ἐν τῷ πολέμῳ, καταρώμενος καὶ διομνύμενος μηδὲν εἶναι σοὶ καὶ Φιλίππῳ πρᾶγμα, ἀλλ᾽ ἐμὲ τὴν αἰτίαν σοι ταύτην ἐπάγειν τῆς ἰδίας ἕνεκ᾽ ἔχθρας, οὐκ οὖσαν ἀληθῆ. [284] ὡς δ᾽ ἀπηγγέλθη τάχισθ᾽ ἡ μάχη, οὐδὲν τούτων φροντίσας εὐθέως ὡμολόγεις καὶ προσεποιοῦ φιλίαν καὶ ξενίαν εἶναί σοι πρὸς αὐτόν, τῇ μισθαρνίᾳ ταῦτα μετατιθέμενος τὰ ὀνόματα: ἐκ ποίας γὰρ ἴσης ἢ δικαίας προφάσεως Αἰσχίνῃ τῷ Γλαυκοθέας τῆς τυμπανιστρίας ξένος ἢ φίλος ἢ γνώριμος ἦν Φίλιππος; ἐγὼ μὲν οὐχ ὁρῶ, ἀλλ᾽ ἐμισθώθης ἐπὶ τῷ τὰ τουτωνὶ συμφέροντα διαφθείρειν. ἀλλ᾽ ὅμως, οὕτω φανερῶς αὐτὸς εἰλημμένος προδότης καὶ κατὰ σαυτοῦ μηνυτὴς ἐπὶ τοῖς συμβᾶσιν γεγονώς, ἐμοὶ λοιδορεῖ καὶ ὀνειδίζεις ταῦτα, ὧν πάντας μᾶλλον αἰτίους εὑρήσεις.
[285] πολλὰ καὶ καλὰ καὶ μεγάλ᾽ ἡ πόλις, Αἰσχίνη, καὶ προείλετο καὶ κατώρθωσεν δι᾽ ἐμοῦ, ὧν οὐκ ἠμνημόνησεν. σημεῖον δέ: χειροτονῶν γὰρ ὁ δῆμος τὸν ἐροῦντ᾽ ἐπὶ τοῖς τετελευτηκόσιν παρ᾽ αὐτὰ τὰ συμβάντα, οὐ σὲ ἐχειροτόνησε προβληθέντα, καίπερ εὔφωνον ὄντα, οὐδὲ Δημάδην, ἄρτι πεποιηκότα τὴν εἰρήνην, οὐδ᾽ Ἡγήμονα, οὐδ᾽ ἄλλον ὑμῶν οὐδένα, ἀλλ᾽ ἐμέ. καὶ παρελθόντος σοῦ καὶ Πυθοκλέους ὠμῶς καὶ ἀναιδῶς, ὦ Ζεῦ καὶ θεοί, καὶ κατηγορούντων ἐμοῦ ταὔθ᾽ ἃ καὶ σὺ νυνί, καὶ λοιδορουμένων, ἔτ᾽ ἄμεινον ἐχειροτόνησεν ἐμέ. [286] τὸ δ᾽ αἴτιον οὐκ ἀγνοεῖς μέν, ὅμως δὲ φράσω σοι κἀγώ. ἀμφότερ᾽ ᾔδεσαν αὐτοί, τήν τ᾽ ἐμὴν εὔνοιαν καὶ προθυμίαν μεθ᾽ ἧς τὰ πράγματ᾽ ἔπραττον, καὶ τὴν ὑμετέραν ἀδικίαν: ἃ γὰρ εὐθενούντων τῶν πραγμάτων ἠρνεῖσθε διομνύμενοι, ταῦτ᾽ ἐν οἷς ἔπταισεν ἡ πόλις ὡμολογήσατε. τοὺς οὖν ἐπὶ τοῖς κοινοῖς ἀτυχήμασιν ὧν ἐφρόνουν λαβόντας ἄδειαν ἐχθροὺς μὲν πάλαι, φανεροὺς δὲ τόθ᾽ ἡγήσανθ᾽ αὑτοῖς γεγενῆσθαι: [287] εἶτα καὶ προσήκειν ὑπολαμβάνοντες τὸν ἐροῦντ᾽ ἐπὶ τοῖς τετελευτηκόσι καὶ τὴν ἐκείνων ἀρετὴν κοσμήσοντα μήθ᾽ ὁμωρόφιον μήθ᾽ ὁμόσπονδον γεγενημένον εἶναι τοῖς πρὸς ἐκείνους παραταξαμένοις, μηδ᾽ ἐκεῖ μὲν κωμάζειν καὶ παιωνίζειν ἐπὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς μετὰ τῶν αὐτοχείρων τοῦ φόνου, δεῦρο δ᾽ ἐλθόντα τιμᾶσθαι, μηδὲ τῇ φωνῇ δακρύειν ὑποκρινόμενον τὴν ἐκείνων τύχην, ἀλλὰ τῇ ψυ
χῇ συναλγεῖν. τοῦτο δ᾽ ἑώρων παρ᾽ ἑαυτοῖς καὶ παρ᾽ ἐμοί, παρὰ δ᾽ ὑμῖν οὔ. [288] διὰ ταῦτ᾽ ἔμ᾽ ἐχειροτόνησαν καὶ οὐχ ὑμᾶς. καὶ οὐχ ὁ μὲν δῆμος οὕτως, οἱ δὲ τῶν τετελευτηκότων πατέρες καὶ ἀδελφοὶ οἱ ὑπὸ τοῦ δήμου τόθ᾽ αἱρεθέντες ἐπὶ τὰς ταφὰς ἄλλως πως, ἀλλὰ δέον ποιεῖν αὐτοὺς τὸ περίδειπνον ὡς παρ᾽ οἰκειοτάτῳ τῶν τετελευτηκότων, ὥσπερ τἄλλ᾽ εἴωθε γίγνεσθαι, τοῦτ᾽ ἐποίησαν παρ᾽ ἐμοί. εἰκότως: γένει μὲν γὰρ ἕκαστος ἑκάστῳ μᾶλλον οἰκεῖος ἦν ἐμοῦ, κοινῇ δὲ πᾶσιν οὐδεὶς ἐγγυτέρω: ᾧ γὰρ ἐκείνους σωθῆναι καὶ κατορθῶσαι μάλιστα διέφερεν, οὗτος καὶ παθόντων ἃ μήποτ᾽ ὤφελον τῆς ὑπὲρ ἁπάντων λύπης πλεῖστον μετεῖχεν.