by Demosthenes
[86] λέγε δὴ τὸ ψήφισμα λαβὼν τὸ τοῦ Διοφάντου καὶ τὸ τοῦ Καλλισθένους, ἵν᾽ εἰδῆθ᾽ ὅτι, ὅτε μὲν τὰ δέοντ᾽ ἐποιεῖτε, θυσιῶν καὶ ἐπαίνων ἠξιοῦσθε παρ᾽ ὑμῖν αὐτοῖς καὶ παρὰ τοῖς ἄλλοις, ἐπειδὴ δ᾽ ὑπὸ τούτων παρεκρούσθητε, παῖδας καὶ γυναῖκας ἐκ τῶν ἀγρῶν κατεκομίζεσθε καὶ τὰ Ἡράκλει᾽ ἐντὸς τείχους θύειν ἐψηφίζεσθε, εἰρήνης οὔσης. ὃ καὶ θαυμάζω, εἰ τὸν μηδὲ τοὺς θεούς, καθ᾽ ὃ πάτριον ἦν, τιμᾶσθαι ποιήσαντα, τοῦτον ἀτιμώρητον ἀφήσετε. λέγε τὸ ψήφισμα.”Ψήφισμα”
ταῦτα μὲν τότ᾽ ἄξι᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πεπραγμένων ἐψηφίσασθε. λέγε δὴ τὰ μετὰ ταῦτα.”Ψήφισμα”
[87] ταῦτα τότ᾽ ἐψηφίζεσθ᾽ ὑμεῖς διὰ τούτους, οὐκ ἐπὶ ταύταις ταῖς ἐλπίσιν οὔτε κατ᾽ ἀρχὰς ποιησάμενοι τὴν εἰρήνην καὶ τὴν συμμαχίαν, οὔθ᾽ ὕστερον ἐγγράψαι πεισθέντες εἰς αὐτὴν ‘καὶ τοῖς ἐγγόνοις,’ ἀλλ᾽ ὡς θαυμάσι᾽ ἡλίκα πεισόμενοι διὰ τούτους ἀγαθά. καὶ μὴν καὶ μετὰ ταῦθ᾽ ὁσάκις πρὸς Πορθμῷ ἢ πρὸς Μεγάροις ἀκούοντες δύναμιν Φιλίππου καὶ ξένους ἐθορυβεῖσθε, πάντες ἐπίστασθε. οὐ τοίνυν εἰ μήπω τῆς Ἀττικῆς ἐπιβαίνει, δεῖ σκοπεῖν οὐδὲ ῥᾳθυμεῖν, ἀλλ᾽ εἰ διὰ τούτους ἐξουσία γέγονεν αὐτῷ τοῦθ᾽ ὅταν βούληται ποιῆσαι, τοῦθ᾽ ὁρᾶν, καὶ πρὸς ἐκεῖνο τὸ δεινὸν βλέπειν, καὶ τὸν αἴτιον καὶ παρασκευάσαντα τὴν ἐξουσίαν ταύτην ἐκείνῳ μισεῖν καὶ τιμωρεῖσθαι.
[88] οἶδα τοίνυν ὅτι τοὺς μὲν ὑπὲρ τῶν κατηγορημένων αὐτῶν λόγους Αἰσχίνης φεύξεται, βουλόμενος δ᾽ ὑμᾶς ὡς πορρωτάτω τῶν πεπραγμένων ἀπάγειν διέξεισιν ἡλίκα πᾶσιν ἀνθρώποις ἀγάθ᾽ ἐκ τῆς εἰρήνης γίγνεται καὶ τοὐναντίον ἐκ τοῦ πολέμου κακά, καὶ ὅλως ἐγκώμι᾽ εἰρήνης ἐρεῖ, καὶ τοιαῦτ᾽ ἀπολογήσεται. ἔστι δὲ καὶ ταῦτα κατηγορήματα τούτου. εἰ γὰρ ἡ τοῖς ἄλλοις ἀγαθῶν αἰτία τοσούτων πραγμάτων καὶ ταραχῆς ἡμῖν αἰτία γέγονε, τί τις εἶναι τοῦτο φῇ πλὴν ὅτι δῶρα λαβόντες οὗτοι καλὸν πρᾶγμα φύσει κακῶς διέθηκαν; [89] ‘τί δ᾽; οὐ τριήρεις τριακόσιαι καὶ σκεύη ταύταις καὶ χρήμαθ᾽ ὑμῖν περίεστι καὶ περιέσται διὰ τὴν εἰρήνην;’ ἴσως ἂν εἴποι. πρὸς δὴ ταῦτ᾽ ἐκεῖν᾽ ὑμᾶς ὑπολαμβάνειν δεῖ, ὅτι καὶ τὰ Φιλίππου πράγματ᾽ ἐκ τῆς εἰρήνης γέγονεν εὐπορώτερα πολλῷ, καὶ κατασκευαῖς ὅπλων καὶ χώρας καὶ προσόδων αἳ γεγόνασιν ἐκείνῳ μεγάλαι. [90] γεγόνασι δὲ καὶ ἡμῖν τινές. ἡ δέ γε τῶν πραγμάτων κατασκευὴ καὶ τῶν συμμάχων, δι᾽ ἣν ἢ αὑτοῖς ἢ τοῖς κρείττοσι τἀγαθὰ πάντες κέκτηνται, ἡ μὲν ἡμετέρα πραθεῖσ᾽ ὑπὸ τούτων ἀπόλωλε καὶ γέγονεν ἀσθενής, ἡ δ᾽ ἐκείνου φοβερὰ καὶ μείζων πολλῷ. οὐ δὴ δίκαιον ἐκείνῳ μὲν ἀμφότερ᾽ ηὐξῆσθαι διὰ τούτους καὶ τὰ τῶν συμμάχων καὶ τὰ τῶν προσόδων, ἃ δ᾽ ἡμῖν καὶ ὣς ἂν ὑπῆρχεν ἐκ τῆς εἰρήνης, ταῦτ᾽ ἀνθ᾽ ὧν ἀπέδοντ᾽ αὐτοὶ λογίζεσθαι. οὐ γὰρ ταῦτ᾽ ἀντ᾽ ἐκείνων γέγονεν, οὐδὲ πολλοῦ δεῖ, ἀλλὰ ταῦτα μὲν ἦν ἂν ὁμοίως ἡμῖν, ἐκεῖνα δὲ τούτοις ἂν προσῆν εἰ μὴ διὰ τούτους.
[91] ὅλως δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιον δήπου φήσαιτ᾽ ἂν εἶναι, μήτ᾽ εἰ πολλὰ καὶ δεινὰ τὰ συμβεβηκότ᾽ ἐστὶ τῇ πόλει, μηδενὸς δ᾽ Αἰσχίνης αἴτιος τούτων, εἰς τοῦτον ἐλθεῖν τὴν ὀργήν, μήτ᾽ εἴ τι τῶν δεόντων πέπρακται δι᾽ ἄλλον τινά, τοῦτο σῶσαι τουτονί: ἀλλ᾽ ὅσων οὗτος αἴτιος σκεψάμενοι καὶ χάριν, ἂν ταύτης ἄξιος ᾖ, καὶ τοὐναντίον ὀργήν, ἂν τοιαῦτα φαίνηται, ποιεῖσθε. [92] πῶς οὖν εὑρήσετε ταῦτα δικαίως; ἐὰν μὴ πάνθ᾽ ἅμ᾽ ἐᾶτε ταράττειν αὐτόν, τὰ τῶν στρατηγῶν ἀδικήματα, τὸν πόλεμον τὸν πρὸς Φίλιππον, τἀπὸ τῆς εἰρήνης ἀγαθά, ἀλλ᾽ ἕκαστον ἐφ᾽ αὑτοῦ σκοπῆτε. οἷον, ἦν ἡμῖν πόλεμος πρὸς Φίλιππον; ἦν. ἐνταῦθ᾽ ἐγκαλεῖ τις Αἰσχίνῃ; βούλεταί τις τούτου κατηγορεῖν περὶ τῶν ἐν τῷ πολέμῳ πραχθέντων; οὐδὲ εἷς. οὐκοῦν περὶ τούτων γ᾽ ἀφεῖται καὶ οὐδὲν αὐτὸν δεῖ λέγειν: περὶ γὰρ τῶν ἀμφισβητουμένων καὶ τοὺς μάρτυρας παρέχεσθαι καὶ τὰ τεκμήρια δεῖ λέγειν τὸν φεύγοντα, οὐ τὰ ὁμολογούμεν᾽ ἀπολογούμενον ἐξαπατᾶν. ὅπως τοίνυν περὶ τοῦ πολέμου μηδὲν ἐρεῖς: οὐδεὶς γὰρ οὐδὲν αἰτιᾶται περὶ αὐτοῦ σε. [93] μετὰ ταῦτ᾽ εἰρήνην τινὲς ἡμᾶς ἔπειθον ποιήσασθαι: ἐπείσθημεν: πρέσβεις ἐπέμψαμεν: ἤγαγον οὗτοι δεῦρο τοὺς ποιησομένους τὴν εἰρήνην. πάλιν ἐνταῦθα περὶ τούτου μέμφεταί τις Αἰσχίνην; φησί τις εἰσηγήσασθαι τοῦτον εἰρήνην, ἢ ἀδικεῖν ὅτι δεῦρ᾽ ἤγαγε τοὺς ποιησομένους; οὐδὲ εἷς. οὔκουν οὐδ᾽ ὑπὲρ αὐτοῦ τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην οὐδὲν αὐτῷ λεκτέον: οὐ γὰρ οὗτος αἴτιος. [94] ‘τί οὖν, ἄνθρωπε, λέγεις,’ εἴ τις ἔροιτό με, ‘καὶ πόθεν ἄρχει κατηγορεῖν;’ ὅθεν, ὦ ἄνδρες Ἀθηναῖοι, βουλευομένων ὑμῶν, οὐ περὶ τοῦ εἰ ποιητέον εἰρήνην ἢ μή (ἐδέδοκτο γὰρ ἤδη τοῦτό γε) ἀλλ᾽ ὑπὲρ τοῦ ποίαν τινά, τοῖς τὰ δίκαια λέγουσιν ἀντειπὼν τῷ μισθοῦ γράφοντι συνεῖπε δῶρα λαβών, καὶ μετὰ ταῦτ᾽ ἐπὶ τοὺς ὅρκους αἱρεθείς, ὧν μὲν ὑμεῖς προσετάξατε, οὐδ᾽ ὁτιοῦν ἐποίησε, τοὺς δ᾽ ἐπὶ τοῦ πολέμου διασωθέντας ἀπώλεσε τῶν συμμάχων, καὶ τηλικαῦτα καὶ τοιαῦτ᾽ ἐψεύσαθ᾽ ἡλίκ᾽ οὐδεὶς πώποτ᾽ ἄλλος ἀνθρώπων οὔτε πρότερον οὔθ᾽ ὕστερον. τὸ μὲν γὰρ ἐξ ἀρχῆς ἄχρι τοῦ λόγου τυχεῖν Φίλιππον ὑπὲρ τῆ�
� εἰρήνης, Κτησιφῶν καὶ Ἀριστόδημος τὴν πρώτην ἔφερον τοῦ φενακισμοῦ, ἐπειδὴ δ᾽ εἰς τὸ πράττειν ἤδη τὰ πράγμαθ᾽ ἧκεν, Φιλοκράτει καὶ τούτῳ παρέδωκαν, δεξάμενοι δ᾽ οὗτοι πάντ᾽ ἀπώλεσαν. [95] εἶτ᾽ ἐπειδὴ δεῖ λόγον καὶ δίκην ὑπέχειν τῶν πεπραγμένων, ὤν, οἶμαι, πανοῦργος οὗτος καὶ θεοῖς ἐχθρὸς καὶ γραμματεύς, ὡς ὑπὲρ εἰρήνης κρινόμενος ἀπολογήσεται, οὐχ ἵνα πλειόνων ἢ κατηγορεῖ τις αὐτοῦ δῷ λόγον: μανία γὰρ τοῦτό γε: ἀλλ᾽ ὁρᾷ τοῦθ᾽ ὅτι ἐν μὲν τοῖς ὑφ᾽ αὑτοῦ πεπραγμένοις ἀγαθὸν μὲν οὐδέν ἐστιν, ἅπαντα δὲ τἀδικήματα, ἡ δ᾽ ὑπὲρ τῆς εἰρήνης ἀπολογία, καὶ εἰ μηδὲν ἄλλο, τοὔνομα γοῦν ἔχει φιλάνθρωπον. [96] ἣν δέδοικα μέν, ὦ ἄνδρες Ἀθηναῖοι, δέδοικα, μὴ λελήθαμεν ὥσπερ οἱ δανειζόμενοι ἐπὶ πολλῷ ἄγοντες: τὸ γὰρ ἀσφαλὲς αὐτῆς καὶ τὸ βέβαιον οὗτοι προὔδοσαν, Φωκέας καὶ Πύλας: οὐ μὴν διὰ τοῦτόν γ᾽ ἐξ ἀρχῆς ἐποιησάμεθα, ἀλλ᾽ ἄτοπον μέν ἐστιν ὃ μέλλω λέγειν, ἀληθὲς δὲ πάνυ: εἰ γάρ τις ὡς ἀληθῶς χαίρει τῇ εἰρήνῃ, τοῖς στρατηγοῖς, ὧν κατηγοροῦσιν ἅπαντες, χάριν αὐτῆς ἐχέτω: εἰ γὰρ ἐκεῖνοι ὡς ὑμεῖς ἐβούλεσθ᾽ ἐπολέμουν, οὐδ᾽ ὄνομ᾽ εἰρήνης ἂν ὑμεῖς ἠνέσχεσθε. [97] εἰρήνη μὲν οὖν δι᾽ ἐκείνους, ἐπικίνδυνος δὲ καὶ σφαλερὰ καὶ ἄπιστος διὰ τούτους γέγονεν δωροδοκήσαντας. εἴργετ᾽ οὖν, εἴργετ᾽ αὐτὸν τῶν ὑπὲρ τῆς εἰρήνης λόγων, εἰς δὲ τοὺς ὑπὲρ τῶν πεπραγμένων ἐμβιβάζετε. οὐ γὰρ Αἰσχίνης ὑπὲρ τῆς εἰρήνης κρίνεται, οὔ, ἀλλ᾽ ἡ εἰρήνη δι᾽ Αἰσχίνην διαβέβληται. σημεῖον δέ: εἰ γὰρ ἡ μὲν εἰρήνη ἐγεγόνει, μηδὲν δ᾽ ὕστερον ἐξηπάτησθ᾽ ὑμεῖς μηδ᾽ ἀπωλώλει τῶν συμμάχων μηδείς, τίν᾽ ἀνθρώπων ἐλύπησεν ἂν ἡ εἰρήνη, ἔξω τοῦ ἄδοξος γεγενῆσθαι; καίτοι καὶ τούτου συναίτιος οὗτος συνειπὼν Φιλοκράτει. ἀλλ᾽ ἀνήκεστόν γ᾽ οὐδὲν ἂν ἦν γεγονός. νῦν δ᾽, οἶμαι, πόλλ᾽, ὧν αἴτιος οὗτος.
[98] ὅτι μὲν τοίνυν αἰσχρῶς καὶ κακῶς πάντα ταῦθ᾽ ὑπὸ τούτων ἀπόλωλε καὶ διέφθαρται, οἶμαι πάντας ὑμᾶς εἰδέναι. ἐγὼ δ᾽, ὦ ἄνδρες δικασταί, τοσοῦτ᾽ ἀπέχω τοῦ συκοφαντίαν τινὰ τοῖς πράγμασι τούτοις προσάγειν ἢ ὑμᾶς ἀξιοῦν, ὥστ᾽ εἰ ταῦθ᾽ ὑπ᾽ ἀβελτερίας ἢ δι᾽ εὐήθειαν ἢ δι᾽ ἄλλην ἄγνοιαν ἡντινοῦν οὕτω πέπρακται, αὐτός τ᾽ ἀφίημ᾽ Αἰσχίνην καὶ ὑμῖν συμβουλεύω. [99] καίτοι τῶν σκήψεων τούτων οὐδεμί᾽ ἐστὶ πολιτικὴ οὐδὲ δικαία. οὐδένα γὰρ τὰ κοινὰ πράττειν ὑμεῖς κελεύετε οὐδ᾽ ἀναγκάζετε: ἀλλ᾽ ἐπειδάν τις ἑαυτὸν πείσας δύνασθαι προσέλθῃ, πρᾶγμα ποιοῦντες ἀνθρώπων χρηστῶν καὶ φιλανθρώπων, εὐνοϊκῶς δέχεσθε καὶ οὐ φθονερῶς, ἀλλὰ καὶ χειροτονεῖτε καὶ τὰ ὑμέτερ᾽ αὐτῶν ἐγχειρίζετε. [100] ἐὰν μὲν οὖν κατορθοῖ τις, τιμήσεται καὶ πλέον ἕξει τῶν πολλῶν κατὰ τοῦτο: ἂν δ᾽ ἀποτυγχάνῃ, σκήψεις καὶ προφάσεις ἐρεῖ; ἀλλ᾽ οὐ δίκαιον. οὐ γὰρ ἂν ἐξαρκέσειε τοῖς ἀπολωλόσι συμμάχοις οὐδὲ τοῖς παισὶν αὐτῶν οὐδὲ ταῖς γυναιξὶν οὐδὲ τοῖς ἄλλοις διὰ τὴν ἀβελτερίαν τὴν ἐμήν, ἵνα μὴ τὴν τούτου λέγω, τοιαῦτα πεπονθέναι: πολλοῦ γε καὶ δεῖ. [101] ἀλλ᾽ ὅμως ὑμεῖς ἄφετ᾽ Αἰσχίνῃ τὰ δεινὰ ταῦτα καὶ ὑπερβάλλοντα, ἂν δι᾽ εὐήθειαν ἢ δι᾽ ἄλλην ἄγνοιαν ἡντινοῦν λελυμασμένος φανῇ. ἂν μέντοι διὰ πονηρίαν ἀργύριον λαβὼν καὶ δῶρα, καὶ τοῦτ᾽ ἐξελεγχθῇ σαφῶς ὑπ᾽ αὐτῶν τῶν πεπραγμένων, μάλιστα μέν, εἰ οἷόν τ᾽, ἀποκτείνατε, εἰ δὲ μή, ζῶντα τοῖς λοιποῖς παράδειγμα ποιήσατε. σκοπεῖτε δὴ τὸν ὑπὲρ τούτων ἔλεγχον, ὡς δίκαιος ἔσται, μεθ᾽ ὑμῶν.
[102] ἀνάγκη δή που τοὺς λόγους τούτους Αἰσχίνην πρὸς ὑμᾶς εἰπεῖν τουτονί, τοὺς περὶ τῶν Φωκέων καὶ τῶν Θεσπιῶν καὶ τῆς Εὐβοίας, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἑκὼν ἐξηπάτα, δυοῖν θάτερον, ἢ διαρρήδην ἀκούσανθ᾽ ὑποσχομένου Φιλίππου ὅτι πράξει ταῦτα καὶ ποιήσει, ἢ εἰ μὴ τοῦτο, γοητευθέντα καὶ φενακισθέντα τῇ περὶ τἄλλα φιλανθρωπίᾳ καὶ ταῦτ᾽ ἐλπίσαντα παρ᾽ αὐτοῦ. οὐκ ἔνεστι τούτων οὐδὲ ἓν χωρίς. [103] ἐκ τοίνυν τούτων ἀμφοτέρων μάλιστα πάντων ἀνθρώπων μισεῖν αὐτῷ προσήκει Φίλιππον. διὰ τί; ὅτι τὸ μὲν ἐκείνου μέρος πάντ᾽ αὐτῷ γέγονεν τὰ δεινότατα καὶ τὰ αἴσχιστα. ὑμᾶς ἐξηπάτηκεν, ἀδοξεῖ, δικαίως ἀπόλωλε, κρίνεται: καὶ εἴ γέ τι τῶν προσηκόντων ἐγίγνετο, ἐν εἰσαγγελίᾳ πάλαι ἂν ἦν: νῦν δὲ διὰ τὴν ὑμετέραν εὐήθειαν καὶ πραότητ᾽ εὐθύνας δίδωσι, καὶ ταύτας ὁπηνίκα βούλεται. ἔστιν οὖν ὅστις ὑμῶν φωνὴν ἀκήκοεν Αἰσχίνου κατηγοροῦντος Φιλίππου; τί δ᾽; ἐξελέγχοντ᾽ ἢ λέγοντά τι τοῦτον ἑόρακεν;1 [109] οὐδὲ εἷς: ἀλλὰ πάντες Ἀθηναῖοι πρότερον κατηγοροῦσι Φιλίππου, καὶ ὁ τυχὼν ἀεί, ὧν οὐδὲν οὐδεὶς ἠδίκηται, ἰδίᾳ δήπου. ἐγὼ δ᾽ ἐκείνους τοὺς λόγους ἐζήτουν παρὰ τούτου, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἦν, ‘ἄνδρες Ἀθηναῖοι, ἐμοὶ μὲν χρήσασθ᾽ ὅ τι βούλεσθε: ἐπίστευσ᾽, ἐξηπατήθην, ἥμαρτον, ὁμολογῶ. τὸν δ᾽ ἄνθρωπον, ἄνδρες Ἀθηναῖοι, φυλάττεσθε: ἄπιστος, γόης, πονηρός. οὐχ ὁρᾶθ᾽ οἷα πεποίηκεν ἐμέ; οἷ᾽ ἐξηπάτηκεν;’ τούτων οὐδέν᾽ ἀκούω τῶν λόγων, οὐδ᾽ ὑμεῖς. [110] διὰ τί; ὅτι οὐ παρακρουσθεὶς οὐδ᾽ ἐξαπατηθείς, ἀλλὰ μισθώσας αὑτὸν καὶ λαβὼν ἀργύριον ταῦτ᾽ εἶπε καὶ προὔδωκεν ἐκείνῳ, καὶ γέγονεν καλὸς κἀγαθὸς καὶ δίκαιος μισθωτὸς ἐκείνῳ, πρεσβευτὴς μέντ
οι καὶ πολίτης ὑμῖν προδότης καὶ τρίς, οὐχ ἅπαξ, ἀπολωλέναι δίκαιος.
[111] οὐ τοίνυν ἐκ τούτων μόνον δῆλός ἐσθ᾽ ὅτι χρημάτων ἅπαντ᾽ εἶπεν ἐκεῖνα: ἀλλ᾽ ἧκον ὡς ὑμᾶς ἔναγχος Θετταλοὶ καὶ Φιλίππου πρέσβεις μετ᾽ αὐτῶν, ἀξιοῦντες ὑμᾶς Φίλιππον Ἀμφικτύον᾽ εἶναι ψηφίσασθαι. τῷ προσῆκεν οὖν ἀντειπεῖν τούτοις μάλιστα πάντων ἀνθρώπων; Αἰσχίνῃ τουτῳί. διὰ τί; ὅτι οἷς οὗτος ἀπήγγειλε πρὸς ὑμᾶς, τούτοις τἀναντί᾽ ἐποίησεν ἐκεῖνος. [112] οὗτος μὲν γὰρ ἔφη Θεσπιὰς καὶ Πλαταιὰς αὐτὸν τειχιεῖν, καὶ τοὺς μὲν Φωκέας οὐκ ἀπολεῖν, τὴν δὲ Θηβαίων ὕβριν καταλύσειν: ὁ δὲ τοὺς μὲν Θηβαίους μείζους ἢ προσῆκε πεποίηκε, τοὺς δὲ Φωκέας ἄρδην ἀπολώλεκε, καὶ τὰς μὲν Θεσπιὰς καὶ Πλαταιὰς οὐ τετείχικε, τὸν δ᾽ Ὀρχομενὸν καὶ τὴν Κορώνειαν προσεξηνδραπόδισται. πῶς ἂν ἐναντιώτερα πράγμαθ᾽ ἑαυτοῖς τούτων γένοιτο; οὐ τοίνυν ἀντεῖπεν, οὐδὲ διῆρε τὸ στόμα, οὐδ᾽ ἐφθέγξατ᾽ ἐναντίον οὐδέν. [113] καὶ οὐχὶ τοῦτό πω δεινόν, τηλικοῦτον ὄν. ἀλλὰ καὶ συνεῖπε μόνος τῶν ἐν τῇ πόλει πάντων ἀνθρώπων. καίτοι τοῦτό γ᾽ οὐδὲ Φιλοκράτης ἐτόλμησε ποιῆσαι ὁ μιαρός, ἀλλ᾽ Αἰσχίνης οὑτοσί. καὶ θορυβούντων ὑμῶν καὶ οὐκ ἐθελόντων ἀκούειν αὐτοῦ, καταβαίνων ἀπὸ τοῦ βήματος, ἐνδεικνύμενος τοῖς πρέσβεσι τοῖς παρὰ τοῦ Φιλίππου παροῦσι, πολλοὺς ἔφη τοὺς θορυβοῦντας εἶναι, ὀλίγους δὲ τοὺς στρατευομένους ὅταν δέῃ, (μέμνησθε γὰρ δήπου,) αὐτὸς ὤν, οἶμαι, θαυμάσιος στρατιώτης, ὦ Ζεῦ.