Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 165
Delphi Complete Works of Demosthenes Page 165

by Demosthenes


  [147] οὐ τοίνυν θαυμάσαιμ᾽ ἂν εἰ καὶ τοιοῦτό τι τολμήσει λέγειν, ὡς οὐκ ἦν καλὴν οὐδ᾽ οἵαν ἠξίουν ἐγὼ τὴν εἰρήνην ποιήσασθαι, κακῶς τῷ πολέμῳ τῶν στρατηγῶν κεχρημένων. ἂν δὴ ταῦτα λέγῃ, πρὸς θεῶν ἐρωτήσατ᾽ αὐτὸν μεμνημένοι, πότερ᾽ ἐξ ἑτέρας ᾤχετο πρεσβεύων πόλεως ἢ ταύτης αὐτῆς. εἰ μὲν γὰρ ἐξ ἑτέρας, ἣν κεκρατηκέναι τε τῷ πολέμῳ φήσει καὶ χρηστοὺς ἔχειν στρατηγούς, εἰκότως χρήματ᾽ εἴληφεν: εἰ δ᾽ ἐκ ταύτης αὐτῆς, τίνος εἵνεκ᾽ ἐφ᾽ οἷς ἡ πέμψασα πόλις τῶν αὑτῆς ἀπέστη, ἐπὶ τούτοις οὗτος δωρειὰς προσλαβὼν φαίνεται; τῶν γὰρ αὐτῶν ἔδει τήν τε πέμψασαν πόλιν τυγχάνειν καὶ τοὺς ἐκ ταύτης πρέσβεις, εἴπερ τι τῶν δικαίων ἐγίγνετο. [148] ἔτι τοίνυν κἀκεῖνο σκέψασθ᾽, ὦ ἄνδρες δικασταί. πότερ᾽ οἴεσθε πλέον Φωκέας Θηβαίων ἢ Φίλιππον ὑμῶν κρατεῖν τῷ πολέμῳ; ἐγὼ μὲν γὰρ εὖ οἶδ᾽ ὅτι Φωκεῖς Θηβαίων. εἶχόν γ᾽ Ὀρχομενὸν καὶ Κορώνειαν καὶ τὸ Τιλφωσαῖον, καὶ τοὺς ἐν Νέωσιν ἀπειλήφεσαν αὐτῶν, καὶ ἑβδομήκοντα καὶ διακοσίους ἀπεκτόνεσαν ἐπὶ τῷ Ἡδυλείῳ, καὶ τρόπαιον εἱστήκει, καὶ ἱπποκράτουν, καὶ κακῶν Ἰλιὰς περιειστήκει Θηβαίους. [149] ὑμῖν δὲ τοιοῦτο μὲν οὐδὲν οὔτ᾽ ἦν μήτε γένοιτο τοῦ λοιποῦ, τοῦτο δ᾽ ἦν τὸ δεινότατον τοῦ πρὸς Φίλιππον πολέμου: οὐκ ἐδύνασθε κακῶς ἡλίκ᾽ ἐβούλεσθε ποιεῖν ἐκεῖνον: τοῦ δὲ μὴ πάσχειν αὐτοὶ πᾶσαν ἄδειαν ἤγετε. τί ποτ᾽ οὖν ἐκ τῆς αὐτῆς εἰρήνης τοῖς μὲν Θηβαίοις, τοῖς τοσοῦτο κρατουμένοις τῷ πολέμῳ, καὶ τὰ ἑαυτῶν κομίσασθαι καὶ τὰ τῶν ἐχθρῶν προσλαβεῖν γέγονε, τοῖς δ᾽ Ἀθηναίοις ὑμῖν, καὶ ἃ τῷ πολέμῳ διεσῴζετο, ταῦτ᾽ ἐπὶ τῆς εἰρήνης ἀπολωλεκέναι; ὅτι τἀκείνων μὲν οὐκ ἀπέδονθ᾽ οἱ πρέσβεις, τὰ δ᾽ ὑμέτερ᾽ οὗτοι πεπράκασιν. ἀλλὰ νὴ Δία τοὺς συμμάχους ἀπειρηκέναι φήσει τῷ πολέμῳ ... ὅτι γὰρ ταῦθ᾽ οὕτω πέπρακται, καὶ ἐκ τῶν ἐπιλοίπων ἔτι μᾶλλον εἴσεσθε.

  [150] ἐπειδὴ γὰρ ἡ μὲν εἰρήνη τέλος εἶχεν αὕτη, ἡ τοῦ Φιλοκράτους, ᾗ συνεῖπεν οὗτος, οἱ δὲ πρέσβεις ἀπήρκεσαν οἱ τοῦ Φιλίππου λαβόντες τοὺς ὅρκους (καὶ μέχρι τούτου γ᾽ οὐδὲν ἀνήκεστον ἦν τῶν πεπραγμένων, ἀλλ᾽ αἰσχρὰ μὲν ἡ εἰρήνη καὶ ἀναξία τῆς πόλεως, ἀντὶ δὲ τούτων δὴ τὰ θαυμάσι᾽ ἀγάθ᾽ ἡμῖν ἔμελλεν ἔσεσθαι), ἠξίουν ὑμᾶς ἐγὼ καὶ τούτοις ἔλεγον πλεῖν τὴν ταχίστην ἐφ᾽ Ἑλλησπόντου, καὶ μὴ προέσθαι μηδ᾽ ἐᾶσαι κατασχεῖν Φίλιππον μηδὲν ἐν τῷ μεταξὺ χρόνῳ τῶν ἐκεῖ χωρίων. [151] ᾔδειν γὰρ ἀκριβῶς ὅτι πάνθ᾽ ὅσ᾽ ἂν ἐκ πολέμου γιγνομένης εἰρήνης προεθῇ, ταῦτα τοῖς ἀμελήσασιν ἀπόλλυται: οὐδεὶς γὰρ πώποθ᾽ ὑπὲρ τῶν ὅλων πεισθεὶς εἰρήνην ἄγειν ὑπὲρ τῶν ἐγκαταλειφθέντων ἐξ ἀρχῆς ἠθέλησεν πολεμεῖν, ἀλλὰ ταῦθ᾽ οἱ προλαβόντες ἔχουσιν. χωρὶς δὲ τούτων δυοῖν χρησίμοιν οὐ διαμαρτήσεσθαι τὴν πόλιν ἡγούμην πλευσάντων ἡμῶν: ἢ γὰρ παρόντων καὶ κατὰ τὸ ψήφισμ᾽ αὐτὸν ἐξορκωσάντων, ἃ μὲν εἰλήφει τῆς πόλεως, ἀποδώσειν, τῶν δὲ λοιπῶν ἀφέξεσθαι, [152] ἢ μὴ ποιοῦντος ταῦτα ἀπαγγελεῖν ἡμᾶς εὐθέως δεῦρο, ὥστ᾽ ἐν ἐκείνοις τοῖς πόρρω καὶ ἐλάττοσι τὴν πλεονεξίαν καὶ τὴν ἀπιστίαν ἰδόντας ὑμᾶς περὶ τῶνδε τῶν ἐγγὺς καὶ μειζόνων, λέγω δὲ Φωκέων καὶ Πυλῶν, οὐ προήσεσθαι: μὴ προλαβόντος δ᾽ ἐκείνου ταῦτα μηδ᾽ ὑμῶν ἐξαπατηθέντων ἅπαντ᾽ ἐν ἀσφαλεῖ τὰ πράγμαθ᾽ ὑμῖν ἔσεσθαι, καὶ παρ᾽ ἑκόντος ὑπάρξειν αὐτοῦ τὰ δίκαια. [153] καὶ ταῦτ᾽ εἰκότως οὕτως ὑπελάμβανον ἕξειν. εἰ γὰρ ἦσαν, ὡς ἦσαν τότε, Φωκεῖς σῷοι καὶ Πύλας εἶχον, ἐκεῖνος μὲν οὐδὲν ἂν ὑμῖν εἶχ᾽ ἀνατείνασθαι φοβερόν, δι᾽ ὃ τῶν δικαίων ἄν τι παρείδετε: οὔτε γὰρ κατὰ γῆν παρελθὼν οὔτε ναυσὶ κρατήσας εἰς τὴν Ἀττικὴν ἥξειν ἔμελλεν: ὑμεῖς δ᾽ ἐκείνου παραχρῆμα, εἰ μὴ τὰ δίκαια ποιοίη, κλείσειν τὰ ἐμπόρια, καὶ χρημάτων τ᾽ ἐν σπάνει καὶ τῶν ἄλλων ἐν πολιορκίᾳ πάλιν αὐτὸν καταστήσειν, ὥστ᾽ ἐκεῖνος ὁ δουλεύσων ἔμελλεν ἔσεσθαι τοῖς ἀπὸ τῆς εἰρήνης λυσιτελοῦσιν, οὐχ ὑμεῖς. [154] καὶ ταῦθ᾽ ὅτι οὐκ ἐπὶ τοῖς συμβεβηκόσι νῦν πλάττομαι καὶ προσποιοῦμαι, ἀλλὰ τότ᾽ εὐθὺς ἐγνώκειν καὶ προεωρώμην ὑπὲρ ὑμῶν καὶ τούτοις ἔλεγον, ἐκεῖθεν εἴσεσθε. ἐπειδὴ γὰρ ἐκκλησία μὲν οὐκέτ᾽ ἦν ὑπόλοιπος οὐδεμία διὰ τὸ προκατακεχρῆσθαι, οὗτοι δ᾽ οὐκ ἀπῇσαν, ἀλλ᾽ αὐτοῦ διέτριβον, γράφω ψήφισμα βουλεύων, τὴν βουλὴν ποιήσαντος τοῦ δήμου κυρίαν, ἀπιέναι τοὺς πρέσβεις τὴν ταχίστην, τὸν δὲ στρατηγὸν Πρόξενον κομίζειν αὐτοὺς ἐπὶ τοὺς τόπους ἐν οἷς ἂν ὄντα Φίλιππον πυνθάνηται, γράψας ὥσπερ νῦν λέγω, τοῖς ῥήμασιν οὕτως ἄντικρυς. καί μοι λέγε τοῦτο τὸ ψήφὶσμα λαβών.”Ψήφισμα”

  [155] ἐνθένδε μὲν τοίνυν αὐτοὺς ἐξήγαγον οὕτως ἄκοντας, ὡς καθαρῶς οἷς μετὰ ταῦτ᾽ ἐποίουν εἴσεσθε. ἐπειδὴ δ᾽ ἀφικόμεθ᾽ εἰς Ὠρεὸν καὶ συνεμείξαμεν τῷ Προξένῳ, ἀμελήσαντες οὗτοι τοῦ πλεῖν καὶ τὰ προστεταγμένα πράττειν ἐπορεύοντο κύκλῳ, καὶ πρὶν εἰς Μακεδονίαν ἐλθεῖν, τρεῖς καὶ εἴκοσιν ἡμέρας ἀνηλώσαμεν: τὰς δ᾽ ἄλλας πάσας καθήμεθ᾽ ἐν Πέλλῃ, πρὶν Φίλιππον ἐλθεῖν, σὺν αἷς ἐπορεύθημεν ὁμοῦ πεντήκονθ᾽ ὅλας. [156] ἐν δὲ τούτῳ Δορίσκον, Θρᾴκην, τἀπὶ τειχῶν, Ἱερὸν ὄρος, πάντα τὰ πράγματα, ἐν εἰρήνῃ καὶ σπονδαῖς ᾕρει καὶ δ�
�ῳκεῖθ᾽ ὁ Φίλιππος, πολλὰ λέγοντος ἐμοῦ καὶ θρυλοῦντος ἀεί, τὸ μὲν πρῶτον ὡς ἂν εἰς κοινὸν γνώμην ἀποφαινομένου, μετὰ ταῦτα δ᾽ ὡς ἀγνοοῦντας διδάσκοντος, τελευτῶντος δ᾽ ὡς ἂν πρὸς πεπρακότας αὑτοὺς καὶ ἀνοσιωτάτους ἀνθρώπους οὐδὲν ὑποστελλομένου. [157] ὁ δὲ τούτοις ἀντιλέγων φανερῶς καὶ ἅπασιν ἐναντιούμενος οἷς ἔλεγον μὲν ἐγώ, ἐψήφιστο δ᾽ ὑφ᾽ ὑμῶν, οὗτος ἦν. εἰ δὲ καὶ πᾶσιν ἤρεσκε ταῦτα τοῖς ἄλλοις πρέσβεσιν, αὐτίκ᾽ εἴσεσθε. ἐγὼ μὲν γὰρ οὐδέν πω λέγω περὶ οὐδενὸς οὐδ᾽ αἰτιῶμαι, οὐδ᾽ ἀναγκασθέντ᾽ αὐτῶν οὐδένα δεῖ δοκεῖν χρηστὸν εἶναι τήμερον, ἀλλὰ δι᾽ αὑτὸν καὶ τὸ μὴ κεκοινωνηκέναι τῶν ἀδικημάτων. ὅτι μὲν γὰρ αἰσχρὰ καὶ δεινὰ καὶ οὐ προῖκα τὰ πεπραγμένα, πάντες ὑμεῖς ἑοράκατε: οἵτινες δ᾽ οἱ τούτων μετεσχηκότες, αὐτὸ δηλώσει.

 

‹ Prev