Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 167
Delphi Complete Works of Demosthenes Page 167

by Demosthenes


  [182] ἀγανακτήσει τοίνυν αὐτίκα δὴ μάλα, ὡς ἐγὼ πυνθάνομαι, εἰ μόνος τῶν ἐν τῷ δήμῳ λεγόντων λόγων εὐθύνας ὑφέξει. ἐγὼ δ᾽ ὅτι μὲν πάντες ἂν εἰκότως ὧν λέγουσι δίκην ὑπέχοιεν, εἴπερ ἐπ᾽ ἀργυρίῳ τι λέγοιεν, παραλείψω, ἀλλ᾽ ἐκεῖνο λέγω: εἰ μὲν Αἰσχίνης ἰδιώτης ὢν ἀπελήρησέ τι καὶ διήμαρτε, μὴ σφόδρ᾽ ἀκριβολογήσησθε, ἐάσατε, συγγνώμην ἔχετε: εἰ δὲ πρεσβευτὴς ὢν ἐπὶ χρήμασιν ἐπίτηδες ἐξηπάτηκεν ὑμᾶς, μὴ ἀφῆτε, μηδ᾽ ἀνάσχησθ᾽ ὡς οὐ δεῖ δίκην ὧν εἶπεν ὑποσχεῖν. [183] τίνος γὰρ ἄλλου δεῖ δίκην παρὰ πρέσβεων ἢ λόγων λαμβάνειν; εἰσὶ γὰρ οἱ πρέσβεις οὐ τριήρων οὐδὲ τόπων οὐδ᾽ ὁπλιτῶν οὐδ᾽ ἀκροπόλεων κύριοι (οὐδεὶς γὰρ πρέσβεσι ταῦτ᾽ ἐγχειρίζει), ἀλλὰ λόγων καὶ χρόνων. τοὺς μὲν τοίνυν χρόνους εἰ μὲν μὴ προανεῖλε τῆς πόλεως, οὐκ ἀδικεῖ, εἰ δ᾽ ἀνεῖλεν, ἠδίκηκε: τοὺς δὲ λόγους εἰ μὲν ἀληθεῖς ἀπήγγελκεν ἢ συμφέροντας, ἀποφευγέτω, εἰ δὲ καὶ ψευδεῖς καὶ μισθοῦ καὶ ἀσυμφόρους, ἁλισκέσθω. [184] οὐδὲν γὰρ ἔσθ᾽ ὅ τι μεῖζον ἂν ὑμᾶς ἀδικήσειέ τις ἢ ψευδῆ λέγων. οἷς γάρ ἐστ᾽ ἐν λόγοις ἡ πολιτεία, πῶς, ἂν οὗτοι μὴ ἀληθεῖς ὦσιν, ἀσφαλῶς ἔστι πολιτεύεσθαι; ἂν δὲ δὴ καὶ πρὸς ἃ τοῖς ἐχθροῖς συμφέρει δῶρά τις λαμβάνων λέγῃ, πῶς οὐχὶ καὶ κινδυνεύσετε; οὐδέ γε τοὺς χρόνους ἴσον ἔστ᾽ ἀδίκημ᾽ ὀλιγαρχίας ἢ τυράννου παρελέσθαι καὶ ὑμῶν: οὐδ᾽ ὀλίγου δεῖ. [185] ἐν ἐκείναις μὲν γάρ, οἶμαι, ταῖς πολιτείαις πάντ᾽ ἐξ ἐπιτάγματος ὀξέως γίγνεται: ὑμῖν δὲ πρῶτον μὲν τὴν βουλὴν ἀκοῦσαι περὶ πάντων καὶ προβουλεῦσαι δεῖ, καὶ τοῦθ᾽ ὅταν ᾖ κήρυξι καὶ πρεσβείαις προγεγραμμένον, οὐκ ἀεί: εἶτ᾽ ἐκκλησίαν ποιῆσαι, καὶ ταύτην ὅταν ἐκ τῶν νόμων καθήκῃ. εἶτα κρατῆσαι καὶ περιγενέσθαι δεῖ τοὺς τὰ βέλτιστα λέγοντας τῶν ἢ δι᾽ ἄγνοιαν ἢ διὰ μοχθηρίαν ἀντιλεγόντων. [186] ἐφ᾽ ἅπασι δὲ τούτοις, ἐπειδὰν καὶ δεδογμένον ᾖ καὶ συμφέρον ἤδη φαίνηται, χρόνον δεῖ δοθῆναι τῇ τῶν πολλῶν ἀδυναμίᾳ, ἐν ᾧ καὶ ποριοῦνται ταῦθ᾽ ὧν ἂν δέωνται, ὅπως τὰ δόξαντα καὶ δυνηθῶσι ποιῆσαι. ὁ δὴ τοὺς χρόνους τούτους ἀναιρῶν τῆς οἵα παρ᾽ ἡμῖν ἐστι πολιτείας, οὐ χρόνους ἀνῄρηκεν οὗτος, οὔ, ἀλλὰ τὰ πράγμαθ᾽ ἁπλῶς ἀφῄρηται.

  [187] ἔστι τοίνυν τις πρόχειρος λόγος πᾶσι τοῖς ἐξαπατᾶν ὑμᾶς βουλομένοις, ‘οἱ ταράττοντες τὴν πόλιν, οἱ διακωλύοντες Φίλιππον εὖ ποιῆσαι τὴν πόλιν.’ πρὸς οὓς ἐγὼ λόγον μὲν οὐδέν᾽ ἐρῶ, τὰς δ᾽ ἐπιστολὰς ὑμῖν ἀναγνώσομαι τὰς τοῦ Φιλίππου, καὶ τοὺς καιροὺς ἐφ᾽ ὧν ἕκαστ᾽ ἐξηπάτησθ᾽ ὑπομνήσω, ἵν᾽ εἰδῆθ᾽ ὅτι τὸ ψυχρὸν τοῦτ᾽ ὄνομα, τὸ ‘ἄχρι κόρου,’ παρελήλυθ᾽ ἐκεῖνος φενακίζων ὑμᾶς.”Ἐπιστολαί Φιλίππου”

  [188] οὕτω τοίνυν αἰσχρὰ καὶ πολλὰ καὶ πάντα καθ᾽ ὑμῶν πεπρεσβευκὼς περιιὼν λέγει, ‘τί δ᾽ ἂν εἴποις περὶ Δημοσθένους, ὃς τῶν συμπρέσβεων κατηγορεῖ;’ νὴ Δί᾽, εἴτε βούλομαί γ᾽ εἴτε μή, παρ᾽ ὅλην μὲν τὴν ἀποδημίαν ὑπὸ σοῦ τοιαῦτ᾽ ἐπιβεβουλευμένος, δυοῖν δ᾽ αἱρέσεως οὔσης μοι νυνί, ἢ τοιούτων ὄντων τῶν πεπραγμένων δοκεῖν κοινωνεῖν ὑμῖν, ἢ κατηγορεῖν. [189] ἐγὼ δ᾽ οὐδὲ συμπεπρεσβευκέναι φημί σοι, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινά, ἐμαυτὸν δ᾽ ὑπὲρ τουτωνὶ τὰ βέλτιστα. ἀλλὰ Φιλοκράτης σοι συμπεπρέσβευκε, κἀκείνῳ σύ, καὶ Φρύνων: ὑμεῖς γὰρ ταὔτ᾽ ἐπράττετε, καὶ ταὐτὰ πᾶσιν ὑμῖν ἤρεσκεν. ‘ποῦ δ᾽ ἅλες; ποῦ τράπεζα; ποῦ σπονδαί;’ ταῦτα γὰρ τραγῳδεῖ περιιών, ὥσπερ οὐχὶ τοὺς ἀδικοῦντας τούτων ὄντας προδότας, ἀλλὰ τοὺς τὰ δίκαια ποιοῦντας. [190] ἐγὼ δ᾽ οἶδ᾽ ὅτι πάντες οἱ πρυτάνεις θύουσιν ἑκάστοτε κοινῇ καὶ συνδειπνοῦσιν ἀλλήλοις καὶ συσπένδουσιν: καὶ οὐ διὰ ταῦθ᾽ οἱ χρηστοὶ τοὺς πονηροὺς μιμοῦνται, ἀλλ᾽ ἐὰν ἀδικοῦντα λάβωσί τιν᾽ αὑτῶν, τῇ βουλῇ καὶ τῷ δήμῳ δηλοῦσιν. ἡ βουλὴ ταὐτὰ ταῦτα, εἰσιτητήρι᾽ ἔθυσε, συνειστιάθη, σπονδῶν, ἱερῶν ἐκοινώνησεν: οἱ στρατηγοί, σχεδὸν ὡς εἰπεῖν αἱ ἀρχαὶ πᾶσαι. ἆρ᾽ οὖν διὰ ταῦτα τοῖς ἀδικοῦσιν ἑαυτῶν ἔδωκαν ἄδειαν; πολλοῦ γε καὶ δεῖ. [191] λέων Τιμαγόρου κατηγόρει συμπεπρεσβευκὼς τέτταρ᾽ ἔτη, Εὔβουλος Θάρρηκος καὶ Σμικύθου συσσεσιτηκώς, Κόνων ὁ παλαιὸς ἐκεῖνος Ἀδειμάντου συστρατηγήσας. πότερ᾽ οὖν τοὺς ἅλας παρέβαινον καὶ τὰς σπονδάς, Αἰσχίνη, οἱ προδιδόντες καὶ οἱ παραπρεσβεύοντες καὶ οἱ δωροδοκοῦντες, ἢ οἱ κατηγοροῦντες; οἱ ἀδικοῦντες δηλονότι τὰς ὅλης γε τῆς πατρίδος σπονδάς, ὥσπερ σύ, οὐ μόνον τὰς ἰδίας.

  [192] ἵνα τοίνυν εἰδῆθ᾽ ὅτι οὐ μόνον τῶν δημοσίᾳ πώποτ᾽ ἐληλυθότων ὡς Φίλιππον ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἰδίᾳ καὶ πάντων οὗτοι φαυλότατοι καὶ πονηρότατοι γεγόνασι, μικρὸν ἀκούσατέ μου ἔξω τι τῆς πρεσβείας ταύτης. ἐπειδὴ γὰρ εἷλεν Ὄλυνθον Φίλιππος, Ὀλύμπι᾽ ἐποίει, εἰς δὲ τὴν θυσίαν ταύτην καὶ τὴν πανήγυριν πάντας τοὺς τεχνίτας συνήγαγεν. [193] ἑστιῶν δ᾽ αὐτοὺς καὶ στεφανῶν τοὺς νενικηκότας ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν, τί δὴ μόνος οὐδὲν ἐπαγγέλλεται; ἤ τιν᾽ ἐν αὐτῷ μικροψυχίαν ἢ πρὸς αὑτὸν ἀηδίαν ἐνεορακώς; εἰπεῖν δή φασι τὸν Σάτυρον ὅτι, ὧν μὲν οἱ ἄλλοι δέονται, οὐδενὸς ὢν ἐν χρείᾳ τυγχάνει, ἃ δ᾽ ἂν αὐτὸς ἐπαγγείλαιθ᾽ ἡδέως, ῥᾷστα μέν ἐστιν
Φιλίππῳ δοῦναι καὶ χαρίσασθαι πάντων, δέδοικε δὲ μὴ διαμάρτῃ. [194] κελεύσαντος δ᾽ ἐκείνου λέγειν καί τι καὶ νεανιευσαμένου τοιοῦτον, ὡς οὐδὲν ὅ τι οὐ ποιήσει, εἰπεῖν φασιν αὐτὸν ὅτι ἦν αὐτῷ Ἀπολλοφάνης ὁ Πυδναῖος ξένος καὶ φίλος, ἐπειδὴ δὲ δολοφονηθεὶς ἐτελεύτησεν ἐκεῖνος, φοβηθέντες οἱ συγγενεῖς αὐτοῦ ὑπεξέθεντο τὰς θυγατέρας παιδί᾽ ὄντ᾽ εἰς Ὄλυνθον. ‘αὗται τοίνυν τῆς πόλεως ἁλούσης αἰχμάλωτοι γεγόνασι καὶ εἰσὶν παρὰ σοί, ἡλικίαν ἔχουσαι γάμου. [195] ταύτας, αἰτῶ σε καὶ δέομαι, δός μοι. βούλομαι δέ σ᾽ ἀκοῦσαι καὶ μαθεῖν οἵαν μοι δώσεις δωρειάν, ἂν ἄρα δῷς: ἀφ᾽ ἧς ἐγὼ κερδανῶ μὲν οὐδέν, ἂν λάβω, προῖκα δὲ προσθεὶς ἐκδώσω, καὶ οὐ περιόψομαι παθούσας οὐδὲν ἀνάξιον οὔθ᾽ ἡμῶν οὔτε τοῦ πατρός.’ ὡς δ᾽ ἀκοῦσαι τοὺς παρόντας ἐν τῷ συμποσίῳ, τοσοῦτον κρότον καὶ θόρυβον καὶ ἔπαινον παρὰ πάντων γενέσθαι ὥστε τὸν Φίλιππον παθεῖν τι καὶ δοῦναι. καίτοι τῶν ἀποκτεινάντων ἦν τὸν Ἀλέξανδρον τὸν ἀδελφὸν τὸν Φιλίππου οὗτος ὁ Ἀπολλοφάνης. [196] ἐξετάσωμεν δὴ πρὸς τὸ τοῦ Σατύρου τοῦτο συμπόσιον τὸ τούτων ἐν Μακεδονίᾳ γενόμενον, καὶ θεάσασθ᾽ ὡς παραπλήσιον τούτῳ καὶ ὅμοιον. κληθέντες γὰρ οὗτοι πρὸς Ξενόφρονα τὸν υἱὸν τὸν Φαιδίμου, τοῦ τῶν τριάκοντα, ᾤχοντο: ἐγὼ δ᾽ οὐκ ἐπορεύθην. ἐπειδὴ δ᾽ ἧκον εἰς τὸ πίνειν, εἰσάγει τιν᾽ Ὀλυνθίαν γυναῖκα, εὐπρεπῆ μέν, ἐλευθέραν δὲ καὶ σώφρονα, ὡς τὸ ἔργον ἐδήλωσεν. [197] ταύτην τὸ μὲν πρῶτον οὑτωσὶ πίνειν ἡσυχῇ καὶ τρώγειν ἠνάγκαζον οὗτοί μοι δοκεῖ, ὡς διηγεῖτ᾽ Ἰατροκλῆς ἐμοὶ τῇ ὑστεραίᾳ: ὡς δὲ προῄει τὸ πρᾶγμα καὶ διεθερμαίνοντο, κατακλίνεσθαι καί τι καὶ ᾁδειν ἐκέλευον. ἀδημονούσης δὲ τῆς ἀνθρώπου καὶ οὔτ᾽ ἐθελούσης οὔτ᾽ ἐπισταμένης, ὕβριν τὸ πρᾶγμ᾽ ἔφασαν οὑτοσὶ καὶ ὁ Φρύνων καὶ οὐκ ἀνεκτὸν εἶναι, τῶν θεοῖς ἐχθρῶν, τῶν ἀλειτηρίων Ὀλυνθίων αἰχμάλωτον οὖσαν τρυφᾶν: καὶ ‘κάλει παῖδα,’ καὶ ‘ἱμᾶντά τις φερέτω.’ ἧκεν οἰκέτης ἔχων ῥυτῆρα, καὶ πεπωκότων, οἶμαι, καὶ μικρῶν ὄντων τῶν παροξυνόντων, εἰπούσης τι καὶ δακρυσάσης ἐκείνης περιρρήξας τὸν χιτωνίσκον ὁ οἰκέτης ξαίνει κατὰ τοῦ νώτου πολλάς. [198] ἔξω δ᾽ αὑτῆς οὖσ᾽ ὑπὸ τοῦ κακοῦ καὶ τοῦ πράγματος ἡ γυνή, ἀναπηδήσασα προσπίπτει πρὸς τὰ γόνατα τῷ Ἰατροκλεῖ, καὶ τὴν τράπεζαν ἀνατρέπει. καὶ εἰ μὴ ‘κεῖνος ἀφείλετο, ἀπώλετ᾽ ἂν παροινουμένη: καὶ γὰρ ἡ παροινία τοῦ καθάρματος τουτουὶ δεινή. καὶ περὶ ταύτης τῆς ἀνθρώπου καὶ ἐν Ἀρκαδίᾳ λόγος ἦν ἐν τοῖς μυρίοις, καὶ Διόφαντος ἐν ὑμῖν ἀπήγγελλεν ἃ νῦν μαρτυρεῖν αὐτὸν ἀναγκάσω, καὶ κατὰ Θετταλίαν πολὺς λόγος καὶ πανταχοῦ.

  [199] καὶ τοιαῦτα συνειδὼς αὑτῷ πεπραγμένα ὁ ἀκάθαρτος οὗτος τολμήσει βλέπειν εἰς ὑμᾶς, καὶ τὸν βεβιωμένον αὑτῷ βίον αὐτίκα δὴ μάλ᾽ ἐρεῖ λαμπρᾷ τῇ φωνῇ: ἐφ᾽ οἷς ἔγωγ᾽ ἀποπνίγομαι. οὐκ ἴσασιν οὗτοι τὸ μὲν ἐξ ἀρχῆς τὰς βίβλους ἀναγιγνώσκοντά σε τῇ μητρὶ τελούσῃ, καὶ παῖδ᾽ ὄντ᾽ ἐν θιάσοις καὶ μεθύουσιν ἀνθρώποις καλινδούμενον; [200] μετὰ ταῦτα δὲ ταῖς ἀρχαῖς ὑπογραμματεύοντα καὶ δυοῖν ἢ τριῶν δραχμῶν πονηρὸν ὄντα; τὰ τελευταῖα δ᾽ ἔναγχος ἐν χορηγίοις ἀλλοτρίοις ἐπὶ τῷ τριταγωνιστεῖν ἀγαπητῶς παρατρεφόμενον; ποῖον οὖν ἐρεῖς βίον; ὃν ποῦ βεβίωκας; ἐπεὶ ὅ γε βεβιωμένος σοι τοιοῦτος φαίνεται. ἀλλὰ δὴ τὰ τῆς ἐξουσίας: οὗτος ἄλλον ἔκρινε παρ᾽ ὑμῖν ἐπὶ πορνείᾳ. ἀλλὰ μήπω ταῦτα, ἀλλὰ τὰς μαρτυρίας μοι λέγε πρῶτον ταυτασί.”Μαρτυρίαι”

  [201] τοσούτων τοίνυν καὶ τοιούτων ὄντων, ὦ ἄνδρες δικασταί, ὧν ἀδικῶν ὑμᾶς ἐξελήλεγκται, ἐν οἷς τί κακὸν οὐκ ἔνι; δωροδόκος, κόλαξ, ταῖς ἀραῖς ἔνοχος, ψεύστης, τῶν φίλων προδότης, πάντ᾽ ἔνεστι τὰ δεινότατα: πρὸς ἓν οὐδ᾽ ὁτιοῦν τούτων ἀπολογήσεται, οὐδ᾽ ἕξει δικαίαν οὐδ᾽ ἁπλῆν εἰπεῖν ἀπολογίαν οὐδεμίαν. ἃ δ᾽ ἐγὼ πέπυσμαι μέλλειν αὐτὸν λέγειν, ἔστι μὲν ἐγγυτάτω μανίας, οὐ μὴν ἀλλ᾽ ἴσως τῷ μηδὲν ἔχοντι δίκαιον ἄλλ᾽ εἰπεῖν ἀνάγκη πάντα μηχανᾶσθαι. [202] ἀκούω γὰρ αὐτὸν ἐρεῖν ὡς ἄρ᾽ ἐγὼ πάντων ὧν κατηγορῶ κοινωνὸς γέγονα, καὶ συνήρεσκε ταῦτά μοι καὶ συνέπραττον αὐτῷ, ἔπειτ᾽ ἐξαίφνης μεταβέβλημαι καὶ κατηγορῶ. ἔστι δ᾽ ὑπὲρ μὲν τῶν πεπραγμένων οὔτε δικαία οὔτε προσήκουσ᾽ ἡ τοιαύτη ἀπολογία, ἐμοῦ μέντοι τις κατηγορία: ἐγὼ μὲν γάρ, εἰ ταῦτα πεποίηκα, φαῦλός εἰμ᾽ ἄνθρωπος, τὰ δὲ πράγματ᾽ οὐδὲν βελτίω διὰ τοῦτο, οὐδὲ πολλοῦ δεῖ. [203] οὐ μὴν ἀλλ᾽ ἔγωγ᾽ οἶμαί μοι προσήκειν ἀμφότερ᾽ ὑμῖν ἐπιδεῖξαι, καὶ ὅτι ψεύσεται, ταῦτ᾽ ἐὰν λέγῃ, καὶ τὴν δικαίαν ἥτις ἐστὶν ἀπολογία. ἡ μὲν τοίνυν δικαία καὶ ἁπλῆ, ἢ ὡς οὐ πέπρακται τὰ κατηγορημένα δεῖξαι, ἢ ὡς πεπραγμένα συμφέρει τῇ πόλει. τούτων δ᾽ οὐδέτερον δύναιτ᾽ ἂν οὗτος ποιῆσαι. [204] οὔτε γὰρ ὡς συμφέρει δήπου Φωκέας ἀπολωλέναι καὶ Πύλας Φίλιππον ἔχειν καὶ Θηβαίους ἰσχύειν καὶ ἐν Εὐβοίᾳ στρατιώτας εἶναι καὶ Μεγάροις ἐπιβουλεύειν καὶ ἀνώμοτον εἶναι τὴν εἰρήνην, ἔνεστι λέγειν αὐτῷ, οἷς τότ᾽ ἐναντί᾽ ἀπήγγειλε πρὸς ὑμᾶς ὡς συμφέροντα καὶ γενησόμενα: οὔθ᾽ ὡς οὐ πέπρακται ταῦτα, δυνήσεται πεῖσαι τοὺς αὐτοὺς ἑορακότας ὑμᾶς καὶ εὖ εἰδότας. [205] οὐκοῦν ὡς οὐ κεκ
οινώνηκα τούτοις οὐδενός, λοιπόν μοι δεῖξαι. βούλεσθ᾽ οὖν ὑμῖν, πάντα τἄλλ᾽ ἀφείς, ἃ παρ᾽ ὑμῖν ἀντεῖπον, ἃ ἐν τῇ ἀποδημίᾳ προσέκρουον, ὡς ἅπαντα τὸν χρόνον ἠναντίωμαι, αὐτοὺς παράσχωμαι μάρτυρας τούτους ὅτι πάντα τἀναντί᾽ ἐμοὶ καὶ τούτοις πέπρακται, καὶ χρήμαθ᾽ οὗτοι μὲν ἔχουσιν ἐφ᾽ ὑμῖν, ἐγὼ δ᾽ οὐκ ἠθέλησα λαβεῖν; θεάσασθε δή.

 

‹ Prev