Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 169
Delphi Complete Works of Demosthenes Page 169

by Demosthenes


  τοῦτον μὲν τοίνυν οὐκ ἔκρινεν Αἰσχίνης, ὅτι τὸν αὑτοῦ παῖδ᾽ ἐπ᾽ αἰσχύνῃ πρὸς Φίλιππον ἔπεμψεν. εἰ δέ τις ὢν ἐφ᾽ ἡλικίας ἑτέρου βελτίων τὴν ἰδέαν, μὴ προϊδόμενος τὴν ἐξ ἐκείνης τῆς ὄψεως ὑποψίαν, ἰταμώτερον τῷ μετὰ ταῦτ᾽ ἐχρήσατο βίῳ, τοῦτον ὡς πεπορνευμένον κέκρικεν.

  [234] φέρε δὴ περὶ τῆς ἑστιάσεως καὶ τοῦ ψηφίσματος εἴπω: μικροῦ γ᾽, ἃ μάλιστά μ᾽ ἔδει πρὸς ὑμᾶς εἰπεῖν, παρῆλθεν. τῆς πρώτης ἐκείνης πρεσβείας γράφων τὸ προβούλευμ᾽ ἐγὼ καὶ πάλιν ἐν τῷ δήμῳ ταῖς ἐκκλησίαις, ἐν αἷς ἐμέλλετε βουλεύεσθαι περὶ τῆς εἰρήνης, οὐδενὸς οὔτε λόγου πω παρὰ τούτων οὔτ᾽ ἀδικήματος ὄντος φανεροῦ, τὸ νόμιμον ἔθος ποιῶν, καὶ ἐπῄνεσα τούτους καὶ εἰς πρυτανεῖον ἐκάλεσα. [235] καὶ νὴ Δί᾽ ἔγωγε καὶ τοὺς παρὰ τοῦ Φιλίππου πρέσβεις ἐξένισα, καὶ πάνυ γ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, λαμπρῶς: ἐπειδὴ γὰρ ἑώρων αὐτοὺς καὶ ἐπὶ τοῖς τοιούτοις ἐκεῖ σεμνυνομένους ὡς εὐδαίμονας καὶ λαμπρούς, εὐθὺς ἡγούμην ἐν τούτοις πρῶτον περιεῖναι δεῖν αὐτῶν καὶ μεγαλοψυχότερος φαίνεσθαι. ταῦτα δὴ παρέξεται νῦν οὗτος λέγων ὡς ‘αὐτὸς ἐπῄνεσεν ἡμᾶς, αὐτὸς εἱστία τοὺς πρέσβεις,’ τὸ πότ᾽ οὐ διορίζων. [236] ἔστι δὲ ταῦτα πρὸ τοῦ τὴν πόλιν ἠδικῆσθαί τι καὶ φανεροὺς τούτους πεπρακότας αὑτοὺς γενέσθαι, ὅτ᾽ ἄρτι μὲν ἧκον οἱ πρέσβεις τὸ πρῶτον, ἔδει δ᾽ ἀκοῦσαι τὸν δῆμον τί λέγουσιν, οὐδέπω δ᾽ οὔθ᾽ οὗτος συνερῶν δῆλος ἦν τῷ Φιλοκράτει οὔτ᾽ ἐκεῖνος τοιαῦτα γράψων. ἂν δὴ ταῦτα λέγῃ, μέμνησθε τοὺς χρόνους ὅτι τῶν ἀδικημάτων εἰσὶ πρότεροι. μετὰ ταῦτα δ᾽ οὐδὲν ἐμοὶ πρὸς τούτους οἰκεῖον οὐδὲ κοινὸν γέγονεν.λέγε τὴν μαρτυρίαν.”Μαρτυρία”

  [237] ἴσως τοίνυν ἀδελφὸς αὐτῷ συνερεῖ Φιλοχάρης καὶ Ἀφόβητος: πρὸς οὓς ἀμφοτέρους ὑμῖν πολλὰ καὶ δίκαι᾽ ἔστιν εἰπεῖν. ἀνάγκη δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μετὰ παρρησίας διαλεχθῆναι, μηδὲν ὑποστελλόμενον. ἡμεῖς, Ἀφόβητε καὶ σὺ Φιλόχαρες, σὲ μὲν τὰς ἀλαβαστοθήκας γράφοντα καὶ τὰ τύμπανα, τούτους δ᾽ ὑπογραμματέας καὶ τοὺς τυχόντας ἀνθρώπους (καὶ οὐδεμιᾶς κακίας ταῦτα, ἀλλ᾽ οὐδὲ στρατηγίας γ᾽ ἄξια) πρεσβειῶν, στρατηγιῶν, τῶν μεγίστων τιμῶν ἠξιώσαμεν. [238] εἰ τοίνυν μηδὲν ὑμῶν ἠδίκει μηδείς, οὐχ ἡμεῖς χάριν ὑμῖν οὐδενός, ἀλλ᾽ ὑμεῖς ἡμῖν δικαίως ἂν ἔχοιτε τούτων: πολλοὺς γὰρ ὑμῶν μᾶλλον ἀξίους τιμᾶσθαι παρέντες ἡμεῖς ὑμᾶς ἐσεμνύνομεν. εἰ δὲ δὴ καὶ ἐν αὐτοῖς οἷς ἐτιμᾶσθ᾽ ἠδίκηκέ τις ὑμῶν, καὶ ταῦτα τοιαῦτα, πόσῳ μᾶλλον ἂν μισοῖσθε δικαίως ἢ σῴζοισθε; ἐγὼ μὲν οἶμαι πολλῷ. βιάσονται τοίνυν ἴσως, μεγαλόφωνοι καὶ ἀναιδεῖς ὄντες, καὶ τὸ ‘συγγνώμη ἀδελφῷ βοηθεῖν’ προσειληφότες. [239] ὑμεῖς δὲ μὴ ἡττᾶσθε, ἐκεῖν᾽ ἐνθυμούμενοι, ὅτι τούτοις μὲν τούτου: προσήκει φροντίζειν, ὑμῖν δὲ τῶν νόμων καὶ ὅλης τῆς πόλεως καὶ παρὰ πάντα τῶν ὅρκων, οὓς αὐτοὶ κάθησθ᾽ ὀμωμοκότες. καὶ γὰρ εἰ τινῶν δεδέηνται τουτονὶ σῴζειν, πότερ᾽ ἂν μηδὲν ἀδικῶν φαίνηται τὴν πόλιν ἢ κἂν ἀδικῶν, σκοπεῖτε. εἰ μὲν γὰρ ἂν μή, κἀγώ φημι δεῖν, εἰ δ᾽ ὅλως κἂν ὁτιοῦν, ἐπιορκεῖν δεδέηνται. οὐ γὰρ εἰ κρύβδην ἐστὶν ἡ ψῆφος, λήσει τοὺς θεούς, ἀλλὰ τοῦτο καὶ πάντων ἄρισθ᾽ ὁ τιθεὶς τὸν νόμον εἶδε τὸ κρύβδην ψηφίζεσθαι, ὅτι τούτων μὲν οὐδεὶς εἴσεται τὸν ἑαυτῷ κεχαρισμένον ὑμῶν, οἱ θεοὶ δ᾽ εἴσονται καὶ τὸ δαιμόνιον τὸν μὴ τὰ δίκαια ψηφισάμενον. [240] παρ᾽ ὧν κρεῖττόν ἐστιν ἑκάστῳ τὰς ἀγαθὰς ἐλπίδας τοῖς παισὶ καὶ ἑαυτῷ, τὰ δίκαια γνόντα καὶ τὰ προσήκοντα, περιποιήσασθαι ἢ τὴν ἀφανῆ καὶ ἄδηλον τούτοις χάριν καταθέσθαι, καὶ ἀφεῖναι τοῦτον ὃς αὐτὸς ἑαυτοῦ καταμεμαρτύρηκεν. τίνα γάρ, Αἰσχίνη, μάρτυρα μείζω παράσχωμαι τοῦ πολλὰ καὶ δεινὰ πεπρεσβεῦσθαί σοι ἢ σὲ κατὰ σαυτοῦ; ὃς γὰρ ᾠήθης χρῆναι τὸν φανερόν τι ποιῆσαι βουληθέντα τῶν σοὶ πεπρεσβευμένων τηλικαύτῃ καὶ τοιαύτῃ συμφορᾷ περιβαλεῖν, δῆλον ὅτι δεινὸν ἄν τι παθεῖν σαυτὸν ἤλπιζες, εἰ πύθοινθ᾽ οὗτοι τὰ πεπραγμένα σοι.

  [241] τοῦτο τοίνυν, ἄνπερ ὑμεῖς εὖ φρονῆτε, καθ᾽ αὑτοῦ συμβήσεται τούτῳ πεπρᾶχθαι, οὐ μόνον κατὰ τοῦθ᾽ ὅτι παμμέγεθες σημεῖόν ἐστι τῶν πεπρεσβευμένων, ἀλλ᾽ ὅτι καὶ κατηγορῶν ἐκείνους τοὺς λόγους εἶπεν οἳ κατ᾽ αὐτοῦ νῦν ὑπάρχουσιν: ἃ γὰρ ὡρίσω σὺ δίκαια, ὅτε Τίμαρχον ἔκρινες, ταὐτὰ δήπου ταῦτα καὶ κατὰ σοῦ προσήκει τοῖς ἄλλοις ἰσχύειν. [242] ἔλεγεν τοίνυν τότε πρὸς τοὺς δικαστὰς ὅτι ‘ἀπολογήσεται δὲ Δημοσθένης ὑπὲρ αὐτοῦ, καὶ κατηγορήσει τῶν ἐμοὶ πεπρεσβευμένων: εἶτ᾽, ἐὰν ὑμᾶς ἀπαγάγῃ τῷ λόγῳ, νεανιεύσεται καὶ περιιὼν ἐρεῖ: πῶς τι τοὺς δικαστὰς ἀπαγαγὼν ἀπὸ τῆς ὑποθέσεως ᾠχόμην τὸ πρᾶγμ᾽ αὐτῶν ὑφελόμενος;’ μὴ σύ γε, ἀλλ᾽ ὑπὲρ ὧν ἀγωνίζει, περὶ τούτων ἀπολογοῦ: τότε δ᾽, ἡνίκ᾽ ἐκεῖνον ἔκρινες, ἐξῆν σοι κατηγορεῖν καὶ λέγειν ὅ τι ἐβούλου.

  [243] ἀλλὰ μὴν καὶ ἔπη τοῖς δικασταῖς ἔλεγες, οὐδένα μάρτυρ᾽ ἔχων ἐφ᾽ οἷς ἔκρινες τὸν ἄνθρωπον παρασχέσθαι:”φήμη δ᾽ οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ

  πολλοὶ φημίξωσι: θεός νύ τίς ἐστι καὶ αὐτή.

  “Hes. WD 763-764οὐκοῦν, Αἰσχίνη, καὶ σὲ πάντες οὗτοι χρήματ᾽ ἐκ τῆς πρεσβείας φα�
�ὶν εἰληφέναι, ὥστε καὶ κατὰ σοῦ δήπουθεν ‘φήμη δ᾽ οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσιν.’ [244] ὅσῳ γὰρ αὖ σὲ πλείους ἢ ‘κεῖνον αἰτιῶνται, θεώρησον ὡς εἴσει. τὸν μὲν Τίμαρχον οὐδ᾽ οἱ πρόσχωροι πάντες ἐγίγνωσκον, ὑμᾶς δὲ τοὺς πρέσβεις οὐδεὶς Ἑλλήνων οὐδὲ βαρβάρων ἔσθ᾽ ὅστις οὔ φησι χρήματ᾽ ἐκ τῆς πρεσβείας εἰληφέναι. ὥστ᾽, εἴπερ ἐστ᾽ ἀληθὴς ἡ φήμη, καθ᾽ ὑμῶν ἐστιν ἡ παρὰ τῶν πολλῶν, ἣν ὅτι πιστὴν εἶναι δεῖ καὶ ‘θεός νύ τίς ἐστι καὶ αὐτή,’ καὶ ὅτι σοφὸς ἦν ὁ ποιητὴς ὁ ταῦτα ποιήσας, σὺ διώρισας αὐτός.

  [245] ἔτι τοίνυν ἰαμβεῖα δήπου συλλέξας ἐπέραινεν, οἷον”ὅστις δ᾽ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,

  οὐ πώποτ᾽ ἠρώτησα, γιγνώσκων ὅτι

  τοιοῦτός ἐσθ᾽ οἵοισπερ ἥδεται ξυνών.

  “unknownεἶτα τὸν εἰς τοὺς ὄρνεις εἰσιόντα καὶ μετὰ Πιτταλάκου περιιόντα, καὶ τοιαῦτ᾽ εἰπών, ‘ἀγνοεῖτ᾽,’ ἔφη, ‘ποῖόν τιν᾽ ἡγεῖσθαι δεῖ;’ οὐκοῦν, Αἰσχίνη, καὶ κατὰ σοῦ τὰ ἰαμβεῖα ταῦθ᾽ ἁρμόσει νῦν ἐμοί, κἂν ἐγὼ λέγω πρὸς τούτους, ὀρθῶς καὶ προσηκόντως ἐρῶ: ‘ὅστις δ᾽ ὁμιλῶν ἥδεται,’ καὶ ταῦτα πρεσβεύων, Φιλοκράτει, ‘οὐ πώποτ᾽ ἠρώτησα, γιγνώσκων ὅτι’ ἀργύριον εἴληφ᾽ οὗτος, ὥσπερ Φιλοκράτης ὁ ὁμολογῶν.

  [246] λογογράφους τοίνυν καὶ σοφιστὰς καλῶν τοὺς ἄλλους καὶ ὑβρίζειν πειρώμενος, αὐτὸς ἐξελεγχθήσεται τούτοις ὢν ἔνοχος. ταῦτα μὲν γὰρ τὰ ἰαμβεῖ᾽ ἐκ Φοίνικός ἐστιν Εὐριπίδου: τοῦτο δὲ τὸ δρᾶμ᾽ οὐδεπώποτ᾽ οὔτε Θεόδωρος οὔτ᾽ Ἀριστόδημος ὑπεκρίναντο, οἷς οὗτος τὰ τρίτα λέγων διετέλεσεν, ἀλλὰ Μόλων ἠγωνίζετο καὶ εἰ δή τις ἄλλος τῶν παλαιῶν ὑποκριτῶν. Ἀντιγόνην δὲ Σοφοκλέους πολλάκις μὲν Θεόδωρος, πολλάκις δ᾽ Ἀριστόδημος ὑποκέκριται, ἐν ᾗ πεποιημέν᾽ ἰαμβεῖα καλῶς καὶ συμφερόντως ὑμῖν πολλάκις αὐτὸς εἰρηκὼς καὶ ἀκριβῶς ἐξεπιστάμενος παρέλιπεν. [247] ἴστε γὰρ δήπου τοῦθ᾽ ὅτι ἐν ἅπασι τοῖς δράμασι τοῖς τραγικοῖς ἐξαίρετόν ἐστιν ὥσπερ γέρας τοῖς τριταγωνισταῖς τὸ τοὺς τυράννους καὶ τοὺς τὰ σκῆπτρ᾽ ἔχοντας εἰσιέναι. ταῦτα τοίνυν ἐν τῷ δράματι τούτῳ σκέψασθ᾽ ὁ Κρέων Αἰσχίνης οἷα λέγων πεποίηται τῷ ποιητῇ, ἃ οὔτε πρὸς αὑτὸν οὗτος ὑπὲρ τῆς πρεσβείας διελέχθη οὔτε πρὸς τοὺς δικαστὰς εἶπεν. λέγε.

  “Ἰαμβεῖα Σοφοκλέους ἐξ Ἀντιγόνηςἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν

  ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν

  ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.

  ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν

  μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,

  ἀλλ᾽ ἐκ φόβου του γλῶσσαν ἐγκλείσας ἔχει,

  κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ:

  καὶ μείζον᾽ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας

  φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.

  ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθ᾽ ὁρῶν ἀεί,

  οὔτ᾽ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν

  στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,

  οὔτ᾽ ἂν φίλον ποτ᾽ ἄνδρα δυσμενῆ χθονὸς

  θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι

  ἥδ᾽ ἐστὶν ἡ σῴζουσα, καὶ ταύτης ἔπι

  πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα.

  “

  Soph. Ant. 175-190

  [248] τούτων οὐδὲν Αἰσχίνης εἶπε πρὸς αὑτὸν ἐν τῇ πρεσβείᾳ, ἀλλ᾽ ἀντὶ μὲν τῆς πόλεως τὴν Φιλίππου ξενίαν καὶ φιλίαν πολλῷ μείζον᾽ ἡγήσαθ᾽ αὑτῷ καὶ λυσιτελεστέραν, ἐρρῶσθαι πολλὰ φράσας τῷ σοφῷ Σοφοκλεῖ, τὴν δ᾽ ἄτην ὁρῶν στείχουσαν ὁμοῦ, τὴν ἐπὶ Φωκέας στρατείαν, οὐ προεῖπεν οὐδὲ προεξήγγειλεν, ἀλλὰ τοὐναντίον συνέκρυψε καὶ συνέπραξε καὶ τοὺς βουλομένους εἰπεῖν διεκώλυσεν, [249] οὐκ ἀναμνησθεὶς ὅτι ‘ἥδ᾽ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι’ τελοῦσα μὲν ἡ μήτηρ αὐτοῦ καὶ καθαίρουσα καὶ καρπουμένη τὰς τῶν χρωμένων οὐσίας ἐξέθρεψε τοσούτους τουτουσί, διδάσκων δ᾽ ὁ πατὴρ γράμματα, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω, πρὸς τῷ τοῦ ἥρω τοῦ ἰατροῦ, ὅπως ἠδύνατο, ἀλλ᾽ οὖν ἐν ταύτῃ γ᾽ ἔζη, ὑπογραμματεύοντες δ᾽ αὐτοὶ καὶ ὑπηρετοῦντες ἁπάσαις ταῖς ἀρχαῖς ἀργύριον εἰλήφεσαν, καὶ τὸ τελευταῖον ὑφ᾽ ὑμῶν γραμματεῖς χειροτονηθέντες δύ᾽ ἔτη διετράφησαν ἐν τῇ θόλῳ, πρεσβεύων δ᾽ ἀπέσταλτο νῦν οὗτος ἐκ ταύτης. [250] τούτων οὐδὲν ἐσκέψατο, οὐδ᾽ ὅπως ὀρθὴ πλεύσεται προείδετο, ἀλλ᾽ ἀνέτρεψε καὶ κατέδυσε καὶ τὸ καθ᾽ αὑτὸν ὅπως ἐπὶ τοῖς ἐχθροῖς ἔσται παρεσκεύασεν. εἶτ᾽ οὐ σὺ σοφιστής; καὶ πονηρός γε. οὐ σὺ λογογράφος; καὶ θεοῖς ἐχθρός γε: ὃς ἃ μὲν πολλάκις ἠγωνίσω καὶ ἀκριβῶς ἐξηπίστασο, ὑπερέβης, ἃ δ᾽ οὐδεπώποτ᾽ ἐν τῷ βίῳ ὑπεκρίνω, ταῦτα ζητήσας ἐπὶ τῷ τῶν πολιτῶν βλάψαι τιν᾽ εἰς μέσον ἤνεγκας.

 

‹ Prev