Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 173
Delphi Complete Works of Demosthenes Page 173

by Demosthenes


  [315] βούλομαι τοίνυν ὑμῖν ἐπανελθεῖν ἐπὶ κεφαλαίων ὃν τρόπον ὑμᾶς κατεπολιτεύσατο Φίλιππος προσλαβὼν τούτους τοὺς θεοῖς ἐχθρούς. πάνυ δ᾽ ἄξιον ἐξετάσαι καὶ θεάσασθαι τὴν ἀπάτην ὅλην. τὸ μὲν γὰρ ἀπ᾽ ἀρχῆς τῆς εἰρήνης ἐπιθυμῶν, διαφορουμένης αὐτοῦ τῆς χώρας ὑπὸ τῶν λῃστῶν καὶ κεκλειμένων τῶν ἐμπορίων, ὥστ᾽ ἀνόνητον ἐκεῖνον ἁπάντων εἶναι τῶν ἀγαθῶν, τοὺς τὰ φιλάνθρωπα λέγοντας ἐκείνους ἀπέστειλεν ὑπὲρ αὑτοῦ, τὸν Νεοπτόλεμον, τὸν Ἀριστόδημον, τὸν Κτησιφῶντα: [316] ἐπειδὴ δ᾽ ἤλθομεν ὡς αὐτὸν ἡμεῖς οἱ πρέσβεις, ἐμισθώσατο μὲν τοῦτον εὐθέως, ὅπως συνερεῖ καὶ συναγωνιεῖται τῷ μιαρῷ Φιλοκράτει καὶ τῶν τὰ δίκαια βουλομένων ἡμῶν πράττειν περιέσται, συνέγραψε δ᾽ ἐπιστολὴν ὡς ὑμᾶς, ᾗ μάλιστ᾽ ἂν ᾤετο τῆς εἰρήνης τυχεῖν. [317] ἦν δ᾽ οὐδὲν μᾶλλον μέγ᾽ αὐτῷ καθ᾽ ὑμῶν οὐδ᾽ οὕτω πρᾶξαι, εἰ μὴ Φωκέας ἀπολεῖ. τοῦτο δ᾽ οὐκ ἦν εὔπορον: συνῆκτο γὰρ αὐτῷ τὰ πράγματα, ὥσπερ ἐκ τύχης, εἰς καιρὸν τοιοῦτον, ὥστ᾽ ἢ μηδὲν ὧν ἐβούλετ᾽ εἶναι διαπράξασθαι, ἢ ἀνάγκην εἶναι ψεύσασθαι κἀπιορκῆσαι καὶ μάρτυρας τῆς αὑτοῦ κακίας πάντας Ἕλληνας καὶ βαρβάρους ποιήσασθαι. [318] εἰ μὲν γὰρ προσδέξαιτο Φωκέας συμμάχους καὶ μεθ᾽ ὑμῶν τοὺς ὅρκους αὐτοῖς ἀποδοίη, τοὺς πρὸς Θετταλοὺς καὶ Θηβαίους ὅρκους παραβαίνειν εὐθὺς ἀναγκαῖον ἦν, ὧν τοῖς μὲν τὴν Βοιωτίαν συνεξαιρήσειν ὠμωμόκει, τοῖς δὲ τὴν πυλαίαν συγκαταστήσειν: εἰ δὲ μὴ προσδέχοιτο, ὥσπερ οὐ προσίετο, οὐκ ἐάσειν ὑμᾶς παρελθεῖν αὐτὸν ἡγεῖτο, ἀλλὰ βοηθήσειν εἰς Πύλας, ὅπερ, εἰ μὴ παρεκρούσθητε, ἐποιήσατ᾽ ἄν: εἰ δὲ τοῦτο γένοιτο, οὐκ ἐνεῖναι παρελθεῖν ἐλογίζετο. [319] καὶ τοῦτ᾽ οὐ παρ᾽ ἄλλων αὐτὸν ἔδει πυθέσθαι, ἀλλ᾽ αὐτὸς ὑπῆρχε μάρτυς ἑαυτῷ τοῦ πράγματος: ὅτε γὰρ Φωκέας ἐκράτησε τὸ πρῶτον καὶ διέφθειρε τοὺς ξένους αὐτῶν καὶ τὸν ἡγούμενον καὶ στρατηγοῦντ᾽ Ὀνόμαρχον, τότε τῶν ὄντων ἀνθρώπων ἁπάντων οὐδενός, οὔθ᾽ Ἕλληνος οὔτε βαρβάρου, Φωκεῦσι βοηθήσαντος πλὴν ὑμῶν, οὐχ ὅπως παρῆλθεν ἢ διεπράξαθ᾽ ὧν ἐβουλήθη τι παρελθών, ἀλλ᾽ οὐδὲ προσελθεῖν ἐγγὺς ἐδυνήθη. [320] ᾔδει δὴ σαφῶς, οἶμαι, τοῦθ᾽ ὅτι νῦν, ἡνίκ᾽ ἐστασίαζε μὲν αὐτῷ τὰ Θετταλῶν, καὶ Φεραῖοι πρῶτον οὐ συνηκολούθουν, ἐκρατοῦντο δὲ Θηβαῖοι καὶ μάχην ἥττηντο καὶ τρόπαιον ἀπ᾽ αὐτῶν εἱστήκει, οὐκ ἔνεστι παρελθεῖν, εἰ βοηθήσεθ᾽ ὑμεῖς, οὐδ᾽, ἂν ἐπιχειρῇ, χαιρήσει, εἰ μή τις τέχνη προσγενήσεται. πῶς οὖν μήτε ψεύσωμαι φανερῶς, μήτ᾽ ἐπιορκεῖν δόξας πάνθ᾽ ἃ βούλομαι διαπράξωμαι; πῶς; οὕτως, ἂν Ἀθηναίων τινὰς εὕρω τοὺς Ἀθηναίους ἐξαπατήσοντας: ταύτης γὰρ οὐκέτ᾽ ἐγὼ τῆς αἰσχύνης κληρονομῶ. [321] ἐντεῦθεν οἱ μὲν παρ᾽ ἐκείνου πρέσβεις προὔλεγον ὑμῖν ὅτι Φωκέας οὐ προσδέχεται Φίλιππος συμμάχους, οὗτοι δ᾽ ἐκδεχόμενοι τοιαῦτ᾽ ἐδημηγόρουν, ὡς φανερῶς μὲν οὐχὶ καλῶς ἔχει τῷ Φιλίππῳ προσδέξασθαι τοὺς Φωκέας συμμάχους διὰ τοὺς Θηβαίους καὶ τοὺς Θετταλούς, ἂν δὲ γένηται τῶν πραγμάτων κύριος καὶ τῆς εἰρήνης τύχῃ, ἅπερ ἂν συνθέσθαι νῦν ἀξιώσαιμεν αὐτόν, ταῦτα ποιήσει τότε. [322] τὴν μὲν τοίνυν εἰρήνην ταύταις ταῖς ἐλπίσι καὶ ταῖς ἐπαγωγαῖς εὕροντο παρ᾽ ὑμῶν ἄνευ Φωκέων: τὴν δὲ βοήθειαν ἔδει κωλῦσαι τὴν εἰς τὰς Πύλας, ἐφ᾽ ἣν αἱ πεντήκοντα τριήρεις ὅμως ἐφώρμουν, ἵν᾽, εἰ πορεύοιτο Φίλιππος, κωλύοιθ᾽ ὑμεῖς. πῶς οὖν; [323] τίς τέχνη πάλιν αὖ γενήσεται περὶ ταύτης; τοὺς χρόνους ὑμῶν ἀφελέσθαι καὶ ἐπιστῆσαι τὰ πράγματ᾽ ἀγαγόντας ἄφνω, ἵνα μηδ᾽ ἂν βούλησθε δύνησθ᾽ ἐξελθεῖν. οὐκοῦν τοῦθ᾽ οὗτοι πράττοντες φαίνονται, ἐγὼ δ᾽, ὥσπερ ἀκηκόατ᾽ ἤδη πολλάκις, οὐχὶ δυνηθεὶς προαπελθεῖν, ἀλλὰ καὶ μισθωσάμενος πλοῖον κατακωλυθεὶς ἐκπλεῦσαι. [324] ἀλλὰ καὶ πιστεῦσαι Φωκέας ἔδει Φιλίππῳ καὶ ἑκόντας ἑαυτοὺς ἐνδοῦναι, ἵνα μηδεὶς χρόνος ἐγγένηται τοῖς πράγμασι μηδ᾽ ἐναντίον ἔλθῃ ψήφισμα παρ᾽ ὑμῶν μηδέν. οὐκοῦν ὡς μὲν οἱ Φωκεῖς σωθήσονται, παρὰ τῶν Ἀθηναίων πρέσβεων ἀπαγγελθήσεται, ὥστε καὶ εἴ τις ἐμοὶ διαπιστεῖ, τούτοις πιστεύσας αὑτὸν ἐγχειριεῖ: τοὺς δ᾽ Ἀθηναίους αὐτοὺς μεταπεμψόμεθ᾽ ἡμεῖς, ἵνα πάνθ᾽, ὅσ᾽ ἂν βούλωνται, νομίσαντες ὑπάρχειν σφίσι μηδὲν ἐναντίον ψηφίσωνται: οὗτοι δὲ τοιαῦτ᾽ ἀπαγγελοῦσι παρ᾽ ἡμῶν καὶ ὑποσχήσονται ἐξ ὧν μηδ᾽ ἂν ὁτιοῦν ᾖ κινηθήσονται. [325] τοῦτον τὸν τρόπον καὶ τοιαύταις τέχναις ὑπὸ τῶν κάκιστ᾽ ἀπολουμένων ἀνθρώπων πάντα τὰ πράγματ᾽ ἀπώλετο. καὶ γάρ τοι παραχρῆμα, ἀντὶ μὲν τοῦ Θεσπιὰς καὶ Πλαταιὰς ἰδεῖν οἰκιζομένας, Ὀρχομενὸν καὶ Κορώνειαν ἠκούσατ᾽ ἠνδραποδισμένας, ἀντὶ δὲ τοῦ τὰς Θήβας ταπεινὰς γενέσθαι καὶ περιαιρεθῆναι τὴν ὕβριν καὶ τὸ φρόνημα αὐτῶν, τὰ τῶν συμμάχων τῶν ὑμετέρων Φωκέων τείχη κατεσκάπτετο: Θηβαῖοι δ᾽ ἦσαν οἱ κατασκάπτοντες, οἱ διοικισθέντες ὑπ᾽ Αἰσχίνου τῷ λόγῳ. [326] ἀντὶ δὲ τοῦ τὴν Εὔβοιαν ἀντ᾽ Ἀμφιπόλεως ὑμῖν παραδοθῆναι, ὁρμητήρι᾽ ἐφ᾽ ὑμᾶς ἐν Εὐβοίᾳ Φίλιππος προσκατασκευάζεται καὶ Γεραιστῷ καὶ Μεγάροις ἐπιβουλεύων διατελεῖ. ἀντὶ δὲ τοῦ τὸν Ὠρωπὸν ὑμῖν ἀποδοθῆναι, περὶ Δρυμοῦ καὶ τῆς πρὸς Πανάκτῳ χώρας μεθ᾽ ὅπλων ἐξερχόμεθα, ὅ, τέως ἦσαν Φωκ
εῖς σῷοι, οὐδεπώποτ᾽ ἐποιήσαμεν. [327] ἀντὶ δὲ τοῦ τὰ πάτρι᾽ ἐν τῷ ἱερῷ κατασταθῆναι καὶ τὰ χρήματ᾽ εἰσπραχθῆναι τῷ θεῷ, οἱ μὲν ὄντες Ἀμφικτύονες φεύγουσι καὶ ἐξελήλανται, καὶ ἀνάστατος αὐτῶν ἡ χώρα γέγονεν, οἱ δ᾽ οὐπώποτ᾽ ἐν τῷ πρόσθεν χρόνῳ γενόμενοι Μακεδόνες καὶ βάρβαροι, νῦν Ἀμφικτύονες εἶναι βιάζονται: ἐὰν δέ τις περὶ τῶν ἱερῶν χρημάτων μνησθῇ, κατακρημνίζεται, ἡ πόλις δὲ τὴν προμαντείαν ἀφῄρηται. [328] καὶ γέγονεν τὰ πράγματα πάνθ᾽ ὥσπερ αἴνιγμα τῇ πόλει. ὁ μὲν οὐδὲν ἔψευσται καὶ πάνθ᾽ ὅσ᾽ ἐβουλήθη διαπέπρακται, ὑμεῖς δ᾽ ἅπερ εὔξαισθ᾽ ἂν ἐλπίσαντες, τἀναντία τούτων ἑοράκατε γιγνόμενα, καὶ δοκεῖτε μὲν εἰρήνην ἄγειν, πεπόνθατε δὲ δεινότερ᾽ ἢ πολεμοῦντες: οὗτοι δὲ χρήματ᾽ ἔχουσιν ἐπὶ τούτοις καὶ μέχρι τῆς τήμερον ἡμέρας δίκην οὐ δεδώκασιν. [329] ὅτι γὰρ ταῦθ᾽ ἁπλῶς δεδωροδόκηται καὶ τιμὴν ἔχουσιν ἁπάντων τούτων οὗτοι, πολλαχόθεν μὲν ἔγωγ᾽ οἶμαι δῆλον ὑμῖν εἶναι πάλαι, καὶ δέδοικα μὴ τοὐναντίον οὗ βούλομαι ποιῶ, σφόδρ᾽ ἀκριβῶς δεικνύναι πειρώμενος διοχλῶ πάλαι τοῦτ᾽ αὐτοὺς ὑμᾶς εἰδότας: ὅμως δ᾽ ἔτι καὶ τόδ᾽ ἀκούσατε. [330] ἔσθ᾽ ὅντιν᾽ ὑμεῖς, ὦ ἄνδρες δικασταί, τῶν πρέσβεων ὧν ἔπεμψε Φίλιππος χαλκοῦν στήσαιτ᾽ ἂν ἐν ἀγορᾷ; τί δέ; δοίητ᾽ ἂν ἐν πρυτανείῳ σίτησιν ἢ ἄλλην τινὰ δωρειάν, αἷς τιμᾶτε τοὺς εὐεργέτας; ἐγὼ μὲν οὐκ οἶμαι. διὰ τί; (οὔτε γὰρ ὑμεῖς γ᾽ ἀχάριστοί ἐστ᾽ οὔτ᾽ ἄδικοι ἄνθρωποι οὔτε κακοί.) ὅτι πάνθ᾽ ὑπὲρ Φιλίππου καὶ οὐδ᾽ ὁτιοῦν ὑπὲρ ὑμῶν ἔπραξαν, εἴποιτ᾽ ἄν, καὶ ἀληθῆ καὶ δίκαια. [331] εἶτ᾽ οἴεσθ᾽ ὑμεῖς μὲν οὕτω γιγνώσκειν, τὸν δὲ Φίλιππον οὐχ οὕτω, ἀλλὰ τούτοις διδόναι τηλικαύτας καὶ τοσαύτας δωρειὰς διότι ὑπὲρ ὑμῶν καλῶς καὶ δικαίως ἐπρέσβευσαν; οὐκ ἔστι ταῦτα. τὸν γὰρ Ἡγήσιππον ὁρᾶτε καὶ τοὺς μετ᾽ αὐτοῦ πρέσβεις πῶς ἐδέξατο. τὰ μὲν ἄλλα σιωπῶ, ἀλλὰ Ξενοκλείδην τουτονὶ τὸν ποιητὴν ἐξεκήρυξεν, ὅτι αὐτοὺς ὑπεδέξατο πολίτας ὄντας. τοῖς μὲν γὰρ ὑπὲρ ὑμῶν λέγουσι δικαίως ὅσ᾽ ἂν φρονῶσι τοῦτον τὸν τρόπον προσφέρεται, τοῖς δὲ πεπρακόσιν αὑτοὺς ὡς τούτοις. ταῦτ᾽ οὖν μαρτύρων, ταῦτ᾽ ἐλέγχων τινῶν ἔτι δεῖται μειζόνων; ταῦτ᾽ ἀφαιρήσεταί τις ὑμῶν;

  [332] εἶπε τοίνυν μοί τις ἄρτι προσελθὼν πρὸ τοῦ δικαστηρίου πρᾶγμα καινότατον πάντων, Χάρητος κατηγορεῖν αὐτὸν παρεσκευάσθαι, καὶ διὰ τούτου τοῦ τρόπου καὶ τούτων τῶν λόγων ἐξαπατήσειν ὑμᾶς ἐλπίζειν. ἐγὼ δ᾽ ὅτι μὲν πάντα τρόπον κρινόμενος Χάρης εὕρηται πιστῶς καὶ εὐνοϊκῶς, ὅσον ἦν ἐπ᾽ ἐκείνῳ, πράττων ὑπὲρ ὑμῶν, διὰ τοὺς δ᾽ ἐπὶ χρήμασι λυμαινομένους τοῖς πράγμασι πολλῶν ὑστερῶν, οὐ σφόδρ᾽ ἰσχυρίζομαι, ἀλλ᾽ ὑπερβολὴν ποιήσομαι: ἔστω γὰρ πάντ᾽ ἀληθῆ λέξειν περὶ αὐτοῦ τουτονί. καὶ οὕτω τοίνυν κομιδῇ γέλως ἐστὶ κατηγορεῖν ἐκείνου τουτονί. [333] ἐγὼ γὰρ Αἰσχίνην οὐδενὸς αἰτιῶμαι τῶν ἐν τῷ πολέμῳ πραχθέντων (τούτων γάρ εἰσιν οἱ στρατηγοὶ ὑπεύθυνοι), οὐδὲ τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην, ἀλλ᾽ ἄχρι τούτου πάντ᾽ ἀφίημι. τί οὖν λέγω καὶ πόθεν ἄρχομαι κατηγορεῖν; τοῦ ποιουμένης τῆς πόλεως εἰρήνην Φιλοκράτει συνειπεῖν, ἀλλὰ μὴ τοῖς τὰ βέλτιστα γράφουσι, καὶ τοῦ δῶρ᾽ εἰληφέναι, τοῦ μετὰ ταῦτ᾽ ἐπὶ τῆς ὑστέρας πρεσβείας τοὺς χρόνους κατατρῖψαι καὶ μηδὲν ὧν προσετάξαθ᾽ ὑμεῖς ποιῆσαι, τοῦ φενακίσαι τὴν πόλιν καὶ παραστήσαντ᾽ ἐλπίδας, ὡς ὅσα βουλόμεθ᾽ ἡμεῖς Φίλιππος πράξει, πάντ᾽ ἀπολωλεκέναι, τοῦ μετὰ ταῦθ᾽, ἑτέρων προλεγόντων φυλάττεσθαι τὸν τοσαῦτ᾽ ἠδικηκότα, τοῦτον ἐκείνῳ συνηγορεῖν. [334] ταῦτα κατηγορῶ, ταῦτα μέμνησθε, ἐπεὶ δικαίαν εἰρήνην καὶ ἴσην καὶ μηδὲν πεπρακότας ἀνθρώπους μηδὲ ψευσαμένους ὕστερον κἂν ἐπῄνουν καὶ στεφανοῦν ἐκέλευον. στρατηγὸς δ᾽ εἴ τις ἠδίκηκεν ὑμᾶς, οὐχὶ κοινωνεῖ ταῖς νῦν εὐθύναις. ποῖος γὰρ στρατηγὸς Ἅλον, τίς δὲ Φωκέας ἀπολώλεκε; τίς δὲ Δορίσκον; τίς δὲ Κερσοβλέπτην; τίς δ᾽ Ἱερὸν ὄρος; τίς δὲ Πύλας; τίς δὲ πεποίηκεν ἄχρι τῆς Ἀττικῆς ὁδὸν διὰ συμμάχων καὶ φίλων εἶναι Φιλίππῳ; τίς δὲ Κορώνειαν, τίς δ᾽ Ὀρχομενόν, τίς Εὔβοιαν ἀλλοτρίαν; [335] τίς Μέγαρα πρώην ὀλίγου; τίς Θηβαίους ἰσχυρούς; τούτων γὰρ οὐδὲν τοσούτων καὶ τηλικούτων ὄντων διὰ τοὺς στρατηγοὺς ἀπώλετο, οὐδ᾽ ἐν τῇ εἰρήνῃ συγχωρηθὲν πεισθέντων ὑμῶν ἔχει Φίλιππος, ἀλλὰ διὰ τούτους ἀπόλωλε καὶ τὴν τούτων δωροδοκίαν. ἂν τοίνυν ταῦτα μὲν φεύγῃ, πλανᾷ δὲ καὶ πάντα μᾶλλον λέγῃ, ἐκείνως αὐτὸν δέχεσθε. ‘οὐ στρατηγῷ δικάζομεν, οὐ περὶ τούτων κρίνει. μὴ λέγ᾽ εἴ τις αἴτιός ἐστι καὶ ἄλλος τοῦ Φωκέων ὀλέθρου, ἀλλ᾽ ὡς οὐ σὺ αἴτιος δεῖξον. τί οὖν, εἴ τι Δημοσθένης ἠδίκει, νῦν λέγεις, ἀλλ᾽ οὐχ ὅτε τὰς εὐθύνας ἐδίδου κατηγόρεις; δι᾽ αὐτὸ γὰρ εἶ τοῦτ᾽ ἀπολωλέναι δίκαιος. [336] μὴ λέγ᾽ ὡς καλὸν εἰρήνη, μηδ᾽ ὡς συμφέρον: οὐδεὶς γὰρ αἰτιᾶταί σε τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην: ἀλλ᾽ ὡς οὐκ αἰσχρὰ καὶ ἐπονείδιστος, καὶ πόλλ᾽ ὕστερον ἐξηπατήμεθα, καὶ πάντ᾽ ἀπώλετο, ταῦτα λέγε. τούτων γὰρ ἁπάντων ἡμῖν αἴτιος σὺ δέδειξαι. καὶ τί δὴ μέχρι νυνὶ τὸν τὰ τοιαῦτα πεποιηκότ᾽ ἐπαινεῖς;’ ἂν οὕτω φυλάττητ᾽ αὐτόν, οὐχ ἕξει τί λέγῃ, ἀλλὰ τὴ
ν ἄλλως ἐνταῦθ᾽ ἐπαρεῖ τὴν φωνὴν καὶ πεφωνασκηκὼς ἔσται.

  [337] καίτοι καὶ περὶ τῆς φωνῆς ἴσως εἰπεῖν ἀνάγκη: πάνυ γὰρ μέγα καὶ ἐπὶ ταύτῃ φρονεῖν αὐτὸν ἀκούω, ὡς καθυποκρινούμενον ὑμᾶς. ἐμοὶ δὲ δοκεῖτ᾽ ἀτοπώτατον ἁπάντων ἂν ποιῆσαι, εἰ, ὅτε μὲν τὰ Θυέστου καὶ τῶν ἐπὶ Τροίᾳ κάκ᾽ ἠγωνίζετο, ἐξεβάλλετ᾽ αὐτὸν καὶ ἐξεσυρίττετ᾽ ἐκ τῶν θεάτρων καὶ μόνον οὐ κατελεύεθ᾽ οὕτως ὥστε τελευτῶντα τοῦ τριταγωνιστεῖν ἀποστῆναι, ἐπειδὴ δ᾽ οὐκ ἐπὶ τῆς σκηνῆς, ἀλλ᾽ ἐν τοῖς κοινοῖς καὶ μεγίστοις τῆς πόλεως πράγμασι μυρί᾽ εἴργασται κακά, τηνικαῦθ᾽ ὡς καλὸν φθεγγομένῳ προσέχοιτε. [338] μηδαμῶς: μηδὲν ὑμεῖς ἀβέλτερον πάθητε, ἀλλὰ λογίζεσθ᾽ ὅτι δεῖ κήρυκα μὲν ἂν δοκιμάζητε, εὔφωνον σκοπεῖν, πρεσβευτὴν δὲ καὶ τῶν κοινῶν ἀξιοῦντά τι πράττειν δίκαιον καὶ φρόνημ᾽ ἔχονθ᾽ ὑπὲρ μὲν ὑμῶν μέγα, πρὸς δ᾽ ὑμᾶς ἴσον, ὥσπερ ἐγὼ Φίλιππον μὲν οὐκ ἐθαύμασα, τοὺς δ᾽ αἰχμαλώτους ἐθαύμασα, ἔσωσα, οὐδὲν ὑπεστειλάμην. οὗτος δ᾽ ἐκείνου μὲν προὐκαλινδεῖτο, τοὺς παιᾶνας ᾖδεν, ὑμῶν δ᾽ ὑπερορᾷ. [339] ἔτι τοίνυν ὅταν μὲν ἴδητε δεινότητ᾽ ἢ εὐφωνίαν ἤ τι τῶν ἄλλων τῶν τοιούτων ἀγαθῶν ἐπὶ χρηστοῦ καὶ φιλοτίμου γεγενημένον ἀνθρώπου, συγχαίρειν καὶ συνασκεῖν πάντας δεῖ: κοινὸν γὰρ ὑμῖν πᾶσι τοῖς ἄλλοις τοῦτ᾽ ἀγαθὸν γίγνεται: ὅταν δ᾽ ἐπὶ δωροδόκου καὶ πονηροῦ καὶ παντὸς ἥττονος λήμματος, ἀποκλείειν καὶ πικρῶς καὶ ἐναντίως ἀκούειν, ὡς πονηρία δυνάμεως δόξαν εὑρομένη παρ᾽ ὑμῶν ἐπὶ τὴν πόλιν ἐστίν. [340] ὁρᾶτε δ᾽, ἀφ᾽ ὧν οὗτος εὐδοκιμεῖ πηλίκα τῇ πόλει περιέστηκε πράγματα. αἱ μὲν τοίνυν ἄλλαι δυνάμεις ἐπιεικῶς εἰσιν αὐτάρκεις, ἡ δὲ τοῦ λέγειν, ἂν τὰ παρ᾽ ὑμῶν τῶν ἀκουόντων ἀντιστῇ, διακόπτεται. οὕτως οὖν ἀκούετε τούτου ὡς πονηροῦ καὶ δωροδόκου καὶ οὐδ᾽ ὁτιοῦν ἐροῦντος ἀληθές.

 

‹ Prev