Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 185
Delphi Complete Works of Demosthenes Page 185

by Demosthenes


  Νικόστρατος Μυρρινούσιος, Φανίας Ἀφιδναῖος οἴδαμεν Δημοσθένην, ᾧ μαρτυροῦμεν, καὶ Μειδίαν τὸν κρινόμενον ὑπὸ Δημοσθένους, ὅτ᾽ αὐτῷ Δημοσθένης ἔλαχε τὴν τοῦ κακηγορίου δίκην, ἑλομένους διαιτητὴν Στράτωνα, καὶ ἐπεὶ ἧκεν ἡ κυρία τοῦ νόμου, οὐκ ἀπαντήσαντα Μειδίαν ἐπὶ τὴν δίαιταν, ἀλλὰ καταλιπόντα. γενομένης δὲ ἐρήμου κατὰ Μειδίου, ἐπιστάμεθα Μειδίαν πείθοντα τόν τε Στράτωνα τὸν διαιτητὴν καὶ ἡμᾶς, ὄντας ἐκείνοις τοῖς χρόνοις ἄρχοντας, ὅπως τὴν δίαιταν αὐτῷ ἀποδιαιτήσομεν, καὶ διδόντα δραχμὰς πεντήκοντα. καὶ ἐπειδὴ οὐχ ὑπεμείναμεν, προσαπειλήσαντα ἡμῖν καὶ οὕτως ἀπαλλαγέντα. καὶ διὰ ταύτην τὴν αἰτίαν ἐπιστάμεθα Στράτωνα ὑπὸ Μειδίου καταβραβευθέντα καὶ παρὰ πάντα τὰ δίκαια ἀτιμωθέντα.”

  [94] λέγε δὴ καὶ τὸν τῶν διαιτητῶν νόμον.”Νόμος

  Ἐὰν δέ τινες περὶ συμβολαίων ἰδίων πρὸς ἀλλήλους ἀμφισβητῶσι καὶ βούλωνται διαιτητὴν ἑλέσθαι ὁντινοῦν, ἐξέστω αὐτοῖς αἱρεῖσθαι ὃν ἂν βούλωνται διαιτητὴν ἑλέσθαι. ἐπειδὰν δ᾽ ἕλωνται κατὰ κοινόν, μενέτωσαν ἐν τοῖς ὑπὸ τούτου διαγνωσθεῖσι, καὶ μηκέτι μεταφερέτωσαν ἀπὸ τούτου ἐφ᾽ ἕτερον δικαστήριον ταὐτὰ ἐγκλήματα, ἀλλ᾽ ἔστω τὰ κριθέντα ὑπὸ τοῦ διαιτητοῦ κύρια.”

  [95] κάλει δὴ καὶ τὸν Στράτων᾽ αὐτὸν τὸν τὰ τοιαῦτα πεπονθότα: ἑστάναι γὰρ ἐξέσται δήπουθεν αὐτῷ.

  οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, πένης μὲν ἴσως ἐστίν, οὐ πονηρὸς δέ γε. οὗτος μέντοι πολίτης ὤν, ἐστρατευμένος ἁπάσας τὰς ἐν ἡλικίᾳ στρατείας καὶ δεινὸν οὐδὲν εἰργασμένος, ἕστηκε νυνὶ σιωπῇ, οὐ μόνον τῶν ἄλλων ἀγαθῶν τῶν κοινῶν ἀπεστερημένος, ἀλλὰ καὶ τοῦ φθέγξασθαι ἢ ὀδύρασθαι: καὶ οὐδ᾽ εἰ δίκαι᾽ ἢ ἄδικα πέπονθεν, οὐδὲ ταῦτ᾽ ἔξεστιν αὐτῷ πρὸς ὑμᾶς εἰπεῖν. [96] καὶ ταῦτα πέπονθ᾽ ὑπὸ Μειδίου καὶ τοῦ Μειδίου πλούτου καὶ τῆς ὑπερηφανίας παρὰ τὴν πενίαν καὶ ἐρημίαν καὶ τὸ τῶν πολλῶν εἷς εἶναι. καὶ εἰ μὲν παραβὰς τοὺς νόμους ἔλαβεν τὰς πεντήκοντα δραχμὰς παρ᾽ αὐτοῦ, καὶ τὴν δίκην ἣν κατεδιῄτησεν ἀποδεδιῃτημένην ἀπέφηνεν, ἐπίτιμος ἂν ἦν καὶ οὐδὲν ἔχων κακὸν τῶν ἴσων μετεῖχε τοῖς ἄλλοις ἡμῖν: ἐπειδὴ δὲ παρεῖδε πρὸς τὰ δίκαια Μειδίαν, καὶ τοὺς νόμους μᾶλλον ἔδεισε τῶν ἀπειλῶν τῶν τούτου, τηνικαῦτα τηλικαύτῃ καὶ τοιαύτῃ συμφορᾷ περιπέπτωκεν ὑπὸ τούτου. [97] εἶθ᾽ ὑμεῖς τὸν οὕτως ὠμόν, τὸν οὕτως ἀγνώμονα, τὸν τηλικαύτας δίκας λαμβάνονθ᾽ ὧν αὐτὸς ἠδικῆσθαι φησὶ μόνον (οὐ γὰρ ἠδίκητό γε), τοῦτον ὑβρίζοντα λαβόντες εἴς τινα τῶν πολιτῶν ἀφήσετε, καὶ μήθ᾽ ἑορτῆς μήθ᾽ ἱερῶν μήτε νόμου μήτ᾽ ἄλλου μηδενὸς πρόνοιαν ποιούμενον, οὐ καταψηφιεῖσθε; [98] οὐ παράδειγμα ποιήσετε; καὶ τί φήσετ᾽, ὦ ἄνδρες δικασταί; καὶ τίν᾽, ὢ πρὸς τῶν θεῶν, ἕξετ᾽ εἰπεῖν πρόφασιν δικαίαν ἢ καλήν; ὅτι νὴ Δί᾽ ἀσελγής ἐστι καὶ βδελυρός: ταῦτα γάρ ἐστι τἀληθῆ: ἀλλὰ μισεῖν ὀφείλετ᾽, ἄνδρες Ἀθηναῖοι, δήπου τοὺς τοιούτους μᾶλλον ἢ σῴζειν. ἀλλ᾽ ὅτι πλούσιός ἐστιν: ἀλλὰ τοῦτό γε τῆς ὕβρεως αὐτοῦ σχεδὸν αἴτιον εὑρήσετ᾽ ὄν, ὥστ᾽ ἀφελεῖν τὴν ἀφορμήν, δι᾽ ἣν ὑβρίζει, προσήκει μᾶλλον ἢ σῶσαι διὰ ταύτην: τὸ γὰρ χρημάτων πολλῶν θρασὺν καὶ βδελυρὸν καὶ τοιοῦτον ἄνθρωπον ἐᾶν εἶναι κύριον, ἀφορμήν ἐστιν ἐφ᾽ ὑμᾶς αὐτοὺς δεδωκέναι. [99] τί οὖν ὑπόλοιπον; ἐλεῆσαι νὴ Δία: παιδία γὰρ παραστήσεται καὶ κλαήσει καὶ τούτοις αὑτὸν ἐξαιτήσεται: τοῦτο γὰρ λοιπόν. ἀλλ᾽ ἴστε δήπου τοῦθ᾽ ὅτι τοὺς ἀδίκως τι πάσχοντας, ὃ μὴ δυνήσονται φέρειν, ἐλεεῖν προσήκει, οὐ τοὺς ὧν πεποιήκασι δεινῶν δίκην διδόντας. καὶ τίς ἂν ταῦτ᾽ ἐλεήσειε δικαίως, ὁρῶν τὰ τοῦδ᾽ οὐκ ἐλεηθένθ᾽ ὑπὸ τούτου, ἃ τῇ τοῦ πατρὸς συμφορᾷ χωρὶς τῶν ἄλλων κακῶν οὐδ᾽ ἐπικουρίαν ἐνοῦσαν ὁρᾷ. οὐ γάρ ἐστιν ὄφλημ᾽ ὅ τι χρὴ καταθέντ᾽ ἐπίτιμον γενέσθαι τουτονί, ἀλλ᾽ ἁπλῶς οὕτως ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως τῆς Μειδίου. [100] τίς οὖν ὑβρίζων παύσεται καὶ δι᾽ ἃ ταῦτα ποιεῖ χρήματ᾽ ἀφαιρεθήσεται, εἰ τοῦτον ὥσπερ δεινὰ πάσχοντ᾽ ἐλεήσετε; εἰ δέ τις πένης μηδὲν ἠδικηκὼς ταῖς ἐσχάταις συμφοραῖς ἀδίκως ὑπὸ τούτου περιπέπτωκε, τούτῳ δ᾽ οὐδὲ συνοργισθήσεσθε; μηδαμῶς: οὐδεὶς γάρ ἐστι δίκαιος τυγχάνειν ἐλέου τῶν μηδέν᾽ ἐλεούντων, οὐδὲ συγγνώμης τῶν ἀσυγγνωμόνων. [101] ἐγὼ γὰρ οἶμαι πάντας ἀνθρώπους φέρειν ἀξιοῦν παρ᾽ ἑαυτῶν εἰς τὸν βίον αὑτοῖς ἔρανον παρὰ πάνθ᾽ ὅσα πράττουσιν: οἷον ἐγώ τις οὑτοσὶ μέτριος πρὸς ἅπαντάς εἰμ᾽, ἐλεήμων, εὖ ποιῶν πολλούς: ἅπασι προσήκει τῷ τοιούτῳ ταὔτ᾽ εἰσφέρειν, ἐάν του καιρὸς ἢ χρεία παραστῇ. ἕτερος οὑτοσί τις βίαιος, οὐδέν᾽ οὔτ᾽ ἐλεῶν οὔθ᾽ ὅλως ἄνθρωπον ἡγούμενος: τούτῳ τὰς ὁμοίας φορὰς παρ᾽ ἑκάστου δίκαιον ὑπάρχειν. σὺ δή, πληρωτὴς τοιούτου γεγονὼς ἐράνου σεαυτῷ, τοῦτον δίκαιος εἶ συλλέξασθαι.

  [102] ἡγοῦμαι μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ εἰ μηδὲν ἔτ᾽ ἄλλ᾽ εἶχον κατηγορεῖν Μειδίου, μηδὲ δεινότερ᾽ ἦν ἃ μέλλω λέγειν ὧν εἴρηκα, δικαίως ἂν ὑμᾶς ἐκ τῶν εἰρημένων καὶ καταψηφίσασθαι καὶ τιμᾶν αὐτῷ τῶν ἐσχάτων. οὐ μὴν ἐνταῦθ᾽ ἕστηκε τὸ πρᾶγμα, οὐδ᾽ ἀπορήσειν μοι δοκῶ τῶν μετὰ ταῦτα: τοσαύτη
ν ἀφθονίαν οὗτος πεποίηκε κατηγοριῶν. [103] ὅτι μὲν δὴ λιποταξίου γραφὴν κατεσκεύασεν κατ᾽ ἐμοῦ καὶ τὸν τοῦτο ποιήσοντ᾽ ἐμισθώσατο, τὸν μιαρὸν καὶ λίαν εὐχερῆ, τὸν κονιορτὸν Εὐκτήμονα, ἐάσω. καὶ γὰρ οὔτ᾽ ἀνεκρίνατο ταύτην ὁ συκοφάντης ἐκεῖνος, οὔθ᾽ οὗτος οὐδενὸς εἵνεκ᾽ αὐτὸν ἐμισθώσατο πλὴν ἵν᾽ ἐκκέοιτο πρὸ τῶν ἐπωνύμων καὶ πάντες ὁρῷεν ‘Εὐκτήμων Λουσιεὺς ἐγράψατο Δημοσθένην Παιανιέα λιποταξίου:’ καί μοι δοκεῖ κἂν προσγράψαι τοῦθ᾽ ἡδέως, εἴ πως ἐνῆν, ὅτι Μειδίου μισθωσαμένου γέγραπται. ἀλλ᾽ ἐῶ τοῦτο: ἐφ᾽ ᾗ γὰρ ἐκεῖνος ἠτίμωκεν αὑτὸν οὐκ ἐπεξελθών, οὐδεμιᾶς ἔγωγ᾽ ἔτι προσδέομαι δίκης, ἀλλ᾽ ἱκανὴν ἔχω. [104] ἀλλ᾽ ὃ καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον καὶ κοινὸν ἔμοιγ᾽ ἀσέβημα, οὐκ ἀδίκημα μόνον, τούτῳ πεπρᾶχθαι δοκεῖ, τοῦτ᾽ ἐρῶ. τῷ γὰρ ἀθλίῳ καὶ ταλαιπώρῳ κακῆς καὶ χαλεπῆς συμβάσης αἰτίας Ἀριστάρχῳ τῷ Μόσχου, τὸ μὲν πρῶτον, ὦ ἄνδρες Ἀθηναῖοι, κατὰ τὴν ἀγορὰν περιιὼν ἀσεβεῖς καὶ δεινοὺς λόγους ἐτόλμα περὶ ἐμοῦ λέγειν, ὡς ἐγὼ τὸ πρᾶγμ᾽ εἰμὶ τοῦτο δεδρακώς: ὡς δ᾽ οὐδὲν ἤνυε τούτοις, προσελθὼν τοῖς ἐπ᾽ ἐκεῖνον ἄγουσι τὴν αἰτίαν τοῦ φόνου, τοῖς τοῦ τετελευτηκότος οἰκείοις, χρήμαθ᾽ ὑπισχνεῖτο δώσειν εἰ τοῦ πράγματος αἰτιῷντ᾽ ἐμέ, καὶ οὔτε θεοὺς οὔθ᾽ ὁσίαν οὔτ᾽ ἄλλ᾽ οὐδὲν ἐποιήσατ᾽ ἐμποδὼν τοιούτῳ λόγῳ, οὐδ᾽ ὤκνησεν. [105] ἀλλ᾽ οὐδὲ πρὸς οὓς ἔλεγεν αὐτοὺς ᾐσχύνθη, εἰ τοιοῦτο κακὸν καὶ τηλικοῦτον ἀδίκως ἐπάγει τῳ, ἀλλ᾽ ἕν᾽ ὅρον θέμενος παντὶ τρόπῳ μ᾽ ἀνελεῖν, οὐδὲν ἐλλείπειν ᾤετο δεῖν, ὡς δέον, εἴ τις ὑβρισθεὶς ὑπὸ τούτου δίκης ἀξιοῖ τυχεῖν καὶ μὴ σιωπᾷ, τοῦτον ἐξόριστον ἀνῃρῆσθαι καὶ μηδαμῇ παρεθῆναι, ἀλλὰ καὶ λιποταξίου γραφὴν ἑαλωκέναι καὶ ἐφ᾽ αἵματι φεύγειν καὶ μόνον οὐ προσηλῶσθαι. καίτοι ταῦθ᾽ ὅταν ἐξελεγχθῇ ποιῶν πρὸς οἷς ὕβριζέν με χορηγοῦντα, τίνος συγγνώμης ἢ τίνος ἐλέου δικαίως τεύξεται παρ᾽ ὑμῶν; [106] ἐγὼ μὲν γὰρ αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω αὐτόχειρά μου γεγενῆσθαι τούτοις τοῖς ἔργοις, καὶ τότε μὲν τοῖς Διονυσίοις τὴν παρασκευὴν καὶ τὸ σῶμα καὶ τἀναλώμαθ᾽ ὑβρίζειν, νῦν δὲ τούτοις οἷς ἐποίει καὶ διεπράττετ᾽ ἐκεῖνά τε καὶ τὰ λοιπὰ πάντα, τὴν πόλιν, τὸ γένος, τὴν ἐπιτιμίαν, τὰς ἐλπίδας: εἰ γὰρ ἓν ὧν ἐπεβούλευσε κατώρθωσεν, ἁπάντων ἂν ἀπεστερήμην ἐγὼ καὶ μηδὲ ταφῆναι προσυπῆρχεν οἴκοι μοι. διὰ τί, ἄνδρες δικασταί; εἰ γάρ, ἐάν τις παρὰ πάντας τοὺς νόμους ὑβρισθεὶς ὑπὸ Μειδίου βοηθεῖν αὑτῷ πειρᾶται, ταῦτα καὶ τοιαῦθ᾽ ἕτερ᾽ αὐτῷ παθεῖν ὑπάρξει, προσκυνεῖν τοὺς ὑβρίζοντας ὥσπερ ἐν τοῖς βαρβάροις, οὐκ ἀμύνεσθαι κράτιστον ἔσται. [107] ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω καὶ προσεξείργασται ταῦτα τῷ βδελυρῷ τούτῳ καὶ ἀναιδεῖ, κάλει μοι καὶ τούτων τοὺς μάρτυρας.”Μάρτυρες

 

‹ Prev