Delphi Complete Works of Demosthenes
Page 195
[18] ὧν μὲν τοίνυν ἕνεκ᾽ ἐρρήθη τὸ προβούλευμα, ἵνα κυρώσειεν ὁ δῆμος ἐξαπατηθείς, καὶ δι᾽ ἃ τὴν γραφὴν ἐποιησάμεθ᾽ ἡμεῖς ταυτηνί, βουλόμενοι κωλῦσαι, ταῦτ᾽ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι. δίκαιον δ᾽ ἐστὶν ἴσως ἔμ᾽ ὑπεσχημένον τρί᾽ ἐπιδείξειν, ἓν μὲν ὡς παρὰ τοὺς νόμους τὸ ψήφισμ᾽ εἴρηται, δεύτερον δ᾽ ὡς ἀσύμφορόν ἐστι τῇ πόλει, τρίτον δ᾽ ὡς ἀνάξιος τυχεῖν τούτων ᾧ γέγραπται, πάντων αἵρεσιν ὑμῖν δοῦναι τοῖς ἀκουσομένοις, τί πρῶτον ἢ τί δεύτερον ἢ τί τελευταῖον βουλομένοις ἀκούειν ὑμῖν ἐστιν. [19] ὅ τι δὴ βούλεσθε, ὁρᾶτε, ἵνα τοῦτο λέγω πρῶτον ὑμῖν. περὶ τοῦ παρανόμου βούλεσθε πρῶτον; τοῦτο τοίνυν ἐροῦμεν. ἃ δὴ δέομαι καὶ ἀξιῶ παρὰ πάντων ὑμῶν τυχεῖν, δίκαια, ὥς γ᾽ ἐμαυτὸν πείθω: μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τῷ διεψεῦσθαι τοῦ Χαριδήμου καὶ νομίζειν εὐεργέτην εἶναι φιλονικῶν δυσχερέστερον τοὺς περὶ τῶν νόμων λόγους ἀκούσῃ μου, μηδ᾽ ἀποστερήσῃ διὰ τοῦτο μήθ᾽ ἑαυτὸν τοῦ θέσθαι τὴν ψῆφον εὔορκον μήτ᾽ ἐμὲ τοῦ διδάξαι περὶ πάντων ὑμᾶς ὡς βούλομαι. ἀλλὰ ποιησάσθω τὴν ἀκρόασιν ὡδί: καὶ σκοπεῖσθ᾽ ὡς δίκαι᾽ ἐρῶ: [20] ὅταν μὲν λέγω περὶ τῶν νόμων, ἀφελὼν ὅτῳ τὸ ψήφισμ᾽ εἴρηται καὶ ποίῳ τινί, σκοπείσθω πότερον παρὰ τοὺς νόμους ἢ κατ᾽ αὐτοὺς εἴρηται, καὶ μηδὲν ἄλλο: ὅταν δ᾽ ἐλέγχω τὰ πεπραγμένα καὶ διεξίω τὸν τρόπον ὃν πεφενάκισθ᾽ ὑπ᾽ αὐτοῦ, τὰς πράξεις σκοπείσθω, πότερον γεγονυίας ἢ ψευδεῖς ἐρῶ: [21] ὅταν δ᾽ ἐξετάζω περὶ τοῦ συμφέρειν ἢ μὴ τῇ πόλει ταῦτα ψηφίσασθαι, πάντα τἄλλ᾽ ἀφεὶς τοὺς λογισμοὺς ὁράτω τοὺς περὶ τούτων, πότερ᾽ ὀρθῶς ἔχοντας ποιοῦμαι ἢ οὔ. ἐὰν γὰρ τοῦτον ἔχοντες τὸν τρόπον ἀκροάσησθέ μου, αὐτοί τ᾽ ἄρισθ᾽ ἃ προσήκει συνήσετε, χωρὶς ἕκαστα σκοποῦντες καὶ οὐχ ἅμα πάνθ᾽ ἁθρό᾽ ἐξετάζοντες, κἀγὼ ῥᾷσθ᾽ ἃ βούλομαι δυνήσομαι διδάξαι. ἔσονται δὲ βραχεῖς περὶ πάντων οἱ λόγοι:
[22] λαβὲ δὴ τοὺς νόμους αὐτοὺς καὶ λέγε, ἵν᾽ ἐξ αὐτῶν ἐπιδεικνύω τούτων τὸ παράνομον.”Νόμος ἐκ τῶν Φονικῶν Νόμων τῶν ἐξ Ἀρείου Πάγου
δικάζειν δὲ τὴν βουλὴν τὴν ἐν Ἀρείῳ πάγῳ φόνου καὶ τραύματος ἐκ προνοίας καὶ πυρκαϊᾶς καὶ φαρμάκων, ἐάν τις ἀποκτείνῃ δούς.”
[23] ἐπίσχες. ἠκούσατε μὲν τοῦ τε νόμου καὶ τοῦ ψηφίσματος, ὦ ἄνδρες Ἀθηναῖοι: ὡς δ᾽ ἄν μοι δοκεῖτε τοὺς περὶ τοῦ παρανόμου λόγους αὐτοὺς ῥᾷστα μαθεῖν, τοῦθ᾽ ὑμῖν φράσω: εἰ σκέψαισθ᾽ ἐν τίνι τάξει ποτ᾽ ἔσθ᾽ ὑπὲρ οὗ τὸ ψήφισμ᾽ εἴρηται, πότερα ξένος ἢ μέτοικος ἢ πολίτης ἐστίν. εἰ μὲν δὴ μέτοικον φήσομεν, οὐκ ἐροῦμεν ἀληθῆ, εἰ δ᾽ αὖ ξένον, οὐχὶ δίκαια ποιήσομεν: τὴν γὰρ τοῦ δήμου δωρειάν, ἐν ᾗ πολίτης γέγονεν, κυρίαν αὐτῷ δίκαιόν ἐστιν εἶναι. ὡς ὑπὲρ πολίτου τοίνυν, ὡς ἔοικε, ποιητέον τοὺς λόγους. [24] θεάσασθε δὴ πρὸς Διὸς ὡς ἁπλῶς καὶ δικαίως χρήσομαι τῷ λόγῳ, ὃς εἰς μὲν ταύτην τίθεμαι τὴν τάξιν αὐτὸν ἐν ᾗ πλείστης ἂν τυγχάνοι τιμῆς, ἃ δ᾽ οὐδ᾽ ἡμῖν τοῖς γένει πολίταις ἐστίν, οὐδ᾽ ἐκείνῳ δεῖν οἶμαι γενέσθαι παρὰ τοὺς νόμους. τίν᾽ οὖν ἐστι ταῦτα; ἃ νυνὶ γέγραφ᾽ οὑτοσί. γέγραπται γὰρ ἐν μὲν τῷ νόμῳ ‘τὴν βουλὴν δικάζειν φόνου καὶ τραύματος ἐν προνοίας καὶ πυρκαϊᾶς καὶ φαρμάκων, ἐάν τις ἀποκτείνῃ δούς.’ [25] καὶ προσειπὼν ὁ θεὶς τὸν νόμον ‘ἐὰν ἀποκτείνῃ,’ κρίσιν πεποίηκεν ὅμως, οὐ πρότερον τί χρὴ πάσχειν τὸν δεδρακότ᾽ εἴρηκεν, καλῶς, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθ᾽ ὑπὲρ εὐσεβείας ὅλης τῆς πόλεως προϊδών. πῶς; οὐκ ἔνεστιν ἅπαντας ἡμᾶς εἰδέναι τίς ποτ᾽ ἐστὶν ὁ ἀνδροφόνος. τὸ μὲν δὴ τὰ τοιαῦτ᾽ ἄνευ κρίσεως πιστεύειν, ἄν τις ἐπαιτιάσηται, δεινὸν ἡγεῖτο, δεῖν δ᾽ ὑπελάμβανεν, ἐπειδήπερ ἡμεῖς τιμωρήσομεν τῷ πεπονθότι, πεισθῆναι καὶ μαθεῖν ἡμᾶς διδασκομένους ὡς δέδρακεν: τηνικαῦτα γὰρ εὐσεβὲς ἤδη κολάζειν εἰδόσιν εἶναι, πρότερον δ᾽ οὔ. [26] καὶ ἔτι πρὸς τούτῳ διελογίζετο, ὅτι πάντα τὰ τοιαῦτ᾽ ὀνόματα, οἷον ἐάν τις ἀποκτείνῃ, ἐάν τις ἱεροσυλήσῃ, ἐάν τις προδῷ, καὶ τὰ τοιαῦτα πάντα πρὸ μὲν τοῦ κρίσιν γενέσθαι αἰτιῶν ὀνόματ᾽ ἐστίν, ἐπειδὰν δὲ κριθείς τις ἐξελεγχθῇ, τηνικαῦτ᾽ ἀδικήματα γίγνεται. οὐ δὴ δεῖν ᾤετο τῷ τῆς αἰτίας ὀνόματι τιμωρίαν προσγράφειν, ἀλλὰ κρίσιν. καὶ διὰ ταῦτα, ἄν τις ἀποκτείνῃ τινά, τὴν βουλὴν δικάζειν ἔγραψεν, καὶ οὐχ ἅπερ, ἂν ἁλῷ, παθεῖν εἶπεν. [27] ὁ μὲν δὴ τὸν νόμον τιθεὶς οὕτως, ὁ δὲ τὸ ψήφισμα γράφων πῶς; ‘ἐάν τις ἀποκτείνῃ’ φησὶν ‘Χαρίδημον.’ τὴν μὲν δὴ προσηγορίαν τοῦ πάθους τὴν αὐτὴν ἐποιήσατο, ‘ἄν τις ἀποκτείνῃ’ γράψας, ἥνπερ ὁ τὸν νόμον τιθείς: μετὰ ταῦτα δ᾽ οὐκέτι ταὐτά, ἀλλ᾽ ἀνελὼν τὸ δίκην ὑπέχειν ἀγώγιμον εὐθὺς ἐποίησεν, καὶ παραβὰς τὸ διωρισμένον ἐκ τοῦ νόμου δικαστήριον, ἄκριτον τοῖς ἐπαιτιασαμένοις παρέδωκεν ὅ τι ἂν βούλωνται χρῆσθαι τὸν οὐδ᾽ εἰ πεποίηκέ πω φανερόν. [28] καὶ λαβοῦσιν ἐκείνοις ἐξέσται στρεβλοῦν, αἰκίσασθαι, χρήματα πράξασθαι. καίτοι πάντα ταῦτ᾽ ἀπείρηκεν ἄντικρυς καὶ σαφῶς ὁ κάτωθεν νόμος μηδὲ τοὺς ἑαλωκότας καὶ δεδογμένους ἀνδροφόνους ἐξεῖναι ποιεῖν. λέγε δ᾽ αὐτοῖς αὐτὸν τὸν νόμον τὸν μετὰ ταῦτα.”Νόμος
τοὺς δ᾽ ἀνδροφόνους ἐξεῖναι ἀποκτείνειν ἐν
τῇ ἡμεδαπῇ καὶ ἀπάγειν, ὡς ἐν τῷ α ἄξονι ἀγορεύει, λυμαίνεσθαι δὲ μή, μηδὲ ἀποινᾶν, ἢ διπλοῦν ὀφείλειν ὅσον ἂν καταβλάψῃ. εἰσφέρειν δ᾽ ἐς τοὺς ἄρχοντας, ὧν ἕκαστοι δικασταί εἰσι, τῷ βουλομένῳ. τὴν δ᾽ ἡλιαίαν διαγιγνώσκειν.”
[29] ἠκούσατε μὲν τοῦ νόμου, σκέψασθε δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ θεωρήσατε ὡς καλῶς καὶ σφόδρ᾽ εὐσεβῶς ἔθηκε ὁ τιθεὶς τὸν νόμον. ‘τοὺς ἀνδροφόνους’ φησίν. πρῶτον μὲν δὴ τοῦτον ἀνδροφόνον λέγει, τὸν ἑαλωκότ᾽ ἤδη τῇ ψήφῳ. οὐ γάρ ἐστ᾽ οὐδεὶς ὑπὸ ταύτῃ τῇ προσηγορίᾳ, πρὶν ἂν ἐξελεγχθεὶς ἁλῷ. [30] ποῦ τοῦτο δηλοῖ; ἔν τε τῷ προτέρῳ νόμῳ καὶ τούτῳ. ἐν μὲν γὰρ ἐκείνῳ γράψας ‘ἐάν τις ἀποκτείνῃ,’ τὴν βουλὴν δικάζειν εἶπεν, ἐν δὲ τούτῳ τὸν ἀνδροφόνον προσειπών, ἃ χρὴ πάσχειν εἴρηκεν: οὗ μὲν γὰρ ἦν αἰτία τὸ πρᾶγμα, τὴν κρίσιν εἴρηκεν, οὗ δ᾽ ὁ ἁλοὺς ἔνοχος τῷ προσρήματι τούτῳ καθέστηκεν, τὴν τιμωρίαν ἔγραψεν. περὶ μὲν δὴ τῶν ἑαλωκότων ἂν λέγοι. λέγει δὲ τί; [31] ‘ἐξεῖναι ἀποκτείνειν καὶ ἀπάγειν.’ ἆρ᾽ ὡς αὑτόν; ἢ ὡς ἂν βούληταί τις; πολλοῦ γε καὶ δεῖ. ἀλλὰ πῶς; ‘ὡς ἐν τῷ α ἄξονι εἴρηται’ φησίν. τοῦτο δ᾽ ἐστὶν τί; ὃ πάντες ἐπίστασθ᾽ ὑμεῖς. οἱ θεσμοθέται τοὺς ἐπὶ φόνῳ φεύγοντας κύριοι θανάτῳ ζημιῶσαί εἰσι, καὶ τὸν ἐκ τῆς ἐκκλησίας πέρυσιν πάντες ἑωρᾶθ᾽ ὑπ᾽ ἐκείνων ἀπαχθέντα. [32] ὡς τούτους οὖν ἀπάγειν λέγει. διαφέρει δὲ τί τοῦτο τοῦ ὡς αὑτὸν ἄγειν; ὅτι ὁ μὲν ἀπάγων, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς τοὺς θεσμοθέτας, τοὺς νόμους κυρίους ποιεῖ τοῦ δεδρακότος, ὁ δ᾽ ὡς αὑτὸν ἄγων ἑαυτόν. ἔστι δ᾽ ἐκείνως μέν, ὡς ὁ νόμος τάττει, δοῦναι δίκην, οὕτω δέ, ὡς ὁ λαβὼν βούλεται. πλεῖστον δὲ δήπου διαφέρει τὸν νόμον κύριον τῆς τιμωρίας ἢ τὸν ἐχθρὸν γίγνεσθαι. [33] ‘λυμαίνεσθαι δὲ’ φησὶ ‘μή, μηδὲ ἀποινᾶν.’ ταῦτα δ᾽ ἐστὶν τί; τὸ μὲν δὴ μὴ λυμαίνεσθαι γνώριμον οἶδ᾽ ὅτι πᾶσιν μὴ μαστιγοῦν, μὴ δεῖν, μὴ τὰ τοιαῦτα ποιεῖν λέγει, τὸ δὲ μηδ᾽ ἀποινᾶν μὴ χρήματα πράττεσθαι: τὰ γὰρ χρήματ᾽ ἄποιν᾽ ὠνόμαζον οἱ παλαιοί. [34] ὁ μὲν δὴ νόμος οὕτως τὸν ἀνδροφόνον καὶ τὸν ἑαλωκότ᾽ ἤδη διώρισεν ὡς κολαστέον καὶ οὗ, τὴν τοῦ πεπονθότος εἰπὼν πατρίδα, καὶ περὶ τοῦ μηδέν᾽ ἄλλον τρόπον ἢ τοῦτον μηδ᾽ ἄλλοθι πλὴν ἐνταῦθ᾽ ἄντικρυς εἴρηκεν. ὁ δὲ τὸ ψήφισμα γράφων, πολλοῦ γε δεῖ, διώρισεν, ὅς γε πάντα τούτοις τἀναντί᾽ εἴρηκεν: γράψας γὰρ ‘ἐάν τις ἀποκτείνῃ Χαρίδημον,’ ‘ἀγώγιμος ἔστω’ φησὶν ‘πανταχόθεν.’ [35] τί λέγεις; τῶν νόμων οὐδὲ τοὺς ἑαλωκότας διδόντων ἀπάγειν πλὴν ἐν τῇ ἡμεδαπῇ, σὺ γράφεις ἄνευ κρίσεώς τιν᾽ ἀγώγιμον ἐκ τῆς συμμαχίδος πάσης; καὶ οὐδ᾽ ἐν τῇ ἡμεδαπῇ ἄγειν κελευόντων τῶν νόμων, σὺ δίδως ἄγειν πανταχόθεν; καὶ μὴν ἔν γε τῷ ποιεῖν ἀγώγιμον πάνθ᾽ ὅσ᾽ ἀπείρηκεν ὁ νόμος δέδωκας, χρήματα πράξασθαι, ζῶντα λυμαίνεσθαι, κακοῦν ἔχοντα, αὐτὸν ἀποκτιννύναι. [36] πῶς οὖν ἄν τις μᾶλλον ἐλεγχθείη παράνομ᾽ εἰρηκὼς ἢ πῶς δεινότερ᾽ ἂν γράφων ἢ τοῦτον τὸν τρόπον; ὃς δυοῖν ὑποκειμένων ὀνομάτων, κατὰ μὲν τῶν ἐν αἰτίᾳ, ‘ἐάν τις ἀποκτείνῃ,’ κατὰ δὲ τῶν ἑαλωκότων, ‘ἐάν τις ἀνδροφόνος ᾖ,’ ἐν μὲν τῇ προσηγορίᾳ τὸ τοῦ τὴν αἰτίαν ἔχοντος ἔλαβες ὄνομα, τὴν δὲ τιμωρίαν, ἣν οὐδὲ κατὰ τῶν ἐξεληλεγμένων διδόασιν οἱ νόμοι, ταύτην κατὰ τῶν ἀκρίτων ἔγραψας, καὶ τὸ μέσον τούτων ἐξεῖλες. μέσον γάρ ἐστιν αἰτίας καὶ ἐλέγχου κρίσις, ἣν οὐδαμοῦ γέγραφ᾽ οὗτος ἐν τῷ ψηφίσματι.