Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 196
Delphi Complete Works of Demosthenes Page 196

by Demosthenes


  [37] λέγε τοὺς ἐφεξῆς νόμους.”Νόμος

  ἐὰν δέ τις τὸν ἀνδροφόνον κτείνῃ ἢ αἴτιος ᾖ φόνου, ἀπεχόμενον ἀγορᾶς ἐφορίας καὶ ἄθλων καὶ ἱερῶν Ἀμφικτυονικῶν, ὥσπερ τὸν Ἀθηναῖον κτείναντα, ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι, διαγιγνώσκειν δὲ τοὺς ἐφέτας.”

  τουτονὶ δεῖ μαθεῖν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν νόμον τί ποτ᾽ ἐβούλεθ᾽ ὁ θείς: ὄψεσθε γὰρ ὡς ἅπαντ᾽ εὐλαβῶς διώρισε καὶ νομίμως. [38] ‘ἐάν τις ἀποκτείνῃ τὸν ἀνδροφόνον’ φησὶν ‘ἢ αἴτιος ᾖ φόνου, ἀπεχόμενον ἀγορᾶς ἐφορίας καὶ ἄθλων καὶ ἱερῶν Ἀμφικτυονικῶν, ὥσπερ τὸν Ἀθηναῖον κτείναντα, ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι, διαγιγνώσκειν δὲ τοὺς ἐφέτας.’ τί δὴ ταῦτ᾽ ἐστίν; ἐκεῖνος ᾤετο τὸν πεφευγότ᾽ ἐπ᾽ αἰτίᾳ φόνου καὶ ἑαλωκότα, ἐάνπερ ἅπαξ ἐκφύγῃ καὶ σωθῇ, εἴργειν μὲν τῆς τοῦ παθόντος πατρίδος δίκαιον εἶναι, κτείνειν δ᾽ οὐχ ὅσιον πανταχοῦ. τί σκοπῶν; ὅτι καὶ τοὺς δεῦρο πεφευγότας, ἂν ἡμεῖς τοὺς ἑτέρωσ᾽ ἀποκτιννύωμεν, ἀποκτενοῦσ᾽ ἕτεροι. [39] εἰ δὲ τοῦτ᾽ ἔσται, ἡ μόνη λοιπὴ τοῖς ἀτυχοῦσιν ἅπασι σωτηρία διαφθαρήσεται. ἔστι δ᾽ αὕτη τίς; ἐκ τῆς τῶν πεπονθότων μεταστάντα εἰς τὴν τῶν μηδὲν ἠδικημένων ἀδεῶς μετοικεῖν. ἵνα δὴ μὴ τοῦτ᾽ ᾖ μηδ᾽ ἀπέραντοι τῶν ἀτυχημάτων αἱ τιμωρίαι γίγνωνται, ἔγραψεν ‘ἐάν τις τὸν ἀνδροφόνον κτείνῃ ἀπεχόμενον’ φησὶν ‘ἀγορᾶς ἐφορίας.’ τί τοῦτο λέγων; τῶν ὁρίων τῆς χώρας: ἐνταῦθα γάρ, ὥς γ᾽ ἐμοὶ δοκεῖ, τἀρχαῖα συνῇσαν οἱ πρόσχωροι παρά θ᾽ ἡμῶν καὶ τῶν ἀστυγειτόνων, ὅθεν ὠνόμακεν ‘ἀγορὰν ἐφορίαν.’ [40] καὶ πάλιν ‘ἱερῶν Ἀμφικτυονικῶν.’ τί δήποτε καὶ τούτων ἀπέκλεισε τὸν ἀνδροφόνον; ὅσων τῷ παθόντι ζῶντι μετῆν, τούτων εἴργει τὸν δεδρακότα, πρῶτον μὲν τῆς πατρίδος καὶ τῶν ἐν ταύτῃ πάντων καὶ ὁσίων καὶ ἱερῶν, τὴν ἐφορίαν ἀγορὰν ὅρον προσγράψας ἧς εἴργεσθαί φησιν, εἶτα τῶν ἱερῶν τῶν ἐν Ἀμφικτύοσιν: καὶ γὰρ τούτων, εἴπερ ἦν Ἕλλην ὁ παθών, μετῆν αὐτῷ. ‘καὶ ἄθλων.’ διὰ τί; ὅτι κοινοὶ πᾶσίν εἰσιν οἱ κατὰ τὴν Ἑλλάδ᾽ ἀγῶνες, κατὰ δὲ τὴν πάντων μετουσίαν μετῆν καὶ τούτων τῷ πεπονθότι: καὶ τούτων οὖν ἀπεχέσθω. [41] τούτων μὲν δὴ τὸν εἰργασμένον εἴργει. ἂν δ᾽ ἔξω τούτων κτείνῃ τις αὐτὸν ἄλλοθι, τὴν αὐτὴν ὑπὲρ αὐτοῦ δίκην δέδωκεν ἥνπερ ἂν τὸν Ἀθηναῖον κτείνῃ. τὸν γὰρ φυγάδα τὸ τῆς πόλεως οὐ προσεῖπ᾽ ὄνομα, ἧς οὐκ ἔστι ματουσία αὐτῷ, ἀλλὰ τὸ τοῦ πράγματος, ᾧ κατέστησεν αὑτὸν ἐκεῖνος ἔνοχον: καὶ διὰ ταῦτ᾽ ‘ἄν τις ἀποκτείνῃ’ φησὶ ‘τὸν ἀνδροφόνον.’ εἶτ᾽ εἰπὼν ὧν εἰργόμενον, ἐπὶ τῷ τὴν τιμωρίαν νομίμως ἐπιθεῖναι τὸ τῆς πόλεως ὄνομ᾽ ὠνόμασεν, ‘τοῖς αὐτοῖς ἐνεχέσθω καθάπερ ἂν τὸν Ἀθηναῖον ἀποκτείνῃ’ γράψας, ἀνομοίως, ὦ ἄνδρες Ἀθηναῖοι, τῷ τουτὶ τὸ ψήφισμ᾽ εἰρηκότι. [42] καίτοι πῶς οὐχὶ δεινὸν εἰ, οἷς ὁ νόμος δέδωκεν, ἐὰν ὧν εἶπον εἴργωνται, μετ᾽ ἀσφαλείας ζῆν φεύγουσιν, τούτους ἐκδότους τις εἶναι γράφει, καὶ ἀφαιρεῖται τὸ τῆς συγγνώμης ὠφέλιμον, ὃ τοῖς ἀτυχοῦσιν ὑπάρχειν εἰκὸς παρὰ τῶν ἔξω τῶν ἐγκλημάτων ὄντων, ὅτῳ ποτὲ τῶν πάντων ἀπόκειται ἄδηλον ὄν, μὴ προδήλου τῆς ἐπιούσης τύχης οὔσης ἑκάστῳ; καὶ νυνὶ τὸν ἀποκτείναντα Χαρίδημον, ὄντως ἂν ἄρα τοῦτο γένηται, ἂν ἀνταποκτείνωσί τινες λαβόντες ἔκδοτον, πεφευγότα καὶ τῶν νομίμων εἰργόμενον, ἔνοχοι μὲν αὐτοὶ ταῖς φονικαῖς δίκαις ἔσονται, ἔνοχος δὲ σύ: [43] καὶ γὰρ ‘ἄν τις αἴτιος ᾖ’ γέγραπται, ἔσει δ᾽ αἴτιος τὴν διὰ τοῦ ψηφίσματος ἐξουσίαν δεδωκώς. οὐκοῦν εἰ μὲν ἐάσομεν ὑμᾶς τούτων συμβάντων, οὐ καθαροῖς οὖσιν ὁμοῦ διατρίψομεν: εἰ δ᾽ ἐπέξιμεν, οἷς ἐγνώκαμεν αὐτοὶ τἀναντία πράττειν ἀναγκασθησόμεθα. ἆρά γε μικρὸν ἢ τὸ τυχόν ἐστιν ὑπὲρ οὗ δεῖ λῦσαι τὸ ψήφισμ᾽ ὑμᾶς;

  [44] λέγε δὴ τὸν μετὰ ταῦτα νόμον.”Νόμος

  ἐάν τίς τινα τῶν ἀνδροφόνων τῶν ἐξεληλυθότων, ὧν τὰ χρήματα ἐπίτιμα, πέρα ὅρου ἐλαύνῃ ἢ φέρῃ ἢ ἄγῃ, τὰ ἴσα ὀφείλειν ὅσα περ ἂν ἐν τῇ ἡμεδαπῇ δράσῃ.”

  ἄλλος οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, νόμος ἀνθρωπίνως καὶ καλῶς κείμενος, ὃν παραβὰς οὗτος ὁμοίως φανήσεται. [45] ‘ἐάν τίς τινα τῶν ἀνδροφόνων’ φησὶ ‘τῶν ἐξεληλυθότων, ὧν τὰ χρήματα ἐπίτιμα.’ τῶν ἐπ᾽ ἀκουσίῳ φόνῳ λέγει μεθεστηκότων. τῷ τοῦτο δῆλον; τῷ τ᾽ ‘ἐξεληλυθότων’ εἰπεῖν, ἀλλὰ μὴ φευγόντων, καὶ τῷ διορίζειν ‘ὧν τὰ χρήματα ἐπίτιμα:’ τῶν γὰρ ἐκ προνοίας δεδήμευται τὰ ὄντα. [46] περὶ μὲν δὴ τῶν ἀκουσίων ἂν λέγοι. λέγει δὲ τί; ‘ἐὰν πέρα ὅρου’ φησὶν ‘ἐλαύνῃ ἢ φέρῃ ἢ ἄγῃ.’ τοῦτο δ᾽ ἐστὶν τί, τὸ ‘πέρα ὅρου’; ἔστι πᾶσιν ὅρος τοῖς ἀνδροφόνοις τῆς τοῦ παθόντος εἴργεσθαι πατρίδος. ἐκ μὲν δὴ ταύτης δίδωσιν ἐλαύνειν καὶ ἄγειν, πέρα δ᾽ οὐκ ἐᾷ τούτων οὐδέτερον ποιεῖν. ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ, τὴν αὐτὴν ἔδωκεν ὑπὲρ αὐτοῦ δίκην ἥνπερ ἂν εἰ μένοντ᾽ ἠδίκει οἴκοι, γράψας ταὔτ᾽ ὀφείλειν ἅπερ ἂν οἴκοι δράσῃ. [47] εἰ δή τις ἔροιτ᾽ Ἀριστοκράτην τουτονί (καὶ μὴ νομίσητ᾽ εὔηθες τὸ ἐρώτημα) πρῶτον μὲν εἰ οἶδεν εἴ τις ἀποκτενεῖ Χαρίδημον, ἢ καὶ ἄλλως πως τελευτήσει, οὐκ ἄν, οἶμαι, φαίη. θήσομεν τοίνυν ἀποκτενεῖν. πάλιν οἶσθα, ἑκὼν ἢ ἄκων, καὶ ξένος ἢ πολίτης ὁ τοῦτο ποιήσων
ἔσται; [48] οὐκ ἔνεστ᾽ εἰπεῖν ὡς οἶσθα. οὐκοῦν ταῦτά γε δήπου προσῆκε γράψαι ‘ἐάν τις ἀποκτείνῃ’ γράφοντα, ἄκων ἢ ἑκών, ἀδίκως ἢ δικαίως, ξένος ἢ πολίτης, ἵν᾽ ὅτῳ ποτὲ τοὔργον ἐπράχθη, τούτῳ τὰ ἐκ τῶν νόμων ὑπῆρχε δίκαια, μὴ μὰ Δί᾽ αὐτὸ τὸ τῆς αἰτίας ὄνομ᾽ εἰπόντα ‘ἀγώγιμος ἔστω’ προσγράψαι. τίνα γὰρ σὺ λέλοιπας ὅρον τῷ γράμματι τούτῳ, τοῦ νόμου σαφῶς οὑτωσὶ λέγοντος μὴ πέρα ὅρων ἐλαύνειν, ὃς πανταχόθεν δίδως ἄγειν; [49] ὁ νόμος δ᾽ οὐκ ἐλαύνειν τῶν ὅρων πέρα, ἀλλ᾽ οὐδ᾽ ἄγειν ἐᾷ. ἐκ δὲ τοῦ σοῦ ψηφίσματος ὁ βουλόμενος ἄξει τὸν ἄκοντ᾽ ἀπεκτονότα, ἔκδοτον λαβών, εἰς τὴν τοῦ παθόντος βίᾳ πατρίδα. ἆρ᾽ οὐ πάντα συγχεῖς τἀνθρώπινα, καὶ ἀφαιρεῖ τὴν πρόφασιν μεθ᾽ ἧς ἢ καλόν ἐστιν ἕκαστον τῶν ἔργων ἢ αἰσχρόν; [50] ὁρᾶτε γὰρ ὡς ἐπὶ πάντων, οὐκ ἐπὶ τῶν φονικῶν μόνον, οὕτω τοῦτ᾽ ἔχει. ‘ἄν τις τύπτῃ τινά’ φησὶν ‘ἄρχων χειρῶν ἀδίκων,’ ὡς, εἴ γ᾽ ἠμύνατο, οὐκ ἀδικεῖ. ‘ἄν τις κακῶς ἀγορεύῃ,’ ‘τὰ ψευδῆ’ προσέθηκεν, ὡς, εἴ γε τἀληθῆ, προσῆκον. ‘ἄν τις ἀποκτείνῃ,’ ‘ἐκ προνοίας,’ ὡς, εἴ γ᾽ ἄκων, οὐ ταὐτόν. ‘ἄν τις καταβλάψῃ τινά,’ ‘ἑκὼν ἀδίκως.’ πανταχοῦ τὴν πρόφασιν βεβαιοῦσαν τὸ πρᾶγμ᾽ εὑρήσομεν. ἀλλ᾽ οὐ σοί, ἀλλ᾽ ἁπλῶς, ‘ἄν τις ἀποκτείνῃ Χαρίδημον, ἀγέσθω,’ κἂν ἄκων, κἂν δικαίως, κἂν ἀμυνόμενος, κἂν ἐφ᾽ οἷς διδόασιν οἱ νόμοι, κἂν ὁπωσοῦν.

  [51] λέγε τὸν μετὰ ταῦτα νόμον.”Νόμος

  φόνου δὲ δίκας μὴ εἶναι μηδαμοῦ κατὰ τῶν τοὺς φεύγοντας ἐνδεικνύντων, ἐάν τις κατίῃ ὅποι μὴ ἔξεστιν.”

  ὁ μὲν νόμος ἐστὶν οὗτος Δράκοντος, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ οἱ ἄλλοι δὲ ὅσους ἐκ τῶν φονικῶν νόμων παρεγραψάμην: δεῖ δ᾽ ἃ λέγει σκέψασθαι. ‘κατὰ τῶν ἐνδεικνύντων’ φησὶ ‘τοὺς κατιόντας ἀνδροφόνους ὅποι μὴ ἔξεστι δίκας φόνου μὴ εἶναι.’ ἐνταυθὶ δύο δηλοῖ δίκαια, ἃ παρ᾽ ἀμφότερ᾽ οὗτος εἴρηκεν τὸ ψήφισμα, ὅτι τ᾽ ἐνδεικνύναι δίδωσι τὸν ἀνδροφόνον καὶ οὐκ αὐτὸν ἀγώγιμον οἴχεσθαι λαβόντα, καὶ ὅτι, ἐὰν κατίῃ τις ὅποι μὴ ἔξεστι, καὶ αὐτὸ τοῦτο δίδωσιν, οὐχ ὅπου βούλεταί τις. [52] οὐκ ἔξεστι δὲ ποῖ; ἐξ ἧς ἂν φεύγῃ τις πόλεως. ποῦ καὶ σφόδρα τοῦτο δηλοῖ; ‘ἐάν τις κατίῃ’ φησί. τοῦτο δ᾽ οὐκ ἔστ᾽ ἐπενεγκεῖν ἄλλῃ πόλει πλὴν ἣν ἂν φεύγῃ τις: ὅθεν γὰρ μηδ᾽ ἐξέπεσέν τις τὴν ἀρχήν, οὐκ ἔνι δήπου κατελθεῖν εἰς ταύτην. ὁ μὲν τοίνυν νόμος ἔνδειξιν δέδωκεν, καὶ ταύτην, ‘ἂν κατίῃ ὅποι μὴ ἔξεστιν:’ ὁ δὲ ‘ἀγώγιμος ἔστω’ γέγραφεν κἀντεῦθεν, ὅποι φεύγειν οὐδεὶς κωλύει νόμος.

  [53] λέγ᾽ ἄλλον νόμον.”Νόμος

  ἐάν τις ἀποκτείνῃ ἐν ἄθλοις ἄκων, ἢ ἐν ὁδῷ καθελὼν ἢ ἐν πολέμῳ ἀγνοήσας, ἢ ἐπὶ δάμαρτι ἢ ἐπὶ μητρὶ ἢ ἐπ᾽ ἀδελφῇ ἢ ἐπὶ θυγατρί, ἢ ἐπὶ παλλακῇ ἣν ἂν ἐπ᾽ ἐλευθέροις παισὶν ἔχῃ, τούτων ἕνεκα μὴ φεύγειν κτείναντα.”

  πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νόμων ὄντων, παρ᾽ οὓς εἴρηται τὸ ψήφισμα, παρ᾽ οὐδένα μᾶλλον ἢ παρὰ τοῦτον τὸν ἀνεγνωσμένον νῦν εἴρηται. διδόντος γὰρ τοῦ νόμου σαφῶς οὑτωσὶ καὶ λέγοντος ἐφ᾽ οἷς ἐξεῖναι κτεῖναι, οὗτος ἅπαντα παρεῖδε ταῦτα, καὶ γέγραφεν, οὐδὲν ὑπειπὼν πῶς, ἄν τις ἀποκτείνῃ, τὴν τιμωρίαν. [54] καίτοι σκέψασθ᾽ ὡς ὁσίως καὶ καλῶς ἕκαστα διεῖλεν ὁ ταῦτ᾽ ἐξ ἀρχῆς διελών. ἄν τις ἐν ἄθλοις ἀποκτείνῃ τινά, τοῦτον ὥρισεν οὐκ ἀδικεῖν. διὰ τί; οὐ τὸ συμβὰν ἐσκέψατο, ἀλλὰ τὴν τοῦ δεδρακότος διάνοιαν. ἔστι δ᾽ αὕτη τίς; ζῶντα νικῆσαι καὶ οὐκ ἀποκτεῖναι. εἰ δ᾽ ἐκεῖνος ἀσθενέστερος ἦν τὸν ὑπὲρ τῆς νίκης ἐνεγκεῖν πόνον, ἑαυτῷ τοῦ πάθους αἴτιον ἡγήσατο, διὸ τιμωρίαν οὐκ ἔδωκεν ὑπὲρ αὐτοῦ. [55] πάλιν ‘ἂν ἐν πολέμῳ’ φησὶν ‘ἀγνοήσας,’ καὶ τοῦτον εἶναι καθαρόν. καλῶς: εἰ γὰρ ἐγώ τινα τῶν ἐναντίων οἰηθεὶς εἶναι διέφθειρα, οὐ δίκην ὑπέχειν, ἀλλὰ συγγνώμης τυχεῖν δίκαιός εἰμι. ‘ἢ ἐπὶ δάμαρτι’ φησὶν ‘ἢ ἐπὶ μητρὶ ἢ ἐπ᾽ ἀδελφῇ ἢ θυγατρί, ἢ ἐπὶ παλλακῇ ἣν ἂν ἐπ᾽ ἐλευθέροις παισὶν ἔχῃ,’ καὶ τὸν ἐπὶ τούτων τῳ κτείναντ᾽ ἀθῷον ποιεῖ, πάντων γ᾽ ὀρθότατ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτον ἀφιείς. τί δήποτε; [56] ὅτι ὑπὲρ ὧν τοῖς πολεμίοις μαχόμεθα, ἵνα μὴ πάσχωσιν ὑβριστικὸν μηδ᾽ ἀσελγὲς μηδέν, ὑπὲρ τούτων καὶ τοὺς φιλίους, ἐὰν παρὰ τὸν νόμον εἰς αὐτοὺς ὑβρίζωσι καὶ διαφθείρωσιν, ἔδωκεν ἀποκτεῖναι. ἐπειδὴ γὰρ οὐ γένος ἐστὶν φιλίων καὶ πολεμίων, ἀλλὰ τὰ πραττόμεν᾽ ἐξεργάζεται τούτων ἑκάτερον, τοὺς ἐχθρὰ ποιοῦντας ἐν ἐχθροῦ μέρει κολάζειν ἀπέδωκεν ὁ νόμος. οὐκοῦν δεινόν, εἰ τοσούτων ὄντων ἐφ᾽ οἷς τοὺς ἄλλους ἔξεστιν ἀποκτιννύναι, μόνον ἀνθρώπων ἐκεῖνον μηδ᾽ ἐπὶ τούτοις ἐξέσται ἀποκτεῖναι. [57] φέρε, ἂν δέ τι συμβῇ τοιοῦτον οἷον ἴσως ἤδη τῳ καὶ ἄλλῳ, ἀπαλλαγῇ μὲν ἐκ Θρᾴκης, ἐλθὼν δ᾽ εἰς πόλιν οἰκῇ που, τῆς μὲν ἐξουσίας μηκέτι κύριος ὢν δι᾽ ἧς πολλὰ ποιεῖ τῶν ἀπειρημένων ὑπὸ τῶν νόμων, τοῖς δ᾽ ἔθεσιν καὶ ταῖς ἐπιθυμίαις ταῦτ᾽ ἐπιχειρῶν πράττειν, ἄλλο τι ἢ σιγῶντα δεήσει Χαρίδημον ἐᾶν αὑτὸν ὑβρίζειν; οὐ γὰρ ἀποκτεῖναί γ᾽ ἀσφαλὲς οὐδὲ τιμωρίαν λαβεῖν ἣν δίδωσ᾽ ὁ νόμος, διὰ τὸ ψήφισμα τουτί. [58] καὶ μὴν εἴ τις ἐκεῖν᾽ ὑπολαμβάνει, ποῦ δὲ γένοιτ᾽ ἂν ταῦτα; τί κωλύει κἀμὲ
λέγειν, τίς δ᾽ ἂν ἀποκτείναι Χαρίδημον; ἀλλὰ μὴ τοῦτο σκοπῶμεν: ἀλλ᾽ ἐπειδήπερ ἐστὶ τὸ φεῦγον ψήφισμα οὐκ ἐπ᾽ ἤδη γεγενημένῳ τινὶ πράγματι, ἀλλ᾽ ἐπὶ τοιούτῳ ὃ μηδ᾽ εἰ γενήσεται μηδεὶς οἶδεν, τὸ μὲν τοῦ μέλλοντος ἔσεσθαι κοινὸν ἀμφοῖν ὑπαρχέτω, πρὸς δὲ τοῦθ᾽ ὑποθέντες ἀνθρωπίνως τὰς ἐλπίδας οὕτω σκοπῶμεν, ὡς τάχ᾽ ἄν, εἰ τύχοι, καὶ τούτων κἀκείνων συμβάντων. [59] λύσασι μὲν τοίνυν τὸ ψήφισμα, ἂν ἄρα συμβῇ τι παθεῖν ἐκείνῳ, εἰσὶν αἱ κατὰ τοὺς νόμους ὑπὲρ αὐτοῦ τιμωρίαι: ἐῶσι δέ, ἂν ἄρ᾽ ἐκεῖνος ζῶν ἀδικῇ τινα, ἀνῄρηται τοῖς ὑβριζομένοις ἡ μετὰ τῶν νόμων δίκη. ὥστε πανταχῇ καὶ ἐναντίον ἐστὶ τοῖς νόμοις τὸ ψήφισμα καὶ λῦσαι συμφέρει.

 

‹ Prev