Book Read Free

Delphi Complete Works of Demosthenes

Page 197

by Demosthenes


  [60] λέγε τὸν μετὰ ταῦτα νόμον.”Νόμος

  καὶ ἐὰν φέροντα ἢ ἄγοντα βίᾳ ἀδίκως εὐθὺς ἀμυνόμενος κτείνῃ, νηποινεὶ τεθνάναι.”

  ἄλλα ταῦτ᾽ ἐφ᾽ οἷς ἔξεστι κτεῖναι. ‘ἐὰν ἄγοντα ἢ φέροντα βίᾳ ἀδίκως εὐθὺς ἀμυνόμενος κτείνῃ, νηποινεὶ τεθνάναι’ κελεύει. θεάσασθε πρὸς Διὸς ὡς εὖ: τῷ μὲν ὑπειπών, ἐφ᾽ οἷς ἐξεῖναι κτείνειν, προσγράψαι τὸ ‘εὐθὺς’ ἀφεῖλε τὸν τοῦ βουλεύσασθαί τι κακὸν χρόνον: τῷ δὲ ‘ἀμυνόμενος’ γράψαι δηλοῖ τῷ πάσχοντι διδοὺς τὴν ἐξουσίαν, οὐκ ἄλλῳ τινί. ὁ μὲν δὴ νόμος εὐθὺς ἀμυνομένῳ δέδωκεν ἀποκτιννύναι, ὁ δ᾽ οὐδὲν εἴρηκεν, ἀλλ᾽ ἁπλῶς ‘ἐάν τις ἀποκτείνῃ,’ κἂν ὡς οἱ νόμοι διδόασιν. [61] ἀλλὰ νὴ Δία συκοφαντοῦμεν τὸ πρᾶγμα: τίνα γὰρ οἴσει ἢ ἄξει βίᾳ ἀδίκως Χαρίδημος; πάντας ἀνθρώπους. ἴστε γὰρ δήπου τοῦθ᾽ ὅτι πάντες οἱ στράτευμ᾽ ἔχοντες, ὧν ἂν οἴωνται κρείττους ἔσεσθαι, ἄγουσι καὶ φέρουσι χρήματ᾽ αἰτοῦντες. εἶτ᾽ οὐ δεινόν, ὦ γῆ καὶ θεοί, καὶ φανερῶς παράνομον, οὐ μόνον παρὰ τὸν γεγραμμένον νόμον, ἀλλὰ καὶ παρὰ τὸν κοινὸν ἁπάντων ἀνθρώπων, τὸν ἄγοντ᾽ ἢ φέροντα βίᾳ τἄμ᾽ ἐν πολεμίου μοίρᾳ μὴ ἐξεῖναί μοι ἀμύνεσθαι, εἴ γε μηδὲ τοῦτον τὸν τρόπον ἐξέσται Χαρίδημον ἀποκτεῖναι, ἀλλά, ἐὰν ἀδικῶν ἄγῃ καὶ φέρῃ βίᾳ τά τινος λῃζόμενος, ἀγώγιμος ὁ κτείνας ἔσται, τοῦ νόμου διδόντος, ἐὰν ἐπὶ τούτοις, ἀθῷον εἶναι;

  [62] λέγε τὸν μετὰ ταῦτα νόμον.”Νόμος

  ὃς ἂν ἄρχων ἢ ἰδιώτης αἴτιος ᾖ τὸν θεσμὸν συγχυθῆναι τόνδε, ἢ μεταποιήσῃ αὐτόν, ἄτιμον εἶναι καὶ παῖδας ἀτίμους καὶ τὰ ἐκείνου.”

  ἠκούσατε μὲν τοῦ νόμου λέγοντος ἄντικρυς, ὦ ἄνδρες Ἀθηναῖοι, ‘ὃς ἂν ἄρχων ἢ ἰδιώτης αἴτιος ᾖ τὸν θεσμὸν συγχυθῆναι τόνδε, ἢ μεταποιήσῃ αὐτόν, ἄτιμος ἔστω καὶ οἱ παῖδες καὶ τὰ ἐκείνου.’ ἆρ᾽ οὖν μικρὰν ἢ φαύλην πρόνοιαν ἔχειν ὑμῖν ὁ θεὶς τὸν νόμον δοκεῖ, ὅπως κύριος ἔσται καὶ μήτε συγχυθήσεται μήτ᾽ αὖ μεταποιηθήσεται; ἀλλ᾽ Ἀριστοκράτης οὑτοσὶ μικρὰ φροντίσας αὐτοῦ μεταποιεῖ καὶ συγχεῖ. τί γὰρ ἄλλ᾽ ἐστὶν τὸ μεταποιεῖν ἢ ὅταν ἔξω τῶν τεταγμένων δικαστηρίων καὶ ὅρων, ὧν εἴργεσθαι δεῖ, διδῷ τις τὰς τιμωρίας, καὶ τὸ λόγου τυχεῖν ἀναιρῶν ἐκδότους ποιῇ; τί δ᾽ ἄλλο τὸ συγχεῖν ἢ ὅταν ἑξῆς οὑτωσὶ πάντα τἀναντία τῶν ἐν τοῖς νόμοις τις γεγραμμένων γράφῃ;

  [63] οὐ τοίνυν τούτους μόνον τοὺς νόμους, ὦ ἄνδρες Ἀθηναῖοι, παραβέβηκεν, ἀλλὰ καὶ ἄλλους πολλοὺς οὓς οὐ παραγεγράμμεθα διὰ τὸ πλῆθος. ἀλλ᾽ ἐν κεφαλαίῳ λέγω: ὁπόσοι νόμοι περὶ τῶν φονικῶν δικαστηρίων εἰσίν, καλεῖσθαι λέγοντες ἢ μαρτυρεῖν ἢ διόμνυσθαι τοὺς ἀγωνιζομένους ἢ ἄλλ᾽ ὁτιοῦν προστάττοντες, πάντας ὑπερβέβηκε τούτους καὶ πᾶσιν ἐναντίον εἴρηκεν τὸ ψήφισμα τουτί. οὗ γὰρ οὐ κλῆσις, οὐ κρίσις, οὐ μαρτυρία συνειδότος, οὐ διωμοσία, ἀλλ᾽ ἀπ᾽ αἰτίας εὐθὺς ἡ τιμωρία γέγραπται, καὶ αὕτη ἣν ἀπαγορεύουσιν οἱ νόμοι, τί ἂν ἄλλο τις εἴποι; καίτοι ταῦτα πάντ᾽ ἐπὶ πέντε δικαστηρίοις γίγνεται προστεταγμένα τοῖς νόμοις. [64] νὴ Δία, ἴσως εἴποι τις ἄν, ἀλλὰ ταῦτα μὲν οὐδενός ἐστ᾽ ἄξι᾽ οὐδὲ δικαίως εὑρημένα, ἃ δ᾽ ἔγραψεν οὗτος, δίκαια καὶ καλά. ἀλλὰ τοὐναντίον τούτου μὲν τοῦ ψηφίσματος οὐκ οἶδ᾽ εἴ τι δεινότερον γέγονεν πώποτ᾽ ἐν ὑμῖν, τούτων δὲ τῶν πάντων ὁπόσ᾽ ἐστὶ δικαστήρι᾽ ἐν ἀνθρώποις οὐδὲν οὔτε σεμνότερον οὔτε δικαιότερον φανήσεται. βούλομαι δ᾽ εἰπεῖν διὰ βραχέων ἃ καὶ ζῆλόν τινα καὶ τιμὴν φέρει τῇ πόλει ῥηθέντα καὶ ἡδίους ἔσεσθ᾽ ἀκούσαντες. ἄρξομαι δ᾽ ἐντεῦθεν ὅθεν μάλιστα μαθήσεσθε, ἐπὶ τὴν δωρειὰν ἐπανελθὼν ἣ τῷ Χαριδήμῳ δέδοται.

  [65] ἡμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, Χαρίδημον ἐποιησάμεθα πολίτην, καὶ διὰ τῆς δωρειᾶς ταύτης μετεδώκαμεν αὐτῷ καὶ ἱερῶν καὶ ὁσίων καὶ νομίμων καὶ πάντων ὅσων περ αὐτοῖς μέτεστιν ἡμῖν. πολλὰ μὲν δὴ παρ᾽ ἡμῖν ἐστι τοιαῦθ᾽ οἷ᾽ οὐχ ἑτέρωθι, ἓν δ᾽ οὖν ἰδιώτατον πάντων καὶ σεμνότατον, τὸ ἐν Ἀρείῳ πάγῳ δικαστήριον, ὑπὲρ οὗ τοσαῦτ᾽ ἔστιν εἰπεῖν καλὰ παραδεδομένα καὶ μυθώδη καὶ ὧν αὐτοὶ μάρτυρές ἐσμεν, ὅσα περὶ οὐδενὸς ἄλλου δικαστηρίου: ὧν ὡσπερεὶ δείγματος εἵνεκ᾽ ἄξιόν ἐστιν ἓν ἢ δύ᾽ ἀκοῦσαι. [66] τοῦτο μὲν τοίνυν τὰ παλαιά, ὡς ἡμῖν ἀκούειν παραδέδοται, ἐν μόνῳ τούτῳ τῷ δικαστηρίῳ δίκας φόνου θεοὶ καὶ δοῦναι καὶ λαβεῖν ἠξίωσαν καὶ δικασταὶ γενέσθαι διενεχθεῖσιν ἀλλήλοις, ὡς λόγος: λαβεῖν μὲν Ποσειδῶν ὑπὲρ Ἁλιρροθίου τοῦ υἱοῦ παρ᾽ Ἄρεως, δικάσαι δ᾽ Εὐμενίσιν καὶ Ὀρέστῃ οἱ δώδεκα θεοί. καὶ τὰ μὲν δὴ παλαιὰ ταῦτα: τὰ δ᾽ ὕστερον, τοῦτο μόνον τὸ δικαστήριον οὐχὶ τύραννος, οὐκ ὀλιγαρχία, οὐ δημοκρατία τὰς φονικὰς δίκας ἀφελέσθαι τετόλμηκεν, ἀλλὰ πάντες ἀσθενέστερον ἂν τὸ δίκαιον εὑρεῖν ἡγοῦνται περὶ τούτων αὐτοὶ τοῦ παρὰ τούτοις εὑρημένου δικαίου. πρὸς δὲ τούτοις τοιούτοις οὖσιν, ἐνταυθοῖ μόνον οὐδεὶς πώποτ᾽ οὔτε φεύγων ἁλοὺς οὔτε διώκων ἡττηθεὶς ἐξήλεγξεν ὡς ἀδίκως ἐδικάσθη τὰ κριθέντα. [67] ταύτην τοίνυν τὴν φυλακὴν καὶ τὰς ἐν ταύτῃ νομίμους τιμωρίας παραβὰς ὁ γράφων τὸ ψήφισμα τοδὶ ζῶντι μὲν ἐξουσίαν γέγραφεν τῷ Χαριδήμῳ ποιεῖν ὅ τι ἂν βούληται, παθό
ντος δέ τι τοῖς οἰκείοις συκοφαντίαν δέδωκεν. σκέψασθε γὰρ οὑτωσί. ἴστε δήπου τοῦθ᾽ ἅπαντες, ὅτι ἐν Ἀρείῳ πάγῳ, οὗ δίδωσ᾽ ὁ νόμος καὶ κελεύει τοῦ φόνου δικάζεσθαι, πρῶτον μὲν διομεῖται κατ᾽ ἐξωλείας αὑτοῦ καὶ γένους καὶ οἰκίας ὅ τιν᾽ αἰτιώμενος εἰργάσθαι τι τοιοῦτον, [68] εἶτ᾽ οὐδὲ τὸν τυχόντα τιν᾽ ὅρκον τοῦτο ποιήσει ἀλλ᾽ ὃν οὐδεὶς ὄμνυσ᾽ ὑπὲρ οὐδενὸς ἄλλου, στὰς ἐπὶ τῶν τομίων κάπρου καὶ κριοῦ καὶ ταύρου, καὶ τούτων ἐσφαγμένων ὑφ᾽ ὧν δεῖ καὶ ἐν αἷς ἡμέραις καθήκει, ὥστε καὶ ἐκ τοῦ χρόνου καὶ ἐκ τῶν μεταχειριζομένων ἅπαν, ὅσον ἔσθ᾽ ὅσιον, πεπρᾶχθαι. καὶ μετὰ ταῦθ᾽ ὁ τὸν τοιοῦτον ὅρκον ὀμωμοκὼς οὔπω πεπίστευται, ἀλλ᾽ ἐὰν ἐξελεγχθῇ μὴ λέγων ἀληθῆ, τὴν ἐπιορκίαν ἀπενεγκάμενος τοῖς αὑτοῦ παισὶν καὶ τῷ γένει πλέον οὐδ᾽ ὁτιοῦν ἕξει. [69] ἂν δὲ δόξῃ τὰ δίκαι᾽ ἐγκαλεῖν καὶ ἕλῃ τὸν δεδρακότα τοῦ φόνου, οὐδ᾽ οὕτω κύριος γίγνεται τοῦ ἁλόντος, ἀλλ᾽ ἐκείνου μὲν οἱ νόμοι κύριοι κολάσαι καὶ οἷς προστέτακται, τῷ δ᾽ ἐπιδεῖν διδόντα δίκην ἔξεστιν, ἣν ἔταξ᾽ ὁ νόμος, τὸν ἁλόντα, πέρα δ᾽ οὐδὲν τούτου. καὶ τῷ μὲν διώκοντι ὑπάρχει ταῦτα, τῷ δὲ φεύγοντι τὰ μὲν τῆς διωμοσίας ταὐτά, τὸν πρότερον δ᾽ ἔξεστιν εἰπόντα λόγον μεταστῆναι, καὶ οὔθ᾽ ὁ διώκων οὔθ᾽ οἱ δικάζοντες οὔτ᾽ ἄλλος ἀνθρώπων οὐδεὶς κύριος κωλῦσαι. [70] τί δήποτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθ᾽ οὕτως ἔχει; ὅτι οἱ ταῦτ᾽ ἐξ ἀρχῆς τὰ νόμιμα διαθέντες, οἵτινές ποτ᾽ ἦσαν, εἴθ᾽ ἥρωες εἴτε θεοί, οὐκ ἐπέθεντο τοῖς ἀτυχήμασιν, ἀλλ᾽ ἀνθρωπίνως ἐπεκούφισαν, εἰς ὅσον εἶχε καλῶς, τὰς συμφοράς. ταῦτα μέντοι πάνθ᾽ οὕτω καλῶς καὶ νομίμως ἔχονθ᾽ ὁ γράφων τὸ ψήφισμα τουτὶ παραβεβηκὼς φαίνεται: ἓν γὰρ οὐδ᾽ ὁτιοῦν ἔνι τούτων ἐν τῷ ψηφίσματι τῷ τούτου. καὶ πρῶτον μὲν παρ᾽ ἑνὸς τούτου δικαστηρίου καὶ παρὰ τοὺς γεγραμμένους νόμους καὶ τἄγραφα νόμιμα τὸ ψήφισμ᾽ εἴρηται.

  [71] δεύτερον δ᾽ ἕτερον δικαστήριον τὸ τῶν ἀκουσίων φόνων φανήσεται συγχέων, τοὐπὶ Παλλαδίῳ, καὶ τοὺς παρὰ τούτῳ νόμους παραβαίνων. καὶ γὰρ ἐνταῦθ᾽ ὑπόκειται πρῶτον μὲν διωμοσία, δεύτερον δὲ λόγος, τρίτον δὲ γνῶσις τοῦ δικαστηρίου, ὧν οὐδέν ἐστιν ἐν τῷ τούτου ψηφίσματι. ἂν δ᾽ ἁλῷ καὶ δοκῇ τοὔργον εἰργάσθαι, οὔθ᾽ ὁ διώκων τοῦ δεδρακότος κύριος οὔτ᾽ ἄλλος οὐδεὶς πλὴν ὁ νόμος. [72] τί οὖν ὁ νόμος κελεύει; τὸν ἁλόντ᾽ ἐπ᾽ ἀκουσίῳ φόνῳ ἔν τισιν εἰρημένοις χρόνοις ἀπελθεῖν τακτὴν ὁδόν, καὶ φεύγειν ἕως ἂν †αἰδέσηταί τινα† τῶν ἐν γένει τοῦ πεπονθότος. τηνικαῦτα δ᾽ ἥκειν δέδωκεν ἔστιν ὃν τρόπον, οὐχ ὃν ἂν τύχῃ, ἀλλὰ καὶ θῦσαι καὶ καθαρθῆναι καὶ ἄλλ᾽ ἄττα διείρηκεν ἃ χρὴ ποιῆσαι, ὀρθῶς, ὦ ἄνδρες Ἀθηναῖοι, πάντα ταῦτα λέγων ὁ νόμος. [73] καὶ γὰρ τὸ τῶν ἀκουσίων ἐλάττω τὴν τιμωρίαν ἢ τῶν ἑκουσίων τάξαι δίκαιον, καὶ τὸ παρασχόντ᾽ ἀσφάλειαν ἀπελθεῖν οὕτω προστάττειν φεύγειν ὀρθῶς ἐστιν ἔχον, καὶ τὸ τὸν κατιόνθ᾽ ὁσιοῦν καὶ καθαίρεσθαι νομίμοις τισί, καὶ τὸ τοὺς νόμους κυρίους ἁπάντων εἶναι, καὶ πάντα ταῦτ᾽ ἔχει καλῶς. ταῦτα τοίνυν ἅπαντα δικαίως οὕτω διορισθένθ᾽ ὑπὸ τῶν ἐξ ἀρχῆς νομοθετησάντων παρέβη γράφων τὸ ψήφισμ᾽ οὑτοσί. ταῦτα μὲν δὴ δύο τηλικαῦτα καὶ τοιαῦτα δικαστήρια καὶ νόμιμ᾽ ἐκ παντὸς τοῦ χρόνου παραδεδομένα οὕτως ἀναιδῶς ὑπερπεπήδηκεν.

  [74] τρίτον δ᾽ ἕτερον πρὸς τούτοις δικαστήριον, ὃ πάντων ἁγιώτατα τούτων ἔχει καὶ φρικωδέστατα, ἄν τις ὁμολογῇ μὲν κτεῖναι, ἐννόμως δὲ φῇ δεδρακέναι. τοῦτο δ᾽ ἐστὶ τοὐπὶ Δελφινίῳ. δοκοῦσι γάρ μοι, ὦ ἄνδρες δικασταί, ζητῆσαι τοῦτο πρῶτον ἁπάντων οἱ περὶ τούτων ἐν ἀρχῇ τὰ δίκαι᾽ ὁρίσαντες, πότερ᾽ οὐδένα χρὴ φόνον ὅσιον εἶναι νομίζειν ἢ τινά γ᾽ ἔσθ᾽ ὅσιον νομιστέον, λογιζόμενοι δ᾽ ὅτι μητέρ᾽ Ὀρέστης ἀπεκτονὼς ὁμολογῶν θεῶν δικαστῶν τυχὼν ἀποφυγγάνει, νομίσαι δίκαιόν τιν᾽ εἶναι φόνον: οὐ γὰρ ἂν τά γε μὴ δίκαια θεοὺς ψηφίσασθαι. ὡς δὲ τοῦτ᾽ ἐνόμισαν, γράφουσιν ἤδη καὶ διορίζουσι σαφῶς ἐφ᾽ οἷς ἐξεῖναι ἀποκτιννύναι. [75] ἀλλ᾽ οὐχ οὗτος οὐδὲν ἀφεῖλεν, ἀλλ᾽ ἁπλῶς, ἐάν τις ἀποκτείνῃ Χαρίδημον, κἂν δικαίως, κἂν ὡς οἱ νόμοι διδόασιν, ἔκδοτον ποιεῖ. καίτοι πᾶσίν εἰσι πράγμασι καὶ λόγοις δύο προσθῆκαι, ἡ τοῦ δικαίου καὶ ἀδίκου: ἃς ἅμα μὲν ταὐτὸ πρᾶγμ᾽ οὐδὲν ἂν δύναιτο σχεῖν οὐδὲ λόγος οὐδείς (πῶς γὰρ ἂν δίκαι᾽ ἅμα ταὐτὰ καὶ μὴ γένοιτο;) τὴν ἑτέραν δ᾽ ἕκαστον ἔχον δοκιμάζεται, κἂν μὲν τὴν ἄδικον φανῇ, πονηρὸν κρίνεται, ἂν δὲ τὴν δικαίαν, χρηστὸν καὶ καλόν. σὺ τοίνυν οὐδετέραν προσέθηκας τούτων, ‘ἄν τις ἀποκτείνῃ’ γράφων: ἀλλ᾽ ἀόριστον εἰπὼν αὐτὴν τὴν αἰτίαν, καὶ μετὰ ταῦτ᾽ εὐθὺς προσγράψας ἀγώγιμον εἶναι, τρίτον τουτὶ δικαστήριον καὶ τὰ τούτου νόμιμα παραβεβηκὼς φαίνει.

  [76] τέταρτον τοίνυν ἄλλο πρὸς τούτοις τοὐπὶ Πρυτανείῳ. τοῦτο δ᾽ ἐστὶ τί; ἐὰν λίθος ἢ ξύλον ἢ σίδηρος ἤ τι τοιοῦτον ἐμπεσὸν πατάξῃ, καὶ τὸν μὲν βαλόντ᾽ ἀγνοῇ τις, αὐτὸ δ᾽ εἰδῇ καὶ ἔχῃ τὸ τὸν φόνον εἰργασμένον, τούτοις ἐνταῦθα λαγχάνεται. εἰ τοίνυν τῶν ἀψύχων καὶ μὴ μετεχόντων τοῦ φρονεῖν οὐδέν ἐσθ᾽ ὅσιον, τοιαύτην ἔχον αἰτίαν, ἐᾶν ἄκριτον, ἦ που τόν
γ᾽ ἀδικοῦντα μὲν οὐδέν, ἐὰν τύχῃ, θήσω δ᾽ ἀδικοῦντα, ἀλλ᾽ ἄνθρωπόν γ᾽ ὄντα καὶ μετειληφότα τῇ τύχῃ τῆς αὐτῆς ἡμῖν φύσεως, ἀνόσιον καὶ δεινὸν ἄνευ λόγου καὶ ψήφου ποιεῖν ἔκδοτον ἐπ᾽ αἰτίᾳ τοιαύτῃ.

  [77] ἔτι τοίνυν πέμπτον δικαστήριον ἄλλο θεάσασθ᾽ οἷον ὑπερβέβηκε, τὸ ἐν Φρεαττοῖ. ἐνταῦθα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, κελεύει δίκας ὑπέχειν ὁ νόμος, ‘ἐάν τις ἐπ᾽ ἀκουσίῳ φόνῳ πεφευγώς, μήπω τῶν ἐκβαλλόντων αὐτὸν ᾐδεσμένων, αἰτίαν ἔχῃ ἑτέρου φόνου ἑκουσίου.’ καὶ οὐχ, ὅτι δεῦρ᾽ οὐχ οἷόν τ᾽ ἐλθεῖν αὐτῷ, παρεῖδεν αὐτὸν ὁ ταῦθ᾽ ἕκαστα τάξας, οὐδ᾽, ὅτι καὶ πρότερόν τι τοιοῦτον ἐποίησε, καὶ δὴ τὴν ὁμοίαν ἐποιήσατο πιστὴν αἰτίαν κατ᾽ αὐτοῦ, [78] ἀλλὰ τό τ᾽ εὐσεβὲς εὗρεν ὅπως ἔσται, κἀκεῖνον οὐκ ἀπεστέρησε λόγου καὶ κρίσεως. τί οὖν ἐποίησεν; ἤγαγε τοὺς δικάσοντας οἷ προσελθεῖν οἷόν τ᾽ ἐκείνῳ, τῆς χώρας ἀποδείξας τόπον τιν᾽ ἐν Φρεαττοῖ καλούμενον ἐπὶ θαλάττῃ. εἶθ᾽ ὁ μὲν ἐν πλοίῳ προσπλεύσας λέγει τῆς γῆς οὐχ ἁπτόμενος, οἱ δ᾽ ἀκροῶνται καὶ δικάζουσιν ἐν τῇ γῇ: κἂν μὲν ἁλῷ, τὴν ἐπὶ τοῖς ἑκουσίοις φόνοις δίκην ἔδωκε δικαίως, ἂν δ᾽ ἀποφύγῃ, ταύτης μὲν ἀθῷος ἀφίεται, τὴν δ᾽ ἐπὶ τῷ πρότερον φόνῳ φυγὴν ὑπέχει. [79] τίνος οὖν ποθ᾽ εἵνεκα ταῦθ᾽ οὕτω διεσπούδασται; ἴσον ἡγεῖτ᾽ ἀσέβημ᾽ ὁ ταῦτα διαιρῶν τόν τ᾽ ἀδικοῦντ᾽ ἐᾶν καὶ τὸν ἀναίτιον ἐκδιδόναι πρὸ δίκης. καίτοι εἰ περὶ τῶν ἀνδροφόνων τῶν ἤδη κεκριμένων τοσαύτη σπουδή, ὅπως λόγου καὶ κρίσεως καὶ πάντων ὁπόσ᾽ ἐστὶ δίκαια τεύξονται περὶ τῶν ὕστερον αἰτιῶν, ἦ που περί γε τοῦ μήθ᾽ ἑαλωκότος μήτ᾽ ἐγνωσμένου πότερον δέδρακεν ἢ οὒ καὶ πότερ᾽ ἄκων ἢ ἑκών, πάνδεινον γράφειν ὡς ἐκδοτέον τοῖς ἐγκαλοῦσιν.

 

‹ Prev