Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 199
Delphi Complete Works of Demosthenes Page 199

by Demosthenes


  [107] καὶ μὴν οὐδ᾽ ἐκεῖνό γ᾽ ἔστιν εἰπεῖν, ὅτι νὴ Δί᾽ εἰκότως ἐφενακίσθητε καὶ παρεκρούσθητε. εἰ γὰρ μηδὲν εἴχετε τῶν ἄλλων λογίσασθαι, μηδ᾽ ἐφ᾽ ὑμῶν αὐτῶν οἷοί τ᾽ ἦτε ταῦτα συνεῖναι, ἦν ἰδεῖν παράδειγμα Ὀλυνθίους τουτουσί, οἳ τί πεποιηκότος αὐτοῖς Φιλίππου πῶς αὐτῷ χρῶνται; ἐκεῖνος ἐκείνοις Ποτείδαιαν οὐχὶ τηνικαῦτ᾽ ἀπέδωκεν, ἡνίκ᾽ ἀποστερεῖν οὐκέθ᾽ οἷός τ᾽ ἦν, ὥσπερ ὑμῖν Κερσοβλέπτης Χερρόνησον: ἀλλὰ πρὸς ὑμᾶς πολεμῶν χρήματα πόλλ᾽ ἀναλώσας, ἑλὼν καὶ δυνηθεὶς ἂν αὐτὸς ἔχειν, εἴπερ ἐβουλήθη, παρέδωκεν καὶ οὐδ᾽ ἐπεχείρησεν ἄλλο ποιεῖν οὐδέν. [108] ἀλλ᾽ ὅμως ἐκεῖνοι, τέως μὲν ἑώρων αὐτὸν τηλικοῦτον ἡλίκος ὢν πιστὸς ὑπῆρχεν, σύμμαχοί τ᾽ ἦσαν καὶ δι᾽ ἐκεῖνον ἡμῖν ἐπολέμουν, ἐπειδὴ δ᾽ εἶδον μείζω τῆς πρὸς αὑτοὺς πίστεως γιγνόμενον, τοσοῦτ᾽ ἀπέχουσι τοῦ ψηφίσασθαι, ἐάν τις ἀποκτείνῃ τινὰ τῶν ἐκείνῳ συγκατεσκευακότων τὴν ἀρχήν, ἐκ τῶν ἑαυτῶν συμμάχων ἀγώγιμον εἶναι, [109] ὥσθ᾽ ὑμᾶς, οὓς ἴσασιν ἁπάντων ἀνθρώπων ἥδιστ᾽ ἂν καὶ τοὺς ἐκείνου φίλους καὶ αὐτὸν τὸν Φίλιππον ἀποκτείναντας, φίλους πεποίηνται, φασὶ δὲ καὶ συμμάχους ποιήσεσθαι. εἶτ᾽ Ὀλύνθιοι μὲν ἴσασι τὸ μέλλον προορᾶν, ὑμεῖς δ᾽ ὄντες Ἀθηναῖοι ταὐτὸν τοῦτ᾽ οὐχὶ ποιήσετε; ἀλλ᾽ αἰσχρὸν τοὺς τῷ περὶ πραγμάτων ἐπίστασθαι βουλεύσασθαι δοκοῦντας προέχειν ἧττον Ὀλυνθίων τὸ συμφέρον εἰδότας ὀφθῆναι.

  [110] ἀκούω τοίνυν αὐτὸν καὶ τοιοῦτόν τιν᾽ ἐρεῖν λόγον, οἷον καὶ πρότερόν ποτ᾽ Ἀριστόμαχος παρ᾽ ὑμῖν ἐδημηγόρει, ὡς οὐκ ἔστιν ὅπως ποτὲ Κερσοβλέπτης αἱρήσεται Χερρόνησον ἀποστερεῖν ἐπιχειρῶν ἐχθρὸς ὑμῖν εἶναι: οὐδὲ γὰρ εἰ λάβοι καὶ κατάσχοι, λυσιτελήσειν αὐτῷ. ἐκ μέν γ᾽ ἐκείνης οὐκ ἔστιν ὑπὲρ τριάκοντα τάλανθ᾽ ἡ πρόσοδος μὴ πολεμουμένης, εἰ πολεμήσεται δέ, οὐδὲ ἕν: ἐκ δὲ τῶν ἐμπορίων, ἃ τότ᾽ ἂν κλεισθείη, πλεῖν ἢ διακόσια τάλαντά ἐσθ᾽ ἡ πρόσοδος: ὥστε τί βουλόμενος μικρὰ λαμβάνειν καὶ πολεμεῖν ἂν ἕλοιτο, ἐξὸν τὰ πλείω καὶ φίλος εἶναι, θαυμάζειν φήσουσιν. [111] ἐγὼ δ᾽ οὐκ ἀπορῶ μὲν εἰπεῖν πόλλ᾽ ἅ μοι δοκεῖ μᾶλλον ἄν τις ἰδὼν ἀπιστεῖν εἰκότως ἢ τούτοις πιστεύων ἐκεῖνον ἐᾶν μέγαν γίγνεσθαι: οὐ μὴν ἀλλ᾽ ὃ μάλιστα πρόχειρον ἔχω, τοῦτ᾽ ἐρῶ. ἴστε δήπου Φίλιππον, ἄνδρες Ἀθηναῖοι, τουτονὶ τὸν Μακεδόνα, ᾧ πολὺ δήπου μᾶλλον ἐλυσιτέλει τὰς ἐξ ἁπάσης Μακεδονίας προσόδους ἀδεῶς λαμβάνειν ἢ μετὰ κινδύνων τὰς ἐξ Ἀμφιπόλεως, καὶ χρῆσθαι φίλοις αἱρετώτερον ἦν αὐτῷ τοῖς πατρικοῖς ὑμῖν ἢ Θετταλοῖς, οἳ τὸν πατέρ᾽ αὐτοῦ ποτ᾽ ἐξέβαλον. [112] ἄνευ γὰρ τούτου κἀκεῖν᾽ ἔστιν ἰδεῖν: ὑμεῖς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδένα προὐδώκατε πώποτε τῶν φίλων, Θετταλοὶ δ᾽ οὐδένα πώποθ᾽ ὅντιν᾽ οὔ. ἀλλ᾽ ὅμως οὕτως ἐχόντων τούτων μικρὰ λαμβάνειν καὶ τοὺς ἀπίστους φίλους καὶ τὸ κινδυνεύειν ἀντὶ τοῦ μετ᾽ ἀσφαλείας ζῆν ὁρᾶτε προῃρημένον αὐτόν. [113] τί δή ποτ᾽ αἴτιον; οὐ γὰρ δὴ λόγον γε τὸ πρᾶγμ᾽ οὑτωσὶ πρόχειρον ἔχει. ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, δυοῖν ἀγαθοῖν ὄντοιν πᾶσιν ἀνθρώποις, τοῦ μὲν ἡγουμένου καὶ μεγίστου πάντων, τοῦ εὐτυχεῖν, τοῦ δ᾽ ἐλάττονος μὲν τούτου, τῶν δ᾽ ἄλλων μεγίστου, τοῦ καλῶς βουλεύεσθαι, οὐχ ἅμ᾽ ἡ κτῆσις παραγίγνεται τοῖς ἀνθρώποις, οὐδ᾽ ἔχει τῶν εὖ πραττόντων οὐδεὶς ὅρον οὐδὲ τελευτὴν τῆς τοῦ πλεονεκτεῖν ἐπιθυμίας: δι᾽ ὅπερ πολλοὶ πολλάκις μειζόνων ἐπιθυμοῦντες τὰ παρόντ᾽ ἀπώλεσαν. [114] καὶ τί δεῖ Φίλιππον λέγειν ἤ τιν᾽ ἄλλον; ἀλλ᾽ ὁ πατὴρ αὐτὸς ὁ Κερσοβλέπτου Κότυς, ἡνίκα μὲν στασιάζοι πρός τινας, πρέσβεις πέμπων ἅπαντα ποιεῖν ἕτοιμος ἦν, καὶ τότ᾽ ᾐσθάνετο ὡς ἀλυσιτελὲς τὸ τῇ πόλει πολεμεῖν: ἐπειδὴ δ᾽ ὑφ᾽ αὑτῷ τὴν Θρᾴκην ἔχοι, κατελάμβανε τὰς πόλεις, ἠδίκει, μεθύων ἐπαρῴνει μάλιστα μὲν εἰς αὑτόν, εἶτα καὶ εἰς ἡμᾶς, τὴν χώραν ἐποιεῖθ᾽ ἑαυτοῦ, τὸ πρᾶγμ᾽ ἀμήχανον ἦν. τῶν γὰρ ὑπὲρ τοῦ πλεονεκτεῖν ἐπιχειρούντων οἷς οὐ χρὴ οὐ τὰ δυσχερέσταθ᾽ ἕκαστος εἴωθε λογίζεσθαι, ἀλλ᾽ ἃ κατορθώσας διαπράξεται. [115] ἐγὼ δὴ δεῖν ὑμᾶς οἶμαι τοῦτον τὸν τρόπον βεβουλεῦσθαι, ὅπως, ἂν μὲν ἃ χρὴ περὶ ὑμῶν γιγνώσκῃ Κερσοβλέπτης, μηδὲν ὑφ᾽ ὑμῶν ἀδικήσεται, ἂν δ᾽ ἀλόγως ἀδικεῖν ἐπιχειρῇ, μὴ μείζων ἔσται τοῦ δίκην δοῦναι. ἀναγνώσομαι δ᾽ ὑμῖν τὴν ἐπιστολὴν ἥν, ὅτ᾽ ἀφειστήκει Μιλτοκύθης, Κότυς ἔπεμψεν, καὶ ἣν ὅτε πᾶσαν ἔχων τὴν ἀρχὴν πέμψας Τιμομάχῳ τὰ χωρί᾽ ὑμῶν ἐξεῖλεν.”Ἐπιστολαί”

  [116] τοῦτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ παράδειγμ᾽ ἑορακότες, ἂν ἐμοὶ πείθησθε, κἀκεῖν᾽ εἰδότες, ὅτι Φίλιππος, ὅτε μὲν Ἀμφίπολιν ἐπολιόρκει, ἵν᾽ ὑμῖν παραδῷ πολιορκεῖν ἔφη, ἐπειδὴ δ᾽ ἔλαβεν, καὶ Ποτείδαιαν προσαφείλετο, ἐκείνην τὴν πίστιν βουλήσεσθ᾽ ἔχειν, ἥνπερ φασὶ πρὸς Λακεδαιμονίους ποτ᾽ εἰπεῖν Φιλοκράτην τὸν Ἐφιάλτου. [117] καὶ γὰρ ἐκεῖνόν φασιν, ἐξαπατώντων τι τῶν Λακεδαιμονίων καὶ προτεινόντων πίστιν ἥντινα βούλεται λαμβάνειν, εἰπεῖν ὅτι πίστιν ἂν οἴεται γενέσθαι μόνην, εἰ δείξειαν ὅπως, ἂν ἀδικεῖν βούλωνται, μὴ δυνήσονται, ἐπεὶ ὅτι γ᾽ ἀεὶ βουλήσονται εὖ εἰδέναι: ἕως ἂν οὖν δύνωνται, πίστιν οὐκ εἶναι. ταύτην, ἂν ἐμοὶ χρῆ�
�θε συμβούλῳ, φυλάξετε τὴν πίστιν πρὸς τοῦτον τὸν Θρᾷκα, καὶ μὴ βουλήσεσθ᾽ εἰδέναι τιν᾽ ἄν, εἰ πάσης ἄρξειε Θρᾴκης, πρὸς ὑμᾶς σχοίη γνώμην.

  [118] ὅτι τοίνυν ὅλως οὐδ᾽ ὑγιαινόντων ἐστὶν ἀνθρώπων τοιαῦτα γράφειν ψηφίσματα καὶ διδόναι τισὶ τοιαύτας δωρειάς, καὶ τοῦτ᾽ ἐκ πολλῶν ῥᾴδιον γνῶναι. ἴστε γὰρ δήπου πάντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθ᾽ ὁμοίως ἐμοί, ὅτι τὸν Κότυν ποτ᾽ ἐκεῖνον ἐποιήσασθε πολίτην, δῆλον ὡς κατ᾽ ἐκεῖνον τὸν χρόνον εὔνουν ἡγούμενοι. καὶ μὴν καὶ χρυσοῖς στεφάνοις ἐστεφανοῦτε, οὐκ ἄν, εἴ γ᾽ ἐχθρὸν ἡγεῖσθε. [119] ἀλλ᾽ ὅμως, ἐπειδὴ πονηρὸς καὶ θεοῖς ἐχθρὸς ἦν καὶ μεγάλ᾽ ὑμᾶς ἠδίκει, τοὺς ἀποκτείναντας ἐκεῖνον Πύθωνα καὶ Ἡρακλείδην, τοὺς Αἰνίους, πολίτας ἐποιήσασθ᾽ ὡς εὐεργέτας καὶ χρυσοῖς στεφάνοις ἐστεφανώσατε. εἰ δὴ τότε, ὅθ᾽ ὑμῖν οἰκείως ἔχειν ὁ Κότυς ἐδόκει, ἔγραψέ τις, ἄν τις ἀποκτείνῃ Κότυν, ἔκδοτον αὐτὸν εἶναι, πότερ᾽ ἐξέδοτ᾽ ἂν τὸν Πύθωνα καὶ τὸν ἀδελφόν, ἢ παρὰ τὸ ψήφισμα τοῦτο πολίτας ἐποιεῖσθε καὶ ὡς εὐεργέτας ἐτιμᾶτε; [120] τί δ᾽; Ἀλέξανδρον ἐκεῖνον τὸν Θετταλόν, ἡνίκ᾽ εἶχε μὲν αἰχμάλωτον δήσας Πελοπίδαν, ἐχθρὸς δ᾽ ὡς οὐδεὶς ἦν Θηβαίοις, ὑμῖν δ᾽ οἰκείως διέκειθ᾽ οὕτως ὥστε παρ᾽ ὑμῶν στρατηγὸν αἰτεῖν, ἐβοηθεῖτε δ᾽ αὐτῷ καὶ πάντ᾽ ἦν Ἀλέξανδρος, πρὸς Διὸς εἴ τις ἔγραψεν, ἄν τις ἀποκτείνῃ Ἀλέξανδρον, ἀγώγιμον εἶναι, ἆρ᾽ ἂν ὧν μετὰ ταῦθ᾽ ὕβρισεν καὶ προὐπηλάκισεν ἀσφαλὲς ἦν τῳ παρ᾽ αὐτοῦ δίκην πειρᾶσθαι λαβεῖν; [121] τί δὲ τἄλλα λέγοι τις ἄν; ἀλλ᾽ ὁ μάλιστα δοκῶν νῦν ἡμῖν ἐχθρὸς εἶναι Φίλιππος οὑτοσί, εἰ τότε, ὅτ᾽ Ἀργαῖον κατάγοντας λαβὼν τῶν ἡμετέρων τινὰς πολιτῶν ἀφῆκε μὲν αὐτούς, ἀπέδωκε δὲ πάνθ᾽ ὅσ᾽ ἀπώλεσαν αὐτοῖς, πέμψας δὲ γράμματ᾽ ἐπηγγέλλεθ᾽ ἕτοιμος εἶναι συμμαχίαν ποιεῖσθαι καὶ τὴν πατρικὴν φιλίαν ἀνανεοῦσθαι, εἰ τότ᾽ ἠξίωσε τυχεῖν τούτων καί τις ἔγραψε τῶν ἀφεθέντων ὑπ᾽ αὐτοῦ, ἐάν τις ἀποκτείνῃ Φίλιππον, ἀγώγιμον εἶναι, καλήν γ᾽ ὕβριν ἦμεν ἂν ὑβρισμένοι. [122] ἆρά γ᾽ ὁρᾶτε καὶ καταμανθάνετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ἐφ᾽ ἑκάστου τούτων ἡλίκην ἂν ὠφληκότες ἦτε παράνοιαν, εἴ τι τοιοῦτον ἐτυγχάνετ᾽ ἐψηφισμένοι; ἔστι γὰρ οὐχ ὑγιαινόντων, οἶμαι, ἀνθρώπων, οὔθ᾽ ὅταν τιν᾽ ὑπειλήφωσι φίλον, οὕτω πιστεύειν ὥστε, ἂν ἀδικεῖν ἐπιχειρῇ, τὸ ἀμύνασθαι σφῶν αὐτῶν ἀφελέσθαι, οὔθ᾽ ὅταν ἐχθρόν τιν᾽ ἡγῶνται, οὕτως αὖ μισεῖν ὥστε, ἂν παυσάμενος βούληται φίλος εἶναι, τὸ ποιεῖν ἐξεῖναι ταῦτα κωλῦσαι: ἀλλ᾽ ἄχρι τούτου καὶ φιλεῖν, οἶμαι, χρὴ καὶ μισεῖν, μηδετέρου τὸν καιρὸν ὑπερβάλλοντας.

  [123] οὐ τοίνυν ἔγωγ᾽ οὐδ᾽ ἐκεῖν᾽ ἰδεῖν δύναμαι, ὡς οὐχὶ πάντες ἄνθρωποι τούτων ἀξιώσουσι τυχεῖν, ὅσοις πέρ ἐστι καὶ ἡτισοῦν εὐεργεσίας πρόφασις πρὸς ὑμᾶς, εἰ Χαριδήμῳ δώσετε, οἷον, εἰ βούλεσθε, Σίμων, Βιάνωρ, Ἀθηνόδωρος, ἄλλοι μυρίοι. εἰ μὲν τοίνυν πᾶσι ψηφιούμεθα ταῦτα, λήσομεν, ὡς ἔοικε, μισθοφόρων ἔργον ἀνθρώπων ποιοῦντες τὴν ἑκάστου σωτηρίαν τούτων δορυφοροῦντες: εἰ δὲ τῷ μέν, τοῖς δ᾽ οὔ, δικαίως ἐγκαλοῦσιν οἱ μὴ τυχόντες. [124] φέρ᾽, ἐὰν δὲ δὴ καὶ Μενέστρατος ἡμᾶς ὁ Ἐρετριεὺς ἀξιοῖ ταὐτὰ καὶ αὑτῷ ψηφίσασθαι, ἢ Φάυλλος ὁ Φωκεὺς ἤ τις ἄλλος δυνάστης (πολλοῖς δὲ δήπου διὰ καιρούς τινας πολλάκις φίλοι γιγνόμεθα), πότερον ψηφιούμεθα πᾶσιν ἢ οὔ; ψηφιούμεθα νὴ Δία. καὶ τί φήσομεν, ὦ ἄνδρες Ἀθηναῖοι, καλόν, εἰ τῶν Ἑλλήνων ἐπ᾽ ἐλευθερίᾳ προεστάναι φάσκοντες τοὺς ἰδίᾳ δυνάμεις ἐπὶ τοῖς πλήθεσι κεκτημένους δορυφοροῦντες φανούμεθα; [125] εἰ γάρ ἐστί τῳ δοτέον τι τοιοῦτον, ὡς ἔγωγ᾽ οὔ φημι, πρῶτον μὲν τῷ μηδὲν ἠδικηκότι πώποτε, δεύτερον δὲ μηδ᾽ ἂν ἀδικεῖν βούληται δυνησομένῳ, ἔπειθ᾽ ὡς ἀληθῶς ὅστις ἅπασιν ἀνθρώποις ἔσται φανερὸς ὑπὲρ τοῦ μή τι παθεῖν ταῦθ᾽ εὑρισκόμενος, καὶ οὐκ ἐπὶ τῷ ποιεῖν μετ᾽ ἀδείας ἑτέρους κακῶς, τούτῳ δοτέον. ὅτι μὲν τοίνυν ὁ Χαρίδημος οὔτε τῶν ἀναμαρτήτων ἐστὶ πρὸς ὑμᾶς οὔτε τῶν ἵνα μή τι πάθῃ ταῦθ᾽ εὑρισκομένων, ἐάσω: ἀλλ᾽ ὡς οὐδὲ πιστὸς εἰς τὸν ἔπειτα χρόνον, ἀκούσατέ μου, καὶ σκοπεῖτε, ἂν ὑμῖν ὀρθῶς ἐξετάζειν δοκῶ.

 

‹ Prev