Book Read Free

Delphi Complete Works of Demosthenes

Page 204

by Demosthenes


  [215] περὶ δὴ τῶν νόμων ὧν παραγεγράμμεθ᾽, ὦ ἄνδρες δικασταί, βούλομαι μικρὰ πρὸς ὑμᾶς εἰπὼν καταβαίνειν, ἃ νομίζω μνημονεύοντας ἂν ὑμᾶς ἄμεινον φυλάττειν, ἂν παράγειν καὶ φενακίζειν οὗτοι ζητῶσιν. ὁ πρῶτος νόμος ἄντικρυς εἴρηκεν, ἄν τις ἀποκτείνῃ, τὴν βουλὴν δικάζειν: ὁ δέ, ἄν τις ἀποκτείνῃ, εὐθὺς ἔγραψεν ἀγώγιμον εἶναι. τοῦτο φυλάττετε καὶ μέμνησθε, ὅτι πάντων ἐναντιώτατόν ἐστι τῷ κρίνειν τὸ μὴ διδόντα κρίσιν ἔκδοτον ποιεῖν. [216] οὐκ ἐᾷ μετὰ ταῦθ᾽ ὁ δεύτερος νόμος οὐδὲ τὸν ἑαλωκότ᾽ ἀνδροφόνον λυμαίνεσθαι οὐδὲ χρήματα πράττεσθαι: ὁ δ᾽ ἐν τῷ ποιεῖν ἀγώγιμον πάντα ταῦτα δέδωκεν: ἐπὶ γὰρ τοῖς λαβοῦσιν ἔσται ποιεῖν ὅ τι ἂν βούλωνται. ἀπάγειν ὁ νόμος ὡς τοὺς θεσμοθέτας κελεύει, καὶ τοῦτ᾽, ἂν ἐν τῇ τοῦ πεπονθότος λάβῃ τις πατρίδι: ὁ δ᾽ ἀγώγιμον αὐτῷ τῷ τὴν αἰτίαν ἐπενεγκόντι δίδωσιν ὡς αὑτόν, κἂν τῆς ἀλλοτρίας που λάβῃ. [217] ἔστιν ἐφ᾽ οἷς ἀδικήμασιν δέδωκεν ἀποκτείνειν ὁ νόμος: ὁ δ᾽ οὐδὲν ὑπειπών, κἂν ἐπὶ τούτοις τις κτείνῃ, δίδωσιν ἔκδοτον τὸν ἀθῷον ἀφειμένον ἐν τοῖς νόμοις. ἄν τις πάθῃ τι τοιοῦτον, δίκας ὁ νόμος κελεύει αἰτεῖν πρῶτον: ὁ δὲ τοὐναντίον οὐδεμίαν κρίσιν οὔτ᾽ αὐτὸς εἰπὼν οὔτε παρ᾽ ὧν ἀξιοῖ λαβεῖν αἰτήσας, ἀγώγιμον εὐθὺς ἔγραψεν, κἄν τις ἀφαιρῆται, παραχρῆμ᾽ ἔκσπονδον. [218] τὸ ἀνδρολήψιον, παρ᾽ οἷς ἂν ὁ δράσας ᾖ, ἂν μὴ διδῶσι δίκας, κελεύουσιν οἱ νόμοι μέχρι τριῶν εἶναι: ὁ δέ, ἂν ἀφέληταί τις τὸν ἄγοντα μὴ βουλόμενος πρὸ δίκης ἐκδοῦναι, εὐθὺς ἔκσπονδον ποιεῖ. οὐκ ἐᾷ νόμον, ἂν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσι τιθῇ τις, εἰσφέρειν: ὁ δ᾽ ἐπ᾽ ἀνδρὶ γράφει ψήφισμ᾽ ἴδιον. οὐκ ἐᾷ ψήφισμ᾽ ὁ νόμος κυριώτερον εἶναι νόμου: ὁ δ᾽ ὑπαρχόντων τοσούτων νόμων ψήφισμα ποιεῖ κύριον τοὺς νόμους ἀναιρῶν. [219] ταῦτα φυλάττετε καὶ μεμνημένοι κάθησθε. καὶ τὰς μὲν παραγωγάς, ἃς οὗτοι ποιήσονται, χαίρειν ἐᾶτε καὶ μὴ ἐπιτρέπετε λέγειν αὐτοῖς, κελεύετε δὲ δεῖξαι ποῦ γέγραφεν κρίσιν, ἢ ποῦ γέγραφεν, ἄν τις ἁλῷ φόνου, κατὰ τούτου τὰς τιμωρίας. εἰ γὰρ ἢ τὸν ἄλλοθί που κριθέντα καὶ ἑαλωκότα ὅτι δεῖ κολάζειν ἔγραψεν, ἢ αὐτὸς ἔγραψεν κρίσιν εἰ πεποίηκεν ἢ οὒ καὶ εἰ δικαίως ἢ ἀδίκως, οὐκ ἂν ἠδίκει. [220] εἰ δὲ τὸ τῆς αἰτίας ὄνομ᾽ αὐτὸ γράψας ‘ἄν τις ἀποκτείνῃ,’ καὶ ὑπερβὰς τὸ ‘καὶ ἁλῷ φόνου,’ καὶ τὸ ‘δόξῃ ἀπεκτονέναι,’ καὶ τὸ ‘δίκας ὑπεχέτω τοῦ φόνου,’ καὶ τὸ ‘τὰς τιμωρίας εἶναι κατ᾽ αὐτοῦ τὰς αὐτὰς ἅσπερ ἂν τὸν Ἀθηναῖον κτείνῃ,’ καὶ πάνθ᾽ ὅσ᾽ ἐστὶ δίκαι᾽ ὑπερβὰς ἀγώγιμον εἶναι γέγραφεν, μὴ φενακίζεσθε, ἀλλ᾽ εὖ ἴσθ᾽ ὅτι πάντων παρανομώτατ᾽ εἴρηκεν.

  κατὰ Τιμοκράτους

  τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες δικασταί, τοῦ παρόντος οὐδ᾽ ἂν αὐτὸν οἶμαι Τιμοκράτην εἰπεῖν ὡς αἴτιός ἐστιν ἄλλος τις αὐτῷ πλὴν αὐτὸς αὑτῷ. χρημάτων γὰρ οὐκ ὀλίγων ἀποστερῆσαι βουλόμενος τὴν πόλιν, παρὰ πάντας τοὺς νόμους νόμον εἰσήνεγκεν οὔτ᾽ ἐπιτήδειον οὔτε δίκαιον, ὦ ἄνδρες δικασταί: ὃς τὰ μὲν ἄλλ᾽ ὅσα λυμανεῖται καὶ χεῖρον ἔχειν τὰ κοινὰ ποιήσει, κύριος εἰ γενήσεται, τάχα δὴ καθ᾽ ἕκαστον ἀκούοντες ἐμοῦ μαθήσεσθε, ἓν δ᾽, ὃ μέγιστον ἔχω καὶ προχειρότατον πρὸς ὑμᾶς εἰπεῖν, οὐκ ἀποτρέψομαι. [2] τὴν γὰρ ὑμετέραν ψῆφον, ἣν ὀμωμοκότες περὶ πάντων φέρετε, λύει καὶ ποιεῖ τοῦ μηδενὸς ἀξίαν ὁ τουτουὶ νόμος, οὐχ ἵνα κοινῇ τι τὴν πόλιν ὠφελήσῃ (πῶς γάρ; ὅς γε, ἃ δοκεῖ συνέχειν τὴν πολιτείαν, τὰ δικαστήρια, ταῦτ᾽ ἄκυρα ποιεῖ τῶν προστιμημάτων τῶν ἐπὶ τοῖς ἀδικήμασιν ἐκ τῶν νόμων ὡρισμένων), ἀλλ᾽ ἵνα τῶν πολὺν χρόνον ὑμᾶς τινες ἐκκεκαρπωμένων καὶ πολλὰ τῶν ὑμετέρων διηρπακότων μηδ᾽ ἃ κλέπτοντες φανερῶς ἐλήφθησαν καταθῶσιν. [3] καὶ τοσούτῳ ῥᾷόν ἐστ᾽ ἰδίᾳ τινὰς θεραπεύειν ἢ τῶν ὑμετέρων δικαίων προΐστασθαι, ὥσθ᾽ οὗτος μὲν ἔχει παρ᾽ ἐκείνων ἀργύριον καὶ οὐ πρότερον τοῦτον εἰσήνεγκε ὑπὲρ αὐτῶν τὸν νόμον, ἐμοὶ δ᾽ ἐν χιλίαις ὑπὲρ ὑμῶν ὁ κίνδυνος: τοσοῦτ᾽ ἀπέχω τοῦ λαβεῖν τι παρ᾽ ὑμῶν. [4] εἰώθασιν μὲν οὖν οἱ πολλοὶ τῶν πράττειν τι προαιρουμένων τῶν κοινῶν λέγειν ὡς ταῦθ᾽ ὑμῖν σπουδαιότατ᾽ ἐστὶν καὶ μάλιστ᾽ ἄξιον προσέχειν τούτοις, ὑπὲρ ὧν ἂν αὐτοὶ τυγχάνωσι ποιούμενοι τοὺς λόγους. ἐγὼ δ᾽, εἴπερ τινὶ τοῦτο καὶ ἄλλῳ προσηκόντως εἴρηται, νομίζω κἀμοὶ νῦν ἁρμόττειν εἰπεῖν. [5] τῶν γὰρ ὄντων ἀγαθῶν τῇ πόλει καὶ τοῦ δημοκρατουμένην καὶ ἐλευθέραν εἶναι ὡς ἄλλο τι τῶν νόμων αἰτιώτερόν ἐστιν, οὐδ᾽ ἂν ἕν᾽ εἰπεῖν οἶμαι. περὶ τοίνυν αὐτοῦ τούτου νῦν ὑμῖν ἐστιν, πότερον δεῖ τοὺς μὲν ἄλλους νόμους, οὓς ἐπὶ τοῖς ἀδικοῦσι τὴν πόλιν ὑμεῖς ἀνεγράψατε, ἀκύρους εἶναι, τόνδε δὲ κύριον, ἢ τοὐναντίον τοῦτον μὲν λῦσαι, κατὰ χώραν δὲ μένειν τοὺς ἄλλους ἐᾶν. τὸ μὲν οὖν πρᾶγμα περὶ οὗ δεῖ νῦν ὑμᾶς γνῶναι, ὡς ἐν κεφαλαίῳ τις ἂν εἴποι, τοῦτ᾽ ἐστίν.

  [6] ἵνα δ᾽ ὑμῶν μηδεὶς θαυμάζῃ τί δή ποτ᾽ ἐγὼ μετρίως, ὥς γ᾽ ἐμαυτὸν πείθω, τὸν ἄλλον χρόνον βεβιωκὼς νῦν ἐν ἀγῶσι καὶ γραφαῖς δημοσίαις ἐξετάζομαι, βούλομαι μικρὰ πρὸς ὑμᾶς εἰπεῖν: ἔσται δὲ ταῦτ᾽ οὐκ ἄπο τοῦ πράγματος. ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσέκρουσ᾽ ἀνθρώπῳ π
ονηρῷ καὶ φιλαπεχθήμονι καὶ θεοῖς ἐχθρῷ, ᾧ τελευτῶσ᾽ ὅλη προσέκρουσεν ἡ πόλις, Ἀνδροτίωνα λέγω. [7] καὶ τοσούτῳ δεινότερ᾽ Εὐκτήμονος ἠδικήθην ὑπ᾽ αὐτοῦ, ὥσθ᾽ ὁ μὲν Εὐκτήμων εἰς χρήματ᾽ ἔσθ᾽ ἃ κακῶς ἔπαθεν, ἐγὼ δ᾽, εἰ κατώρθωσεν ἐκεῖνος ἣν ἐπ᾽ ἔμ᾽ ἦλθεν ὁδόν, οὐχ ὅτι τῶν ὄντων ἂν ἀπεστερήμην, ἀλλ᾽ οὐδ᾽ ἂν ἔζων, οὐδ᾽ ὃ κοινὸν ἅπασίν ἐστιν, ἀπαλλαγῆναι τοῦ βίου, ῥᾴδιον ἦν ἄν μοι. αἰτιασάμενος γάρ μ᾽ ἃ καὶ λέγειν ἄν τις ὀκνήσειεν εὖ φρονῶν, τὸν ἐμαυτοῦ πατέρ᾽ ὡς ἀπέκτονα, ἀσεβείας γραφὴν κατασκευάσας εἰς ἀγῶνα κατέστησεν. ἐν δὲ τούτῳ τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μεταλαβὼν ὦφλε χιλίας, ἐγὼ δ᾽, ὥσπερ ἦν δίκαιον, μάλιστα μὲν διὰ τοὺς θεούς, ἔπειτα δὲ καὶ διὰ τοὺς δικάζοντας ὑμῶν ἐσώθην, [8] τὸν δ᾽ εἰς τοιαῦτα καταστήσαντά μ᾽ ἀδίκως ἀδιάλλακτον ἐχθρὸν ἡγούμην. ἰδὼν δ᾽ ἠδικηκότα κοινῇ πᾶσαν τὴν πόλιν καὶ περὶ τὴν εἴσπραξιν τῶν εἰσφορῶν καὶ περὶ τὴν ποίησιν τῶν πομπείων, καὶ χρήματα πολλὰ τῆς θεοῦ καὶ τῶν ἐπωνύμων καὶ τῆς πόλεως ἔχοντα καὶ οὐκ ἀποδιδόντα, ἦλθον ἐπ᾽ αὐτὸν μετ᾽ Εὐκτήμονος, ἡγούμενος ἁρμόττοντ᾽ εἰληφέναι καιρὸν τοῦ βοηθῆσαί θ᾽ ἅμα τῇ πόλει καὶ τιμωρίαν ὑπὲρ ὧν ἐπεπόνθειν λαβεῖν: βουλοίμην δ᾽ ἂν ἐμέ τε τυχεῖν ὧν βούλομαι τοῦτόν τε παθεῖν ὧν ἄξιός ἐστι. [9] τοῦ δὲ πράγματος οὐκέτ᾽ ὄντος ἀμφισβητησίμου, ἀλλὰ πρῶτον μὲν τῆς βουλῆς κατεγνωκυίας, εἶτα τοῦ δήμου μίαν ἡμέραν ὅλην ἐπὶ τούτοις αὐτοῖς ἀναλώσαντος, πρὸς δὲ τούτοις δικαστηρίοιν δυοῖν εἰς ἕνα καὶ χιλίους ἐψηφισμένων, ἐνούσης δ᾽ οὐδεμιᾶς ἔτ᾽ ἀποστροφῆς τοῦ μὴ τὰ χρήματ᾽ ἔχειν ὑμᾶς, Τιμοκράτης οὑτοσὶ τοσοῦθ᾽ ὑπερεῖδεν ἅπαντα τὰ πράγματα, ὥστε τίθησι τουτονὶ τὸν νόμον, δι᾽ οὗ τῶν ἱερῶν μὲν χρημάτων τοὺς θεούς, τῶν ὁσίων δὲ τὴν πόλιν ἀποστερεῖ, ἄκυρα δὲ τὰ γνωσθένθ᾽ ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ τοῦ δικαστηρίου καθίστησιν, ἄδειαν δὲ τὰ κοινὰ διαρπάζειν τῷ βουλομένῳ πεποίηκεν. [10] ὑπὲρ δὴ τούτων ἁπάντων λύσιν εὑρίσκομεν ταύτην οὖσαν μόνην, εἰ γραψάμενοι τὸν νόμον καὶ εἰσαγαγόντες εἰς ὑμᾶς λῦσαι δυναίμεθα. ἐξ ἀρχῆς οὖν ἐν βραχέσιν τὰ πραχθέντα δίειμι πρὸς ὑμᾶς, ἵνα μᾶλλον μάθητε καὶ παρακολουθήσητε τοῖς περὶ τὸν νόμον αὐτὸν ἀδικήμασιν.

  [11] ψήφισμ᾽ εἶπεν ἐν ὑμῖν Ἀριστοφῶν ἑλέσθαι ζητητάς, εἰ δέ τις οἶδέν τιν᾽ ἢ τῶν ἱερῶν ἢ τῶν ὁσίων χρημάτων ἔχοντά τι τῆς πόλεως, μηνύειν πρὸς τούτους. μετὰ ταῦτ᾽ ἐμήνυσεν Εὐκτήμων ἔχειν Ἀρχέβιον καὶ Λυσιθείδην τριηραρχήσαντας χρήματα Ναυκρατιτικά, τίμημα τάλαντ᾽ ἐννέα καὶ τριάκοντα μνᾶς. προσῆλθε τῇ βουλῇ, προβούλευμ᾽ ἐγράφη. μετὰ ταῦτα γενομένης ἐκκλησίας προὐχειροτόνησεν ὁ δῆμος. [12] ἀναστὰς Εὐκτήμων ἔλεγ᾽ ἄλλα τε πολλὰ καὶ διεξῆλθεν πρὸς ὑμᾶς ὡς ἔλαβ᾽ ἡ τριήρης τὸ πλοῖον ἡ Μελάνωπον ἄγουσα καὶ Γλαυκέτην καὶ Ἀνδροτίωνα πρεσβευτὰς ὡς Μαύσωλον, ὡς ἔθεσαν τὴν ἱκετηρίαν ὧν ἦν τὰ χρήμαθ᾽ ἅνθρωποι, ὡς ἀπεχειροτονήσαθ᾽ ὑμεῖς μὴ φίλι᾽ εἶναι τότε, ἀνέμνησεν ὑμᾶς, τοὺς νόμους ἀνέγνω καθ᾽ οὓς τοῦτον τὸν τρόπον πραχθέντων τῆς πόλεως γίγνεται τὰ χρήματα. [13] ἐδόκει δίκαια λέγειν ὑμῖν ἅπασιν. ἀναπηδήσας Ἀνδροτίων καὶ Γλαυκέτης καὶ Μελάνωπος (καὶ ταυτὶ σκοπεῖτ᾽ ἂν ἀληθῆ λέγω) ἐβόων, ἠγανάκτουν, ἐλοιδοροῦντο, ἀπέλυον τοὺς τριηράρχους, ἔχειν ὡμολόγουν, παρ᾽ ἑαυτοῖς ζητεῖν ἠξίουν τὰ χρήματα. ταῦτ᾽ ἀκουσάντων ὑμῶν, ἐπειδή ποτ᾽ ἐπαύσανθ᾽ οὗτοι βοῶντες, ἔδωκε γνώμην Εὐκτήμων ὡς δυνατὸν δικαιοτάτην, ὑμᾶς μὲν εἰσπράττειν τοὺς τριηράρχους, ἐκείνοις δ᾽ εἶναι περὶ αὐτῶν εἰς τοὺς ἔχοντας ἀναφοράν: ἐὰν δ᾽ ἀμφισβητῆταί τι, ποιεῖν διαδικασίαν, τὸν δ᾽ ἡττηθέντα, τοῦτον ὀφείλειν τῇ πόλει. [14] γράφονται τὸ ψήφισμα: εἰς ὑμᾶς εἰσῆλθεν: ἵνα συντέμω, κατὰ τοὺς νόμους ἔδοξεν εἰρῆσθαι καὶ ἀπέφυγεν. ἐνταῦθα τί προσῆκεν; τὰ μὲν χρήματ᾽ ἔχειν τὴν πόλιν, τὸν δ᾽ ἀποστεροῦντα κολάζειν: νόμου δ᾽ οὐδ᾽ ὁτιοῦν οὐδενὸς δήπου προσέδει. μέχρι μὲν δὴ τούτων οὐδὲν ἠδίκησθ᾽ ὑπὸ Τιμοκράτους τουτουί. μετὰ ταῦτα δὲ πάντ᾽ ἀνεδέξατ᾽ ἐφ᾽ αὑτὸν τὰ προειρημένα, καὶ πάντ᾽ ἠδικημένοι φανήσεσθ᾽ ὑπὸ τούτου: ταῖς γὰρ ἐκείνων τέχναις καὶ πανουργίαις μισθώσας αὑτὸν καὶ παρασχὼν ὑπηρέτην ἐφ᾽ αὑτὸν ἤγαγεν τἀδικήματα, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω. [15] ἀνάγκη δὲ πρῶτον ὑπομνῆσαι τοὺς χρόνους ὑμᾶς καὶ τὸν καιρὸν ἐν ᾧ τίθησι τὸν νόμον: καὶ γὰρ ὑβριστικῶς προσεκκεχλευακὼς ὑμᾶς φανήσεται. ἦν μὲν γὰρ σκιροφοριὼν μὴν ἐν ᾧ τὰς γραφὰς ἥττηντ᾽ ἐκεῖνοι τὰς κατὰ τοῦ Εὐκτήμονος: μισθωσάμενοι δὲ τοῦτον καὶ οὐδὲ παρεσκευασμένοι τὰ δίκαια ποιεῖν ὑμῖν κατὰ τὴν ἀγορὰν λογοποιοὺς καθίεσαν ὡς ἁπλᾶ μὲν ἕτοιμοι τὰ χρήματ᾽ ἐκτίνειν, διπλᾶ δ᾽ οὐ δυνήσονται. [16] ἦν δὲ ταῦτ᾽ ἐνέδρα μετὰ χλευασίας καὶ κατασκευασμὸς ὑπὲρ τοῦ λαθεῖν τόνδε τὸν νόμον τεθέντα. μαρτυρεῖ δ᾽ ὅτι ταῦθ᾽ οὕτως ἔχει τοὔργον αὐτό: τῶν μὲν γὰρ χρημάτων ἐκείνοις τοῖς χρόνοις δραχμὴν οὐ κατέθηκαν ὑμῖν, νόμῳ δ᾽ ἑνὶ πλείστους ὑπάρχοντας ἀκύρους ἐποίησαν, καὶ τούτῳ τῶν πώποτ᾽ ἐν ὑμῖν τεθέντων αἰσχίστῳ καὶ δεινοτάτῳ.

 

‹ Prev