by Demosthenes
Τιμοκράτης εἶπεν: ὁπόσοι Ἀθηναίων κατ᾽ εἰσαγγελίαν ἐκ τῆς βουλῆς ἢ νῦν εἰσιν ἐν τῷ δεσμωτηρίῳ ἢ τὸ λοιπὸν κατατεθῶσι, καὶ μὴ παραδοθῇ ἡ κατάγνωσις αὐτῶν τοῖς θεσμοθέταις ὑπὸ τοῦ γραμματέως τοῦ κατὰ πρυτανείαν κατὰ τὸν εἰσαγγελτικὸν νόμον, δεδόχθαι τοῖς νομοθέταις εἰσάγειν τοὺς ἕνδεκα εἰς τὸ δικαστήριον τριάκονθ᾽ ἡμερῶν ἀφ᾽ ἧς ἂν παραλάβωσιν, ἐὰν μή τι δημοσίᾳ κωλύῃ, ἐὰν δὲ μή, ὅταν πρῶτον οἷόν τ᾽ ᾖ. κατηγορεῖν δ᾽ Ἀθηναίων τὸν βουλόμενον οἷς ἔξεστιν. ἐὰν δ᾽ ἁλῷ, τιμάτω ἡ ἡλιαία περὶ αὐτοῦ ὅ τι ἂν δοκῇ ἄξιος εἶναι παθεῖν ἢ ἀποτεῖσαι. ἐὰν δ᾽ ἀργυρίου τιμηθῇ, δεδέσθω τέως ἂν ἐκτείσῃ ὅ τι ἂν αὐτοῦ καταγνωσθῇ.”
[64] ἀκούετ᾽, ὦ ἄνδρες δικασταί; λέγ᾽ αὐτοῖς αὐτὸ τοῦτο πάλιν.”Νόμος
ἐὰν δ᾽ ἀργυρίου τιμηθῇ, δεδέσθω τέως ἂν ἐκτείσῃ.”
πέπαυσο. ἔστιν οὖν ὅπως ἂν ἐναντιώτερά τις δύο θείη τοῦ δεδέσθαι, τέως ἂν ἐκτείσωσι, τοὺς ἁλόντας, καὶ τοῦ καθιστάναι τοὺς αὐτοὺς τούτους ἐγγυητάς, ἀλλὰ μὴ δεῖν; ταῦτα τοίνυν κατηγορεῖ Τιμοκράτης Τιμοκράτους, οὐ Διόδωρος, οὐδ᾽ ἄλλος ὑμῶν οὐδεὶς τοσούτων ὄντων τὸ πλῆθος. [65] καίτοι τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκεῖ λήμματος ἢ τί ποιεῖν ἂν ὀκνῆσαι κέρδους εἵνεκα, ὅστις ἐναντί᾽ αὐτὸς αὑτῷ νομοθετεῖν ἠξίωσεν, οὐδὲ τοῖς ἄλλοις τῶν νόμων ἐώντων; ἐμοὶ μὲν γὰρ εἵνεκ᾽ ἀναιδείας ὁ τοιοῦτος δοκεῖ πᾶν ἂν ἑτοίμως ἔργον ποιῆσαι. ὥσπερ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν περὶ τἄλλα κακούργων τοὺς ὁμολογοῦντας ἄνευ κρίσεως κολάζειν οἱ νόμοι κελεύουσιν, οὕτω δίκαιον καὶ τούτου, ἐπειδὴ τοὺς νόμους κακουργῶν εἴληπται, μὴ δόντας λόγον μηδ᾽ ἐθελήσαντας ἀκοῦσαι καταψηφίσασθαι: ὡμολόγηκε γὰρ θατέρῳ τῷ προτέρῳ νόμῳ τόνδε τιθεὶς ἀδικεῖν.
[66] ὅτι μὲν τοίνυν καὶ παρὰ τούτους τοὺς νόμους καὶ παρὰ τοὺς προειρημένους, καὶ μικροῦ δέω παρὰ πάντας εἰπεῖν τοὺς ὄντας ἐν τῇ πόλει, τέθηκε τὸν νόμον, οἶμαι δῆλον ἅπασιν ὑμῖν εἶναι. θαυμάζω δ᾽ αὐτοῦ τί ποτε καὶ τολμήσει λέγειν περὶ τούτων. οὔτε γὰρ ὡς οὐκ ἐναντίος ἔσθ᾽ ὁ νόμος τοῖς ἄλλοις δεικνύειν ἕξει, οὔθ᾽ ὡς δι᾽ ἀπειρίαν ἰδιώτην αὐτὸν ὄντα τοῦτ᾽ ἔλαθεν δύναιτ᾽ ἂν πεῖσαι: πάλαι γὰρ μισθοῦ καὶ γράφων καὶ νόμους εἰσφέρων ὦπται. [67] καὶ μὴν οὐδ᾽ ἐκεῖνό γ᾽ ἔνεστιν αὐτῷ, ἀδίκημα μὲν εἶναι τὸ πρᾶγμ᾽ ὁμολογῆσαι, συγγνώμης δὲ τυχεῖν ἀξιοῦν: οὐ γὰρ ἄκων οὐδ᾽ ὑπὲρ ἠτυχηκότων οὐδ᾽ ὑπὲρ συγγενῶν καὶ ἀναγκαίων αὐτῷ τεθηκὼς φαίνεται τὸν νόμον, ἀλλ᾽ ἑκὼν ὑπὲρ μεγάλ᾽ ἠδικηκότων ὑμᾶς, οὐδὲν προσηκόντων αὐτῷ, πλὴν εἰ συγγενεῖς ὑπολαμβάνειν φησὶν τοὺς μισθουμένους αὐτόν.
[68] ὡς τοίνυν οὐδ᾽ ἐπιτήδειον νόμον ὑμῖν οὐδὲ συμφέροντ᾽ εἰσενήνοχεν, τοῦτ᾽ ἤδη πειράσομαι νυνὶ δεικνύειν. οἶμαι δὴ πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, δεῖν τὸν ὀρθῶς ἔχοντα νόμον καὶ συνοίσειν μέλλοντα τῷ πλήθει πρῶτον μὲν ἁπλῶς καὶ πᾶσι γνωρίμως γεγράφθαι, καὶ μὴ τῷ μὲν εἶναι ταυτὶ περὶ αὐτοῦ νομίζειν, τῷ δὲ ταυτί. ἔπειτ᾽ εἶναι δυνατὰς τὰς πράξεις ἃς δεῖ γίγνεσθαι διὰ τοῦ νόμου: εἰ γὰρ αὖ καλῶς μὲν ἔχοι, μὴ δυνατὸν δέ τι φράζοι, εὐχῆς, οὐ νόμου διαπράττοιτ᾽ ἂν ἔργον. [69] πρὸς δὲ τούτοις μηδενὶ τῶν ἀδικούντων φαίνεσθαι μηδεμίαν διδόντα ῥᾳστώνην. εἰ γὰρ δημοτικόν τις ὑπείληφεν τὸ πράους εἶναι τοὺς νόμους, τίσιν τούτοις προσεξεταζέτω, κἄνπερ ὀρθῶς βούληται σκοπεῖν, εὑρήσει τοῖς κρίνεσθαι μέλλουσιν, οὐ τοῖς ἐξεληλεγμένοις: ἐν μὲν γὰρ τοῖς ἄδηλον εἴ τις ἔστ᾽ ἀδίκως διαβεβλημένος, τοῖς δ᾽ οὐδὲ λόγος λείπεται τὸ μὴ οὐ πονηροῖς εἶναι. [70] τούτων τοίνυν ὧν διεξελήλυθ᾽ ἐγὼ νῦν οὐδ᾽ ὁτιοῦν οὗτος ἔχων ὁ νόμος φανήσεται, τἀναντία δ᾽ ἑξῆς πάντα. πολλαχόθεν μὲν οὖν ἄν τις ἔχοι τοῦτο διδάσκειν, μάλιστα δὲ τὸν νόμον αὐτὸν ὃν τέθηκε διεξιών. ἔστι γὰρ οὐ τὸ μὲν αὐτοῦ καλῶς κείμενον, τὸ δ᾽ ἡμαρτημένον, ἀλλ᾽ ὅλος ἐξ ἀρχῆς, ἀπὸ τῆς πρώτης συλλαβῆς μέχρι τῆς τελευταίας, ἐφ᾽ ὑμῖν κεῖται. [71] λαβὲ δ᾽ αὐτοῖς τὴν γραφὴν αὐτήν, καὶ μέχρι τοῦ πρώτου μέρους ἀνάγνωθι τὸν νόμον: ῥᾷστα γὰρ οὕτως ἐγώ τε διδάξω καὶ ὑμεῖς μαθήσεσθ᾽ ἃ λέγω.”Νόμος
ἐπὶ τῆς Πανδιονίδος πρώτης δωδεκάτῃ τῆς πρυτανείας τῶν προέδρων ἐπεψήφισεν Ἀριστοκλῆς Μυρρινούσιος, Τιμοκράτης εἶπεν: καὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα δεσμοῦ ἢ τὸ λοιπὸν προστιμηθῇ, εἶναι αὐτῷ ἢ ἄλλῳ ὑπὲρ ἐκείνου ἐγγυητὰς καταστῆσαι.”
[72] ἐπίσχες: αὐτίκα γὰρ καθ᾽ ἕκαστον ἀναγνώσει. τουτὶ πάντων, ὦ ἄνδρες δικασταί, τῶν γεγραμμένων ἐν τῷ νόμῳ σχεδόν ἐστι δεινότατον. οἶμαι γὰρ οὐδὲ ἕν᾽ ἀνθρώπων ἄλλον τολμῆσαι, νόμον εἰσφέροντ᾽ ἐπὶ τῷ χρῆσθαι τοὺς πολίτας αὐτῷ, τὰς κατὰ τοὺς πρότερον κυρίους νόμους κρίσεις γεγενημένας ἐπιχειρῆσαι λύειν. τοῦτο τοίνυν οὑτοσὶ Τιμοκράτης ἀναιδῶς καὶ οὐδ᾽ ἀποκρυψάμενος πεποίηκεν, γράψας διαρρήδην ‘καὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα δεσμοῦ ἢ τὸ λοιπὸν προστιμηθῇ.’ [73] περὶ μὲν δὴ τῶν μελλόντων εἴ τι δίκαιον ἔπεισεν ὑμᾶς, οὐκ ἂν ἠδίκει: περὶ δ᾽ ὧν δικαστήρι�
�ν ἔγνωκεν καὶ τέλος ἔσχηκεν, πῶς οὐ δεινὰ ποιεῖ νόμον εἰσφέρων δι᾽ οὗ ταῦτα λυθήσεται; ὥσπερ ἂν εἴ τις ἐάσας κύριον τὸν τούτου γενέσθαι νόμον γράψει᾽ ἕτερον τοιόνδε ‘καὶ εἴ τινες, ὠφληκότες χρήματα καὶ δεσμοῦ προστετιμημένον αὐτοῖς, ἐγγυητὰς κατέστησαν κατὰ τὸν νόμον, μὴ εἶναι τὴν διεγγύησιν αὐτοῖς, μηδὲ τὸ λοιπὸν ἐξεγγυᾶν μηδένα.’ [74] ἀλλ᾽ οὔτε ταῦτα ποιήσειεν ἂν οὐδεὶς ὑγιαίνων, οἶμαι, σύ τ᾽ ἐκεῖνα λύων ἠδίκεις. χρῆν γὰρ αὐτόν, εἰ τὸ πρᾶγμ᾽ ἐνόμιζεν δίκαιον, ἐπὶ τοῖς ὕστερον γενησομένοις θεῖναι τὸν νόμον, καὶ μὴ συνενεγκόντ᾽ εἰς ταὐτὸ τὰ μέλλοντα τοῖς παρεληλυθόσιν καὶ τὰ μὴ δῆλα τοῖς φανεροῖς ἀδικήμασιν, εἶτ᾽ ἐπὶ πᾶσι γράψαι τὴν αὐτὴν γνώμην. πῶς γὰρ οὐ δεινὸν τῶν αὐτῶν ἠξιωκέναι δικαίων τοὺς ἐξεληλεγμένους ἀδικοῦντας τὴν πόλιν πρότερον καὶ τοὺς μηδ᾽ εἰ κρίσεως ἄξιον ἐργάσονταί τι δήλους;
[75] καὶ μὴν κἀκεῖθεν ἴδοι τις ἂν ὡς δεινὸν πεποίηκεν τὸ θεῖναι περὶ τῶν παρεληλυθότων τὸν νόμον, εἰ λογίσαιτο παρ᾽ αὑτῷ τί ποτ᾽ ἐστὶν ᾧ νόμος ὀλιγαρχίας διαφέρει, καὶ τί δή ποθ᾽ οἱ μὲν ὑπὸ νόμων ἐθέλοντες ἄρχεσθαι σώφρονες καὶ χρηστοὶ νομίζονται, οἱ δ᾽ ὑπὸ τῶν ὀλιγαρχιῶν ἄνανδροι καὶ δοῦλοι. [76] εὕροι γὰρ ἂν ὡς ἀληθῶς τοῦτο προχειρότατον, ὅτι τῶν μὲν ἐν ταῖς ὀλιγαρχίαις ἕκαστος καὶ τὰ πεπραγμένα λῦσαι καὶ περὶ τῶν μελλόντων ἃν αὐτῷ δοκῇ προστάξαι κύριός ἐστιν, οἱ δὲ νόμοι περὶ τῶν μελλόντων ἃ χρὴ γίγνεσθαι φράζουσιν, μετὰ τοῦ πεῖσαι τεθέντες ὡς συνοίσουσι τοῖς χρωμένοις. Τιμοκράτης τοίνυν ἐν δημοκρατουμένῃ τῇ πόλει νομοθετῶν τὴν ἐκ τῆς ὀλιγαρχίας ἀδικίαν εἰς τὸν αὑτοῦ νόμον μετήνεγκεν, καὶ περὶ τῶν παρεληλυθότων αὑτὸν κυριώτερον τῶν καταγνόντων δικαστῶν ἠξίωσε ποιῆσαι.
[77] καὶ οὐ τοῦτο μόνον πεποίηκεν ὑβριστικόν, ἀλλὰ καὶ γέγραπται, ‘ἢ τὸ λοιπὸν ἐάν τινι προστιμηθῇ δεσμοῦ, εἶναι καταστήσαντι τοὺς ἐγγυητάς, ἦ μὴν ἐκτείσειν, ἀφεῖσθαι.’ καίτοι χρῆν αὐτόν, εἰ τὸ δεδέσθαι δεινὸν ἡγεῖτο, μηδενὶ προστιμᾶν ὃς ἂν ὑμῖν ἐγγυητὰς καθιστῇ δεσμοῦ νομοθετῆσαι, μὴ προλαβόντα κατεγνωκότας ὑμᾶς τὸν δεσμὸν μηδ᾽ ἐχθρῶς διαθέντα πρὸς ὑμᾶς τὸν ἑαλωκότα, τηνικαῦτα ποιεῖν τὴν ἐξεγγύησιν. νυνὶ δ᾽, ὥσπερ ἐνδεικνύμενος ὅτι, κἂν ὑμῖν δοκῇ δεδέσθαι τινά, αὐτὸς ἀφήσει, τοῦτον τὸν τρόπον τὸν νόμον εἰσήνεγκεν. [78] ἆρ᾽ οὖν τῷ δοκεῖ συμφέρειν τῇ πόλει τοιοῦτος νόμος ὃς δικαστηρίου γνώσεως αὐτὸς κυριώτερος ἔσται, καὶ τὰς ὑπὸ τῶν ὀμωμοκότων γνώσεις τοῖς ἀνωμότοις προστάξει λύειν; ἐγὼ μὲν οὐκ οἶμαι. φαίνεται τοίνυν ὁ τούτου νόμος ταῦτ᾽ ἔχων ἀμφότερα. ὥστ᾽ εἴπερ ὑμῶν ἑκάστῳ μέλει τι τῆς πολιτείας καὶ δεῖν οἴεται κυρίαν εἶναι τὴν αὑτοῦ γνώμην περὶ ὧν ἂν ὀμωμοκὼς ψηφίσηται, λυτέος καὶ οὐκ ἐατέος οὗτος ὁ τοιοῦτος νόμος κύριος νυνὶ γενέσθαι.
[79] οὐ τοίνυν ἀπέχρησεν αὐτῷ τὰ δικαστήρι᾽ ἄκυρα ποιῆσαι τῶν προστιμημάτων, ἀλλ᾽ οὐδ᾽ ἃ δίκαι᾽ ὡρίσατ᾽ αὐτὸς ἐν τῷ νόμῳ καὶ προσέταξε τοῖς ὠφληκόσιν, οὐδὲ ταῦθ᾽ ἁπλῶς οὐδ᾽ ἀδόλως φανήσεται γεγραφώς, ἀλλ᾽ ὡς ἂν μάλιστά τις ὑμᾶς ἐξαπατῆσαι καὶ παρακρούσασθαι βουλόμενος. σκέψασθε γὰρ ὡς γέγραφεν. ‘Τιμοκράτης εἶπεν’ φησὶ ‘καὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα δεσμοῦ ἢ τὸ λοιπὸν προστιμηθῇ, εἶναι αὐτῷ ἢ ἄλλῳ ὑπὲρ ἐκείνου ἐγγυητὰς καταστῆσαι, οὓς ἂν ὁ δῆμος χειροτονήσῃ, ἦ μὴν ἐκτείσειν.’ [80] ἐνθυμεῖσθ᾽ ἀπὸ τοῦ δικαστηρίου καὶ τῆς καταγνώσεως οἷ διεπήδησεν: ἐπὶ τὸν δῆμον, ἐκκλέπτων τὸν ἠδικηκότα καὶ τὴν παράδοσιν αὐτοῦ τὴν τοῖς ἕνδεκα. τίς γὰρ ἀρχὴ παραδώσει τὸν ὀφλόντα; τίς τῶν ἕνδεκα παραλήψεται; κελεύοντος μὲν τούτου ἐν τῷ δήμῳ καθιστάναι τοὺς ἐγγυητάς, ἀδυνάτου δ᾽ ὄντος αὐθημερὸν ἐκκλησίαν ἅμα καὶ δικαστήριον γενέσθαι, οὐδαμοῦ δ᾽ ἐπιτάττοντος φυλάττειν τέως ἂν καταστήσῃ τοὺς ἐγγυητάς. [81] καίτοι τί ποτ᾽ ἦν δι᾽ ὃ προσγράψαι σαφῶς ὤκνησεν ‘τὴν δ᾽ ἀρχὴν τὸν ὀφλόντα φυλάττειν τέως ἂν καταστήσῃ τοὺς ἐγγυητάς’; πότερ᾽ οὐχὶ δίκαιον; εὖ οἶδ᾽ ὅτι πάντες ἂν φήσαιτε. ἀλλ᾽ ἐναντίον ἦν τινὶ τοῦτο νόμῳ; οὔκ, ἀλλὰ μόνον κατὰ τοὺς νόμους. τί ποτ᾽ οὖν ἦν; οὐδὲν ἂν ἄλλο τις εὕροι πλὴν ὅτι οὐχ ὅπως δώσουσι δίκην ὧν ἂν ὑμεῖς καταγνῶτ᾽ ἐσκόπει, ἀλλ᾽ ὅπως μή.
[82] εἶτα πῶς γέγραπται μετὰ ταῦτα; ‘καθιστάναι τοὺς ἐγγυητὰς ἦ μὴν ἐκτείσειν τὸ ἀργύριον ὃ ὦφλεν.’ ἐνταυθὶ πάλιν τῶν ἱερῶν μὲν χρημάτων τὴν δεκαπλασίαν ὑφῄρηται, τῶν δ᾽ ὁσίων, ὁπόσων ἐν τῷ νόμῳ διπλασιάζεται, τὸ ἥμισυ. πῶς δὴ τοῦτο ποιεῖ; γράψας ἀντὶ μὲν τοῦ τιμήματος τὸ ἀργύριον, ἀντὶ δὲ τοῦ ‘τὸ γιγνόμενον,’ ‘ὃ ὦφλεν.’ [83] διαφέρει δὲ τί; εἰ μὲν ἔγραψε καθιστάναι τοὺς ἐγγυητὰς ἦ μὴν ἐκτείσειν τὸ τίμημα τὸ γιγνόμενον, προσπεριειλήφει τοὺς νόμους ἂν καθ᾽ οὓς τὰ μὲν διπλᾶ, τὰ δὲ καὶ δεκαπλᾶ γίγνεται τῶν ὀφλημάτων: ὥστ᾽ ἐκ τούτων ἦν ἀνάγκη τοῖς ὀφλοῦσιν τὸ γεγραμμένον τ᾽ ἐκτίνειν καὶ τὰς ἐκ τῶν νόμων προσούσας ζημίας καταβάλλειν. νῦν δ᾽ ἐν τῷ γράψαι ‘τὴν κατάστασιν εἶναι τῶν ἐγγυητῶν ἦ μὴν ἐκτείσειν τὸ ἀργύριον ὃ ὦφλεν,’
ἐκ τῆς λήξεως καὶ τῶν γραμμάτων ἐφ᾽ οἷς ἕκαστος εἰσήχθη ποιεῖ τὴν ἔκτισιν, ἐν οἷς πᾶσιν ἁπλοῦν ὅ τις ὦφλεν ἀργύριον γέγραπται.
[84] μετὰ ταῦτα τοίνυν τηλικοῦτο πρᾶγμ᾽ ἀνελὼν ἐν τῇ τῶν ῥημάτων μεταθέσει, προσέγραψεν ‘τοὺς δὲ προέδρους ἐπιχειροτονεῖν ἐπάναγκες, ὅταν τις καθιστάναι βούληται,’ παρὰ πάντα τὸν νόμον οἰόμενος δεῖν σῴζειν τὸν ἠδικηκότα καὶ τὸν ἐν ὑμῖν ἑαλωκότα. δοὺς γὰρ ὅταν βούληται τὴν κατάστασιν αὐτῷ τῶν ἐγγυητῶν, ἐπ᾽ ἐκείνῳ πεποίηκεν μηδέποτ᾽ ἐκτεῖσαι μηδὲ δεθῆναι. [85] τίς γὰρ οὐ ποριεῖται φαύλους ἀνθρώπους, οὓς ὅταν ὑμεῖς ἀποχειροτονήσητ᾽ ἀπηλλάξεται; ἐὰν γάρ τις ὡς οὐ καθιστάντα τοὺς ἐγγυητὰς ἀξιοῖ δεδέσθαι, φήσει καὶ καθιστάναι καὶ καταστήσειν, καὶ δείξει τὸν τούτου νόμον, ὃς καθιστάναι μὲν ὅταν βούληται κελεύει, φυλάττειν δὲ τέως οὐ λέγει, οὐδ᾽, ἂν ἀποχειροτονήσηθ᾽ ὑμεῖς τοὺς ἐγγυητάς, προστάττει δεδέσθαι, ἀλλ᾽ ὡς ἀληθῶς ὥσπερ ἀλεξιφάρμακόν ἐστι τοῖς ἀδικεῖν βουλομένοις.