Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 217
Delphi Complete Works of Demosthenes Page 217

by Demosthenes


  [92] λοιπὸν τοίνυν ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς ἀπαλλαγῆναι βουλομένοις τούτου, ἀδίκημα σαφὲς καὶ ἐναργὲς ἔχοντας ἐκ τῶν νόμων, μάλιστα μὲν αὐτῷ θανάτου τιμῆσαι, εἰ δὲ μή, τοσοῦτον ἀναθεῖναι τίμημα χρημάτων ὅσον μὴ δυνήσεται φέρειν: ἄλλη γὰρ οὐκ ἔστιν ἀπαλλαγὴ τούτου, σαφῶς ἐπίστασθε. [93] καὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν μὲν ἄλλων ἀνθρώπων ἄν τις ἴδοι τοὺς μὲν βελτίστους καὶ μετριωτάτους αὐτῇ τῇ φύσει πάντα ποιοῦντας ἑκόντας ἃ δεῖ, τοὺς δὲ χείρους μὲν τούτων, ἔξω δὲ τοῦ πονηροὺς ἄγαν κληθῆναι, τῷ φόβῳ τῷ πρὸς ὑμᾶς καὶ τῷ τοῖς αἰσχροῖς καὶ λόγοις καὶ ὀνείδεσιν ἀλγεῖν εὐλαβουμένους ἐξαμαρτάνειν: τοὺς δὲ πονηροτάτους καὶ ἐξαγίστους ὀνομαζομένους τάς γε συμφορὰς σωφρονίζειν λέγουσιν. [94] οὑτοσὶ τοίνυν Ἀριστογείτων τοσοῦτον ὑπερῆρκεν ἅπαντας ἀνθρώπους πονηρίᾳ ὥστ᾽ οὐδὲ παθὼν ἐνουθετήθη, ἀλλ᾽ ἐπὶ τοῖς αὐτοῖς ἀδικήμασι καὶ πλεονεκτήμασιν πάλιν εἴληπται. καὶ τοσούτῳ πλείονος ὀργῆς ἄξιός ἐστιν νῦν ἢ πρότερον, ὅσῳ τότε μὲν γράφειν μόνον ᾤετο δεῖν παρὰ τοὺς νόμους, νυνὶ δὲ πάντα ποιεῖν, αἰτιᾶσθαι, λέγειν, διαβάλλειν, βλασφημεῖν, θανάτου τιμᾶσθαι, εἰσαγγέλλειν, κακολογεῖν τοὺς ἐπιτίμους αὐτὸς ὀφείλων τῷ δημοσίῳ: τούτου γὰρ οὐδέν ἐστι δεινότερον. [95] τὸ μὲν οὖν νουθετεῖν τοῦτον μανία: ὃς γὰρ οἷς ὁ δῆμος ἅπας τοὺς ἐνοχλοῦντας ἑαυτὸν νουθετεῖ θορύβοις μηδεπώποθ᾽ ὑπεῖξε μηδὲ διετράπη, ταχύ γ᾽ ἂν φροντίσειέ τι τοῦ παρ᾽ ἑνὸς λόγου. ἀνίατον, ἀνίατον, ἄνδρες Ἀθηναῖοι, τὸ πρᾶγμ᾽ ἔστι τὸ τούτου. δεῖ δὴ πάντας, ὥσπερ οἱ ἰατροί, ὅταν καρκίνον ἢ φαγέδαιναν ἢ τῶν ἀνιάτων τι κακῶν ἴδωσιν, ἀπέκαυσαν ἢ ὅλως ἀπέκοψαν, οὕτω τοῦτο τὸ θηρίον ὑμᾶς ἐξορίσαι, ῥῖψαι ἐκ τῆς πόλεως, ἀνελεῖν, μὴ περιμείναντάς τι παθεῖν, ὃ μήτ᾽ ἰδίᾳ μήτε δημοσίᾳ γένοιτο, ἀλλὰ προευλαβηθέντας. [96] ὡδὶ γὰρ ὁρᾶτε. οὐδένα πώποτ᾽ ἴσως ὑμῶν ἔχις ἔδακεν οὐδὲ φαλάγγιον, μηδὲ δάκοι: ἀλλ᾽ ὅμως ἅπαντα τὰ τοιαῦτα, ἐπὰν ἴδητε, ἀποκτείνετε. τὸν αὐτὸν τοίνυν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὅταν συκοφάντην καὶ πικρὸν καὶ ἔχιν τὴν φύσιν ἄνθρωπον ἴδητε, μὴ πόθ᾽ ἕκαστον ὑμῶν δήξεται περιμένετε, ἀλλ᾽ ὁ προστυχὼν ἀεὶ τιμωρησάσθω.

  [97] Λυκοῦργος μὲν οὖν τὴν Ἀθηνᾶν ἐμαρτύρετο καὶ τὴν μητέρα τῶν θεῶν, καὶ καλῶς ἐποίει. ἐγὼ δὲ τοὺς προγόνους τοὺς ὑμετέρους καὶ τὰς ἀρετὰς τὰς ἐκείνων ἀνακαλῶ, ὧν οὐδ᾽ ὁ χρόνος τὴν μνήμην ἠφάνικεν, εἰκότως: ἐπολιτεύοντο γὰρ οὐχὶ τοῖς πονηροτάτοις καὶ συκοφάνταις συνεργεῖν διδόντες ἑαυτούς, οὐδὲ τὸν ἐντὸς τείχους φθόνον ἀσκοῦντες ἐπ᾽ ἀλλήλους, ἀλλὰ καὶ τῶν ῥητόρων καὶ τῶν ἰδιωτῶν τοὺς μὲν σώφρονας καὶ χρηστοὺς τιμῶντες, τοὺς δὲ πονηροὺς καὶ θρασεῖς μισοῦντες καὶ κολάζοντες. ἐξ ὧν πάντες ἀθληταὶ τῶν καλῶν ἔργων ἐγένοντο.

  [98] ἓν δ᾽ εἰπὼν ἔτι παύσασθαι βούλομαι. ἔξιτ᾽ αὐτίκα δὴ μάλ᾽ ἐκ τοῦ δικαστηρίου, θεωρήσουσι δ᾽ ὑμᾶς οἱ περιεστηκότες καὶ ξένοι καὶ πολῖται, καὶ κατ᾽ ἄνδρ᾽ εἰς ἕκαστον τὸν παριόντα βλέψονται καὶ φυσιογνωμονήσουσι τοὺς ἀπεψηφισμένους. τί οὖν ἐρεῖτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ προέμενοι τοὺς νόμους ἔξιτε; ποίοις προσώποις ἢ τίσιν ὀφθαλμοῖς πρὸς ἕκαστον τούτων ἀντιβλέψεσθε; [99] πῶς δ᾽ εἰς τὸ μητρῷον βαδιεῖσθε, ἄν τι βούλησθε; οὐ γὰρ δήπου καθ᾽ ἕν᾽ ὑμῶν ἕκαστος ὡς ἐπὶ κυρίους τοὺς νόμους πορεύσεται, εἰ νῦν μὴ βεβαιώσαντες αὐτοὺς ἔξιθ᾽ ἅπαντες κοινῇ. πῶς δὲ ταῖς νουμηνίαις εἰς ἀκρόπολιν ἀναβαίνοντες τἀγαθὰ τῇ πόλει διδόναι καὶ ἕκαστος ἑαυτῷ τοῖς θεοῖς εὔξεσθε, ὅταν ὄντος τούτου ἐκεῖ καὶ τοῦ πατρὸς αὐτοῦ τοῦ χρηστοῦ τἀναντία τοῖς ὅρκοις καὶ τοῖς ἐκεῖ γράμμασιν ἐγνωκότες ἦτε; [100] τί ἐρεῖτ᾽, ἄνδρες Ἀθηναῖοι, τί ἐρεῖτε, ἄν τις ὑμᾶς ἐρωτᾷ γνωρίσας τοὺς ἀπεψηφισμένους; τί φήσετε; ἀρέσκειν τοῦτον ὑμῖν; καὶ τίς ὁ τοῦτο τολμήσων εἰπεῖν; τίς ὁ τῆς τούτου πονηρίας μετ᾽ ἀρᾶς καὶ κακῆς δόξης κληρονομεῖν βουλησόμενος; ἀλλ᾽ οὐκ αὐτὸς ἕκαστος οὐκ ἀποψηφίσασθαι; οὐκοῦν καταράσεσθε τοῖς ἀποψηφισαμένοις, τοῦτο τὸ πιστὸν ἕκαστος διδοὺς ὡς οὐκ αὐτὸς οὗτός ἐστι. [101] καὶ τί δεῖ ταῦτα ποιεῖν, ἐξὸν εὐφημεῖν καὶ ἅπαντας ἅπασι πάντα τἀγάθ᾽ εὔχεσθαι, καὶ ὑμᾶς ὑμῖν αὐτοῖς καὶ τοὺς ἄλλους Ἀθηναίους ἅπαντας ὑμῖν, προσθήσω δὲ καὶ τοὺς ξένους καὶ παῖδας καὶ γυναῖκας; ἐφῖκται γάρ, ἐφῖκται πάντων ἡ τούτου κακοπραγμοσύνη, καὶ πᾶσι βουλομένοις ἐστὶν ἀπαλλαγῆναι τῆς τούτου πονηρίας καὶ δίκην δεδωκότ᾽ ἰδεῖν.

  κατὰ Ἀριστογείτονος Β

  ὅτι μὲν τοίνυν καὶ ὀφείλει τῷ δημοσίῳ Ἀριστογείτων οὑτοσὶ καὶ οὐκ ἔστιν ἐπίτιμος, καὶ οἱ νόμοι διαρρήδην ἀπαγορεύουσιν μὴ ἐξεῖναι λέγειν τοῖς τοιούτοις, φανερῶς ἐπιδέδεικται, ὦ ἄνδρες Ἀθηναῖοι. δεῖ δ᾽ ὑμᾶς ἅπαντας μὲν ἀπείργειν καὶ κωλύειν τοὺς παρανομοῦντας, πολὺ δὲ μάλιστα τοὺς ἐν ταῖς ἀρχαῖς ὄντας καὶ τοὺς πολιτευομένους: [2] διὰ γὰρ τούτους τὰ κοινὰ καὶ βλάπτεσθαι πέφυκεν, ἐὰν ὦσι φαῦλοι, καὶ τὰ μέγιστα πάλιν ὠφελεῖσθαι, ἐὰν ὦσιν ἐπιεικεῖς καὶ θέλωσιν ἐμμένειν τοῖς νόμοις. ὡς ἐὰν ἅπαξ δῶτε τοῖς ὑπὲρ τῶν κοινῶν ἐγχει
ροῦσί τι πράττειν τὸ παρανομεῖν καὶ καταφρονεῖν τῶν ὡρισμένων δικαίων, ἀναγκαῖόν ἐστιν ἅπαντας ἀπολαύειν τοὺς μετέχοντας τῆς πόλεως. [3] ὥσπερ γὰρ τῶν ἐν ταῖς ναυσὶν ἁμαρτημάτων ἃ συμβαίνει περὶ τοὺς πλοῦς, ὅταν μὲν τῶν ναυτῶν τις ἁμάρτῃ, βραχεῖαν τὴν βλάβην ἤνεγκεν, ὅταν δ᾽ ὁ κυβερνήτης ἀποσφαλῇ, κοινὴν τὴν ἀτυχίαν ἅπασι τοῖς ἐμπλέουσι παρεσκεύασεν, ὡσαύτως τὰ μὲν τῶν ἰδιωτῶν ἁμαρτήματα οὐκ εἰς τὸ πλῆθος, εἰς δ᾽ αὐτοὺς ἤνεγκε τὰς βλάβας, τὰ δὲ τῶν ἀρχόντων καὶ πολιτευομένων εἰς ἅπαντας ἀφικνεῖται. [4] διὸ καὶ τὰς τιμωρίας ὁ Σόλων τοῖς μὲν ἰδιώταις ἐποίησε βραδείας, ταῖς δ᾽ ἀρχαῖς καὶ τοῖς δημαγωγοῖς ταχείας, ὑπολαμβάνων τοῖς μὲν ἐνδέχεσθαι καὶ παρὰ τὸν χρόνον τὸ δίκαιον λαβεῖν, τοῖς δ᾽ οὐκ ἐνεῖναι περιμεῖναι: τὸ γὰρ τιμωρησόμενον οὐχ ὑπέσται τῆς πολιτείας καταλυθείσης. καὶ τούτοις τοῖς δικαίοις οὐδεὶς οὕτως οὔτ᾽ ἀναιδὴς οὔθ᾽ ὑπὲρ ὑμᾶς φρονῶν ἐστὶν ὅστις ἀντιλέγειν ἐπιχειρήσει, πλὴν Ἀριστογείτονος τουτουὶ καὶ τῆς τούτου πονηρίας. ἀλλὰ πάσας καὶ τὰς ἀρχὰς καὶ τοὺς πολιτευομένους εὑρήσομεν, ἐπειδὰν ἅπαξ τι καταγνῶθ᾽ ὑμεῖς, τούτοις ἐμμένοντας. [5] τοῦτο μὲν γὰρ ὅταν ἀποχειροτονηθῶσι τινες τῶν ἐν ταῖς ἀρχαῖς, παραχρῆμα πέπαυνται ἄρχοντες καὶ τοὺς στεφάνους περιῄρηνται: τοῦτο δ᾽ ὅσοις τῶν θεσμοθετῶν εἰς Ἄρειον πάγον οὐχ οἷόν τ᾽ ἐστὶν ἀνελθεῖν, παρέντες τὸ βιάζεσθαι στέργουσιν ταῖς ὑμετέραις γνώσεσι. καὶ τοῦτ᾽ εἰκότως: ὥσπερ γάρ, ὅταν ἄρχωσι, τοὺς ἰδιώτας οἴονται δεῖν αὑτοῖς πειθαρχεῖν, ὡσαύτως, ὅταν αὐτοὶ ἰδιῶται γένωνται πάλιν, τοῖς τῆς πόλεως ἄρχουσι νόμοις δικαίως ἂν ἀκολουθοῖεν. [6] ἔτι τοίνυν οἱ πολιτευόμενοι πάντες, ἐκ τῶν παλαιῶν εἰ βούλεσθ᾽ ἀρξάμενοι χρόνων θεωρεῖν, ὡσαύτως φαίνονται εἴκοντες τοῖς ὑμετέροις δικαίοις. Ἀριστείδην μέν γέ φασιν ὑπὸ τῶν προγόνων μετασταθέντ᾽ ἐν Αἰγίνῃ διατρίβειν, ἕως ὁ δῆμος αὐτὸν κατεδέξατο, Μιλτιάδην δὲ καὶ Περικλέα ὀφλόντας, τὸν μὲν τριάκοντα, τὸν δὲ πεντήκοντα τάλαντα, ἐκτείσαντας οὕτω δημηγορεῖν. [7] ὃ καὶ δεινότατον ἂν εἴη συμβαῖνον, τοὺς μὲν πολλὰ καὶ μεγάλα ποιήσαντας ὑμᾶς ἀγαθὰ μὴ τυχεῖν ταύτης τῆς δωρειᾶς, ὥστε παρὰ τοὺς νόμους τι τοὺς κειμένους ὑμῖν πρᾶξαι, τὸν δὲ μηδὲν μὲν ἀγαθὸν εἰργασμένον, ὑπερπληθῆ δ᾽ ἐξημαρτηκότα, τοῦτον οὕτω προχείρως φαίνεσθαι καὶ παρὰ τὸ συμφέρον καὶ τὸ δίκαιον ἐξουσίαν παρ᾽ ὑμῶν τοῦ παρανομεῖν εἰληφότα. καὶ τί δεῖ λέγειν περὶ τῶν παλαιῶν; ἀλλὰ τοὺς ἐφ᾽ ὑμῶν αὐτῶν ἀναλογίσασθε, εἴ τις οὕτως ἀναιδὴς γέγονεν πώποτε: οὐδένα γὰρ ἂν εὕροιτε, εἰ βουλήσεσθ᾽ ἀκριβῶς ἐξετάζειν. [8] χωρὶς τοίνυν τούτων, ὅταν τις ψηφίσματος ἢ νόμου γραφὴν ἀπενέγκῃ πρὸς τοὺς θεσμοθέτας, ὁ μὲν νόμος ἢ τὸ ψήφισμ᾽ ἄκυρόν ἐστιν, ὁ δὲ θεὶς ἢ γράψας οὐδὲν ἀναισχυντεῖ βιαζόμενος, ἀλλ᾽ ὅ τι ἂν ὑμεῖς ψηφίσησθε, τούτῳ ἐμμένει, κἂν ᾖ πρῶτος τῷ δύνασθαι λέγειν ἢ πράττειν ἐν ὑμῖν. καίτοι πῶς οὐκ ἄτοπον, ἃ μὲν ἅπαντες ὑμεῖς συλλεγέντες ἐψηφίσασθε, διὰ τοὺς νόμους ἄκυρ᾽ εἶναι, τὴν δ᾽ Ἀριστογείτονος βούλησιν εἰς τὸ παρανομεῖν κυριωτέραν οἴεσθαι δεῖν τῶν νόμων αὐτῶν καταστῆσαι; [9] πάλιν τοίνυν ὅταν τις ἐπεξιὼν μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων, ἐφ᾽ οἷς οἱ νόμοι κελεύουσι τὸ λοιπὸν μὴ γράφεσθαι μηδ᾽ ἀπάγειν μηδ᾽ ἐφηγεῖσθαι, τὸν αὐτὸν τρόπον παρὰ ταῦτ᾽ οὐδεὶς οἴεται δεῖν πράττειν τῶν ἐνόχων ὄντων τούτοις τοῖς ἐπιτιμίοις. Ἀριστογείτονι δέ, ὡς ἔοικε, μόνῳ τῶν ἁπάντων οὐδὲν οὔτε δικαστήριον οὔτε νόμος κυριώτερόν ἐστι τῆς αὑτοῦ βουλήσεως. [10] καὶ ταῦτα πάνθ᾽ οὕτω διαφυλάττουσιν οὐδεπώποτ᾽ οὔθ᾽ ὑμῖν οὔτε τοῖς προγόνοις μετεμέλησεν. ἔστι γὰρ δημοκρατίας φυλακὴ τῶν μὲν ἐχθρῶν ἢ βουλευομένους ἢ μαχομένους περιεῖναι, τῶν δὲ νόμων ἢ προαιρουμένους ἢ συναναγκαζομένους ἡττᾶσθαι. καὶ ταῦθ᾽ ὅτι τοῦτον τὸν τρόπον προσήκει πράττεσθαι, καὶ παρ᾽ αὐτοῦ τούτου συνωμολόγηται. [11] ὅτε γὰρ Ὑπερείδης ἔγραψε, τῶν περὶ Χαιρώνειαν ἀτυχημάτων τοῖς Ἕλλησι γενομένων, καὶ τῆς πόλεως ὑπὲρ αὐτῶν τῶν ἐδαφῶν εἰς κίνδυνον μέγιστον κατακεκλειμένης, εἶναι τοὺς ἀτίμους ἐπιτίμους, ἵν᾽ ὁμονοοῦντες ἅπαντες ὑπὲρ τῆς ἐλευθερίας προθύμως ἀγωνίζωνται, ἐάν τις κίνδυνος τηλικοῦτος καταλαμβάνῃ τὴν πόλιν, τούτου τοῦ ψηφίσματος γραφὴν παρανόμων ἀπενέγκας ἠγωνίζετ᾽ ἐν τῷ δικαστηρίῳ. [12] καίτοι πῶς οὐ δεινὸν εἰς μὲν τὴν ὑπὲρ τῆς πατρίδος σωτηρίαν μηδενὶ τῶν πολιτῶν Ἀριστογείτονα τουτονὶ συγχωρῆσαι τυχεῖν τῆς ἐπιτιμίας, εἰς δὲ τὴν αὑτοῦ παρανομίαν παρὰ πάντων ὑμῶν ἀξιοῦν λαμβάνειν τὴν αὐτὴν δωρειάν; καίτοι πολύ γε νομιμώτερον καὶ δικαιότερον τὸ ψήφισμ᾽ ἐκεῖν᾽ ἦν οὗ σὺ νῦν ἀξιοῖς ψηφίσασθαί σοι τουτουσί. [13] τὸ μὲν γὰρ ἴσον καὶ κοινὸν ἅπασι τοῖς πολίταις ἦν, τὸ δ᾽ ἄνισον καὶ σοὶ μόνῳ τῶν ἐν τῇ πόλει τὴν πλεονεξίαν κατασκευάζον: καὶ τὸ μὲν ὑπὲρ τοῦ μὴ γενέσθαι τὴν εἰρήνην ἐφ᾽ ᾧ θ᾽ ἕνα κύριον τῆς ὅλης πολιτείας καταστῆναι, τὸ δ᾽ ὑπὲρ τοῦ τὰ τουτωνὶ δόγματα καὶ νόμιμα ἐκ παλαιοῦ παραδοθένθ᾽ ὑπὸ τῶν προγόνων σοὶ μόνῳ δεδόσθαι ἐξουσίαν ἀδεῶς παραβαί
νοντι καὶ πράττοντι ὅ τι ἂν βουληθῇς. [14] ἡδέως δ᾽ ἂν ἔγωγ᾽ αὐτὸν ἐρωτήσαιμι πότερ᾽ ἔννομον καὶ δικαίαν ἐποιήσατο τοῦ ψηφίσματος τὴν γραφὴν ἢ τοὐναντίον ἄδικον καὶ παράνομον. εἰ μὲν γὰρ ἀσύμφερον καὶ τῷ δήμῳ βλαβεράν, δι᾽ αὐτὸ τοῦτο δικαίως ἂν ἀποθάνοι: εἰ δὲ συμφέρουσαν καὶ τοῖς πολλοῖς ὠφέλιμον, διὰ τί νῦν τἀναντί᾽ οἷς αὐτὸς ἔγραψας ψηφίζεσθαι τούτους ἀξιοῖς; ἀλλ᾽ οὔτ᾽ ἐκεῖνα δίκαια οὔτε ταῦτ᾽ ἔννομ᾽ οὐδὲ συμφέροντ᾽ ἐστὶν ὑμῖν. [15] ὁρῶ δ᾽ ὑμᾶς ἔγωγ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ταύτην ἔχοντας τὴν γνώμην καὶ περὶ ὑμῶν αὐτῶν: πολλὰς γὰρ ἐνδείξεις ἤδη κατεψηφίσασθ᾽ ἰδιωτῶν ἀνθρώπων. καίτοι πῶς οὐ δεινὸν ἐφ᾽ ὑμῶν μὲν αὐτῶν ἐξετάζεσθαι ἀκριβῶς τοὺς νόμους, ἐπὶ δὲ τῶν περιεργαζομένων τι καὶ κοινῇ πάντας ἐνοχλούντων καὶ προσποιουμένων ὑπὲρ τοὺς ἄλλους εἶναι ῥᾳθύμως οὕτως ἔχειν;

 

‹ Prev