by Demosthenes
[9] δῆλον μὲν τοίνυν καὶ ἐκ τούτων ἐστὶν τὸ πλῆθος τῆς οὐσίας. πεντεκαίδεκα ταλάντων γὰρ τρία τάλαντα τίμημα: ταύτην ἠξίουν εἰσφέρειν τὴν εἰσφοράν. ἔτι δ᾽ ἀκριβέστερον εἴσεσθε τὴν οὐσίαν αὐτὴν ἀκούσαντες: ὁ γὰρ πατήρ, ὦ ἄνδρες δικασταί, κατέλιπεν δύ᾽ ἐργαστήρια, τέχνης οὐ μικρᾶς ἑκάτερον, μαχαιροποιοὺς μὲν τριάκοντα καὶ δύ᾽ ἢ τρεῖς, ἀνὰ πέντε μνᾶς καὶ ἕξ, τοὺς δ᾽ οὐκ ἐλάττονος ἢ τριῶν μνῶν ἀξίους, ἀφ᾽ ὧν τριάκοντα μνᾶς ἀτελεῖς ἐλάμβανεν τοῦ ἐνιαυτοῦ τὴν πρόσοδον, κλινοποιοὺς δ᾽ εἴκοσι τὸν ἀριθμόν, τετταράκοντα μνῶν ὑποκειμένους, οἳ δώδεκα μνᾶς ἀτελεῖς αὐτῷ προσέφερον, ἀργυρίου δ᾽ εἰς τάλαντον ἐπὶ δραχμῇ δεδανεισμένου, οὗ τόκος ἐγίγνετο τοῦ ἐνιαυτοῦ ἑκάστου πλεῖν ἢ ἑπτὰ μναῖ. [10] καὶ ταῦτα μὲν ἐνεργὰ κατέλιπεν, ὡς καὶ αὐτοὶ οὗτοι ὁμολογήσουσιν: ὧν γίγνεται τοῦ μὲν ἀρχαίου κεφάλαιον τέτταρα τάλαντα καὶ πεντακισχίλιαι, τὸ δ᾽ ἔργον αὐτῶν πεντήκοντα μναῖ τοῦ ἐνιαυτοῦ ἑκάστου. χωρὶς δὲ τούτων ἐλέφαντα μὲν καὶ σίδηρον, ὃν κατηργάζοντο, καὶ ξύλα κλίνει᾽ εἰς ὀγδοήκοντα μνᾶς ἄξια, κηκῖδα δὲ καὶ χαλκὸν ἑβδομήκοντα μνῶν ἐωνημένα, ἔτι δ᾽ οἰκίαν τρισχιλίων, ἔπιπλα δὲ καὶ ἐκπώματα καὶ χρυσία καὶ ἱμάτια, τὸν κόσμον τῆς μητρός, ἄξια σύμπαντα ταῦτ᾽ εἰς μυρίας δραχμάς, ἀργυρίου δ᾽ ἔνδον ὀγδοήκοντα μνᾶς. [11] καὶ ταῦτα μὲν οἴκοι κατέλιπεν πάντα, ναυτικὰ δ᾽ ἑβδομήκοντα μνᾶς, ἔκδοσιν παρὰ Ξούθῳ, τετρακοσίας δὲ καὶ δισχιλίας ἐπὶ τῇ τραπέζῃ τῇ Πασίωνος, ἑξακοσίας δ᾽ ἐπὶ τῇ Πυλάδου, παρὰ Δημομέλει δὲ τῷ Δήμωνος υἱεῖ χιλίας καὶ ἑξακοσίας, κατὰ διακοσίας δὲ καὶ τριακοσίας ὁμοῦ τι τάλαντον διακεχρημένον. καὶ τούτων αὖ τῶν χρημάτων τὸ κεφάλαιον πλέον ἢ ὀκτὼ τάλαντα καὶ πεντήκοντα μναῖ γίγνονται. συμπάντων δ᾽ εἰς τέτταρα καὶ δέκα τάλανθ᾽ εὑρήσετε σκοποῦντες.
[12] καὶ τὸ μὲν πλῆθος τῆς οὐσίας τοῦτ᾽ ἦν τὸ καταλειφθέν, ὦ ἄνδρες δικασταί. ὅσα δ᾽ αὐτῆς διακέκλεπται καὶ ὅσ᾽ ἰδίᾳ ἕκαστος εἴληφεν καὶ ὁπόσα κοινῇ πάντες ἀποστεροῦσιν, οὐκ ἐνδέχεται πρὸς ταὐτὸ ὕδωρ εἰπεῖν, ἀλλ᾽ ἀνάγκη χωρὶς ἕκαστον διελεῖν ἐστίν. ἃ μὲν οὖν Δημοφῶν ἢ Θηριππίδης ἔχουσι τῶν ἐμῶν, τότ᾽ ἐξαρκέσει περὶ αὐτῶν εἰπεῖν, ὅταν κατ᾽ αὐτῶν τὰς γραφὰς ἀπενέγκωμεν: ἃ δὲ τοῦτον ἔχοντ᾽ ἐξελέγχουσιν ἐκεῖνοι καὶ ἐγὼ οἶδ᾽ αὐτὸν εἰληφότα, περὶ τούτων ἤδη ποιήσομαι τοὺς λόγους πρὸς ὑμᾶς. πρῶτον μὲν οὖν ὡς ἔχει τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς, τοῦθ᾽ ὑμῖν ἐπιδείξω, μετὰ δὲ ταῦτα καὶ περὶ τῶν ἄλλων, ὡς ἂν δύνωμαι διὰ βραχυτάτων.
[13] οὗτος γὰρ εὐθὺς μετὰ τὸν τοῦ πατρὸς θάνατον ᾤκει τὴν οἰκίαν εἰσελθὼν κατὰ τὴν ἐκείνου διαθήκην, καὶ λαμβάνει τά τε χρυσία τῆς μητρὸς καὶ τὰ ἐκπώματα τὰ καταλειφθέντα. καὶ ταῦτα μὲν ὡς εἰς πεντήκοντα μνᾶς εἶχεν, ἔτι δὲ τῶν ἀνδραπόδων τῶν πιπρασκομένων παρά τε Θηριππίδου καὶ Δημοφῶντος τὰς τιμὰς ἐλάμβανεν, ἕως ἀνεπληρώσατο τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς. [14] καὶ ἐπειδὴ εἶχεν, ἐκπλεῖν μέλλων εἰς Κέρκυραν τριήραρχος, ἀπέγραψε ταῦτα πρὸς Θηριππίδην ἔχονθ᾽ ἑαυτὸν καὶ ὡμολόγει κεκομίσθαι τὴν προῖκα. καὶ πρῶτον μὲν τούτων Δημοφῶν καὶ Θηριππίδης, οἱ τούτου συνεπίτροποι, μάρτυρές εἰσιν: ἔτι δὲ καὶ ὡς αὐτὸς ὡμολόγει ταῦτ᾽ ἔχειν, Δημοχάρης θ᾽ ὁ Λευκονοεύς, ὁ τὴν τηθίδα τὴν ἐμὴν ἔχων, καὶ ἄλλοι πολλοὶ μάρτυρες γεγόνασιν. [15] οὐ γὰρ διδόντος τούτου σῖτον τῇ μητρί, τὴν προῖκ᾽ ἔχοντος, οὐδὲ τὸν οἶκον μισθοῦν ἐθέλοντος, ἀλλὰ μετὰ τῶν ἄλλων ἐπιτρόπων διαχειρίζειν ἀξιοῦντος, ἐποιήσατο λόγους περὶ τούτων ὁ Δημοχάρης. οὗτος δ᾽ ἀκούσας οὔτ᾽ ἠμφεσβήτησεν μὴ ἔχειν οὔτε χαλεπῶς ἤνεγκεν ὡς οὐκ εἰληφώς, ἀλλ᾽ ὡμολόγει καὶ ἔτι μικρὸν ἔφη πρὸς τὴν ἐμὴν μητέρα περὶ χρυσιδίων ἀντιλέγεσθαι: τοῦτ᾽ οὖν διευκρινησάμενος, καὶ περὶ τῆς τροφῆς καὶ περὶ τῶν ἄλλων ποιήσειν οὕτως ὥστ᾽ ἔχειν μοι πάντα καλῶς. [16] καίτοι εἰ φανήσεται πρός τε τὸν Δημοχάρη ταῦθ᾽ ὡμολογηκὼς καὶ πρὸς τοὺς ἄλλους οἳ παρῆσαν, παρά τε τοῦ Δημοφῶντος καὶ τοῦ Θηριππίδου τῶν ἀνδραπόδων εἰς τὴν προῖκα τὰς τιμὰς εἰληφώς, αὐτός θ᾽ ἑαυτὸν ἔχειν τὴν προῖκ᾽ ἀπογράψας πρὸς τοὺς συνεπιτρόπους, οἰκῶν τε τὴν οἰκίαν ἐπειδὴ τάχιστ᾽ ἐτελεύτησεν ὁ πατήρ, πῶς οὐκ ἐκ πάντων ὁμολογουμένου τοῦ πράγματος εὑρεθήσεται φανερῶς τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς, κεκομισμένος, καὶ λίαν ἀναιδῶς μὴ λαβεῖν ἐξαρνούμενος; [17] ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.”Μαρτυρίαι”
τὴν μὲν τοίνυν προῖκα τοῦτον τὸν τρόπον ἔχει λαβών. μὴ γήμαντος δ᾽ αὐτοῦ τὴν μητέρα τὴν ἐμήν, ὁ μὲν νόμος κελεύει τὴν προῖκ᾽ ὀφείλειν ἐπ᾽ ἐννέ᾽ ὀβολοῖς, ἐγὼ δ᾽ ἐπὶ δραχμῇ μόνον τίθημι. γίγνεται δ᾽, ἐάν τις συντιθῇ τό τ᾽ ἀρχαῖον καὶ τὸ ἔργον τῶν δέκ᾽ ἐτῶν, μάλιστα τρία τάλαντα. [18] καὶ ταῦτα μὲν οὕτως ὑμῖν ἐπιδείκνυμι λαβόντα καὶ ἔχειν ὁμολογήσαντα μαρτύρων ἐναντίον τοσούτων: ἄλλας τοίνυν ἔχει τριάκοντα μνᾶς, τοῦ ἐργαστηρίου λαβὼν τὴν πρόσοδον, καὶ ἀναισχυντότατ᾽ ἀνθρώπων ἀποστερεῖν ἐπικεχείρηκεν. ἐμοὶ δ᾽ ὁ πατὴρ κατέλιπεν τριάκοντα μνᾶς ἀπ᾽ αὐτ�
��ν τὴν πρόσοδον: ἀποδομένων δὲ τούτων τὰ ἡμίσεα τῶν ἀνδραπόδων, πεντεκαίδεκά μοι μνᾶς γίγνεσθαι κατὰ λόγον προσῆκε. [19] Θηριππίδης μὲν οὖν ἕπτ᾽ ἔτη τῶν ἀνδραπόδων ἐπιμεληθεὶς ἕνδεκα μνᾶς τοῦ ἐνιαυτοῦ ἀπέφηνε, τέτταρσι μναῖς καθ᾽ ἕκαστον ἐνιαυτὸν ἔλαττον ἢ ὅσον προσῆκε λογιζόμενος. οὗτος δὲ δύ᾽ ἔτη τὰ πρῶτ᾽ ἐπιμεληθεὶς οὐδ᾽ ὁτιοῦν ἀποδείκνυσιν, ἀλλ᾽ ἐνίοτε μέν φησιν ἀργῆσαι τὸ ἐργαστήριον, ἐνίοτε δ᾽ ὡς αὐτὸς μὲν οὐκ ἐπεμελήθη τούτων, ὁ δ᾽ ἐπίτροπος Μιλύας, ὁ ἀπελεύθερος ὁ ἡμέτερος, διῴκησεν αὐτά, καὶ παρ᾽ ἐκείνου μοι προσήκει λόγον λαβεῖν. ἂν οὖν καὶ νῦν εἴπῃ τινὰ τούτων τῶν λόγων, ῥᾳδίως ἐξελεγχθήσεται ψευδόμενος. [20] ἂν μὲν οὖν ἀργὸν φῇ γενέσθαι, λόγον αὐτὸς ἀπενήνοχεν ἀναλωμάτων οὐκ εἰς σιτία τοῖς ἀνθρώποις, ἀλλ᾽ εἰς ἔργα, τὸν εἰς τὴν τέχνην ἐλέφαντα καὶ μαχαιρῶν λαβὰς καὶ ἄλλας ἐπισκευάς, ὡς ἐργαζομένων τῶν δημιουργῶν. ἔτι δὲ Θηριππίδῃ τριῶν ἀνδραπόδων, ἃ ἦν αὐτῷ ἐν τῷ ἐμῷ ἐργαστηρίῳ, μισθὸν ἀποδεδωκέναι λογίζεται. καίτοι μὴ γενομένης ἐργασίας οὔτ᾽ ἐκείνῳ λαβεῖν μισθὸν οὔτ᾽ ἐμοὶ τὰ ἀναλώματα ταῦτα λογισθῆναι προσῆκεν. [21] εἰ δ᾽ αὖ γενέσθαι μὲν φήσει, τῶν δ᾽ ἔργων ἀπρασίαν εἶναι, δεῖ δήπου τά γ᾽ ἔργ᾽ αὐτὸν ἀποδεδωκότα μοι φαίνεσθαι, καὶ ὧν ἐναντίον ἀπέδωκε παρασχέσθαι μάρτυρας. εἰ δὲ μηδὲν τούτων πεποίηκεν, πῶς οὐκ ἔχει τὴν πρόσοδον δυοῖν ἐτοῖν τὴν ἐκ τοῦ ἐργαστηρίου, τὰς τριάκοντα μνᾶς, φανερῶς οὕτως τῶν ἔργων γεγενημένων; [22] εἰ δ᾽ αὖ τούτων μὲν μηδὲν ἐρεῖ, Μιλύαν δ᾽ αὐτὰ φήσει πάντα διῳκηκέναι, πῶς χρὴ πιστεύειν, ὅταν φῇ τὰ μὲν ἀναλώματ᾽ αὐτὸς ἀνηλωκέναι, πλέον ἢ πεντακοσίας δραχμάς, λῆμμα δ᾽ εἴ τι γέγονεν, ἐκεῖνον ἔχειν; ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον ἂν γενέσθαι τούτων, εἰ καὶ Μιλύας αὐτῶν ἐπεμελεῖτο, τὰ μὲν ἀναλώματ᾽ ἐκεῖνος ἀναλῶσαι, τὰ δὲ λήμμαθ᾽ οὗτος λαβεῖν, εἴ τι δεῖ τεκμαίρεσθαι πρὸς τὸν ἄλλον αὐτοῦ τρόπον καὶ τὴν ἀναίδειαν. λάβ᾽ οὖν τὰς μαρτυρίας ταύτας, καὶ ἀνάγνωθ᾽ αὐτοῖς.”Μαρτυρίαι”
[23] ταύτας τοίνυν ἔχει τριάκοντα μνᾶς ἀπὸ τοῦ ἐργαστηρίου, καὶ τὸ ἔργον αὐτῶν ὀκτὼ ἐτῶν: ὃ ἂν ἐπὶ δραχμῇ τις τιθῇ μόνον, ἄλλας τριάκοντα μνᾶς εὑρήσει. καὶ ταῦτα μὲν ἰδίᾳ μόνος εἴληφεν: ἃ συντεθέντα πρὸς τὴν προῖκα μάλιστα τέτταρα τάλαντα γίγνεται σὺν τοῖς ἀρχαίοις. ἃ δὲ μετὰ τῶν ἄλλων ἐπιτρόπων κοινῇ διήρπακεν, καὶ ὅσ᾽ ἔνια μηδὲ καταλειφθῆναι παντάπασιν ἠμφεσβήτηκεν, ταῦθ᾽ ὑμῖν ἤδη ἐπιδείξω καθ᾽ ἕκαστον. [24] πρῶτον μὲν οὖν περὶ τῶν κλινοποιῶν, οὓς κατέλιπεν μὲν ὁ πατήρ, ἀφανίζουσι δ᾽ οὗτοι, τετταράκοντα μὲν μνῶν ὑποκειμένους, εἴκοσι δ᾽ ὄντας τὸν ἀριθμόν, ἐπιδείξω ὑμῖν ὡς λίαν ἀναιδῶς καὶ φανερῶς μ᾽ ἀποστεροῦσι. τούτους γὰρ καταλειφθῆναι μὲν οἴκοι παρ᾽ ἡμῖν πάντες ὁμολογοῦσιν, καὶ τὰς δώδεκα μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τῷ πατρὶ γίγνεσθαί φασιν: αὐτοὶ δὲ λῆμμα μὲν παρ᾽ αὐτῶν ἐν δέκ᾽ ἔτεσιν οὐδὲν ἐμοὶ γεγενημένον ἀποφαίνουσιν ἀλλ᾽ οὐδὲ μικρόν, ἀναλώματος δὲ κεφάλαιον εἰς αὐτοὺς οὗτος ὀλίγου δεῖν λογίζεται χιλίας: εἰς τοῦτ᾽ ἀναιδείας ἐλήλυθεν. [25] αὐτοὺς δὲ τοὺς ἀνθρώπους, εἰς οὓς ταῦτ᾽ ἀνηλωκέναι φησίν, οὐδαμοῦ μοι παραδεδώκασιν, ἀλλὰ πάντων κενότατον λόγον λέγουσιν, ὡς ὁ ὑποθεὶς τῷ πατρὶ τἀνδράποδα πονηρότατος ἀνθρώπων ἐστὶν καὶ ἐράνους τε λέλοιπε πλείστους καὶ ὑπέρχρεως γέγονε, καὶ τούτων οὐκ ὀλίγους κεκλήκασι κατ᾽ ἐκείνου μάρτυρας. τὰ δ᾽ ἀνδράποδ᾽ ὅστις ἐστὶν ὁ λαβών, ἢ πῶς ἐκ τῆς οἰκίας ἐξῆλθεν, ἢ τίς ἀφείλετο, ἢ πρὸς τίνα δίκην ἥττηνται περὶ αὐτῶν, οὐκ ἔχουσιν εἰπεῖν. [26] καίτοι εἴ τι ἔλεγον ὑγιές, οὐκ ἂν κατὰ τῆς ἐκείνου πονηρίας παρείχοντο μάρτυρας, ἧς οὐδέν μοι προσήκει φροντίζειν, ἀλλὰ τούτων ἂν ἀντελαμβάνοντο καὶ τοὺς λαβόντας ἀπεδείκνυσαν καὶ οὐδὲν ἂν αὐτῶν παρέλειπον. νῦν δ᾽ ὠμότατ᾽ ἀνθρώπων, ὁμολογοῦντες καταλειφθῆναι καὶ λαβόντες ὡς αὑτοὺς καὶ καρπωσάμενοι δέκ᾽ ἔτη τοὺς ἀνθρώπους, ἄρδην ὅλον τὸ ἐργαστήριον ἀφανίζουσι. καὶ ταῦθ᾽ ὡς ἀληθῆ λέγω, λαβέ μοι τὰς μαρτυρίας καὶ ἀναγίγνωσκε.”Μαρτυρίαι”
[27] ὅτι τοίνυν οὐκ ἄπορος ἦν ὁ Μοιριάδης, οὐδ᾽ ἦν τῇ πατρὶ τοῦτο τὸ συμβόλαιον εἰς τἀνδράποδ᾽ ἠλιθίως συμβεβλημένον, μεγίστῳ τεκμηρίῳ γνώσεσθε: λαβὼν γὰρ ὡς ἑαυτὸν Ἄφοβος τοῦτο τὸ ἐργαστήριον, ὡς αὐτοὶ τῶν μαρτύρων ἠκούσατε, καὶ δέον αὐτόν, εἰ καί τις ἄλλος ἐβούλετ᾽ εἰς ταῦτα συμβαλεῖν, τοῦτον διακωλύειν ἐπίτροπόν γ᾽ ὄντα, αὐτὸς ἐπὶ τούτοις τοῖς ἀνδραπόδοις τῷ Μοιριάδῃ πεντακοσίας δραχμὰς ἐδάνεισεν, ἃς ὀρθῶς καὶ δικαίως παρ᾽ ἐκείνου κεκομίσθαι ὡμολόγηκεν. [28] καίτοι πῶς οὐ δεινόν, εἰ ἡμῖν μὲν πρὸς τῷ λῆμμ᾽ ἀπ᾽ αὐτῶν μηδὲν γεγονέναι καὶ αὐτὰ τὰ ὑποτεθέντ᾽ ἀπόλωλεν, οἳ πρότερον συνεβάλομεν, τῷ δ᾽ εἰς τὰ ἡμέτερα δανείσαντι καὶ τοσούτῳ χρόνῳ πράξαντι καὶ οἱ τόκοι καὶ τἀρχαῖ᾽ ἐκ τῶν ἡμετέρων ἀποδέδοται καὶ οὐδεμί᾽ ἀπορία γέγονεν; ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν μαρτυρίαν καὶ ἀνάγνωθι.”Μαρτυρία”