by Demosthenes
λαβὲ δὴ τὰς μαρτυρίας καὶ ἀνάγνωθ᾽ αὐτοῖς πάσας ἐφεξῆς, ἵνα μνησθέντες καὶ τῶν μεμαρτυρημένων καὶ τῶν εἰρημένων ἀκριβέστερον διαγιγνώσκωσι περὶ αὐτῶν.”Μαρτυρίαι”
[11] ταῦθ᾽ οὗτοι πρὸς πεντεκαιδεκαταλάντους οἴκους συνετιμήσανθ᾽ ὑπὲρ ἐμοῦ: μνῶν δ᾽ οὐδ᾽ ἑβδομήκοντ᾽ ἀξίαν μοι παραδεδώκασι τὴν οὐσίαν τρεῖς ὄντες. λέγε τὰς ἐφεξῆς.”Μαρτυρίαι”
ταύτην τὴν προῖκα οἵ τ᾽ ἐπίτροποι καταμαρτυροῦσιν αὐτὸν λαβεῖν, ἄλλοι τε πρὸς οὓς ἔχειν ὡμολόγησεν. ταύτην οὔτ᾽ αὐτὴν οὔτε τὸν σῖτον ἀποδέδωκεν. λαβὲ τὰς ἄλλας καὶ ἀναγίγνωσκε.”Μαρτυρίαι”
[12] δύ᾽ ἔτη τὸ ἐργαστήριον διοικήσας Θηριππίδῃ μὲν ἀποδέδωκε τὴν μίσθωσιν: ἐμοὶ δέ, δυοῖν ἐτοῖν λαβὼν τὴν πρόσοδον, τριάκοντα μνᾶς, οὔτ᾽ αὐτὰς οὔτε τὸ ἔργον ἀποδέδωκεν. λάβ᾽ ἑτέραν καὶ ἀνάγνωθι.”Μαρτυρία”
ταῦτα τἀνδράποδ᾽ ὡς αὑτὸν λαβὼν οὗτος, καὶ τἄλλα τὰ μετὰ τούτων ὑποτεθένθ᾽ ἡμῖν, ἀνάλωμα μὲν εἰς αὐτὰ τοσοῦτο λελόγισται, λῆμμα δ᾽ ἀπ᾽ αὐτῶν οὐδ᾽ ὁτιοῦν, καὶ αὐτοὺς δὲ τοὺς ἀνθρώπους ἠφάνικεν, οἳ δώδεκα μνᾶς ἀτελεῖς ἑκάστου τοῦ ἐνιαυτοῦ προσέφερον. λέγ᾽ ἑτέραν.”Μαρτυρία”
[13] τοῦτον τὸν ἐλέφαντα καὶ τὸν σίδηρον πεπρακὼς οὐδὲ καταλειφθῆναί φησιν, ἀλλὰ καὶ τούτων τὴν τιμὴν ἀποστερεῖ με, μάλιστα τάλαντον. λέγε ταυτασί.”Μαρτυρίαι”
ταῦθ᾽ οὗτος τρία τάλαντα καὶ χιλίας ἔχει χωρὶς τῶν ἄλλων. τοῦ μὲν οὖν ἀρχαίου πέντε τάλανθ᾽ ἃ εἴληφεν: σὺν δὲ τοῖς ἔργοις, ἂν ἐπὶ δραχμῇ τις τιθῇ μόνον, πλέον ἢ δέκα τάλαντ᾽ ἔχει. λέγε τὰς ἐφεξῆς.”Μαρτυρίαι”
[14] ταῦθ᾽ οὗτοι γραφῆναι μὲν ἐν ταῖς διαθήκαις καὶ λαβεῖν σφᾶς αὐτοὺς κατ᾽ ἀλλήλων μαρτυροῦσιν. οὗτος δὲ καὶ μεταπεμφθῆναι φάσκων ὑπὸ τοῦ πατρός, καὶ ἐλθὼν εἰς τὴν οἰκίαν, εἰσελθεῖν μὲν οὔ φησιν ὡς τὸν μεταπεμψάμενον, οὐδ᾽ ὁμολογῆσαι περὶ τούτων οὐδέν, Δημοφῶντος δ᾽ ἀκοῦσαι γραμματεῖον ἀναγιγνώσκοντος καὶ Θηριππίδου λέγοντος ὡς ἐκεῖνος ταῦτα διέθετο, καὶ προεισεληλυθὼς καὶ ἅπαντα διωμολογημένος πρὸς τὸν πατέρα, ὅσαπερ ἐκεῖνος γράψας κατέλιπεν. [15] ὁ γὰρ πατήρ, ὦ ἄνδρες δικασταί, ὡς ᾔσθετο τὴν νόσον οὐκ ἀποφευξόμενος, συγκαλέσας τούτους τρεῖς ὄντας, καὶ συμπαρακαθισάμενος Δήμωνα τὸν ἀδελφόν, τὰ σώμαθ᾽ ἡμῶν εἰς τὰς χεῖρας ἐνέθηκεν παρακαταθήκην ἐπονομάζων, τὴν μὲν ἀδελφὴν Δημοφῶντι καὶ δύο τάλαντα προῖκα διδοὺς εὐθύς, καὶ γυναῖκ᾽ αὐτῷ ταύτην ἐγγυῶν, ἐμὲ δὲ πᾶσιν κοινῇ μετὰ τῶν χρημάτων παρακατατιθέμενος, καὶ ἐπισκήπτων μισθῶσαί τε τὸν οἶκον καὶ συνδιασῷσαί μοι τὴν οὐσίαν, [16] διδοὺς ἅμα τε Θηριππίδῃ τὰς ἑβδομήκοντα μνᾶς, καὶ τούτῳ τήν τ᾽ ἐμὴν μητέρ᾽ ἐγγυῶν ἐπὶ ταῖς ὀγδοήκοντα μναῖς, κἄμ᾽ εἰς τὰ τούτου γόνατα τιθείς: ὧν οὗτος ὁ πάντων ἀνθρώπων ἀνοσιώτατος οὐδένα λόγον ἐποιήσατο, κύριος τῶν ἐμῶν γενόμενος ἐπὶ τούτοις, ἀλλὰ τὰ χρήματά με πάντ᾽ ἀπεστερηκὼς μετὰ τῶν συνεπιτρόπων, ἐλεεῖσθαι νῦν ὑφ᾽ ὑμῶν ἀξιώσει, μνῶν οὐδ᾽ ἑβδομήκοντ᾽ ἄξια τρίτος αὐτὸς ἀποδεδωκώς, εἶτα καὶ τούτοις αὐτοῖς πάλιν ἐπιβεβουλευκώς. [17] ὡς γὰρ τὰς δίκας ταύτας ἔμελλον εἰσιέναι κατ᾽ αὐτῶν, ἀντίδοσιν ἐπ᾽ ἐμὲ παρεσκεύασαν, ἵν᾽ εἰ μὲν ἀντιδοίην, μὴ ἐξείη μοι πρὸς αὐτοὺς ἀντιδικεῖν, ὡς καὶ τῶν δικῶν τούτων τοῦ ἀντιδόντος γιγνομένων, εἰ δὲ μηδὲν τούτων ποιοίην, ἵν᾽ ἐκ βραχείας οὐσίας λῃτουργῶν παντάπασιν ἀναιρεθείην. καὶ τοῦτ᾽ αὐτοῖς ὑπηρέτησε Θρασύλοχος ὁ Ἀναγυράσιος: ᾧ τούτων οὐδὲν ἐνθυμηθεὶς ἀντέδωκα μέν, ἀπέκλεισα δ᾽ ὡς διαδικασίας τευξόμενος: οὐ τυχὼν δὲ ταύτης, τῶν χρόνων ὑπογύων ὄντων, ἵνα μὴ στερηθῶ τῶν δικῶν, ἀπέτεισα τὴν λῃτουργίαν ὑποθεὶς τὴν οἰκίαν καὶ τἀμαυτοῦ πάντα, βουλόμενος εἰς ὑμᾶς εἰσελθεῖν τὰς πρὸς τουτουσὶ δίκας.
[18] ἆρ᾽ οὐ μεγάλα μὲν ἐξ ἀρχῆς ἠδίκημαι, μεγάλα δ᾽, ὅτι δίκην ζητῶ λαβεῖν, νῦν ὑπ᾽ αὐτῶν βλάπτομαι; τίς δ᾽ οὐκ ἂν ὑμῶν τούτῳ μὲν φθονήσειε δικαίως, ἡμᾶς δ᾽ ἐλεήσειεν, ὁρῶν τῷ μὲν πρὸς τῇ οὐσίᾳ τῇ παραδοθείσῃ πλεῖν ἢ δέκα ταλάντων τὴν ἐμὴν τοσαύτην οὖσαν προσγεγενημένην, ἡμᾶς δὲ μὴ μόνον τῶν πατρῴων διημαρτηκότας, ἀλλὰ καὶ τῶν νῦν παραδοθέντων διὰ τὴν τούτων πονηρίαν ἀπεστερημένους; ποῖ δ᾽ ἂν τραποίμεθα, εἴ τι ἄλλο ψηφίσαισθ᾽ ὑμεῖς περὶ αὐτῶν; εἰς τὰ ὑποκείμενα τοῖς δανείσασιν; ἀλλὰ τῶν ὑποθεμένων ἐστίν. ἀλλ᾽ εἰς τὰ περιόντ᾽ αὐτῶν; ἀλλὰ τούτου γίγνεται, τὴν ἐπωβελίαν ἐὰν ὄφλωμεν. [19] μηδαμῶς, ὦ ἄνδρες δικασταί, γένησθ᾽ ἡμῖν τοσούτων αἴτιοι κακῶν: μηδὲ τὴν μητέρα κἀμὲ καὶ τὴν ἀδελφὴν ἀνάξια παθόντας περιίδητε, οὓς ὁ πατὴρ οὐκ ἐπὶ ταύταις ταῖς ἐλπίσιν κατέλιπεν, ἀλλὰ τὴν μὲν ὡς Δημοφῶντι συνοικήσουσαν ἐπὶ δυοῖν ταλάντοιν προικί, τὴν δ᾽ ἐπ᾽ ὀγδοήκοντα μναῖς τούτῳ τῷ σχετλιωτάτῳ πάντων ἀνθρώπων, ἐμὲ δ᾽ ὑμῖν διάδοχον ἀνθ᾽ αὑτοῦ τῶν λῃτουργιῶν ἐσόμενον. [20] βοηθήσατ᾽ οὖν ἡμῖν, βοηθήσατε, καὶ τοῦ δικαίου καὶ ὑμῶν αὐτῶν ἕνεκα καὶ ἡμῶν καὶ τοῦ πατρὸς τοῦ τετελευτηκότος. σῴσατε, ἐλεήσατε, ἐπειδή μ᾽ οὗτοι συγγενεῖς ὄντες οὐκ ἠλέησαν. εἰς ὑμᾶς καταπεφεύγαμεν. ἱκετεύω, ἀντιβολῶ πρὸς �
�αίδων, πρὸς γυναικῶν, πρὸς τῶν ὄντων ἀγαθῶν ὑμῖν. οὕτως ὄναισθε τούτων, μὴ περιίδητέ με, μηδὲ ποιήσητε τὴν μητέρα καὶ τῶν ἐπιλοίπων ἐλπίδων εἰς τὸν βίον στερηθεῖσαν ἀνάξιον αὑτῆς τι παθεῖν: [21] ἣ νῦν μὲν οἴεται τυχόντα με τῶν δικαίων παρ᾽ ὑμῖν ὑποδέξεσθαι καὶ τὴν ἀδελφὴν ἐκδώσειν: εἰ δ᾽ ὑμεῖς ἄλλο τι γνώσεσθε, ὃ μὴ γένοιτο, τίν᾽ οἴεσθ᾽ αὐτὴν ψυχὴν ἕξειν, ὅταν ἐμὲ μὲν ἴδῃ μὴ μόνον τῶν πατρῴων ἀπεστερημένον, ἀλλὰ καὶ πρὸς ἠτιμωμένον, περὶ δὲ τῆς ἀδελφῆς μηδ᾽ ἐλπίδ᾽ ἔχουσαν ὡς τεύξεταί τινος τῶν προσηκόντων διὰ τὴν ἐσομένην ἀπορίαν; [22] οὐκ ἄξιος, ὦ ἄνδρες δικασταί, οὔτ᾽ ἐγὼ δίκης ἐν ὑμῖν μὴ τυχεῖν, οὔθ᾽ οὗτος τοσαῦτα χρήματ᾽ ἀδίκως κατασχεῖν. ἐμοῦ μὲν γὰρ εἰ καὶ μήπω πεῖραν εἰλήφατε, ποῖός τις ἂν εἰς ὑμᾶς εἴην, ἐλπίζειν προσήκει μὴ χείρω τοῦ πατρὸς ἔσεσθαι. τούτου δὲ πεῖραν ἔχετε, καὶ σαφῶς ἴσθ᾽ ὅτι πολλὴν οὐσίαν παραλαβὼν οὐ μόνον οὐδὲν πεφιλοτίμηται πρὸς ὑμᾶς, ἀλλὰ καὶ τἀλλότρι᾽ ἀποστερῶν ἀποδέδεικται. [23] ταῦτ᾽ οὖν σκοποῦντες καὶ τἄλλα μνησθέντες, ᾗ δίκαιόν ἐστι, ταύτῃ ψηφίσασθε. πίστεις δ᾽ ἔχεθ᾽ ἱκανὰς ἐκ μαρτύρων, ἐκ τεκμηρίων, ἐκ τῶν εἰκότων, ἐξ ὧν οὗτοι λαβεῖν ὁμολογοῦντες ἁθρόα τἀμά, ταῦτ᾽ ἀνηλωκέναι φασὶν οὐκ ἀνηλωκότες, ἀλλ᾽ αὐτοὶ πάντ᾽ ἔχοντες. [24] ὧν ἐνθυμουμένους χρὴ ποιήσασθαί τιν᾽ ἡμῶν πρόνοιαν, εἰδότας ὅτι ἐγὼ μὲν τἀμαυτοῦ δι᾽ ὑμῶν κομισάμενος εἰκότως λῃτουργεῖν ἐθελήσω, χάριτας ὀφείλων ὅτι μοι δικαίως ἀπέδοτε τὴν οὐσίαν, οὗτος δ᾽, ἐὰν αὐτὸν ποιήσητε τῶν ἐμῶν κύριον, οὐδὲν ποιήσει τοιοῦτον. μὴ γὰρ οἴεσθ᾽ αὐτόν, ὑπὲρ ὧν ἤρνηται μὴ λαβεῖν, ὑπὲρ τούτων ὑμῖν λῃτουργεῖν ἐθελήσειν, ἀλλ᾽ ἀποκρύψεσθαι μᾶλλον, ἵνα δικαίως ἀποπεφευγέναι δοκῇ.
πρὸς Ἄφοβον ὑπὲρ Φάνου Ψευδομαρτυριῶν
εἰ μὴ πρότερόν μοι δίκης γενομένης πρὸς Ἄφοβον, ὦ ἄνδρες δικασταί, συνῄδειν πολλῷ τούτων μείζω καὶ δεινότερ᾽ αὐτοῦ ψευσαμένου ῥᾳδίως ἐξελέγξας διὰ τὴν περιφάνειαν τῶν ἀδικημάτων, θαυμασίως ἂν ὡς ηὐλαβούμην μὴ καὶ νῦν οὐ δυνηθῶ δεῖξαι, πῇ παρακρούεταί ποθ᾽ ἕκασθ᾽ ὑμᾶς αὐτῶν. νῦν δὲ σὺν θεοῖς εἰπεῖν, ἄνπερ ἴσοι καὶ κοινοὶ γένησθ᾽ ἡμῶν ἀκροαταί, πολλὰς ἐλπίδας ἔχω μηδὲν ἧττον ὑμᾶς τὴν ἀναίδειαν τὴν τούτου γνώσεσθαι τῶν πρότερον δικασάντων. καὶ ταῦτ᾽ εἰ μὲν ἐδεῖτο λόγου τινὸς ἢ ποικιλίας, ἔγωγε κατώκνουν ἂν τὴν ἐμαυτοῦ καταμεμφόμενος ἡλικίαν: νῦν δ᾽ ἁπλῶς δεῖ διδάξαι καὶ διηγήσασθαι τὰ τούτῳ πεπραγμένα περὶ ἡμῶν: ἐκ δὲ τούτων οἶμαι πᾶσιν ὑμῖν εὔγνωστον ἔσεσθαι, πότερός ποθ᾽ ἡμῶν ἐσθ᾽ ὁ πονηρός.
[2] οἶδα μὲν οὖν ὅτι τὴν δίκην οὗτος εἴληχε ταύτην, οὐχὶ τῷ τὰ ψευδῆ τιν᾽ αὑτοῦ καταμεμαρτυρηκέναι ἐξελέγξειν πιστεύων, ἀλλ᾽ ἡγούμενος διὰ τὸ μέγεθος τοῦ τιμήματος τῆς δίκης, ἣν ὦφλεν, ἐμοὶ μὲν ἂν γενέσθαι τινὰ φθόνον, αὑτῷ δ᾽ ἔλεον. καὶ διὰ ταῦτα περὶ τῆς γεγενημένης δίκης νῦν ἀπολογεῖται, περὶ ἧς τότ᾽ οὐδὲν ἔσχε δίκαιον εἰπεῖν. ἐγὼ δ᾽, ὦ ἄνδρες δικασταί, εἰ μὲν ἐπεπράγμην τοῦτον τὴν δίκην ἢ μηδὲν ἤθελον μέτριον συγχωρεῖν, ἠδίκουν μὲν οὐδ᾽ ἂν οὕτως, τὰ παρ᾽ ὑμῖν γνωσθέντα πραττόμενος αὐτόν, ὅμως δ᾽ ἂν εἶχέν τις εἰπεῖν, ὡς λίαν ὠμῶς καὶ πικρῶς ὄντα συγγενῆ τοῦτον ἐκ τῆς οὐσίας ἁπάσης ἐκβέβληκα. [3] νῦν δὲ τοὐναντίον ἐστίν: οὗτος ἐμὲ τῶν πατρῴων ἁπάντων μετὰ τῶν συνεπιτρόπων ἀπεστέρηκεν, καὶ οὐδ᾽ ἐν ὑμῖν φανερῶς ἐξελεγχθεὶς οἴεται δεῖν οὐδὲν τῶν μετρίων ποιεῖν, ἀλλὰ διασκευασάμενος τὴν οὐσίαν, καὶ παραδοὺς τὴν μὲν συνοικίαν Αἰσίῳ, τὸν δ᾽ ἀγρὸν Ὀνήτορι, πρὸς μὲν ἐκείνους δίκην καὶ πράγματ᾽ ἔχειν ἐμὲ πεποίηκεν, ἐκ δὲ τῆς οἰκίας αὐτὸς τὰ σκεύη λαβὼν καὶ τἀνδράποδ᾽ ἐξαγαγὼν καὶ τὸν λάκκον συντρίψας καὶ τὰ θυρώματ᾽ ἀποσπάσας καὶ μόνον οὐκ αὐτὴν τὴν οἰκίαν ἐμπρήσας Μέγαράδ᾽ ἐξῴκηκεν κἀκεῖ μετοίκιον τέθηκεν. ὥστε πολὺ ἂν δικαιότερον διὰ ταῦτα τὰ ἔργα τοῦτον μισήσαιτε ἢ ἐμοῦ τιν᾽ ἀνεπιείκειαν καταγνοίητε.
[4] περὶ μὲν οὖν τῆς αἰσχροκερδίας τῆς τούτου καὶ μιαρίας ὕστερόν μοι δοκεῖ διεξελθεῖν πρὸς ὑμᾶς: καὶ νῦν δ᾽ ὡς ἐν κεφαλαίοις ἀκηκόατε: περὶ δὲ τῶν μεμαρτυρημένων, ὡς ἔστιν ἀληθῆ, περὶ ὧνπερ οἴσετε τὴν ψῆφον, ἤδη πειράσομαι διδάσκειν ὑμᾶς. δέομαι δ᾽ ὑμῶν, ὦ ἄνδρες δικασταί, δικαίαν δέησιν, ἐξ ἴσου ἡμῶν ἀμφοτέρων ἀκοῦσαι. τοῦτο δ᾽ ἐστὶ καὶ ὑπὲρ ὑμῶν ὁμοίως: ὅσῳ γὰρ ἂν ἀκριβέστερον τὰ πεπραγμένα μάθητε, τοσούτῳ δικαιοτέραν καὶ εὐορκοτέραν θήσεσθε τὴν ψῆφον περὶ αὐτῶν. [5] ἐπιδείξω δὲ τοῦτον οὐ μόνον ὡμολογηκότ᾽ εἶναι τὸν Μιλύαν ἐλεύθερον, ἀλλὰ καὶ φανερὸν τοῦτ᾽ ἔργῳ πεποιηκότα, καὶ πρὸς τούτοις τοὺς ἐκ βασάνου περὶ αὐτῶν πεφευγότα τοῦτον τοὺς ἀκριβεστάτους ἐλέγχους, καὶ οὐκ ἐθελήσαντ᾽ ἐκ τούτων ἐπιδεῖξαι τὴν ἀλήθειαν, ἀλλὰ πανουργοῦντα καὶ μάρτυρας ψευδεῖς παρεχόμενον καὶ διακλέπτοντα τοῖς ἑαυτοῦ λόγοις τὴν ἀλήθειαν τῶν πεπραγμένων, οὕτω μεγάλοις καὶ φανεροῖς ἐλέγχοις ὥσθ᾽ ὑμᾶς πάντας εἴσεσθαι σαφῶς, ὅτι ἡμεῖς μὲν ἀληθῆ λέγομεν, οὗτος δ᾽ οὐδὲν ὑγιὲς εἴρηκεν. ἄρξομαι δ᾽ ἐντεῦθεν ὅθεν καὶ ὑμεῖς
ῥᾷστ᾽ ἂν μάθοιτε κἀγὼ τάχιστ᾽ ἂν διδάξαιμι.