Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 223
Delphi Complete Works of Demosthenes Page 223

by Demosthenes


  [6] ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, Δημοφῶντι καὶ Θηριππίδῃ καὶ τούτῳ δίκας ἔλαχον ἐπιτροπῆς ἀποστερηθεὶς ἁπάντων τῶν ὄντων. γενομένης δέ μοι τῆς δίκης πρὸς τοῦτον πρῶτον, ἐπέδειξα σαφῶς τοῖς δικάζουσιν, ὥσπερ ὑμῖν ἐπιδείξω, πάνθ᾽ ὅσ᾽ ἡμῖν κατελείφθη χρήματ᾽ ἀπεστερηκότα τοῦτον μετ᾽ ἐκείνων, οὐ καταψευδομαρτυρησάμενος. [7] τεκμήριον δὲ μέγιστον: μαρτυριῶν γὰρ πλέον ἢ πάνυ πολλῶν τῶν ἁπασῶν ἀναγνωσθεισῶν ἐπὶ τῇ δίκῃ, καὶ τούτων τῶν μὲν ὡς ἔδοσάν τι τούτῳ τῶν ἐμῶν καταμαρτυρουσῶν, τῶν δ᾽ ὡς παρῆσαν κομιζομένῳ, τῶν δ᾽ ὡς πριάμενοι παρὰ τούτου τούτῳ τὰς τιμὰς διέλυσαν, οὐδ᾽ ᾗ τινι τούτων τῶν ψευδομαρτυρίων ἐπεσκήψατο, οὐδὲ τετόλμηκεν διώκειν ἀλλ᾽ ἢ ταύτην μίαν οὖσαν, ἐν ᾗ δραχμὴν οὐκ ἂν ἔχοι δεῖξαι μεμαρτυρημένην. [8] καίτοι τό γε τίμημα τῶν χρημάτων ὧν ἀπεστερήμην, οὐκ ἐκ ταύτης συντιθεὶς ἐλογιζόμην τοσοῦτον (οὐ γὰρ ἔνεστ᾽ ἀργύριον), ἀλλ᾽ ἐξ ἐκείνων καθ᾽ ἕκαστα τιθείς, αἷς οὗτος οὐκ ἐπεσκήψατο. ὅθεν οἱ τότ᾽ ἀκούσαντες οὐ μόνον αὐτοῦ κατέγνωσαν, ἀλλὰ καὶ τῶν ἐπιγεγραμμένων ἐτίμησαν. τίνος οὖν ἕνεκ᾽ ἐκείνας μὲν εἴασε, τῇδε δ᾽ ἐπεσκήψατο; ἐγὼ καὶ τοῦτο διδάξω. [9] τῶν μαρτυριῶν ὅσαι μὲν αὐτοῦ χρήματ᾽ ἔχειν κατεμαρτύρουν, ᾔδει σαφῶς ὅτι τοσούτῳ μᾶλλον ἐξελεγχθήσεται ταῦτ᾽ ἔχων, ὅσῳ πλείων λόγος δοθήσεται καθ᾽ ἓν περὶ ἑκάστου. τοῦτο δ᾽ ἔμελλεν ἐν τῇ τῶν ψευδομαρτυρίων ἔσεσθαι κρίσει: ὃ γὰρ τότ᾽ ἐν μικρῷ μέρει τινὶ τοῦ παντὸς ὕδατος μετὰ τῶν ἄλλων κατηγορήσαμεν, νῦν πρὸς ἅπαν τὸ ὕδωρ αὐτὸ καθ᾽ αὑτὸ διδάξειν ἐμέλλομεν. [10] ἀποκρίσει δ᾽ ἐπισκηψάμενος ἐνόμιζεν, ὥσπερ τόθ᾽ ὡμολόγησεν, οὕτω πάλιν ἔξαρνος γενέσθαι ταῦτ᾽ ἐφ᾽ ἑαυτῷ γενήσεσθαι. διὰ ταῦτα τήνδε διώκει. βούλομαι δὴ ταύτην, ὡς ἔστιν ἀληθής, ἐπιδεῖξαι σαφῶς πᾶσιν ὑμῖν, οὐκ ἐξ εἰκότων οὐδὲ λόγων πρὸς τὸ παρὸν μεμηχανημένων, ἀλλ᾽ ἐκ τοῦ παρὰ πᾶσιν ὑμῖν δόξοντος, ὡς ἐγὼ νομίζω, δικαίου. σκοπεῖτε δ᾽ ἀκούσαντες.

  [11] ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, περὶ τῆς μαρτυρίας τῆς ἐν τῷ γραμματείῳ γεγραμμένης εἰδὼς ὄντα μοι τὸν ἀγῶνα, καὶ περὶ τούτου τὴν ψῆφον ὑμᾶς οἴσοντας ἐπιστάμενος, ᾠήθην δεῖν μηδὲν ἄλλο τούτου πρότερον ἢ τοῦτον προκαλούμενος ἐλέγξαι. καὶ τί ποιῶ; παραδοῦναι παῖδ᾽ ἤθελον αὐτῷ γράμματ᾽ ἐπιστάμενον βασανίζειν, ὃς παρῆν ὅθ᾽ ὡμολόγει ταῦθ᾽ οὗτος, καὶ τὴν μαρτυρίαν ἔγραφεν, οὐδὲν ὑφ᾽ ἡμῶν κελευσθεὶς κακοτεχνεῖν, οὐδὲ τὸ μὲν γράφειν, τὸ δ᾽ ἀφαιρεῖν ὧν οὗτος εἰρήκει περὶ τούτων, ἀλλ᾽ ἁπλῶς ὑπὲρ τοῦ πάντα τἀληθῆ καὶ τὰ τούτῳ ῥηθέντα γράψαι. [12] καίτοι τί κάλλιον ἦν τοῦ τὸν παῖδα στρεβλοῦντ᾽ ἐλέγξαι ψευδομένους ἡμᾶς; ἀλλὰ συνῄδει πάντων μάλιστ᾽ ἀνθρώπων ὅτι τἀληθῆ μεμαρτύρηται: διόπερ ἔφευγε τὴν βάσανον. ἀλλὰ μὴν οὐχ εἷς οὐδὲ δύο ταῦτ᾽ ἴσασιν, οὐδ᾽ ὑπὸ μάλης ἡ πρόκλησις γέγονεν, ἀλλ᾽ ἐν τῇ ἀγορᾷ μέσῃ πολλῶν παρόντων. καί μοι κάλει τούτων τοὺς μάρτυρας.”Μάρτυρες”

  [13] οὕτω τοίνυν οὗτός ἐστιν σοφιστὴς καὶ σφόδρ᾽ ἑκὼν τὰ δίκαι᾽ ἀγνοεῖν προσποιούμενος, ὥστε ψευδομαρτυρίων διώκων, καὶ περὶ τούτου τὴν ψῆφον ὑμῶν μελλόντων οἴσειν καὶ ὀμωμοκότων, περὶ τῆς μαρτυρίας μὲν ἔφευγε τὴν βάσανον, περὶ οὗ μάλιστα προσῆκεν αὐτῷ τὸν λόγον ποιεῖσθαι, περὶ δ᾽ ἄλλων φησὶν ἐξαιτεῖν, ψευδόμενος. [14] καίτοι πῶς οὐχ ὑπερφυές, αὑτὸν μὲν δεινὰ πεπονθέναι φάσκειν, εἰ τὸν ἐλεύθερον ἐξαιτῶν, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω, μὴ παρέλαβεν, τοὺς δὲ μάρτυρας οὐ δεινὰ πάσχειν νομίζειν, τὸν ὁμολογουμένως δοῦλον περὶ ὧν ἐμαρτύρησαν ἐκδιδόντος, οὐκ ἐθέλοντος τούτου παραλαβεῖν; οὐ γὰρ δὴ τοῦτό γ᾽ ἔνεστιν εἰπεῖν, ὡς περὶ μὲν τινῶν ὧν αὐτὸς βούλεται σαφὴς ἡ βάσανος, περὶ δ᾽ αὖ τινῶν οὐ σαφής.

  [15] ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, ταύτην τὴν μαρτυρίαν ἐμαρτύρησεν ἁδελφὸς ὁ τούτου πρῶτος Αἴσιος, ὃς νῦν μὲν ἔξαρνός ἐστιν τούτῳ συναγωνιζόμενος, τότε δ᾽ ἐμαρτύρησεν ταῦτα μετὰ τῶν ἄλλων, οὔτ᾽ ἐπιορκεῖν οὔτ᾽ εὐθὺς παραχρῆμα δίκην ὀφλισκάνειν βουλόμενος. ὃν οὐκ ἂν δήπου, ψευδῆ μαρτυρίαν εἰ παρεσκευαζόμην, ἐνέγραψ᾽ ἂν εἰς τοὺς μάρτυρας, ὁρῶν μὲν Ἀφόβῳ χρώμενον μάλιστ᾽ ἀνθρώπων ἁπάντων, εἰδὼς δὲ συνεροῦντ᾽ αὐτῷ τὴν δίκην, ἔτι δ᾽ ἐμαυτοῦ ὄντ᾽ ἀντίδικον: οὐ γὰρ ἔχει λόγον τὸν ἑαυτοῦ διάφορον καὶ τούτου ἀδελφὸν μὴ ἀληθινῆς μαρτυρίας ἐγγράψαι μάρτυρα. [16] τούτων τοίνυν εἰσὶ μὲν πολλοὶ μάρτυρες, ἔτι δ᾽ οὐκ ἐλάττω τεκμήρια τῶν μαρτύρων. πρῶτον μὲν γάρ, εἴπερ ὡς ἀληθῶς ταῦτα μὴ ἐμαρτύρησεν, οὐκ ἂν νῦν ἔξαρνος ἦν, ἀλλὰ τότ᾽ εὐθὺς ἐπὶ τοῦ δικαστηρίου τῆς μαρτυρίας ἀναγιγνωσκομένης, ἡνίκα μᾶλλον ἂν αὐτὸν ἢ νῦν ὠφέλει. δεύτερον δ᾽ οὐκ ἂν ἡσυχίαν ἦγεν, ἀλλὰ δίκην ἄν μοι βλάβης ἔλαχεν, εἰ ψευδομαρτυρίων ὑπόδικον αὐτὸν ἐποίουν κατὰ τἀδελφοῦ οὐ προσῆκον, ἐν ᾗ καὶ περὶ χρημάτων καὶ περὶ ἀτιμίας ἄνθρωποι κινδυνεύουσιν. [17] ἔτι δὲ τὸ πρᾶγμ᾽ ἂν ἐξελέγξαι ζητῶν, ἐξῄτησεν ἄν με τὸν παῖδα τὸν γράφοντα τὰς μαρτυρίας, ἵν᾽ εἰ μὴ παρεδίδουν, μηδὲν δίκαιον λέγειν ἐδόκουν. νῦν δὲ τοσούτου ποιῆσαί τι τούτων ἐδέησεν, ὥστ᾽ οὐδ᾽ ἐμοῦ π�
�ραδιδόντος, ἐπειδὴ ταῦτ᾽ ἔξαρνος ἐγένεθ᾽ οὗτος, παραλαβεῖν ἠθέλησεν, ἀλλ᾽ ὁμοίως φαίνονται καὶ περὶ τούτων φεύγοντες τὰς βασάνους. [18] καὶ ταῦθ᾽ ὡς ἀληθῆ λέγω, καὶ ἔν τε τοῖς μάρτυσιν μεμαρτυρηκὼς Αἴσιος οὐκ ἠρνήθη ταῦτ᾽ ἐπὶ τοῦ δικαστηρίου τούτῳ παρεστηκὼς τῆς μαρτυρίας ἀναγιγνωσκομένης, ἐμοῦ τ᾽ ἐκδιδόντος τὸν παῖδα περὶ ἁπάντων τούτων βασανίζειν αὐτοῖς οὐκ ἠθέλησε παραλαβεῖν, καθ᾽ ἕκαστον ὑμῖν παρέξομαι τοὺς μάρτυρας. καί μοι κάλει δεῦρ᾽ αὐτούς.”Μάρτυρες”

  [19] ὃ τοίνυν, ὦ ἄνδρες δικασταί, πάντων τῶν εἰρημένων οἶμαι μέγιστον ὑμῖν ἐρεῖν σημεῖον τοῦ ταῦτ᾽ ἀποκρίνασθαι τοῦτον, βούλομαι διελθεῖν. ἐπειδὴ γὰρ ἐξῄτει με τὸν ἄνθρωπον ταῦθ᾽ ὡμολογηκὼς ἃ μεμαρτύρηται, βουλόμενος καὶ τότ᾽ αὐτὸν ἐξελέγξαι τεχνάζοντα τί ποιῶ; [20] προσκαλοῦμαι κατὰ Δήμωνος εἰς μαρτυρίαν, ὄντος αὐτῷ θείου καὶ κοινωνοῦ τῶν ἀδικημάτων, καὶ συγγράψας ταῦτ᾽ ἐκέλευον μαρτυρεῖν, ἃ νῦν διώκει τῶν ψευδομαρτυρίων. οὗτος δὲ τὸ μὲν πρῶτον ἀπηναισχύντει, τοῦ δὲ διαιτητοῦ κελεύοντος μαρτυρεῖν ἢ ἐξομνύειν ἐμαρτύρησεν πάνυ μόγις. καίτοι εἴ γ᾽ ἦν δοῦλος ἅνθρωπος καὶ μὴ προωμολόγητο πρὸς τοῦδ᾽ ἐλεύθερος εἶναι, τί μαθὼν ἐμαρτύρησεν, ἀλλ᾽ οὐκ ἐξομόσας ἀπηλλάγη τοῦ πράγματος; [21] ἀλλὰ μὴν καὶ περὶ τούτων ἤθελον παραδοῦναι τὸν παῖδα τὸν γράφοντα τὴν μαρτυρίαν, ὃς τά τε γράμματ᾽ ἔμελλεν γνώσεσθαι τὰ ἑαυτοῦ καὶ τοῦτον ἐμνημόνευεν ἀκριβῶς μαρτυρήσαντα ταῦτα. καὶ ταῦτ᾽ ἤθελον οὐχὶ μαρτύρων ἀπορῶν οἳ παρῆσαν (ἦσαν γάρ), ἀλλ᾽ ἵνα μὴ τούτους αἰτιῷτο τὰ ψευδῆ μαρτυρεῖν, ἀλλὰ τὸ πιστὸν ἐκ τῆς βασάνου τούτοις ὑπάρχοι. καίτοι πῶς ἄξιόν ἐστι καταγνῶναι τῶν μαρτύρων διὰ τοῦτο, οἳ μόνοι τῶν πώποτ᾽ ἠγωνισμένων δίκην ἐν ὑμῖν τὸν διώκοντ᾽ αὐτὸν αὑτοῖς μάρτυρα τούτων ἐπιδεικνύουσιν γεγενημένον; ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν πρόκλησιν καὶ τὴν μαρτυρίαν.”Πρόκλησις”“Μαρτυρία”

  [22] τηλικαῦτα τοίνυν δίκαια φυγὼν οὗτος, καὶ ἐκ τοσούτων τεκμηρίων ἐπιδεικνύμενος ὅτι συκοφαντεῖ, τοῖς μὲν αὑτοῦ μάρτυσιν ἀξιοῖ πιστεύειν ὑμᾶς, τοὺς δ᾽ ἐμοὺς διαβάλλει καί φησιν οὐ τἀληθῆ μαρτυρεῖν. βούλομαι δὴ καὶ ἐκ τῶν εἰκότων περὶ αὐτῶν εἰπεῖν. οἶδ᾽ οὖν ὅτι πάντες ἂν ὁμολογήσαιτε τοὺς τὰ ψευδῆ μαρτυροῦντας ἢ κέρδεσιν δι᾽ ἀπορίαν ἐπαιρομένους ἢ δι᾽ ἑταιρίαν ἢ καὶ δι᾽ ἔχθραν τῶν ἀντιδίκων ἐθέλειν ἄν τι τοιοῦτον ποιῆσαι. [23] τούτων τοίνυν οὐδὲ δι᾽ ἓν ἂν εἶεν ἐμοὶ μεμαρτυρηκότες. οὔτε γὰρ ἑταιρίᾳ (πῶς γάρ; οἵ γε μήτ᾽ ἐν ταῖς αὐταῖς διατριβαῖς μήτε καθ᾽ ἡλικίαν, μὴ ὅτι ἐμοί τινες αὐτῶν, ἀλλ᾽ οὐδὲ σφίσιν αὐτοῖς εἰσίν), οὔτ᾽ ἔχθρᾳ τούτου: φανερὸν γὰρ καὶ τοῦτ᾽ ἔστιν: ὁ μὲν γὰρ ἀδελφὸς καὶ σύνδικος, Φᾶνος δ᾽ ἐπιτήδειος καὶ φυλέτης, Φίλιππος δ᾽ οὔτε φίλος οὔτ᾽ ἐχθρός, ὥστ᾽ οὐδὲ ταύτην ἄν τις ἐπενέγκοι δικαίως τὴν αἰτίαν. [24] καὶ μὴν οὐδὲ δι᾽ ἀπορίαν ἄν τις φήσειεν: πάντες γὰρ κέκτηνται τοσαύτην οὐσίαν ὥστε καὶ λῃτουργεῖν ὑμῖν προθύμως καὶ τὰ προσταττόμενα ποιεῖν. χωρὶς δὲ τούτων οὔτ᾽ ἀγνῶτες ὑμῖν οὔτ᾽ ἐπὶ τὰ χείρω γιγνωσκόμενοι, μέτριοι δ᾽ ὄντες ἄνθρωποι. καίτοι εἰ μήτ᾽ ἄποροι μήτ᾽ ἐχθροὶ τούτου μήτ᾽ ἐμοὶ φίλοι, πῶς χρὴ κατὰ τούτων λαβεῖν τιν᾽ ὑποψίαν ὡς τὰ ψευδῆ μαρτυροῦσιν; ἐγὼ μὲν γὰρ οὐκ οἶδα.

  [25] ταῦτα τοίνυν οὗτος εἰδώς, καὶ πάντων μάλιστ᾽ ἐπιστάμενος τἀληθῆ μεμαρτυρηκότας αὐτούς, ὅμως συκοφαντεῖ καί φησιν οὐ μόνον οὐκ εἰπεῖν ταῦτα, ἃ πῶς τις ἂν μᾶλλον ἐξελέγξειεν εἰρηκότα; ἀλλὰ καὶ δοῦλον εἶναι τὸν ἄνθρωπον τῷ ὄντι. βούλομαι δὲ διὰ βραχέων εἰπὼν πρὸς ὑμᾶς ἐξελέγξαι καὶ ταῦτ᾽ αὐτὸν ψευδόμενον. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καὶ περὶ τούτων ἠθέλησα τούτῳ παραδοῦναι βασανίζειν τὰς θεραπαίνας, αἳ τελευτῶντος τοῦ πατρὸς μνημονεύουσιν ἀφεθέντα τοῦτον ἐλεύθερον εἶναι τότε. [26] καὶ πρὸς τούτοις ἡ μήτηρ κατ᾽ ἐμοῦ καὶ τῆς ἀδελφῆς, οἳ μόνοι παῖδές ἐσμεν αὐτῇ, δι᾽ οὓς κατεχήρευσε τὸν βίον, πίστιν ἤθελεν ἐπιθεῖναι παραστησαμένη, τὸν ἄνθρωπον τοῦτον ἀφεῖναι τὸν πατέρ᾽ ἡνίκ᾽ ἐτελεύτα, καὶ νομίζεσθαι παρ᾽ ἡμῖν τοῦτον ἐλεύθερον: ἣν μηδεὶς ὑμῶν νομιζέτω καθ᾽ ἡμῶν ποτ᾽ ἂν ὀμνύναι ταῦτ᾽ ἂν ἐθέλειν, εἰ μὴ σαφῶς ᾔδει τὰ εὔορκ᾽ ὀμουμένη. ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω καὶ ταῦτ᾽ ἦμεν ἕτοιμοι ποιεῖν, κάλει τούτων τοὺς μάρτυρας.”Μάρτυρες”

  [27] τοσαῦτα τοίνυν δίκαια λέγειν ἐχόντων ἡμῶν καὶ καταφεύγειν εἰς τοὺς μεγίστους ἐλέγχους ἐθελόντων περὶ τῶν μεμαρτυρημένων, πάντα ταῦτα φυγὼν οὗτος οἴεται, περὶ τῆς γεγενημένης δίκης διαβάλλων καὶ κατηγορῶν ἐμοῦ, τοῦ μάρτυρος ὑμᾶς πείσειν καταψηφίσασθαι, πάντων οἶμαι πρᾶγμα κατασκευάσας ἀδικώτατον καὶ πλεονεκτικώτατον. [28] αὐτὸς μὲν γὰρ μάρτυρας ψευδεῖς παρεσκεύασται περὶ τούτων, συγχορηγὸν ἔχων Ὀνήτορα τὸν κηδεστὴν καὶ Τιμοκράτην: ἡμεῖς δ᾽ οὐχὶ προειδότες, ἀλλ᾽ ὑπὲρ αὐτῆς τῆς μαρτυρίας ἡγούμενοι τὸν ἀγῶν᾽ ἔσεσθαι, τοὺς περὶ τῶν ἐκ τῆς ἐπιτροπῆς χρημάτων μάρτυρας οὐ παρεσκευάσμεθα νῦν. ὅμως δέ, καίπερ οὕτως τούτου σεσοφισμένου, τὰ πράγματ᾽ αὐτὰ διεξιὼν οἶμαι
ῥᾳδίως ὑμῖν ἐπιδείξειν δικαιότατ᾽ ἀνθρώπων τοῦτον ὠφληκότα τὴν δίκην, [29] οὐχ ὅτι τὸν Μιλύαν ἐκώλυον βασανίζειν, οὐδ᾽ ὅτι τοῦτον ἐλεύθερον ὡμολόγησεν, οἱ δὲ μάρτυρες οἵδ᾽ ἐμαρτύρησαν, ἀλλ᾽ ὅτι πολλὰ τῶν ἐμῶν ἐξηλέγχθη λαβὼν καὶ τὸν οἶκον οὐκ ἐμίσθωσεν τῶν νόμων κελευόντων καὶ τοῦ πατρὸς ἐν τῇ διαθήκῃ γράψαντος, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω: ταῦτα μὲν γὰρ ἦν πᾶσιν ἰδεῖν, οἱ νόμοι καὶ τὸ πλῆθος ὧν οὗτοι διηρπάκεσαν χρημάτων: τὸν Μιλύαν δ᾽ οὐδ᾽ ὅστις ἔστιν οὐδεὶς ᾔδει. γνώσεσθε δ᾽ ἐκ τῶν ἐγκεκλημένων ὅτι ταῦθ᾽ οὕτως ἔχοντ᾽ ἐστίν.

  [30] ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, τὴν δίκην ἔλαχον τούτῳ τῆς ἐπιτροπῆς οὐχ ἓν τίμημα συνθείς, ὥσπερ ἂν εἴ τις συκοφαντεῖν ἐπιχειρῶν, ἀλλ᾽ ἕκαστον ἐγγράψας καὶ πόθεν λαβὼν καὶ πόσον τὸ πλῆθος καὶ παρὰ τοῦ, καὶ οὐδαμοῦ τὸν Μιλύαν παρέγραψ᾽ ὡς εἰδότα τι τούτων. [31] ἔστιν οὖν τοῦ μὲν ἐγκλήματος ἀρχή ‘τάδ᾽ ἐγκαλεῖ Δημοσθένης Ἀφόβῳ: ἔχει μου χρήματ᾽ Ἄφοβος ἀπ᾽ ἐπιτροπῆς ἐχόμενα, ὀγδοήκοντα μὲν μνᾶς, ἣν ἔλαβεν προῖκα τῆς μητρὸς κατὰ τὴν διαθήκην τοῦ πατρός’. τοῦτο πρῶτόν ἐστιν τῶν χρημάτων ὧν ἀπεστερῆσθαί φημι. τοῖς δὲ μάρτυσιν τί μεμαρτύρηται; ‘μαρτυροῦσιν παραγενέσθαι πρὸς τῷ διαιτητῇ Νοθάρχῳ, ὅτε Ἄφοβος ὡμολόγει Μιλύαν ἐλεύθερον εἶναι, ἀφεθέντα ὑπὸ τοῦ Δημοσθένους πατρός.’ [32] σκοπεῖτε τοίνυν παρ᾽ ὑμῖν αὐτοῖς, εἴ τις ἂν ὑμῖν ἢ ῥήτωρ ἢ σοφιστὴς ἢ γόης οὕτω θαυμάσιος δοκεῖ γενέσθαι καὶ λέγειν δεινός, ὥστ᾽ ἐκ ταύτης τῆς μαρτυρίας διδάξαι τιν᾽ ἀνθρώπων, ὡς ἔχει τὴν προῖκ᾽ Ἄφοβος τῆς μητρὸς τῆς ἑαυτοῦ. καὶ τί λέγων, ὦ πρὸς Διός; ‘ὡμολόγησεν εἶναι Μιλύαν ἐλεύθερον;’ καὶ τί μᾶλλον ἔχων τὴν προῖκα; οὐδὲν ἂν δήπου διὰ τοῦτό γε δόξειεν. [33] ἀλλὰ πόθεν τοῦτ᾽ ἐπεδείχθη; πρῶτον μὲν Θηριππίδης ὢν αὐτῷ συνεπίτροπος κατεμαρτύρησε δοῦναι: δεύτερον δὲ Δήμων θεῖος ὢν καὶ τῶν ἄλλων οἱ παρόντες ἐμαρτύρησαν σῖτον τῇ μητρὶ δώσειν ὁμολογεῖν τοῦτον ὡς ἔχοντα τὴν προῖκα. καὶ τούτοις οὐκ ἐπεσκήψατο, δῆλον ὅτι τἀληθῆ μεμαρτυρηκότας εἰδώς. ἔτι τοίνυν ἡ μήτηρ πίστιν ἠθέλησεν ἐπιθεῖναι κατ᾽ ἐμοῦ καὶ τῆς ἀδελφῆς παραστησαμένη, λαβεῖν τὴν προῖκα τοῦτον τὴν ἑαυτῆς κατὰ τὴν τοῦ πατρὸς διαθήκην. [34] ταύτας τὰς ὀγδοήκοντα μνᾶς πότερ᾽ αὐτὸν ἔχειν φῶμεν ἢ μή; καὶ πότερον διὰ τούσδ᾽ ὀφλεῖν τοὺς μάρτυρας ἢ διὰ τούσδε; ἐγὼ μὲν γὰρ οἶμαι διὰ τὴν ἀλήθειαν. ταύτας τοίνυν δέκ᾽ ἔτη κεκαρπωμένος, καὶ οὐδὲ δίκην ὀφλὼν ἀποδοῦναι τετολμηκώς, δεινὰ πεπονθέναι φησὶν καὶ διὰ τούσδε τοὺς μάρτυρας ὠφληκέναι. καίτοι τούτων γ᾽ οὐδεὶς αὐτὸν ἔχειν ταύτην ἐμαρτύρησεν.

 

‹ Prev