by Demosthenes
πρὸς Ὀνήτορα Ἐξούλης Α
περὶ πολλοῦ ποιούμενος, ὦ ἄνδρες δικασταί, μήτε πρὸς Ἄφοβόν μοι συμβῆναι τὴν γενομένην διαφορὰν μήτε τὴν νῦν οὖσαν πρὸς Ὀνήτορα τουτονί, κηδεστὴν ὄντ᾽ αὐτοῦ, πολλὰ καὶ δίκαια προκαλεσάμενος ἀμφοτέρους, οὐδενὸς ἐδυνήθην τυχεῖν τῶν μετρίων, ἀλλ᾽ ηὕρηκα πολὺ τοῦτον ἐκείνου δυσκολώτερον καὶ μᾶλλον ἄξιον ὄντα δοῦναι δίκην. [2] τὸν μὲν γὰρ οἰόμενος δεῖν ἐν τοῖς φίλοις διαδικάσασθαι τὰ πρὸς ἐμὲ καὶ μὴ λαβεῖν ὑμῶν πεῖραν οὐχ οἷός τ᾽ ἐγενόμην πεῖσαι: τοῦτον δ᾽ αὐτὸν αὑτῷ κελεύων γενέσθαι δικαστήν, ἵνα μὴ παρ᾽ ὑμῖν κινδυνεύσῃ, τοσοῦτον κατεφρονήθην, ὥστ᾽ οὐχὶ μόνον λόγου τυχεῖν οὐκ ἠξιώθην, ἀλλὰ καὶ ἐκ τῆς γῆς, ἣν Ἄφοβος ἐκέκτηθ᾽ ὅτ᾽ ὠφλίσκανέ μοι τὴν δίκην, ὑβριστικῶς ὑπ᾽ αὐτοῦ πάνυ ἐξεβλήθην. [3] ἐπειδὴ οὖν συναποστερεῖ τέ με τῶν ὄντων τῷ ἑαυτοῦ κηδεστῇ, πιστεύων τ᾽ εἰς ὑμᾶς εἰσελήλυθεν ταῖς αὑτοῦ παρασκευαῖς, ὑπόλοιπόν ἐστιν ἐν ὑμῖν πειρᾶσθαι παρ᾽ αὐτοῦ τῶν δικαίων τυγχάνειν. οἶδα μὲν οὖν, ὦ ἄνδρες δικασταί, ὅτι μοι πρὸς παρασκευὰς λόγων καὶ μάρτυρας οὐ τἀληθῆ μαρτυρήσοντας ὁ ἀγών ἐστιν: ὅμως μέντοι τοσοῦτον οἶμαι διοίσειν τῷ δικαιότερα τούτου λέγειν, [4] ὥστ᾽ εἰ καί τις ὑμῶν πρότερον τοῦτον ἡγεῖτ᾽ εἶναι μὴ πονηρόν, ἔκ γε τῶν πρὸς ἐμὲ πεπραγμένων γνώσεσθαι, ὅτι καὶ τὸν ἄλλον χρόνον ἐλάνθανεν αὐτὸν κάκιστος ὢν καὶ ἀδικώτατος ἁπάντων. ἀποδείξω γὰρ αὐτὸν οὐ μόνον τὴν προῖκ᾽ οὐ δεδωκότα, ἧς φησι νῦν ἀποτετιμῆσθαι τὸ χωρίον, ἀλλὰ καὶ ἐξ ἀρχῆς τοῖς ἐμοῖς ἐπιβουλεύσαντα, καὶ πρὸς τούτοις τὴν μὲν γυναῖκ᾽ οὐκ ἀπολελοιπυῖαν, ὑπὲρ ἧς ἐξήγαγέ μ᾽ ἐκ ταύτης τῆς γῆς, [5] προϊστάμενον δ᾽ ἐπ᾽ ἀποστερήσει τῶν ἐμῶν Ἀφόβου καὶ τούτους ὑπομένοντα τοὺς ἀγῶνας, οὕτω μεγάλοις τεκμηρίοις καὶ φανεροῖς ἐλέγχοις ὥσθ᾽ ὑμᾶς ἅπαντας εἴσεσθαι σαφῶς ὅτι δικαίως καὶ προσηκόντως οὗτος φεύγει ταύτην ὑπ᾽ ἐμοῦ τὴν δίκην. ὅθεν δὲ ῥᾷστα μαθήσεσθε περὶ αὐτῶν, ἐντεῦθεν ὑμᾶς καὶ ἐγὼ πρῶτον πειράσομαι διδάσκειν.
[6] ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, πολλούς τ᾽ ἄλλους Ἀθηναίων καὶ τοῦτον οὐκ ἐλάνθανον κακῶς ἐπιτροπευόμενος, ἀλλ᾽ ἦν καταφανὴς εὐθὺς ἀδικούμενος: τοσαῦται πραγματεῖαι καὶ λόγοι καὶ παρὰ τῷ ἄρχοντι καὶ παρὰ τοῖς ἄλλοις ἐγίγνονθ᾽ ὑπὲρ τῶν ἐμῶν. τό τε γὰρ πλῆθος τῶν καταλειφθέντων ἦν φανερόν, ὅτι τ᾽ ἀμίσθωτον τὸν οἶκον ἐποίουν οἱ διαχειρίζοντες, ἵν᾽ αὐτοὶ τὰ χρήματα καρποῖντο, οὐκ ἄδηλον ἦν. ὥστ᾽ ἐκ τῶν γιγνομένων οὐκ ἔσθ᾽ ὅστις οὐχ ἡγεῖτο τῶν εἰδότων δίκην με λήψεσθαι παρ᾽ αὐτῶν, ἐπειδὴ τάχιστ᾽ ἀνὴρ εἶναι δοκιμασθείην. [7] ἐν οἷς καὶ Τιμοκράτης καὶ Ὀνήτωρ ταύτην ἔχοντες διετέλεσαν τὴν διάνοιαν. τεκμήριον δὲ πάντων μέγιστον: οὗτος γὰρ ἐβουλήθη μὲν Ἀφόβῳ δοῦναι τὴν ἀδελφήν, ὁρῶν τῆς θ᾽ αὑτοῦ πατρῴας οὐσίας καὶ τῆς ἐμῆς οὐκ ὀλίγης αὐτὸν κύριον γεγενημένον, προέσθαι δὲ τὴν προῖκ᾽ οὐκ ἐπίστευσεν, ὥσπερ εἰ τὰ τῶν ἐπιτροπευόντων χρήματ᾽ ἀποτίμημα τοῖς ἐπιτροπευομένοις καθεστάναι νομίζων. ἀλλὰ τὴν μὲν ἀδελφὴν ἔδωκεν, τὴν δὲ προῖκ᾽ αὐτῷ Τιμοκράτης ἐπὶ πέντ᾽ ὀβολοῖς ὀφειλήσειν ὡμολόγησεν, ᾧ πρότερον ἡ γυνὴ συνοικοῦσ᾽ ἐτύγχανεν. [8] ὀφλόντος δέ μοι τὴν δίκην Ἀφόβου τῆς ἐπιτροπῆς καὶ οὐδὲν δίκαιον ποιεῖν ἐθέλοντος, διαλύειν μὲν ἡμᾶς Ὀνήτωρ οὐδ᾽ ἐπεχείρησεν, οὐκ ἀποδεδωκὼς δὲ τὴν προῖκα, ἀλλ᾽ αὐτὸς κύριος ὤν, ὡς ἀπολελοιπυίας τῆς ἀδελφῆς καὶ δοὺς κομίσασθαι δ᾽ οὐ δυνάμενος, ἀποτιμήσασθαι φάσκων τὴν γῆν ἐξάγειν μ᾽ ἐξ αὐτῆς ἐτόλμησεν: τοσοῦτον καὶ ἐμοῦ καὶ ὑμῶν καὶ τῶν κειμένων νόμων κατεφρόνησεν. [9] καὶ τὰ μὲν γενόμενα, καὶ δι᾽ ἃ φεύγει τὴν δίκην καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον, ταῦτ᾽ ἐστίν, ὦ ἄνδρες δικασταί: παρέξομαι δὲ μάρτυρας πρῶτον μὲν αὐτὸν Τιμοκράτην, ὡς ὡμολόγησεν ὀφειλήσειν τὴν προῖκα καὶ τὸν τόκον ἀπεδίδου τῆς προικὸς Ἀφόβῳ κατὰ τὰς ὁμολογίας, ἔπειθ᾽ ὡς αὐτὸς Ἄφοβος ὡμολόγει κομίζεσθαι τὸν τόκον παρὰ Τιμοκράτους. καί μοι λαβὲ τὰς μαρτυρίας.”Μαρτυρίαι”
[10] ἐξ ἀρχῆς μὲν τοίνυν ὁμολογεῖται μὴ δοθῆναι τὴν προῖκα μηδὲ γενέσθαι κύριον αὐτῆς Ἄφοβον. δῆλον δὲ καὶ ἐκ τῶν εἰκότων ὅτι τούτων ἕνεχ᾽ ὧν εἴρηκα ὀφείλειν εἵλοντο μᾶλλον ἢ καταμεῖξαι τὴν προῖκ᾽ εἰς τὴν οὐσίαν τὴν Ἀφόβου τὴν οὕτω κινδυνευθήσεσθαι μέλλουσαν. οὔτε γὰρ δι᾽ ἀπορίαν οἷόν τ᾽ εἰπεῖν ὡς οὐκ εὐθὺς ἀπέδοσαν (Τιμοκράτει τε γάρ ἐστιν οὐσία πλέον ἢ δέκα ταλάντων, Ὀνήτορί τε πλέον ἢ τριάκοντα, ὥστ᾽ οὐκ ἂν διὰ τοῦτό γ᾽ εἶεν οὐκ εὐθὺς δεδωκότες) οὔτε κτήματα μὲν ἦν αὐτοῖς, [11] ἀργύριον δ᾽ οὐκ ἔτυχεν παρόν, ἡ γυνὴ δ᾽ ἐχήρευεν, διὸ πρᾶξαι ταῦτ᾽ ἠπείχθησαν οὐχ ἅμα τὴν προῖκα διδόντες: ἀργύριόν τε γὰρ οὗτοι δανείζουσιν ἄλλοις οὐκ ὀλίγον, συνοικοῦσάν τε ταύτην, ἀλλ᾽ οὐ χηρεύουσαν παρὰ Τιμοκράτους ἐξέδοσαν, ὥστ᾽ οὐδ᾽ ἂν ταύτην τὴν σκῆψιν εἰκότως αὐτῶν τις ἀποδέξαιτο. [12] καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, κἀκεῖν᾽ ἂν πάντες ὁμολογήσαιτε, ὅτι τοιοῦτον πρᾶγμα συναλλάττων ὁστισοῦν ἕλοιτ᾽ ἂν ἑτέρῳ μᾶλλον ὀφείλειν ἢ κηδεστῇ τὴν προῖκα μὴ ἀποδοῦναι. μ�
� διαλυσάμενος μὲν γὰρ γίγνεται χρήστης ἄδηλος εἴτ᾽ ἀποδώσει δικαίως εἴτε μή, μετὰ δὲ τῆς γυναικὸς τἀκείνης ἀποδοὺς οἰκεῖος καὶ κηδεστής: [13] ἐν οὐδεμιᾷ γάρ ἐστιν ὑποψίᾳ τὰ δίκαια πάντα ποιήσας. ὥσθ᾽ οὕτως τοῦ πράγματος ἔχοντος, καὶ τούτων οὐδὲ καθ᾽ ἓν ὧν εἶπον ὀφείλειν ἀναγκασθέντων, οὐδὲ βουληθέντων ἄν, οὐκ ἔστ᾽ εἰπεῖν ἄλλην πρόφασιν δι᾽ ἣν οὐκ ἀπέδοσαν, ἀλλ᾽ ἀνάγκη ταύτην εἶναι τὴν αἰτίαν, δι᾽ ἣν δοῦναι τὴν προῖκ᾽ οὐκ ἐπίστευσαν.
[14] ἐγὼ τοίνυν ὁμολογουμένως οὕτω ταῦτ᾽ ἐξελέγχων, ὡς οὐδ᾽ ὕστερον ἀπέδοσαν, οἶμαι ῥᾳδίως ἐπιδείξειν ἐξ αὐτῶν τῶν πεπραγμένων, ὥσθ᾽ ὑμῖν γενέσθαι φανερόν, ὅτι κἂν εἰ μὴ ἐπὶ τούτοις, ἀλλ᾽ ἐπὶ τῷ διὰ ταχέων ἀποδοῦναι τἀργύριον εἶχον, οὐκ ἄν ποτ᾽ ἀπέδοσαν οὐδ᾽ ἂν προεῖντο: τοιαύτας ἀνάγκας εἶχεν αὐτοῖς τὸ πρᾶγμα. [15] δύο μὲν γάρ ἐστιν ἔτη τὰ μεταξὺ τοῦ συνοικῆσαί τε τὴν γυναῖκα καὶ φῆσαι τούτους πεποιῆσθαι τὴν ἀπόλειψιν: ἐγήματο μὲν γὰρ ἐπὶ Πολυζήλου ἄρχοντος σκιροφοριῶνος μηνός, ἡ δ᾽ ἀπόλειψις ἐγράφη ποσιδεῶνος μηνὸς ἐπὶ Τιμοκράτους: ἐγὼ δ᾽ εὐθέως μετὰ τοὺς γάμους δοκιμασθεὶς ἐνεκάλουν καὶ λόγον ἀπῄτουν, καὶ πάντων ἀποστερούμενος τὰς δίκας ἐλάγχανον ἐπὶ τοῦ αὐτοῦ ἄρχοντος. [16] ὁ δὴ χρόνος οὗτος ὀφειλῆσαι μὲν ἐνδέχεται κατὰ τὰς ὁμολογίας, ἀποδοῦναι δ᾽ οὐκ ἔχει πίστιν. ὃς γὰρ διὰ ταῦτ᾽ ἐξ ἀρχῆς ὀφείλειν εἵλετο καὶ τόκον φέρειν, ἵνα μὴ κινδυνεύοι ἡ προὶξ μετὰ τῆς ἄλλης οὐσίας, πῶς οὗτος ἂν ἀπέδωκεν ἤδη τὴν δίκην φεύγοντος; ὃς εἰ καὶ τότ᾽ ἐπίστευσεν, τηνικαῦτ᾽ ἂν ἀπολαβεῖν ἐζήτησεν. οὐκ ἔνεστι δήπουθεν, ὦ ἄνδρες δικασταί. [17] ἀλλὰ μὴν ὡς ἐγήματο μὲν ἡ γυνὴ καθ᾽ ὃν ἐγὼ λέγω χρόνον, ἀντίδικοι δ᾽ ἡμεῖς ἤδη πρὸς ἀλλήλους ἐν τῷ μεταξὺ χρόνῳ κατέστημεν, ὕστερον δ᾽ ἢ ἐγὼ τὴν δίκην ἔλαχον τὴν ἀπόλειψιν οὗτοι πρὸς τὸν ἄρχοντ᾽ ἀπεγράψαντο, λαβέ μοι καθ᾽ ἕκαστον ταύτας τὰς μαρτυρίας.”Μαρτυρία”
μετὰ τοίνυν τοῦτον τὸν ἄρχοντα Κηφισόδωρος, Χίων. ἐπὶ τούτων ἐνεκάλουν δοκιμασθείς, ἔλαχον δὲ τὴν δίκην ἐπὶ Τιμοκράτους. λαβὲ ταύτην τὴν μαρτυρίαν.”Μαρτυρία”
[18] ἀνάγνωθι δὲ καὶ ταύτην τὴν μαρτυρίαν.”Μαρτυρία”
δῆλον μὲν τοίνυν καὶ ἐκ τῶν μεμαρτυρημένων, ὅτι τὴν προῖκ᾽ οὐ δόντες, ἀλλ᾽ ἐπὶ τῷ διασῴζειν Ἀφόβῳ τὴν οὐσίαν ταῦτα τολμῶσι πράττειν. οἳ γὰρ ἐν τοσούτῳ χρόνῳ καὶ ὀφειλῆσαι καὶ ἀποδοῦναι καὶ τὴν γυναῖκ᾽ ἀπολιπεῖν καὶ οὐ κομίσασθαι καὶ τὸ χωρίον ἀποτιμήσασθαί φασιν, πῶς οὐ φανερὸν ὅτι προστάντες τοῦ πράγματος τὰ γνωσθένθ᾽ ὑφ᾽ ὑμῶν ἀποστερῆσαί με ζητοῦσιν; [19] ὡς δὲ καὶ ἐξ ὧν αὐτὸς οὗτος καὶ Τιμοκράτης καὶ Ἄφοβος ἀπεκρίναντο, οὐχ οἷόν τ᾽ ἀποδεδόσθαι τὴν προῖκα, ταῦτ᾽ ἤδη πειράσομαι διδάσκειν ὑμᾶς. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, τούτων ἕκαστον ἠρόμην πολλῶν ἐναντίον μαρτύρων, Ὀνήτορα μὲν καὶ Τιμοκράτην, εἴ τινες εἶεν μάρτυρες ὧν ἐναντίον τὴν προῖκ᾽ ἀπέδοσαν, αὐτὸν δ᾽ Ἄφοβον, εἴ τινες παρῆσαν ὅτ᾽ ἀπελάμβανεν. [20] καί μοι πάντες ἀπεκρίναντο καθ᾽ ἕκαστον, ὅτι οὐδεὶς μάρτυς παρείη, κομίζοιτο δὲ λαμβάνων καθ᾽ ὁποσονοῦν δέοιτ᾽ Ἄφοβος παρ᾽ αὐτῶν. καίτοι τῷ τοῦθ᾽ ὑμῶν πιστόν, ὡς ταλάντου τῆς προικὸς οὔσης ἄνευ μαρτύρων Ὀνήτωρ καὶ Τιμοκράτης Ἀφόβῳ τοσοῦτον ἀργύριον ἐνεχείρισαν; ᾧ μὴ ὅτι τοῦτον τὸν τρόπον, ἀλλ᾽ οὐδὲ μετὰ πολλῶν μαρτύρων ἀποδιδοὺς εἰκῇ τις ἂν ἐπίστευσεν, ἵν᾽ εἴ τις γίγνοιτο διαφορά, κομίσασθαι ῥᾳδίως παρ᾽ ὑμῖν δύνηται. [21] μὴ γὰρ ὅτι πρὸς τοῦτον τοιοῦτον ὄντα, ἀλλ᾽ οὐδὲ πρὸς ἄλλον οὐδ᾽ ἂν εἷς οὐδένα τοιοῦτον συνάλλαγμα ποιούμενος ἀμαρτύρως ἂν ἔπραξεν: ἀλλὰ τῶν τοιούτων ἕνεκα καὶ γάμους ποιοῦμεν καὶ τοὺς ἀναγκαιοτάτους παρακαλοῦμεν, ὅτι οὐ πάρεργον, ἀλλ᾽ ἀδελφῶν καὶ θυγατέρων βίους ἐγχειρίζομεν, ὑπὲρ ὧν τὰς ἀσφαλείας μάλιστα σκοποῦμεν. [22] εἰκὸς τοίνυν καὶ τοῦτον, ὧνπερ ἐναντίον ὀφείλειν ὡμολόγησεν καὶ τὸν τόκον οἴσειν, τῶν αὐτῶν τούτων παρόντων διαλύσασθαι πρὸς Ἄφοβον, εἴπερ ὡς ἀληθῶς ἀπεδίδου τὴν προῖκ᾽ αὐτῷ. τοῦτον μὲν γὰρ τὸν τρόπον πράξας, ὅλου τοῦ πράγματος ἀπηλλάττετο, μόνος μόνῳ δ᾽ ἀποδιδούς, τοὺς ἐπὶ ταῖς ὁμολογίαις παραγενομένους ὡς κατ᾽ ὀφείλοντος ἂν αὑτοῦ μάρτυρας ὑπελείπετο. [23] νῦν τοίνυν τοὺς μὲν ὄντας οἰκείους καὶ βελτίους αὑτῶν οὐκ ἐδύναντο πεῖσαι τὴν προῖκ᾽ ἀποδεδωκέναι σφᾶς μαρτυρεῖν, ἑτέρους δ᾽ εἰ παρέχοιντο μάρτυρας μηδὲν γένει προσήκοντας, οὐκ ἂν ἡγοῦνθ᾽ ὑμᾶς αὐτοῖς πιστεύειν. ἔτι δ᾽ ἁθρόαν μὲν φάσκοντες δεδωκέναι τὴν προῖκα, ᾔδεσαν ὅτι τοὺς ἀπενεγκόντας οἰκέτας ἐξαιτήσομεν, οὓς μὴ γεγενημένης τῆς δόσεως παραδοῦναι μὴ ‘θέλοντες ἠλέγχοντ᾽ ἄν: εἰ δ᾽ αὐτοὶ μόνοι μόνῳ τοῦτον τὸν τρόπον ἀποδεδωκέναι λέγοιεν, ἐνόμιζον οὐκ ἐλεγχθήσεσθαι. [24] διὰ τοῦτο τοῦτον εἵλοντ᾽ ἐξ ἀνάγκης ψεύδεσθαι τὸν τρόπον. τοιαύταις τέχναις καὶ πανουργίαις, ὡς ἁπλοῖ τινὲς εἶναι δόξοντες, ἡγοῦνται ῥᾳδίως ὑμᾶς ἐξαπατήσειν, ἁπλῶς οὐδ᾽ ἂν μικρὸν ὑπὲρ τῶν διαφερόντων, ἀλλ᾽ ὡς οἷόν τ᾽ ἀκριβέστατα πράξαντες. λαβὲ τὰς μαρτυρίας αὐτοῖς ὧν ἐναντίον ἀπεκρίναντο, καὶ ἀνάγνωθι.�
��Μαρτυρίαι”