Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 235
Delphi Complete Works of Demosthenes Page 235

by Demosthenes


  [11] εὐθὺς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς ἀφεῖσαν τουτονὶ τῆς μισθώσεως, νέμονται τὴν τράπεζαν καὶ τὸ ἀσπιδοπηγεῖον, καὶ λαβὼν αἵρεσιν Ἀπολλόδωρος αἱρεῖται τὸ ἀσπιδοπηγεῖον ἀντὶ τῆς τραπέζης. καίτοι εἰ ἦν ἰδία τις ἀφορμὴ τούτῳ πρὸς τῇ τραπέζῃ, τί δή ποτ᾽ ἂν εἵλετο τοῦτο μᾶλλον ἢ ‘κείνην; οὔτε γὰρ ἡ πρόσοδος ἦν πλείων, ἀλλ᾽ ἐλάττων (τὸ μὲν γὰρ τάλαντον, ἡ δ᾽ ἑκατὸν μνᾶς ἔφερεν), οὔτε τὸ κτῆμ᾽ ἥδιον, εἰ προσῆν χρήματα τῇ τραπέζῃ ἴδια. ἀλλ᾽ οὐ προσῆν. διόπερ σωφρονῶν εἵλετο τὸ ἀσπιδοπηγεῖον οὗτος: τὸ μὲν γὰρ κτῆμ᾽ ἀκίνδυνόν ἐστιν, ἡ δ᾽ ἐργασία προσόδους ἔχουσ᾽ ἐπικινδύνους ἀπὸ χρημάτων ἀλλοτρίων.

  [12] πολλὰ δ᾽ ἄν τις ἔχοι λέγειν καὶ ἐπιδεικνύναι σημεῖα τοῦ τοῦτον συκοφαντεῖν ἐγκαλοῦντ᾽ ἀφορμήν. ἀλλ᾽ οἶμαι μέγιστον μέν ἐστιν ἁπάντων τεκμήριον τοῦ μηδεμίαν λαβεῖν ἀφορμὴν εἰς ταῦτα τουτονὶ τὸ ἐν τῇ μισθώσει γεγράφθαι προσοφείλοντα τὸν Πασίων᾽ ἐπὶ τὴν τράπεζαν, οὐ δεδωκότ᾽ ἀφορμὴν τούτῳ, δεύτερον δὲ τὸ τοῦτον ἐν τῇ νομῇ μηδὲν ἐγκαλοῦντα φαίνεσθαι, τρίτον δ᾽, ὅτι μισθῶν ἑτέροις ὕστερον ταὐτὰ ταῦτα τοῦ ἴσου ἀργυρίου οὐ φανήσεται προσμεμισθωκὼς ἰδίαν ἀφορμήν. [13] καίτοι εἰ, ἣν ὁ πατὴρ παρέσχεν, ὑπὸ τοῦδ᾽ ἀπεστερεῖτο, αὐτὸν νῦν προσῆκεν ἐκείνοις ἄλλοθεν πορίσαντα δεδωκέναι. ὡς τοίνυν ταῦτ᾽ ἀληθῆ λέγω, καὶ ἐμίσθωσεν ὕστερον Ξένωνι καὶ Εὐφραίῳ καὶ Εὔφρονι καὶ Καλλιστράτῳ, καὶ οὐδὲ τούτοις παρέδωκεν ἰδίαν ἀφορμήν, ἀλλὰ τὰς παρακαταθήκας καὶ τὴν ἀπὸ τούτων ἐργασίαν αὐτὴν ἐμισθώσαντο, λαβέ μοι τὴν τούτων μαρτυρίαν, καὶ ὡς τὸ ἀσπιδοπηγεῖον εἵλετο.”Μαρτυρία”

  [14] μεμαρτύρηται μὲν τοίνυν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι καὶ τούτοις ἐμίσθωσαν καὶ οὐ παρέδωκαν ἰδίαν ἀφορμὴν οὐδεμίαν, καὶ ἐλευθέρους ἀφεῖσαν ὡς μεγάλ᾽ εὖ πεπονθότες, καὶ οὐκ ἐδικάζοντ᾽ οὔτ᾽ ἐκείνοις τότ᾽ οὔτε τούτῳ. ὃν μὲν τοίνυν χρόνον ἡ μήτηρ ἔζη, ἡ πάντ᾽ ἀκριβῶς ταῦτ᾽ εἰδυῖα, οὐδὲν ἔγκλημα πώποτ᾽ ἐποιήσατο πρὸς τουτονὶ Φορμίων᾽ Ἀπολλόδωρος: ὡς δ᾽ ἐτελεύτησεν ἐκείνη, τρισχιλίας ἐγκαλέσας ἀργυρίου δραχμὰς πρὸς αἷς ἔδωκεν ἐκείνη δισχιλίαις τοῖς τούτου παιδίοις, καὶ χιτωνίσκον τινὰ καὶ θεράπαιναν, ἐσυκοφάντει. [15] καὶ οὐδ᾽ ἐνταῦθα τούτων οὐδὲν ὧν νῦν ἐγκαλεῖ λέγων φανήσεται. ἐπιτρέψας δὲ τῷ τε τῆς ἑαυτοῦ γυναικὸς πατρὶ καὶ τῷ συγκηδεστῇ τῷ αὑτοῦ καὶ Λυσίνῳ καὶ Ἀνδρομένει, πεισάντων τούτων Φορμίωνα τουτονὶ δοῦναι δωρεὰν τὰς τρισχιλίας καὶ τὸ προσόν, καὶ φίλον μᾶλλον ἔχειν τοῦτον ἢ διὰ ταῦτ᾽ ἐχθρὸν αὐτὸν εἶναι, λαβὼν τὸ σύμπαν πεντακισχιλίας, καὶ πάντων ἀφεὶς τῶν ἐγκλημάτων τὸ δεύτερον εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἐλθών, [16] πάλιν, ὡς ὁρᾶτε, δικάζεται, πάσας αἰτίας συμπλάσας καὶ ἐγκλήματ᾽ ἐκ παντὸς τοῦ χρόνου τοῦ πρὸ τούτου (τοῦτο γάρ ἐστιν μέγιστον ἁπάντων), ἃ οὐδεπώποτ᾽ ᾐτιάσατο. ὡς τοίνυν ταῦτ᾽ ἀληθῆ λέγω, λαβέ μοι τὴν γνῶσιν τὴν γενομένην ἐν ἀκροπόλει, καὶ τὴν μαρτυρίαν τῶν παραγενομένων, ὅτ᾽ ἀφίει τῶν ἐγκλημάτων ἁπάντων Ἀπολλόδωρος, λαμβάνων τοῦτο τὸ ἀργύριον.”Γνῶσις”“Μαρτυρία”

  [17] ἀκούετε τῆς γνώσεως, ἄνδρες δικασταί, ἣν ἔγνω Δεινίας, οὗ τὴν θυγατέρ᾽ οὗτος ἔχει, καὶ Νικίας ὁ τὴν ἀδελφὴν τῆς τούτου γυναικὸς ἔχων. ταῦτα τοίνυν λαβὼν καὶ ἀφεὶς ἁπάντων τῶν ἐγκλημάτων, ὥσπερ ἢ πάντων τεθνεώτων τούτων ἢ τῆς ἀληθείας οὐ γενησομένης φανερᾶς, δίκην τοσούτων ταλάντων λαχὼν τολμᾷ δικάζεσθαι.

  [18] τὰ μὲν οὖν πεπραγμένα καὶ γεγενημένα Φορμίωνι πρὸς Ἀπολλόδωρον ἐξ ἀρχῆς ἅπαντ᾽ ἀκηκόατ᾽, ὦ ἄνδρες Ἀθηναῖοι. οἶμαι δ᾽ Ἀπολλόδωρον τουτονί, οὐδὲν ἔχοντα δίκαιον εἰπεῖν περὶ ὧν ἐγκαλεῖ, ἅπερ παρὰ τῷ διαιτητῇ λέγειν ἐτόλμα, ταῦτ᾽ ἐρεῖν, ὡς τὰ γράμμαθ᾽ ἡ μήτηρ ἠφάνικε πεισθεῖσ᾽ ὑπὸ τούτου, καὶ τούτων ἀπολωλότων οὐκ ἔχει τίνα χρὴ τρόπον ταῦτ᾽ ἐξελέγχειν ἀκριβῶς. [19] περὶ δὴ τούτων καὶ ταύτης τῆς αἰτίας σκέψασθ᾽ ἡλίκ᾽ ἄν τις ἔχοι τεκμήρι᾽ εἰπεῖν ὅτι ψεύδεται. πρῶτον μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τίς ἂν ἐνείματο τὰ πατρῷα μὴ λαβὼν γράμματα, ἐξ ὧν ἔμελλεν εἴσεσθαι τὴν καταλειφθεῖσαν οὐσίαν; οὐδὲ εἷς δήπου. καίτοι δυοῖν δέοντ᾽ εἴκοσιν ἔτη ἐστὶν ἐξ ὅτου ἐνείμω, καὶ οὐκ ἂν ἔχοις ἐπιδεῖξαι, ὡς ἐνεκάλεσας πώποθ᾽ ὑπὲρ τῶν γραμμάτων. [20] δεύτερον δέ, τίς οὐκ ἄν, ἡνίχ᾽ ὁ Πασικλῆς ἀνὴρ γεγονὼς ἐκομίζετο τὸν λόγον τῆς ἐπιτροπῆς, εἰ δι᾽ αὑτοῦ τὰ γράμματ᾽ ὤκνει τὴν μητέρ᾽ αἰτιᾶσθαι διεφθαρκέναι, τούτῳ ταῦτ᾽ ἐδήλωσεν, ὅπως διὰ τούτου ταῦτ᾽ ἠλέγχθη; τρίτον δ᾽, ἐκ ποίων γραμμάτων τὰς δίκας ἐλάγχανες; οὗτος γὰρ πολλοῖς τῶν πολιτῶν δίκας λαγχάνων πολλὰ χρήματ᾽ εἰσπέπρακται, γράφων εἰς τὰ ἐγκλήματα ‘ἔβλαψέ με ὁ δεῖνα οὐκ ἀποδιδοὺς ἐμοὶ τὸ ἀργύριον, ὃ κατέλιπεν ὁ πατὴρ ὀφείλοντα αὐτὸν ἐν τοῖς γράμμασιν’. [21] καίτοι εἰ ἠφάνιστο τὰ γράμματα, ἐκ ποίων γραμμάτων τὰς δίκας ἐλάγχανεν; ἀλλὰ μὴν ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, τὴν μὲν νομὴν ἀκηκόαθ᾽ ἣν ἐνείματο, καὶ μεμαρτύρηται ὑμῖν: τῶν δὲ λήξεων τούτων ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας. λαβὲ τὰς μαρτυρίας μοι.”Μαρτυρίαι”

  οὐκοῦ
ν ἐν ταύταις ταῖς λήξεσιν ὡμολόγηκεν ἀπειληφέναι τὰ τοῦ πατρὸς γράμματα: οὐ γὰρ δὴ συκοφαντεῖν γε, οὐδ᾽ ὧν οὐκ ὤφειλον οὗτοι δικάζεσθαι φήσειεν ἄν.

  [22] νομίζω τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μεγάλων καὶ πολλῶν ὄντων ἐξ ὧν ἔστιν ἰδεῖν οὐκ ἀδικοῦντα Φορμίωνα τουτονί, μέγιστον ἁπάντων εἶναι, ὅτι Πασικλῆς, ἀδελφὸς ὢν Ἀπολλοδώρου τουτουί, οὔτε δίκην εἴληχεν οὔτ᾽ ἄλλ᾽ οὐδὲν ὧν οὗτος ἐγκαλεῖ. καίτοι οὐ δήπου τὸν μὲν παῖδ᾽ ὑπὸ τοῦ πατρὸς καταλειφθέντα, καὶ οὗ τῶν ὄντων κύριος ἦν, ἐπίτροπος καταλελειμμένος, οὐκ ἂν ἠδίκει, σὲ δέ, ὃς ἀνὴρ κατελείφθης τέτταρα καὶ εἴκοσιν ἔτη γεγονώς, καὶ ὑπὲρ σαυτοῦ ῥᾳδίως ἂν τὰ δίκαι᾽ ἐλάμβανες εὐθύς, εἴ τι ἠδικοῦ. οὐκ ἔστι ταῦτα. ὡς τοίνυν ταῦτ᾽ ἀληθῆ λέγω καὶ ὁ Πασικλῆς οὐδὲν ἐγκαλεῖ, λαβέ μοι τὴν τούτου μαρτυρίαν.”Μαρτυρία”

  [23] ἃ τοίνυν ἤδη περὶ αὐτοῦ τοῦ μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην δεῖ σκοπεῖν ὑμᾶς, ταῦτ᾽ ἀναμνήσθητ᾽ ἐκ τῶν εἰρημένων. ἡμεῖς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, γεγενημένου μὲν διαλογισμοῦ καὶ ἀφέσεως τῆς τραπέζης καὶ τοῦ ἀσπιδοπηγείου τῆς μισθώσεως, γεγενημένης δὲ διαίτης καὶ πάλιν πάντων ἀφέσεως, οὐκ ἐώντων τῶν νόμων δίκας ὧν ἂν ἀφῇ τις ἅπαξ λαγχάνειν, [24] συκοφαντοῦντος τούτου καὶ παρὰ τοὺς νόμους δικαζομένου παρεγραψάμεθ᾽ ἐκ τῶν νόμων μὴ εἶναι τὴν δίκην εἰσαγώγιμον. ἵν᾽ οὖν εἰδῆθ᾽ ὑπὲρ οὗ τὴν ψῆφον οἴσετε, τόν τε νόμον ὑμῖν τοῦτον ἀναγνώσεται καὶ τὰς μαρτυρίας ἐφεξῆς τῶν παρόντων, ὅτ᾽ ἀφίει τῆς μισθώσεως καὶ τῶν ἄλλων ἁπάντων ἐγκλημάτων Ἀπολλόδωρος. λαβέ μοι τὰς μαρτυρίας ταυτασὶ καὶ τὸν νόμον.”Μαρτυρίαι”“Νόμος”

  [25] ἀκούετε τοῦ νόμου λέγοντος, ὦ ἄνδρες Ἀθηναῖοι, τά τ᾽ ἄλλ᾽ ὧν μὴ εἶναι δίκας, καὶ ὅσα τις ἀφῆκεν ἢ ἀπήλλαξεν. εἰκότως: εἰ γάρ ἐστι δίκαιον, ὧν ἂν ἅπαξ γένηται δίκη, μηκέτ᾽ ἐξεῖναι δικάζεσθαι, πολὺ τῶν ἀφεθέντων δικαιότερον μὴ εἶναι δίκας. ὁ μὲν γὰρ ἐν ὑμῖν ἡττηθεὶς τάχ᾽ ἂν εἴποι τοῦθ᾽ ὡς ἐξηπατήθηθ᾽ ὑμεῖς: ὁ δ᾽ αὑτοῦ φανερῶς καταγνοὺς καὶ ἀφεὶς καὶ ἀπαλλάξας, τίν᾽ ἂν ἑαυτὸν αἰτίαν αἰτιασάμενος τῶν αὐτῶν πάλιν εἰκότως δικάζοιτο; οὐδεμίαν δήπου. διόπερ τοῦτο πρῶτον ἔγραψεν ὁ τὸν νόμον θεὶς ὧν μὴ εἶναι δίκας, ὅσα τις ἀφῆκεν ἢ ἀπήλλαξεν. ἃ τῷδε γέγονεν ἀμφότερα: καὶ γὰρ ἀφῆκεν καὶ ἀπήλλαξεν. ὡς δ᾽ ἀληθῆ λέγω, μεμαρτύρηται ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι.

  λαβὲ δή μοι καὶ τὸν τῆς προθεσμίας νόμον.”Νόμος”

  [26] ὁ μὲν τοίνυν νόμος, ὦ ἄνδρες Ἀθηναῖοι, σαφῶς οὑτωσὶ τὸν χρόνον ὥρισεν: Ἀπολλόδωρος δ᾽ οὑτοσὶ παρεληλυθότων ἐτῶν πλέον ἢ εἴκοσιν τὴν ἑαυτοῦ συκοφαντίαν ἀξιοῖ περὶ πλείονος ὑμᾶς ποιήσασθαι τῶν νόμων, καθ᾽ οὓς ὀμωμοκότες δικάζετε. καίτοι πᾶσι μὲν τοῖς νόμοις προσέχειν εἰκός ἐσθ᾽ ὑμᾶς, οὐχ ἥκιστα δὲ τούτῳ, ὦ ἄνδρες Ἀθηναῖοι. [27] δοκεῖ γάρ μοι καὶ ὁ Σόλων οὐδενὸς ἄλλου ἕνεκα θεῖναι αὐτὸν ἢ τοῦ μὴ συκοφαντεῖσθαι ὑμᾶς. τοῖς μὲν γὰρ ἀδικουμένοις τὰ πέντ᾽ ἔτη ἱκανὸν ἡγήσατ᾽ εἶναι εἰσπράξασθαι: κατὰ δὲ τῶν ψευδομένων τὸν χρόνον ἐνόμισεν σαφέστατον ἔλεγχον ἔσεσθαι. καὶ ἅμ᾽ ἐπειδὴ ἀδύνατον ἔγνω ὂν τούς τε συμβάλλοντας καὶ τοὺς μάρτυρας ἀεὶ ζῆν, τὸν νόμον ἀντὶ τούτων ἔθηκεν, ὅπως μάρτυς εἴη τοῦ δικαίου τοῖς ἐρήμοις.

  [28] θαυμάζω τοίνυν ἔγωγ᾽, ὦ ἄνδρες δικασταί, τί ποτ᾽ ἐστὶν ἃ πρὸς ταῦτ᾽ ἐπιχειρήσει λέγειν Ἀπολλόδωρος οὑτοσί. οὐ γὰρ ἐκεῖνό γ᾽ ὑπείληφεν, ὡς ὑμεῖς, μηδὲν ὁρῶντες εἰς χρήματα τοῦτον ἠδικημένον, ὀργιεῖσθ᾽ ὅτι τὴν μητέρ᾽ ἔγημεν αὐτοῦ Φορμίων. οὐ γὰρ ἀγνοεῖ τοῦτο, οὐδ᾽ αὐτὸν λέληθεν, οὐδ᾽ ὑμῶν πολλούς, ὅτι Σωκράτης ὁ τραπεζίτης ἐκεῖνος, παρὰ τῶν κυρίων ἀπαλλαγεὶς ὥσπερ ὁ τούτου πατήρ, ἔδωκε Σατύρῳ τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτοῦ ποτὲ γενομένῳ. [29] ἕτερος Σωκλῆς τραπεζιτεύσας ἔδωκε τὴν ἑαυτοῦ γυναῖκα Τιμοδήμῳ τῷ νῦν ἔτ᾽ ὄντι καὶ ζῶντι, γενομένῳ ποθ᾽ αὑτοῦ. καὶ οὐ μόνον ἐνθάδε ταῦτα ποιοῦσιν οἱ περὶ τὰς ἐργασίας ὄντες ταύτας, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλ᾽ ἐν Αἰγίνῃ ἔδωκεν Στρυμόδωρος Ἑρμαίῳ τῷ ἑαυτοῦ οἰκέτῃ τὴν γυναῖκα, καὶ τελευτησάσης ἐκείνης ἔδωκε πάλιν τὴν θυγατέρα τὴν ἑαυτοῦ. καὶ πολλοὺς ἂν ἔχοι τις εἰπεῖν τοιούτους. [30] εἰκότως: ὑμῖν μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς γένει πολίταις, οὐδὲ ἓν πλῆθος χρημάτων ἀντὶ τοῦ γένους καλόν ἐστιν ἑλέσθαι: τοῖς δὲ τοῦτο μὲν δωρεὰν ἢ παρ᾽ ὑμῶν ἢ παρ᾽ ἄλλων τινῶν λαβοῦσιν, τῇ τύχῃ δ᾽ ἐξ ἀρχῆς ἀπὸ τοῦ χρηματίσασθαι καὶ ἑτέρων πλείω κτήσασθαι καὶ αὐτῶν τούτων ἀξιωθεῖσιν, ταῦτ᾽ ἐστὶν φυλακτέα. διόπερ Πασίων ὁ πατὴρ ὁ σὸς οὐ πρῶτος οὐδὲ μόνος, οὐδ᾽ αὑτὸν ὑβρίζων οὐδ᾽ ὑμᾶς τοὺς υἱεῖς, ἀλλὰ μόνην ὁρῶν σωτηρίαν τοῖς ἑαυτοῦ πράγμασιν, εἰ τοῦτον ἀνάγκῃ ποιήσειεν οἰκεῖον ὑμῖν, ἔδωκε τὴν ἑαυτοῦ γυναῖκα, μητέρα δ᾽ ὑμετέραν τούτῳ. [31] πρὸς μὲν οὖν τὰ συμφέροντ᾽ ἐὰν ἐξετάζῃς, καλῶς βεβουλευμένον αὐτὸν εὑρήσεις: εἰ δὲ πρὸς γένους δόξαν ἀναίνει Φορμίωνα κηδεστήν, ὅρα μὴ γελοῖον ᾖ σὲ ταῦτα λέγειν. εἰ γάρ τις ἔροιτό σε, ποῖόν τιν᾽ ἡγεῖ τὸν πατέρα τὸν σεαυτοῦ εἶναι, χρηστὸν εὖ οἶδ᾽ ὅτι φήσειας ἄν. πότερον οὖν
οἴει μᾶλλον ἐοικέναι τὸν τρόπον καὶ πάντα τὸν βίον Πασίωνι σαυτὸν ἢ τουτονί; ἐγὼ μὲν εὖ οἶδ᾽ ὅτι τοῦτον. εἶθ᾽ ὅς ἐστιν ὁμοιότερος σοῦ τῷ σῷ πατρί, τοῦτον, εἰ τὴν μητέρα τὴν σὴν ἔγημεν, ἀναίνει; [32] ἀλλὰ μὴν ὅτι γε δόντος καὶ ἐπισκήψαντος τοῦ σοῦ πατρὸς ταῦτ᾽ ἐπράχθη, οὐ μόνον ἐκ τῆς διαθήκης ἔστιν ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ σὺ μάρτυς αὐτὸς γέγονας. ὅτε γὰρ τὰ μητρῷα πρὸς μέρος ἠξίους νέμεσθαι, ὄντων παίδων ἐκ τῆς γυναικὸς Φορμίωνι τουτῳί, τόθ᾽ ὡμολόγεις κυρίως δόντος τοῦ πατρὸς τοῦ σοῦ κατὰ τοὺς νόμους αὐτὴν γεγαμῆσθαι. εἰ γὰρ αὐτὴν εἶχε λαβὼν ἀδίκως ὅδε μηδενὸς δόντος, οὐκ ἦσαν οἱ παῖδες κληρονόμοι, τοῖς δὲ μὴ κληρονόμοις οὐκ ἦν μετουσία τῶν ὄντων. ἀλλὰ μὴν ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, μεμαρτύρηται τὸ τέταρτον μέρος λαβεῖν καὶ ἀφεῖναι τῶν ἐγκλημάτων ἁπάντων.

 

‹ Prev