by Demosthenes
[13] εἶεν. ἀλλὰ ταῦτα μὲν ἡ πόλις βλάπτεται: ἐγὼ δ᾽ ἰδίᾳ τί; θεάσασθ᾽ ἡλίκα, καὶ σκοπεῖτ᾽ ἄν τι δοκῶ λέγειν: πολὺ γὰρ χαλεπώτερα ταῦθ᾽ ὧν ἀκηκόατ᾽ ἐστίν. ὁρᾶτε μὲν γὰρ ἅπαντες αὐτὸν χρώμενον, ἕως μὲν ἔζη, Μενεκλεῖ καὶ τοῖς περὶ ἐκεῖνον ἀνθρώποις, νῦν δ᾽ ἑτέροις ἐκείνου βελτίοσιν οὐδέν, καὶ τὰ τοιαῦτ᾽ ἐζηλωκότα καὶ δεινὸν δοκεῖν εἶναι βουλόμενον: καὶ νὴ Δί᾽ ἴσως ἔστιν. [14] ἂν οὖν προϊόντος τοῦ χρόνου τῶν αὐτῶν τι ποιεῖν τούτοις ἐπιχειρῇ (ἔστι δὲ ταῦτα γραφαί, φάσεις, ἐνδείξεις, ἀπαγωγαί), εἶτ᾽ ἐπὶ τούτων τινί (πολλὰ γάρ ἐστι τἀνθρώπινα, καὶ τοὺς πάνυ δεινοὺς ἑκάστοτε, ὅταν πλεονάζωσιν, ἐπίστασθ᾽ ὑμεῖς κοσμίους ποιεῖν) ὄφλῃ τῷ δημοσίῳ, τί μᾶλλον οὗτος ἐγγεγραμμένος ἔσται ἐμοῦ; [15] ὅτι νὴ Δί᾽ εἴσονται πάντες πότερός ποτ᾽ ὦφλεν. καλῶς. ἂν δέ, ὃ τυχὸν γένοιτ᾽ ἄν, χρόνος διέλθῃ καὶ μὴ ἐκτεισθῇ τὸ ὄφλημα, τί μᾶλλον οἱ τούτου παῖδες ἔσονται τῶν ἐμῶν ἐγγεγραμμένοι, ὅταν τοὔνομα καὶ ὁ πατὴρ καὶ ἡ φυλὴ καὶ πάντ᾽ ᾖ ταὐτά; τί δ᾽, εἴ τις δίκην ἐξούλης αὐτῷ λαχὼν μηδὲν ἐμοὶ φαίη πρὸς αὑτὸν εἶναι, κυρίαν δὲ ποιησάμενος ἐγγράψαι, τί μᾶλλον ἂν εἴη τοῦτον ἢ ἔμ᾽ ἐγγεγραφώς; τί δ᾽, εἴ τινας εἰσφορὰς μὴ θείη; [16] τί δ᾽, εἴ τις ἄλλη περὶ τοὔνομα γίγνοιτ᾽ ἢ λῆξις δίκης ἢ δόξ᾽ ὅλως ἀηδής; τίς εἴσεται τῶν πολλῶν πότερός ποθ᾽ οὗτός ἐστιν, δυοῖν Μαντιθέοιν ταὐτοῦ πατρὸς ὄντοιν; φέρε, εἰ δὲ δίκην ἀστρατείας φεύγοι, χορεύοι δ᾽ ὅταν στρατεύεσθαι δέῃ; καὶ γὰρ νῦν, ὅτ᾽ εἰς Ταμύνας παρῆλθον οἱ ἄλλοι, ἐνθάδε τοὺς Χοᾶς ἄγων ἀπελείφθη καὶ τοῖς Διονυσίοις καταμείνας ἐχόρευεν, ὡς ἅπαντες ἑωρᾶθ᾽ οἱ ἐπιδημοῦντες. [17] ἀπελθόντων δ᾽ ἐξ Εὐβοίας τῶν στρατιωτῶν λιποταξίου προσεκλήθη, κἀγὼ ταξιαρχῶν τῆς φυλῆς ἠναγκαζόμην κατὰ τοὐνόματος τοῦ ἐμαυτοῦ πατρόθεν δέχεσθαι τὴν λῆξιν: καὶ εἰ μισθὸς ἐπορίσθη τοῖς δικαστηρίοις, εἰσῆγον ἂν δῆλον ὅτι. ταῦτα δ᾽ εἰ μὴ σεσημασμένων ἤδη συνέβη τῶν ἐχίνων, κἂν μάρτυρας ὑμῖν παρεσχόμην. [18] εἶεν. εἰ δὲ ξενίας προσκληθείη; πολλοῖς δὲ προσκρούει, καὶ ὃν ἠναγκάσθη τρόπον ὁ πατὴρ ποιήσασθαι αὐτόν, οὐ λέληθεν. ὑμεῖς δ᾽, ὅτε μὲν τοῦτον οὐκ ἐποιεῖθ᾽ ὁ πατήρ, τὴν μητέρ᾽ ἀληθῆ λέγειν ἡγεῖσθ᾽ αὐτοῦ: ἐπειδὰν δ᾽ οὕτως γεγονὼς οὗτος ὀχληρὸς ᾖ, πάλιν ὑμῖν ποτὲ δόξει ‘κεῖνος ἀληθῆ λέγειν. τί δ᾽, εἰ ψευδομαρτυρίων ἁλώσεσθαι προσδοκῶν ἐφ᾽ οἷς ἐρανίζει τούτοις τοῖς περὶ αὑτόν, ἐρήμην ἐάσειεν τελεσθῆναι τὴν δίκην; ἆρά γε μικρὰν ἡγεῖσθε βλάβην, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν κοινωνίᾳ τὸν ἅπαντα βίον τῆς τούτου δόξης καὶ τῶν ἔργων εἶναι;
[19] ὅτι τοίνυν οὐδ᾽ ἃ διεξελήλυθ᾽ ὑμῖν μάτην φοβοῦμαι, θεωρήσατε. οὗτος γὰρ ἤδη καὶ γραφάς τινας, ὦ ἄνδρες Ἀθηναῖοι, πέφευγεν, ἐφ᾽ αἷς οὐδὲν αἴτιος ὢν ἐγὼ συνδιαβάλλομαι, καὶ τῆς ἀρχῆς ἠμφεσβήτει, ἣν ὑμεῖς ἔμ᾽ ἐχειροτονήσατε, καὶ πολλὰ καὶ δυσχερῆ διὰ τοὔνομα συμβέβηκεν ἡμῖν, ὧν, ἵν᾽ εἰδῆτε, ἑκάστων μάρτυρας ὑμῖν παρέξομαι.”Μάρτυρες”
[20] ὁρᾶτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ συμβαίνοντα, καὶ τὴν ἀηδίαν τὴν ἐκ τοῦ πράγματος. εἰ τοίνυν μηδὲν ἀηδὲς ἦν ἐκ τούτων, μηδ᾽ ὅλως ἀδύνατον ταὐτὸν ἔχειν ὄνομ᾽ ἡμῖν συνέβαινεν, οὐ δήπου τοῦτον μὲν δίκαιον τὸ μέρος τῶν ἐμῶν χρημάτων ἔχειν κατὰ τὴν ποίησιν, ἣν ὁ πατὴρ αὐτὸν ἀναγκασθεὶς ἐποιήσατο, ἐμὲ δ᾽ ἀφαιρεθῆναι τοὔνομα, ὃ βουλόμενος καὶ οὐδ᾽ ὑφ᾽ ἑνὸς βιασθεὶς ἔθετο. οὐκ ἔγωγ᾽ ἡγοῦμαι. ἵνα τοίνυν εἰδῆτε, ὅτι οὐ μόνον εἰς τοὺς φράτερας οὕτως, ὡς μεμαρτύρηται, ὁ πατὴρ τὴν ἐγγραφὴν ἐποιήσατο, ἀλλὰ καὶ τὴν δεκάτην ἐμοὶ ποιῶν τοὔνομα τοῦτ᾽ ἔθετο, λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν.”Μαρτυρία”
[21] ἀκούετ᾽, ἄνδρες Ἀθηναῖοι, ὅτι ἐγὼ μέν εἰμ᾽ ἐπὶ τοὐνόματος τούτου πάντα τὸν χρόνον, τουτονὶ δὲ Βοιωτὸν εἰς τοὺς φράτερας, ἡνίκ᾽ ἠναγκάσθη, ἐνέγραψεν ὁ πατήρ. ἡδέως τοίνυν ἐροίμην ἂν αὐτὸν ἐναντίον ὑμῶν: εἰ μὴ ἐτελεύτησεν ὁ πατήρ, τί ἄν ποτ᾽ ἐποίεις πρὸς τοῖς δημόταις; οὐκ ἂν εἴας σεαυτὸν ἐγγράφειν Βοιωτόν; ἀλλ᾽ ἄτοπον δίκην μὲν λαγχάνειν τούτου, κωλύειν δὲ πάλιν. καὶ μὴν εἴ γ᾽ εἴας αὐτόν, ἐνέγραψεν ἄν σ᾽ εἰς τοὺς δημότας, ὅπερ εἰς τοὺς φράτερας. οὐκοῦν δεινόν, ὦ γῆ καὶ θεοί, φάσκειν μὲν ἐκεῖνον αὑτοῦ πατέρ᾽ εἶναι, τολμᾶν δ᾽ ἄκυρα ποιεῖν ἁκεῖνος ἔπραξεν ζῶν.
[22] ἐτόλμα τοίνυν πρὸς τῷ διαιτητῇ πρᾶγμ᾽ ἀναιδέστατον λέγειν, ὡς ὁ πατὴρ αὑτοῦ δεκάτην ἐποίησεν ὥσπερ ἐμοῦ καὶ τοὔνομα τοῦτ᾽ ἔθετ᾽ αὐτῷ, καὶ μάρτυράς τινας παρείχετο, οἷς ἐκεῖνος οὐδεπώποτ᾽ ὤφθη χρώμενος. ἐγὼ δ᾽ οὐδέν᾽ ὑμῶν ἀγνοεῖν οἴομαι, ὅτι οὔτ᾽ ἂν ἐποίησε δεκάτην οὐδεὶς παιδίου μὴ νομίζων αὑτοῦ δικαίως εἶναι, οὔτε ποιήσας καὶ στέρξας, ὡς ἂν υἱόν τις στέρξαι, πάλιν ἔξαρνος ἐτόλμησε γενέσθαι. [23] οὐδὲ γὰρ εἴ τι τῇ μητρὶ πρὸς ὀργὴν ἦλθεν τῇ τούτων, τούτους ἂν ἐμίσει, νομίζων αὑτοῦ εἶναι: πολὺ γὰρ μᾶλλον εἰώθασιν, ὧν ἂν ἑαυτοῖς διενεχθῶσιν ἀνὴρ καὶ γυνή, διὰ τοὺς παῖδας καταλλάττεσθαι ἢ δι᾽ ἃν ἀδικηθῶσιν ὑφ᾽ αὑτῶν, τοὺς κοινοὺς παῖδας πρὸς μισεῖν. οὐ τοίνυν ἐκ τούτων ἔστιν ἰδεῖν μόνον ὅτι ψεύσεται, ταῦτ᾽ ἂν λέ
γῃ, ἀλλὰ πρὶν ἡμέτερος φάσκειν συγγενὴς εἶναι, εἰς Ἱπποθωντίδ᾽ ἐφοίτα φυλὴν εἰς παῖδας χορεύσων. [24] καίτοι τίς ἂν ὑμῶν οἴεται τὴν μητέρα πέμψαι τοῦτον εἰς ταύτην τὴν φυλήν, δεινὰ μέν, ὥς φησιν, ὑπὸ τοῦ πατρὸς πεπονθυῖαν, δεκάτην δ᾽ εἰδυῖαν πεποιηκότ᾽ ἐκεῖνον καὶ πάλιν ἔξαρνον ὄντα; ἐγὼ μὲν οὐδέν᾽ ἂν οἶμαι. εἰς γὰρ τὴν Ἀκαμαντίδ᾽ ὁμοίως ἐξῆν σοι φοιτᾶν, καὶ ἐφαίνετ᾽ ἂν οὖσ᾽ ἀκόλουθος ἡ φυλὴ τῇ θέσει τοὐνόματος. ὡς τοίνυν ταῦτ᾽ ἀληθῆ λέγω, τούτων μάρτυρας ὑμῖν τοὺς συμφοιτῶντας καὶ τοὺς εἰδότας παρέξομαι.”Μάρτυρες”
[25] οὕτω τοίνυν φανερῶς παρὰ τὸν τῆς αὑτοῦ μητρὸς ὅρκον καὶ τὴν τοῦ δόντος ἐκείνῃ τὸν ὅρκον εὐήθειαν πατρὸς τετυχηκὼς καὶ ἀνθ᾽ Ἱπποθωντίδος ἐν Ἀκαμαντίδι φυλῇ γεγονώς, οὐκ ἀγαπᾷ Βοιωτὸς οὑτοσί, ἀλλὰ καὶ δίκας ἐμοὶ δύ᾽ ἢ τρεῖς εἴληχεν ἀργυρίου πρὸς αἷς καὶ πρότερόν μ᾽ ἐσυκοφάντει. καίτοι πάντας οἶμαι τοῦθ᾽ ὑμᾶς εἰδέναι, τίς ἦν χρηματιστὴς ὁ πατήρ. [26] ἐγὼ δ᾽ ἐάσω ταῦτα. ἀλλ᾽ εἰ δίκαι᾽ ὀμώμοκεν ἡ μήτηρ ἡ τούτων, ἐπ᾽ αὐτοφώρῳ συκοφάντην ἐπιδεικνύει τοῦτον ταῖς δίκαις ταύταις. εἰ γὰρ οὕτω δαπανηρὸς ἦν, ὥστε γάμῳ γεγαμηκὼς τὴν ἐμὴν μητέρα, ἑτέραν εἶχε γυναῖκα, ἧς ὑμεῖς ἐστέ, καὶ δύ᾽ οἰκίας ᾤκει, πῶς ἂν ἀργύριον τοιοῦτος ὢν κατέλιπεν;
[27] οὐκ ἀγνοῶ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι Βοιωτὸς οὑτοσὶ δίκαιον μὲν οὐδὲν ἕξει λέγειν, ἥξει δ᾽ ἐπὶ ταῦθ᾽ ἅπερ ἀεὶ λέγει, ὡς ἐπηρέαζεν ὁ πατὴρ αὐτῷ πειθόμενος ὑπ᾽ ἐμοῦ, ἀξιοῖ δ᾽ αὐτὸς ὡς δὴ πρεσβύτερος ὢν τοὔνομ᾽ ἔχειν τὸ τοῦ πρὸς πατρὸς πάππου. πρὸς δὴ ταῦτ᾽ ἀκοῦσαι βέλτιον ὑμᾶς βραχέα. ἐγὼ γὰρ οἶδα τοῦτον, ὅτ᾽ οὔπω συγγενὴς ἦν ἐμοί, ὁρῶν ὥσπερ ἂν ἄλλον τιν᾽ οὑτωσί, νεώτερον ὄντ᾽ ἐμοῦ καὶ συχνῷ, ὅσ᾽ ἐξ ὄψεως, οὐ μὴν ἰσχυρίζομαι τούτῳ (καὶ γὰρ εὔηθες): [28] ἀλλ᾽ εἴ τις ἔροιτο Βοιωτὸν τουτονί, ὅτ᾽ ἐν Ἱπποθωντίδι φυλῇ ἠξίους χορεύειν, οὔπω τοῦ πατρὸς εἶναι φάσκων τοῦ ἐμοῦ υἱός, τί σαυτὸν ἔχειν δικαίως ἂν θείης ὄνομα; εἰ γὰρ Μαντίθεον, οὐκ ἂν διὰ τοῦτό γε φαίης ὅτι πρεσβύτερος εἶ ἐμοῦ. ὃς γὰρ οὐδὲ τῆς φυλῆς τότε σοι προσήκειν ἡγοῦ τῆς ἐμῆς, πῶς ἂν τοῦ γε πάππου τοῦ ἐμοῦ ἠμφεσβήτεις; [29] ἔτι δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν μὲν τῶν ἐτῶν χρόνον οὐδεὶς οἶδεν ὑμῶν (ἐγὼ μὲν γὰρ ἐμοὶ πλείονα, οὗτος δ᾽ ἑαυτῷ φήσει), τὸν δὲ τοῦ δικαίου λόγον ἅπαντες ἐπίστασθε. ἔστι δ᾽ οὗτος τίς; ἀφ᾽ οὗ παῖδας ἐποιήσατο τούτους ὁ πατήρ, ἀπὸ τούτου καὶ νομίζεσθαι. πρότερον τοίνυν ἔμ᾽ εἰς τοὺς δημότας ἐνέγραψε Μαντίθεον, πρὶν εἰσαγαγεῖν τοῦτον εἰς τοὺς φράτερας. ὥστ᾽ οὐ τῷ χρόνῳ μόνον, ἀλλὰ καὶ τῷ δικαίῳ πρεσβεῖον ἔχοιμ᾽ ἂν ἐγὼ τοὔνομα τοῦτ᾽ εἰκότως. [30] εἶεν. εἰ δέ τίς σ᾽ ἔροιτο, ‘εἰπέ μοι, Βοιωτέ, πόθεν νῦν Ἀκαμαντίδος φυλῆς γέγονας καὶ τῶν δήμων Θορίκιος καὶ υἱὸς Μαντίου, καὶ τὸ μέρος τῶν ὑπ᾽ ἐκείνου καταλειφθέντων ἔχεις;’ οὐδὲν ἂν ἄλλ᾽ ἔχοις εἰπεῖν, πλὴν ὅτι κἀμὲ ζῶν ἐποιήσατο Μαντίας. τί τεκμήριον, εἴ τίς σ᾽ ἔροιτο, ἢ μαρτύριόν ἐστί σοι τούτου; εἰς τοὺς φράτεράς μ᾽ εἰσήγαγε, φήσειας ἄν. τί οὖν σ᾽ ἐνέγραψεν ὄνομα, εἴ τις ἔροιτο, Βοιωτὸν ἂν εἴποις: τοῦτο γὰρ εἰσήχθης. [31] οὐκοῦν δεινὸν εἰ τῆς μὲν πόλεως καὶ τῶν ὑπ᾽ ἐκείνου καταλειφθέντων διὰ τοὔνομα τοῦτο μέτεστί σοι, τοῦτο δ᾽ ἀξιοῖς ἀφεὶς ἕτερον μεταθέσθαι σαυτῷ. φέρ᾽, εἴ σ᾽ ὁ πατὴρ ἀξιώσειεν ἀναστάς, ἢ μένειν ἐφ᾽ οὗ σ᾽ αὐτὸς ἐποιήσατ᾽ ὀνόματος, ἢ πατέρ᾽ ἄλλον σαυτοῦ φάσκειν εἶναι, ἆρ᾽ οὐκ ἂν μέτρι᾽ ἀξιοῦν δοκοίη; ταὐτὰ τοίνυν ταῦτ᾽ ἐγώ σ᾽ ἀξιῶ, ἢ πατρὸς ἄλλου σεαυτὸν παραγράφειν, ἢ τοὔνομ᾽ ἔχειν ὃ ‘κεῖνος ἔδωκέ σοι. [32] νὴ Δί᾽, ἀλλ᾽ ὕβρει καὶ ἐπηρείᾳ τινὶ τοῦτ᾽ ἐτέθη σοι. ἀλλὰ πολλάκις μέν, ὅτ᾽ οὐκ ἐποιεῖθ᾽ ὁ πατὴρ τούτους, ἔλεγον οὗτοι ὡς οὐδὲν χείρους εἰσὶν οἱ τῆς μητρὸς τῆς τούτου συγγενεῖς τῶν τοῦ πατρὸς τοῦ ἐμοῦ. ἔστι δ᾽ ὁ Βοιωτὸς ἀδελφοῦ τῆς τούτου μητρὸς ὄνομα. ἐπειδὴ δ᾽ εἰσάγειν ὁ πατὴρ τούτους ἠναγκάζετο, ἐμοῦ προεισηγμένου Μαντιθέου, οὕτω τοῦτον εἰσάγει Βοιωτόν, τὸν ἀδελφὸν δ᾽ αὐτοῦ Πάμφιλον. ἐπεὶ σὺ δεῖξον, ὅστις Ἀθηναίων ταὐτὸν ὄνομα τοῖς αὑτοῦ παισὶν ἔθετο δυοῖν: κἂν δείξῃς, ἐγὼ συγχωρήσω δι᾽ ἐπήρειάν σοι τοῦτο τοὔνομα θέσθαι τὸν πατέρα. [33] καίτοι εἴ γε τοιοῦτος ἦσθα, ὥστε ποιήσασθαι μὲν σαυτὸν ἀναγκάσαι, ἐξ ὅτου δ᾽ ἀρέσεις ἐκείνῳ τρόπου μὴ σκοπεῖν, οὐκ ἦσθ᾽ οἷον δεῖ τὸν προσήκοντ᾽ εἶναι περὶ τοὺς γονέας, οὐκ ὢν δ᾽ οὐκ ἐπηρεάζου δικαίως ἄν, ἀλλ᾽ ἀπωλώλεις. ἢ δεινόν γ᾽ ἂν εἴη, εἰ κατὰ μὲν τῶν ὑπὸ τοῦ πατρὸς αὐτοῦ νομιζομένων παίδων οἱ περὶ τῶν γονέων ἰσχύσουσιν νόμοι, κατὰ δὲ τῶν αὑτοὺς εἰσβιαζομένων ἄκοντας ποιεῖσθαι ἄκυροι γενήσονται.