Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 243
Delphi Complete Works of Demosthenes Page 243

by Demosthenes


  [19] ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἥ τε μήτηρ μου τάλαντον ἐπενεγκαμένη προῖκα, ἐκδοθεῖσα ὑπὸ τῶν ἀδελφῶν τῶν αὑτῆς, ὥσπερ οἱ νόμοι κελεύουσιν, συνῴκησεν τῷ πατρί, καὶ ὃν τρόπον ἐγὼ τούτους εἰσεδεξάμην εἰς τὴν οἰκίαν τοῦ πατρὸς τελευτήσαντος, καὶ ὅτι ἀπέφυγον αὐτοὺς τὰς δίκας ἅς μοι ἐνεκάλουν, ταῦτα μὲν πάντα καὶ μεμαρτύρηται ὑμῖν καὶ ἐπιδέδεικται. ἴθι δὴ λαβὲ καὶ τὸν περὶ τῆς προικὸς νόμον τουτονί.”Νόμος”

  [20] οὕτω τοίνυν τοῦ νόμου ἔχοντος, οἶμαι τουτονὶ Βοιωτὸν ἢ Μαντίθεον ἢ ὅ τι ποτ᾽ ἄλλο χαίρει προσαγορευόμενος, δικαίαν μὲν ἀπολογίαν καὶ ἀληθινὴν οὐδεμίαν ἕξειν εἰπεῖν, ἐπιχειρήσειν δὲ τῇ τόλμῃ καὶ τῇ θρασύτητι τῇ ἑαυτοῦ πιστεύοντα περιιστάναι τὰς αὑτῶν συμφορὰς εἰς ἐμέ, ἅπερ καὶ ἰδίᾳ ποιεῖν εἴωθεν, λέγων ὡς δημευθείσης τῆς τοῦ Παμφίλου οὐσίας, ὃς ἦν πατὴρ τῆς Πλαγγόνος, τὰ περιγενόμενα χρήματα ὁ πατὴρ ὁ ἐμὸς ἔλαβεν ἐκ τοῦ βουλευτηρίου, καὶ οὕτως ἀποφαίνειν πειρώμενος τὴν μὲν αὑτοῦ μητέρα ἐπενεγκαμένην προῖκα πλέον ἢ ἑκατὸν μνᾶς, τὴν δ᾽ ἐμὴν ἄπροικον φάσκων συνοικῆσαι. [21] ταῦτα διέξεισιν, ὦ ἄνδρες δικασταί, οὔτε μαρτυρίαν οὐδεμίαν ἐμβεβλημένος ὑπὲρ τούτων οὔτ᾽ ἀγνοῶν ὡς οὐδὲν ὑγιὲς λέγει, ἀλλ᾽ ἀκριβῶς εἰδὼς ὅτι ὁμολογῶν μὲν ἀδικεῖν ἐν ὑμῖν οὐδείς πω ἀπέφυγεν, ψευδόμενος δὲ καὶ παραγωγὰς λέγων ἤδη τις δίκην οὐκ ἔδωκεν. ἵνα οὖν μὴ ἐξαπατηθῆτε ὑπ᾽ αὐτοῦ, βέλτιον εἶναί μοι δοκεῖ βραχέα καὶ περὶ τούτου πρὸς ὑμᾶς εἰπεῖν. [22] ἐὰν γὰρ λέγῃ ὡς ἡ μὲν ἐμὴ μήτηρ οὐκ ἐπηνέγκατο προῖκα, ἡ δὲ τούτων ἐπηνέγκατο, ἐνθυμεῖσθε ὅτι περιφανῶς ψεύδεται. πρῶτον μὲν γὰρ ὁ Πάμφιλος ὁ πατὴρ τῆς τούτου μητρὸς πέντε τάλαντα τῷ δημοσίῳ ὀφείλων ἐτελεύτησεν, καὶ τοσούτου ἐδέησεν περιγενέσθαι τι τοῖς ἐκείνου παισὶν τῆς οὐσίας ἀπογραφείσης καὶ δημευθείσης, ὥστε οὐδὲ τὸ ὄφλημα πᾶν ὑπὲρ αὐτοῦ ἐκτέτεισται, ἀλλ᾽ ἔτι καὶ νῦν ὁ Πάμφιλος ὀφείλων τῷ δημοσίῳ ἐγγέγραπται. πῶς οὖν οἷόν τε τὸν ἐμὸν πατέρα χρήματα λαβεῖν ἐκ τῆς Παμφίλου οὐσίας, ἣ οὐδὲ αὐτὸ τὸ ὄφλημα ἱκανὴ ἐγένετο τῇ πόλει ἐκτεῖσαι; [23] ἔπειτα, ὦ ἄνδρες δικασταί, ἐνθυμεῖσθε ὅτι, εἰ τὰ μάλιστα περιεγένετο τὰ χρήματα ταῦτα, ὥσπερ οὗτοί φασιν, οὐκ ἂν ὁ ἐμὸς πατὴρ αὐτὰ ἔλαβεν, ἀλλ᾽ οἱ τοῦ Παμφίλου υἱεῖς, Βοιωτὸς καὶ Ἡδύλος καὶ Εὐθύδημος, οἳ οὐκ ἂν δήπου ἐπὶ μὲν τῷ τἀλλότρια λαμβάνειν ὅτι ἂν οὖν ἐποίουν, ὡς καὶ ὑμεῖς ἅπαντες ἴστε, τὰ δ᾽ αὑτῶν τὸν ἐμὸν πατέρα περιεῖδον κομισάμενον. [24] ὅτι μὲν τοίνυν ἥ γε τούτων μήτηρ οὐκ ἐπηνέγκατο προῖκα, ἀλλ᾽ οὗτοι τοῦτο ψεύδονται, ἱκανῶς ὑμᾶς μεμαθηκέναι νομίζω: ὅτι δὲ ἡ ἐμὴ μήτηρ ἐπηνέγκατο, ῥᾳδίως ἐγὼ δείξω. πρῶτον μὲν γὰρ Πολυαράτου θυγάτηρ ἦν, ὃς καὶ ὑφ᾽ ὑμῶν ἐτιμᾶτο καὶ πολλὴν οὐσίαν ἐκέκτητο: ἔπειτα μεμαρτύρηται ὑμῖν ὡς καὶ ἡ ἀδελφὴ αὐτῆς τοσαύτην προῖκα ἐπενεγκαμένη Ἐρυξιμάχῳ συνῴκησεν, τῷ Χαβρίου κηδεστῇ. [25] πρὸς δὲ τούτοις φαίνεταί μου ἡ μήτηρ τὸ πρῶτον ἐκδοθεῖσα Κλεομέδοντι, οὗ φασι τὸν πατέρα Κλέωνα τῶν ὑμετέρων προγόνων στρατηγοῦντα, Λακεδαιμονίων πολλοὺς ἐν Πύλῳ ζῶντας λαβόντα, μάλιστα πάντων ἐν τῇ πόλει εὐδοκιμῆσαι: ὥστε οὔτε τὸν ἐκείνου προσῆκεν υἱὸν ἄπροικον αὐτὴν γῆμαι, οὔτε Μενέξενον καὶ Βάθυλλον εἰκός ἐστιν, αὐτούς τε οὐσίαν πολλὴν κεκτημένους καὶ Κλεομέδοντος τελευτήσαντος κομισαμένους τὴν προῖκα, ἀποστερῆσαι τὴν ἀδελφὴν τὴν ἑαυτῶν, ἀλλὰ προσθέντας αὐτοὺς ἐκδοῦναι τῷ ἡμετέρῳ πατρί, καθάπερ καὶ αὐτοὶ πρὸς ὑμᾶς καὶ οἱ ἄλλοι μεμαρτυρήκασιν. [26] χωρὶς δὲ τούτων ἐνθυμήθητε, διὰ τί ἄν ποτε ὁ πατήρ, εἴπερ ἡ μὲν ἐμὴ μήτηρ μὴ ἦν ἐγγυητὴ μηδὲ ἠνέγκατο προῖκα, ἡ δὲ τούτων ἠνέγκατο, τοὺς μὲν οὐκ ἔφη αὑτοῦ υἱεῖς εἶναι, ἐμὲ δὲ καὶ ἐποιεῖτο καὶ ἐπαίδευεν; ὅτι νὴ Δία, ὡς οὗτοι φήσουσιν, ἐμοὶ χαριζόμενος καὶ τῇ ἐμῇ μητρὶ τούτους ἠτίμαζεν. [27] ἀλλ᾽ ἐκείνη μὲν ἔτι παῖδα μικρὸν ἐμὲ καταλιποῦσα αὐτὴ τὸν βίον ἐτελεύτησεν, ἡ δὲ τούτων μήτηρ Πλαγγὼν καὶ πρότερον καὶ μετὰ ταῦτα εὐπρεπὴς τὴν ὄψιν οὖσα ἐπλησίαζεν αὐτῷ: ὥστε πολὺ μᾶλλον εἰκὸς ἦν αὐτὸν διὰ τὴν ζῶσαν γυναῖκα, ἧς ἐρῶν ἐτύγχανε, τὸν τῆς τεθνεώσης υἱὸν ἀτιμάζειν, ἢ δι᾽ ἐμὲ καὶ τὴν τετελευτηκυῖαν τοὺς ἐκ τῆς ζώσης καὶ πλησιαζούσης αὐτῷ παῖδας μὴ ποιεῖσθαι. [28] καίτοι οὗτός γε εἰς τοῦτο τόλμης ἥκει, ὥστε φησὶ τὸν πατέρα μου δεκάτην ὑπὲρ αὑτοῦ ἑστιᾶσαι. καὶ περὶ τούτου μόνον Τιμοκράτους καὶ Προμάχου ἐμβέβληται μαρτυρίας, οἳ οὔτε γένει προσήκουσί μου τῷ πατρὶ οὐδὲν οὔτε φίλοι ἦσαν ἐκείνῳ. οὕτω δὲ φανερῶς τὰ ψευδῆ μεμαρτυρήκασιν, ὥστε ὃν πάντων ὑμῶν εἰδότων οὑτοσὶ δίκην λαχὼν ἄκοντα ἠνάγκασε ποιήσασθαι αὑτόν, τοῦτον οὗτοι, ὥσπερ κλητῆρες, δύο μόνοι ὄντες μαρτυροῦσιν δεκάτην ὑπὲρ τούτου ἑστιᾶσαι. [29] οἷς τίς ἂν ὑμῶν πιστεύσειεν; καὶ μὴν οὐδ᾽ ἐκεῖνό γε εἰπεῖν αὐτῷ ἐνδέχεται, ὡς μικρὸν μὲν ὄντα ἐποιεῖτο αὐτὸν ὁ πατήρ, μείζω δὲ γενόμενον τῇ μητρὶ ὀργισθείς τι τῇ τούτων ἠτίμαζεν: πολὺ γὰρ δήπου μᾶλλον εἰώθασιν, ὧν ἂν ἐν αὑτοῖς διενεχθῶσιν γυνὴ καὶ ἀνήρ, διαλλάττεσθαι διὰ τοὺς παῖδας
ἢ διὰ τὰς πρὸς ἑαυτοὺς ὀργὰς τοὺς κοινοὺς παῖδας πρὸς μισεῖν. ὥστε ἐὰν μὲν ἐπιχειρῇ ταῦτα λέγειν, μὴ ἐπιτρέπετε ἀναισχυντεῖν. [30] ἂν δὲ λέγῃ περὶ τῶν δικῶν ἃς ἀπεδιῄτησέν μου ὁ διαιτητής, καὶ φάσκῃ ὑπ᾽ ἐμοῦ ἀπαράσκευος ληφθῆναι, πρῶτον μὲν μέμνησθε ὅτι οὐκ ὀλίγος χρόνος ἐγένετο, ἐν ᾧ ἔδει παρασκευάσασθαι αὐτόν, ἀλλ᾽ ἔτη πολλά, ἔπειθ᾽ ὅτι οὗτος ἦν ὁ διώκων, ὥστε πολὺ μᾶλλον ἦν εἰκὸς ἐμὲ ὑπὸ τούτου ἀπαράσκευον ληφθῆναι ἢ τοῦτον ὑπ᾽ ἐμοῦ. [31] ἔτι δὲ πάντες ὑμῖν οἱ πρὸς τῷ διαιτητῇ παρόντες μεμαρτυρήκασιν ὡς οὗτος παρὼν αὐτός, ὅτε ἀπεδιῄτησέ μου ὁ διαιτητής, οὔτε ἐφῆκεν εἰς τὸ δικαστήριον ἐνέμεινέ τε τῇ διαίτῃ. καίτοι ἄτοπον δοκεῖ μοι εἶναι, εἰ οἱ μὲν ἄλλοι, ὅταν οἴωνται ἀδικεῖσθαι, καὶ τὰς πάνυ μικρὰς δίκας εἰς ὑμᾶς ἐφιᾶσιν, οὗτος δέ μοι περὶ προικὸς δίκην ταλάντου λαχών, ταύτης, ὡς αὐτός φησιν, ἀδίκως ἀποδιαιτηθείσης ἐνέμεινεν. [32] νὴ Δί᾽, ἀπράγμων γάρ τις ἴσως ἐστὶν ἄνθρωπος καὶ οὐ φιλόδικος. ἐβουλόμην τἄν, ὦ ἄνδρες δικασταί, τοιοῦτον αὐτὸν εἶναι. νυνὶ δὲ ὑμεῖς μὲν οὕτως ἐστὲ κοινοὶ καὶ φιλάνθρωποι, ὥστε οὐδὲ τοὺς τῶν τριάκοντα υἱεῖς φυγαδεῦσαι ἐκ τῆς πόλεως ἠξιώσατε: οὗτος δὲ ἐμοὶ μετὰ Μενεκλέους τοῦ πάντων τούτων ἀρχιτέκτονος ἐπιβουλεύσας, καὶ ἐξ ἀντιλογίας καὶ λοιδορίας πληγὰς συναψάμενος, ἐπιτεμὼν τὴν κεφαλὴν τὴν αὑτοῦ τραύματος εἰς Ἄρειον πάγον με προσεκαλέσατο, ὡς φυγαδεύσων ἐκ τῆς πόλεως. [33] καὶ εἰ μὴ Εὐθύδικος ὁ ἰατρός, πρὸς ὃν οὗτοι τὸ πρῶτον ἦλθον δεόμενοι ἐπιτεμεῖν τὴν κεφαλὴν αὐτοῦ, πρὸς τὴν ἐξ Ἀρείου πάγου βουλὴν εἶπεν τὴν ἀλήθειαν πᾶσαν, τοιαύτην ἂν δίκην οὗτος εἰλήφει παρ᾽ ἐμοῦ τοῦ μηδὲν ἀδικοῦντος, ἣν ὑμεῖς οὐδὲ κατὰ τῶν τὰ μέγιστ᾽ ἀδικούντων ὑμᾶς ἐπιχειρήσαιτ᾽ ἂν ποιήσασθαι. ἵνα δὲ μὴ δοκῶ διαβάλλειν αὐτόν, ἀνάγνωθί μοι τὰς μαρτυρίας.”Μαρτυρίαι”

  [34] τοῦτον μὲν τοίνυν οὕτω μέγαν καὶ φοβερὸν ἀγῶνά μοι οὐχ ὡς εὐήθης ὤν, ἀλλ᾽ ὡς ἐπίβουλος καὶ κακοῦργος κατεσκεύασεν. μετὰ δὲ ταῦτα ἀντὶ τοῦ ὀνόματος οὗ ἔθετο αὐτῷ ὁ πατὴρ Βοιωτόν, ὥσπερ καὶ πρὸς ὑμᾶς μεμαρτύρηται, ἐπειδὴ ἐκεῖνος ἐτελεύτησε, Μαντίθεον ἑαυτὸν ἐγγράψας εἰς τοὺς δημότας, καὶ τοῦ αὐτοῦ ἐμοὶ καὶ πατρὸς καὶ δήμου προσαγορευόμενος, οὐ μόνον τὴν δίκην ταύτην, περὶ ἧς νυνὶ δικάζομαι, ἀνάδικον ἐποίησεν, ἀλλὰ καὶ χειροτονησάντων ὑμῶν ἐμὲ ταξίαρχον, ἧκεν αὐτὸς ἐπὶ τὸ δικαστήριον δοκιμασθησόμενος, δίκην δὲ ἐξούλης ὠφληκώς, ταύτην οὐκ αὐτὸς ὠφληκέναι φησίν, ἀλλ᾽ ἐμέ. [35] ὡς δ᾽ ἐν κεφαλαίῳ εἰπεῖν, κακά μοι παρέχων ἠνάγκασέ με λαχεῖν αὑτῷ δίκην περὶ τοῦ ὀνόματος, οὐχ ἵνα χρήματα παρ᾽ αὐτοῦ λάβω, ὦ ἄνδρες δικασταί, ἀλλ᾽ ἵνα, ἐὰν ὑμῖν δοκῶ δεινὰ πάσχειν καὶ βλάπτεσθαι μεγάλα, οὑτοσὶ καλῆται Βοιωτός, ὥσπερ ὁ πατὴρ αὐτῷ ἔθετο. ὅτι τοίνυν ἀληθῆ καὶ ταῦτα λέγω, λαβέ μοι καὶ τὰς περὶ τούτων μαρτυρίας.”Μαρτυρίαι”

  [36] πρὸς τούτοις τοίνυν καὶ ὅτι ἐγὼ στρατευόμενος καὶ μετὰ Ἀμεινίου ξενολογήσας, ἄλλοθέν τε χρήματα εὐπορήσας καὶ ἐκ Μυτιλήνης παρὰ τοῦ ὑμετέρου προξένου Ἀπολλωνίδου καὶ παρὰ τῶν φίλων τῆς πόλεως λαβὼν τριακοσίους στατῆρας Φωκαιᾶς, ἀνήλωσα εἰς τοὺς στρατιώτας, ἵνα πρᾶξίς τις πραχθείη καὶ ὑμῖν καὶ ἐκείνοις συμφέρουσα, [37] περὶ τούτων μοι δικάζεται ὡς πατρικὸν κεκομισμένῳ χρέως παρὰ τῆς πόλεως τῆς Μυτιληναίων, Καμμῦ τῷ τυραννοῦντι Μυτιλήνης ὑπηρετῶν, ὃς καὶ ὑμῖν κοινῇ καὶ ἐμοὶ ἰδίᾳ ἐχθρός ἐστιν. ὅτι δὲ ὁ πατὴρ ἡμῶν, ἣν ἐψηφίσαντο αὐτῷ δωρεὰν οἱ Μυτιληναῖοι, εὐθὺς αὐτὸς ἐκομίσατο, καὶ ὡς οὐδὲν ὠφείλετο αὐτῷ χρέως ἐν Μυτιλήνῃ, τῶν ὑμετέρων φίλων παρέξομαι μαρτυρίαν.”Μαρτυρία”

  [38] ἔχων τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ ἄλλα πολλὰ καὶ δεινὰ λέγειν, ἃ οὗτος καὶ εἰς ἐμὲ καὶ εἰς ὑμῶν ἐνίους ἡμάρτηκεν, ἀναγκάζομαι διὰ τὸ ὀλίγον εἶναί μοι τὸ ὕδωρ παραλιπεῖν. νομίζω δὲ καὶ ἐκ τούτων ὑμῖν ἱκανῶς ἐπιδεδεῖχθαι, ὡς οὐ τοῦ αὐτοῦ ἀνθρώπου ἐστίν, ἀγῶνα μέν μοι περὶ φυγῆς κατασκευάζειν καὶ δίκας οὐδὲν προσηκούσας δικάζεσθαι, πρὸς δὲ τὸν διαιτητὴν ἀπαντᾶν ἀπαράσκευον. ὥστε περὶ μὲν τούτων ἂν ἐπιχειρῇ λέγειν, οὐκ οἴομαι ὑμᾶς ἀποδέξεσθαι. [39] ἂν δὲ λέγῃ ὡς ἀξιοῦντος αὐτοῦ ἐπιτρέψαι Κόνωνι τῷ Τιμοθέου περὶ ἁπάντων ἐγὼ οὐκ ἐβουλόμην ἐπιτρέπειν, ἐνθυμεῖσθε ὡς ἐξαπατᾶν ὑμᾶς ἐπιχειρήσει. ἐγὼ γὰρ περὶ μὲν ὧν αἱ δίκαι οὔπω τέλος εἶχον, ἕτοιμος ἦν ἐπιτρέπειν καὶ Κόνωνι καὶ ἄλλῳ διαιτητῇ ἴσῳ, ὅτῳ οὗτος βούλοιτο: περὶ δὲ ὧν τρὶς πρὸς τὸν διαιτητὴν ἀπαντήσαντος τούτου καὶ ἀντιδικοῦντος ὁ μὲν διαιτητὴς ἀπέγνω μου, οὗτος δὲ ἐν τοῖς γνωσθεῖσιν ἐνέμεινεν, ὡς καὶ ὑμῖν μεμαρτύρηται, οὐκ ᾤμην δίκαιον εἶναι ταῦτα πάλιν ἀνάδικα γίγνεσθαι: [40] τί γὰρ ἂν ἦν πέρας ἡμῖν τοῦ διαλυθῆναι, εἰ τὰ κατὰ τοὺς νόμους διαιτηθέντα λύσας ἑτέρῳ διαιτητῇ ἐπέτρεψα περὶ τῶν αὐτῶν ἐγκλημάτων, ἄλλως τε καὶ ἀκριβῶς εἰδὼς ὅτι, εἰ καὶ πρὸς τοὺς ἄλλους μὴ ἐπιεικές ἐστιν ταῖς διαίταις ἰσχυρίζεσθαι, πρός γε τοῦτον ἁπάντων δικαιότατον ἦν οὕτως προσφέρεσθαι. [41] φέρε γάρ, εἴ τις αὐτὸν ξενίας γ�
�άψαιτο λέγων ὡς διομνύμενος ὁ πατὴρ οὐκ ἔφη τοῦτον υἱὸν αὑτοῦ εἶναι, ἔσθ᾽ ὅτῳ ἂν ἄλλῳ ἰσχυρίζοιτο πρὸς ταῦτα ἢ διότι τῆς μητρὸς αὐτῶν ὀμοσάσης καὶ τοῦ διαιτητοῦ καταγνόντος ἠναγκάσθη ὁ πατὴρ ἡμῶν ἐμμεῖναι τῇ διαίτῃ; [42] οὐκοῦν δεινόν, εἰ οὗτος αὐτὸς κατὰ γνῶσιν διαιτητοῦ ὑμέτερος πολίτης γεγενημένος καὶ πρὸς ἐμὲ τὴν οὐσίαν νειμάμενος καὶ τυχὼν τῶν μετρίων ἁπάντων, ἃς ἐγὼ δίκας τοῦτον ἀπέφυγον παρόντα καὶ ἀντιδικοῦντα καὶ τοῖς γνωσθεῖσιν ἐμμένοντα, ταύτας ἀναδίκους ἀξιῶν γίγνεσθαι δίκαιόν τι δοκοίη λέγειν ὑμῖν, ὥσπερ, ὅταν μὲν τούτῳ συμφέρῃ, δέον εἶναι κυρίας τὰς διαίτας, ὅταν δὲ μὴ συμφέρῃ, προσῆκον τὴν τούτου γνώμην κυριωτέραν γενέσθαι τῶν κατὰ τοὺς ὑμετέρους νόμους γνωσθέντων. [43] ὃς οὕτως ἐπίβουλός ἐστιν, ὥστε καὶ τὴν δίαιταν ταύτην ἐπιτρέπειν με προὐκαλεῖτο, οὐχ ὅπως ἀπαλλαγῇ πρός με, ἀλλ᾽ ἵνα, ὥσπερ καὶ πρότερον ἕνδεκα ἔτη διήγαγε κακουργῶν, οὕτως καὶ νῦν τὰ ἀποδιαιτηθέντα μου λύσας ἐξ ἀρχῆς με συκοφαντῇ καὶ τὴν δίκην ταύτην ἐκκρούῃ. [44] τεκμήριον δὲ τούτου μέγιστον: οὔτε γὰρ τὴν πρόκλησιν ἐδέχετο, ἣν ἐγὼ κατὰ τοὺς νόμους προὐκαλούμην αὐτόν, πρότερόν τε Ξενίππῳ, ὃν οὗτος προὐβάλετο διαιτητήν, ἐπιτρέψαντός μου περὶ τῆς τοῦ ὀνόματος δίκης, ἀπηγόρευσεν αὑτῷ μὴ διαιτᾶν. ὅτι δὲ καὶ ταῦτ᾽ ἀληθῆ λέγω, ἐκ τῆς μαρτυρίας καὶ τῆς προκλήσεως εἴσεσθε.”Μαρτυρία”“Πρόκλησις”

 

‹ Prev